ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΕ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παυλοσ καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῆ Θεσσαλονικέων, ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ τὸ παρ’ ἀνθρώποις χάριτος τυχεῖν μέγα, τὸ παρὰ Θεῷ χάριν εὑρεῖν πόσον ἂν γένοιτο; διὰ τοῦτο προτίθησιν αὐτοῦ τῆς ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχεται, εἰδὼς ὅτι ἃν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. οἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις, καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται, καὶ ἕτερον δέ τι κατασκευάζει, βουλόμενος αὐτοὺς πρὸς τὰ μέλλοντα τῆς Ἐπιστολῆς εὐγνώμονας καταστῆσαι, ἵνα κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα κἂν θλίψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων ἐν τοῖς ἐλάττοσι, μὴ ἀπογιγνώσκωσι, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν, καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· “ εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν “ τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλ- “ λαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.’’ ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ ἀγάπης κοὶ ὑπομονῆς ἐπὶ τιμῇ αὐτῶν καὶ κολάσει τῶν θλιβόντων, καὶ εὐχὴ ὑπὲρ τελειώσεως αὐτῶν ἐνδόξου ἐπὶ δόξη Χριστοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Πἀλιν ταπεινοφροσύνης σημεῖον πολλῆς· ἐδίδου γὰρ αὐτοῖς λογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ οἱ ἄλλοι ὑπὲρ τῶν ἡμετέρων κατορθωμάτων οὐχ ἡμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμεῖς· ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ θρήνων ἄξια, ἀλλ’ εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Ὅτι ὑπεραυξάνει ἢ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; τουτέστιν, ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν· μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ ἄνεμοι προσαράσσουσιν, ὅταν ὑετοὶ καταρρήγνυνται, ὅταν αἴρηται πανταχόθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ’ ἢ τοῦ ὑπεραυξηθῆναι καὶ ὑψηλοτέραν γενέσθαι. συμβάλλεται δὲ πρὸς τὰς θλίψεις καὶ τὸ συμπεφράχθαι, καὶ τὸ ἀλλήλων ἔχεσθαι· διὰ τοῦτό φησὶ, “ καὶ “ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου ὑμῶν εἰς ἀλλήλους,’’ τουτέστν, ὅτι ἰσόρροπός τίς ἐστι καὶ μετὰ δικαιοσύνης ἡ ἀγάπη, τῷ μὴ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ ἀγαπᾶσθαι. Καὶ εἰς πάντας ἐκτεταμένη, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ. Εἰ τοίνυν ἡμεῖς ἐφ’ ὑμῖν εὐχαριστῶμεν Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ὑμετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. Ἡ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ· οὐχ ἁπλῶς δέ φησιν, ὑπομονὴν, ἀλλὰ τὴν μείζονα· ποίαν δὴ ταύτην ; τὴν διὰ τῶν διωγμῶν· διὸ ἐπιφέρει, “ ἐν πᾶσι τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι ἃς “ ἀνέχεσθε·’’ πολεμίοις γὰρ συνέζων διηνεκῶς, πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στερρὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυν, “ τὸ ἔνδειγμα,’’ φησὶ, “ τῆς δικαίας κρίσεως τοῦ Θεοῦ.’’ Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡσανεὶ ἔλεγεν, ἵν ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δείκνυται τὸ δίκαιον τοῦ Θεοῦ. Εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ’ ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι· “ διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν ‘ τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῆ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ “εἴπερ” ἐνταῦθα ἀντὶ του ἔπειπερ κεῖται, ὅπερ ἔπι τῶν σφόδρα ὡμολογημένων καὶ ἡμεῖς τίθεμεν, καὶ ἀναντιρρήτων, ἀντὶ τοῦ ὅτι σφόδρα δίκαιον· ὡσανεὶ ἔλεγεν, εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, φροντίζει ὁ Θεός· καὶ οὐ τίθησιν ἀπὸ οἰκείας γνώμης ἐπὶ τῶν ὡμολογημένων, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν, ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων ὅτι δίκαιόν ἐστιν. εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ Θεῷ· “ ἀνταποδοῦναι,’’ φησὶ, “ τοῖς θλί- “ βουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν.’’ Τί οὖν; ἴση ἡ ἀνταπόδοσις ; οὐδαμῶς· ἀλλ’ ὅρα διὰ τῶν ἑξῆς, πῶς δείκνυσι σφοδροτέραν οὖσαν καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. Μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐράνου. Ἴδου καὶ ἕτερα παράκλησις, τὸ καὶ αὐτοὺς κοινωνοὺς ἔχειν τῶν θλίψεων, καὶ ἐν τῆ ἀποδόσει κοινωνούς· τοῖς μυρία κατορθωκόσι μείζονα, συνάπτει αὐτοὺς ἐν τοῖς στεφάνοις· εἶτα καὶ τὸν καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μόνον οὐκ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τῶν μετ’ αὐτοῦ, πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι μικρόν. Ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου Ἰησοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούσαντες διδόασι τιμωρίαν, οἱ μετὰ τοῦ μὴ ὑπακοῦσαι καὶ θλίβοντες ὑμᾶς τι πείσονται; ὥστε εἰ καὶ μὴ δι’ ὑμᾶς, δι’ ἑαυτὸν γοῦν ἀνάγκη τιμωρήσασθαι αὐτούς. τοῦτο μὲν οὑν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον πάλιν, ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι, ὅτι δι’ ὑμᾶς ταῦτα πάσχουσι. τὸ μὲν γὰρ πιστεῦσαι ὑπὲρ τῆς τιμωρίας αὐτοὺς ποιεῖ· τὸ δὲ ἡσθῆναι ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταύτα πάσχουσι· ταύτα εἴρηται μὲν πρὸς ἐκείνους, ἁρμόζει δὲ καὶ ἡμῖν. ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα, μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ’ ὡς αὐτοὶ τοιαύτης ἀπηλλαγμένοι κολάσεως καὶ τιμωρίας. Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς πιστεύσασιν. Ὅτι οὐκέτι πρόσκαιρος ἡ γέεννα, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων τῷ εὐαγγελίῳ, ὅτι “ δίκην τίσουσιν, ὄλεθρον αἰώνιον·’’ τὸ αἰώνιον τοίνυν πῶς πρόσκαιρον; “ ἀπὸ προσώπου,’’ φησὶ, “ τοῦ Κυρίου·’’ τὸ εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν· ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε, οὐ δεῖ, φησὶ, πολλῆς ἐργωδίας, ἀλλ’ ἀρκεῖ παραγενέσθαι καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται· ἡ παρουσία οὖν αὐτοῦ τοῖς μὲν φῶς, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. Θεὸς ἐνδοξάζεται; ναί· ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις. ὅταν γὰρ ἴσωσι οἱ μεγάλα φυσῶντες, τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, ἐγγὺς ὄντας αὐτοῦ, δόξα γίνεται, μᾶλλον δὲ αὐτῶν δόξα ἐστίν· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαμπροὺς ἀνέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. δόξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τὰς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. τουτέστι διὰ τῶν πιστευόντων. ἰδοὺ πάλιν τὸ “ ἐν διὰ ἐστί δι’ ἐκείνων γὰρ θαυμαστὸς ἐπιδείκνυται, ὅταν τοὺς οἰκτροὺς τοὺς ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγει λαμπρότητα. δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἰσχύς· πῶς; “ ὅτι ἐπιστεύθη, φησὶ, τὸ μαρτύριον “ ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἰς ὃ καὶ προσευχόμεθα “ πάντοτε περὶ ὑμῶν·’’ τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστεύσαντες, δοξάζεται ὁ Θεός. τότε δείκνυται καὶ τούτων ἡ δόξα. διὰ τοῦτό φησι, τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. Ἄλλοσ φησί· τὸ “ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ’’ πρὸς τὸ “ καὶ θαυμα- “ σθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν’’ ἀποδ̀οοτέον, ἵνα ᾖ διὰ μέσου κείμενον τὸ “ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς,’’ τελεύταῖον ὂν τῆ τῆς ἐννοίας ἀκολουθίᾳ. βούλεται γὰρ εἰπεῖν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἐπίδοξος καὶ θαυμαστὸς ἐν τοῖς πεπιστευκόσι φανήσεται διὰ τῶν περὶ αὐτῶν ἀγαθῶν, ὧν δὴ καὶ ὑμεῖς ἀπελαύσατε, ἅτε δὴ τὴν διδασκαλίαν ἡμῶν παραδεξάμενοι a. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώση πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. “Ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως·’’ οὐ γὰρ ἐκλήθησαν· διὰ τοῦτο ἐπήγαγε, “ καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης,’’ τουτέστιν ἀρέσκειαν, πληροφορίαν· ἵνα τὸ πίσμα τοῦ Θεοῦ γένηται, “ καὶ a Hoc Schol. videtur esse Origenis. “ ἔργον πίστεως ἐν δυνάμει,’’ τουτέστιν, ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται ὥστε καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξάζουσιν· εἶπεν ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην, ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζομένου, καὶ οἱ δοῦλοι δοξάζονται· οἱ γὰρ τὸν δεσπότην δοξάζοντες πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. δόξα γὰρ ὄντως ἡ θλίψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· εἶτα πάλιν δεικνὺς, ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, “ κατὰ τὴν χάριν τοῦ Θεοῦ “ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,’’ τουτέστι ταύτην τὴν χάριν αὐτὸς ἡμῖν ἔδωκεν, ἵνα δοξάζηται ἐν ἡμῖν καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. πῶς δοξάζεται ἐν ἡμῖν; ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. πῶς δοξαζόμεθα ἐν αὐτῷ; ὅτι δύναμιν εἰλήφαμεν παρ’ αὐτοῦ, ὥστε μὴ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς.