ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦ. Α. Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγκης. ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει. Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος· οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα καὶ ἀνάγκην ἔχοντα. ὥσπερ γὰρ ὁ ἐπιπηδῶν τῇ μὴ διδομένῃ παρὰ τοῦ Θεοῦ τιμῇ μέμψεως ἄξιος, οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας· τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, ὁ Παῦλός φησι, “ Παῦλος “ Ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ.” οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ “ κατ’ ἐπιταγὴν Θεοῦ.” ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξίσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· “ ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν βαρνάβαν.” πανταχοῦ τοίνυν γράφων προτίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα, μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα. “ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν.” καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ ἰδίᾳ λέγεται, ἀλλ’ ἅπερ ἃν ὁ Υἱὸς ἐπιτάξῃ, ταῦτα τοῦ Πατρὸς ἐπίταγμα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. ὅρα δὲ καὶ πῶς κοινὴν αὐτὴν ἐποίησεν· ἐπήγαγε γὰρ, “ καὶ Χριστοῦ Ἰησοῦ “ τῆς ἐλπίδος ἡμῶν·” ὅρα πῶς κυρίως τὰ ἐπώνυμα τέθεικε· καὶ μὴν ὁ ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι λέγων, “ ἡ ἐλπὶς “ πάντων τῶν περάτων τῆς γῆς·” καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθι φησιν, “ εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, “ ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ.” Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας· διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστὰς, σωτῆρα ἔχομεν, φησὶ, τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν· πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας, ἔχομεν τὸν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. ἄλλοθι φησὶν, οὐ τέθεικεν ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τὸ “ κατ’ ἐπιταγήν·” διὰ τί νῦν τέθεικεν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι, προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν Θεοῦ μέλλει λέγειν. “ Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.” ὅρα τὸ ἐγκώμιον ὅσον, εἴγε οὐ μόνον υἱὸν αὐτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον· τὴν ἀκριβῆ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος, καὶ ὅτι οὐδὲν ἐνήλλακτο κατὰ τὴν πίστιν, τὸ ἐμφερὲς ἔχων εἰ δὲ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, καὶ οὐχ ἁπλῶς τέκνον, ἀλλὰ καὶ γνήσιον, θαρρήσει περὶ τῶν μελλόντων· πίστις γὰρ τοῦτό ἐστι, τὸ κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ καταπίπτειν μηδὲ θορυ- βεῖσθαι. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων· πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου, “ ἀπὸ Θεοῦ πατρὸς ἡμῶν·” πάλιν ἐνταῦθα παραμυθία· εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων φεί- δεται. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσω, πορευόμενος εἰς Μακεδονίαν. Ἄκουε τὸ προσηνές· πῶς οὐ διδασκάλου φωνῇ χρῆται, ἀλλ’ ἱκέτου σχεδόν. οὐ γὰρ εἶπεν ἐπέταξα, οὐδὲ ἐκέλευσα, οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέροὺς καὶ ἐναρέστους· πρὸς δὲ τοὺς μὴ γνησίους, ἑτέρως, καθὼς καὶ αὐτός φησιν, “ ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς,” ὃ καὶ ἐνταῦθα, “ ἵνα παραγγείλῃς,” οὐχ ἵνα παρακαλέσῃς. Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησι δὲ αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. “ ἵνα παραγγείλῃς τισὶ, μὴ “ ἑτεροδιδασκαλεῖν·” τινὲς ἦσαν ἐς Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται· ἐποίουν δὲ τοῦτο, οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας καὶ τοῦ θέλειν ἔχειν μαθητάς· καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, τουτέστιν ἡ ἑτεροδιδασκαλία. Μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράν- τοῖς. Μύθους—οὐ τὸν νόμον φησὶν, ἄπαγε, ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα· εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα χρόνον ἀναλίσκειν, πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας πείραν ἔχωσι. τί δέ ἐστι “ἀπεράντοις;” ἤτοι πέρας οὐδὲν ἔχουσι χρήσιμον ἣ δυσκατάληπτον ὑμῖν. οἶμαι δὲ καὶ Ἕλληνας αἰνίττεσθαι αὐτὸν εἰπόντα “ μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς Θέους αὐτῶν καταλεγόντων. (ΘΕΌΔΩΡΌΣ.) Ἄλλος δέ φησιν· οὐ διὰ τὸ παραγγέλλειν μόνον τισὶ μὴ ἑτεροδιδασκαλεῖν κατέλιπεν αὐτὸν ἐν Ἐφέσω, ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. δῆλον δὲ ὅτι τὸ “ ἵνα παραγγείλῃς τισὶ” περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν ἠδύνατο· τοὐναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ’ ἐκείνων· λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἳ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπεχείρουν διδάσκειν ἐναντία τοῦ Χριστιανικοῦ δόγματος. λέγει τοίνυν, πᾶσι μὲν παράγγελε, προηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ’ ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν οὐκ ἀκολούθως ταῖς ἐπαγ- γελίαις ἐξ Ἀβραὰμ καὶ Δαυὶδ γεγονότα· καὶ διὰ τοῦτο ἐπεχεί- ρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ’ ωτν δὴ πολλοὺς τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν τῶν ἀκριβῶς ἐπισταμένων. καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἐκφερομένων, δυναμένων τῇδε κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη· νῦν μὲν τούτου λεγόντων τὸ γένος, ατυθις δὲ τὸ ἑτέρου, καὶ πάλιν ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον. μύθους δὲ αὐτοὺς ὠνόμασεν ὡς μὴ ἔχοντας ἀναγκαίαν διήγησιν. Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν τοῦ Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν "οἰκονομίαν Θεοῦ,” μεγάλα γὰρ ἠθέλησεν ἡμῖν δοῦναι ὁ Θεὸς, ἀλλ’ οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν· διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ· ἡ γὰρ περὶ ταῦτα σχολὴ καὶ ζήτησις οὐκ ἐᾷ γνῶναι τοῦ Θεοῦ τὴν οἰκονομίαν, καθ’ ἣν τὴν ἡμετέραν διὰ Χριστοῦ εἰργάσατο σωτηρίαν, ᾗ μᾶλλον προσέχειν ἔδει μετὰ πίστεως, ἀπὸ τῶν πραγμάτων ἔχοντας τῆς ἀληθείας τὴν ἀπόδειξιν. To δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθα- ῥᾶς καρδίας. ΙΩΛ́ΝΝΩΥ. Εἰπὼν " ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,” καὶ τὸν τρόπον ὑφηγεῖται, καθ’ ὃν τοῦτο γενέσθαι δυνατόν· τίς δὴ οὑν οὗτός ἐστιν ; ἡ ἀγάπη. ὥσπερ οὑν ὅταν λέγῃ τέλος νόμου Χριστὸς, τὸ συμπλήρωμά φησι, καὶ τοῦτο ἐκείνῳ ἐνέχεται· οὕτω ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. τέλος ἰατρείας ὑγίεια, ὥστε ὑγιείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγαπῆς οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας· τὸ δὲ *’ ἐκ καθαρᾶς καρδίας” ἤτοι περὶ πολιτείας ὀρθῆς φησιν, ἣ περὶ γνησίας ἀγάπης. Ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολο- γίαν. Καλῶς εἶπεν " ἀστοχήσαντες,” τέχνης γὰρ δεῖ ὥστε εὐθείᾳ βάλλειν καὶ μὴ ἔξω τοῦ σκοποῦ, ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύ- νεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα, καὶ δεῖ πρὸς ἓν ὅραν· Θέλοντες εἶναι νομοδιδάσκαλοι. “ Ὁρᾷς καὶ ἄλλην αἰτίαν τῆς φιλαρχίας ; διὰ τοῦτο καὶ ὁ “ Χριστὸς ἔλεγεν,” ὑμεῖς δὲ μηδένα καλέσητε ῥαββί.” Μῆ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περί τινων δια- βεβαιοῦνται. Ἐνταῦθα διαβάλλει αὐτοὺς ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον εἶναι δεῖ· πῶς οὖν εἰ ἐξ ἀνοίας τὸ ἁμάρτημα, λέγεις, ὅτι διὰ τὸ θέλειν εἶναι νομουδιδασκάλους, ἀλλὰ καὶ τὸ μὴ διακατέχειν τὴν ἀγάπην, ὅτι καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη· ὅταν γὰρ ψυχὴ πράγμασιν ἑαυτὴν δῷ σαρκι- κοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν; οὐκ ἴσασι, φησὶ, “ περὶ τίνων “διαβεβαιοῦνται·” εἰκὸς γὰρ ἦν αὐτοὺς πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων σωματικῶν λέγειν· εἶτα ἀφεὶς διελέγξαι ἐκεῖνα ὡς οὐδὲν ὄντα ἣ σκιὰς τῶν πνευματικῶν καὶ ὑπογραμμοὺς, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται· ποῖον δὴ τοῦτο ; ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὴν δεκάλογον καλῶν, ἀπὸ γὰρ τούτου κἀκεῖνα ἐξέβαλλεν· εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβαίνοντας καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται. Τί οὖν ἐὰν μὴ νομίμως χρῆται, οὐ καλός; ναὶ, φησὶ, καὶ οὕτω καλός· ἀλλ’ ὃ λέγει, τοῦτό ἐστιν· ἐπαινεῖ αὐτὸν δι’ ἔργων· εἰσὶ γὰρ οἱ μὴ χρώμενοι, ἀλλὰ μόνον τῇ διὰ ῥημάτων διδασκαλίᾳ, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι. χρῆται μὲν γὰρ, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν. ἔστι δὲ καὶ ἄλλο, ἐὰν νομίμως χρήσῃ, παραπέμπει σε πρὸς τὸν Χριστόν· ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. καὶ νόμῳ δὲ χρῆται πάλιν νομίμως, ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετήν. ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν πλείονος ἐπιθυμίας, οὗτος μᾶλλον αὐτὸν κατορθοῖ· οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ, οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὣν καὶ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι τοῦτό ἐστι, τὸ νομίμως χρήσασθαι· νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν· ὁ γὰρ νόμος ὡς τὰ πολλὰ κακῶν ἀπαγόρευσίς ἐστι, δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλ’ καὶ ἀγαθῶν ἐργασία. Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Ὅτι κολάσεως ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ’ ἐκείνου μαθεῖν, ἔνδοθεν ἔχων τὴν τοῦ Πνεύματος ὑπαγορεύουσαν χάριν· νόμος γὰρ ἐδόθη, ἵνα τῷ νόμῳ κολάζωνται καὶ τῇ ἀπειλῇ· οὐ δεῖ τοίνυν χαλινοῦ τῷ εὐηνίῳ ἵππῳ, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ. (Σευηριανόσ.) Ἄλλος φησὶ, καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτι εἰσὶ τοῦ Σωτῆρος αἱ ἐντολαὶ, οὐ νόμοι, ἀλλὰ τῇ προαιρέσει καταλιμπάνουσαι, ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκὼς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα, καὶ ἔτι a τοιοῦτο ἕτερον. Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, καὶ ἀσεβέσι καὶ ἁμαρ- τωλοῖς. Καὶ οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ κατ’ εἶδος διεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. τι οὖν ; Ἰουδαῖοι εἰσιν οἱ ἀνδραποδισταὶ καὶ οἱ πατρολῶαι καὶ οἱ μητρολῶαι; τοῦτο αἰνίττεται· εἰπὲ γὰρ μοὶ, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν ; οὐ τὸν Μωσέα ἐλίθαζον; οὐ φόνων αἱ χεῖρες ἀυτῶν ἔγεμον συγγενικῶν; Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπεν, ἐκεῖνα πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης. Κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ εὐαγγελίου δεῖ νόμου, τοῖς μέντοι πειθομένοις οὐ δεῖ· εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ δι’ οὐδὲν ἕτερον ἀλλ’ ἣ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, a Leg. vid. εἴτι. καὶ ἐπὶ τῷ vaSei τοῦ Χριστοῦ· εἰ γὰρ καὶ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνείδων, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων, ἤτοι τῆς δόξης τὴν λατρείαν, φησὶ, τοῦ Θεοῦ, καὶ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δοὺς αὐτοῦ, πολλῷ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδαςαὐ τοῦ πάντες οἱ ἐχθροὶ αὐτοῦ, ὅταν ἀντικείμενον ᾖ μηδέν. Θεόδωροσ. Εἰκότως δὲ μακάριον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἃν αὐτοῦ μὲν τὸ μακάριον ἔχοντος ἐν τῇ φύσει διὰ τῆς ἀτρεπτό- - τητος, ἡμῖν δὲ χάριτι τοῦτο περιποιοῦντος.