TON ΕΙΣ THN ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥTΕΡΑΝ ΕΠΙΣTΟΛHΝ ΠΑΥΛΟΥ TOT ΑΠΟΣTΟΛΟΥ μ--HΓΗTΙΚΩΝ ΕΚΛΟΓΩΝ TΟΜΟΣ . Ε1ΠΩΝ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ὅτι εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι οὐ στέγομεν, ἀλλ’ ἐν Ἀθήναις κατε- λείφθημεν μόνοι, καὶ ὅτι ἔπεμψα Τιμόθεον, διὰ πάντων τούτων τὸν πόθον αὐτοῦ δηλοῖ ὃν ε7χεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν καὶ καταρτίσαι τὰ ὑστερή- ὑστερήματα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν Ἐπιστολήν· τὸ ἐλλειφθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν πραγμάτων ἀναπληρῶν· ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθέν ἐστι στοχάσασθαι· γράφων γάρ φησιν, " ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ " Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·’’ καὶ γὰρ ἐν τῇ προτέρᾳ Επμ στολῇ ἔλεγεν, ’* ὅτι περὶ δὲ τῶν χρόνων καὶ καιρῶν οὐ χρείαν " ἔχετε γράφεσθαι ὑμῖν,’’ ὥστε εἰ παρεγένετο, οὐδὲν ἃν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετέθη, τούτου χάριν ταύ- τὴν προστίθησι τὴν Ἐπιστολὴν, καθάπερ ἐν τῇ πρὸς Τιμόθεον φησὶν, " ὅτι ἀνατρέπουσι τὴν τίνων πίστιν, λέγοντες ἀνάστασιν ’* ἤδη γεγονέναι,’’ ἵνα μηδὲν μέγα λοιπὸν, μηδὲ λαμπρὸν ἐλπμ́ σαντες οἱ πιστοὶ ἀπαγορεύωσι πρὸς τοὺς πόνους· ἐπειδὴ γὰρ ἡ ἐλπὶς αὐτοὺς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦ- ’ναι, καὶ καθάπερ τινὰ ἄγκυραν ἀποκόψαι βουλόμενος ὁ διάβολος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι, ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθο- μένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα τὰ λαμπρὰ πέρας εἴληφε. τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον ὅτι ἐνέστηκεν ἡ κρίσις καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ δείξαντες ὡς οὐκέτι λοιπὸν ἀντιλσις οὔτε δικαστήριον καὶ κόλασις καὶ τιμω- ρία τοῖς κακῶς αὐτοῖς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργά- σωνται καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν ὡς παρὰ τοῦ Παύλου τὰ λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πράττειν, ὡς πη ἐκείνου γραφείσας. Διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησὶ, “ μὴ “ θορυβεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι “ ἐπιστολῆς ὡς δι’ ἡμῶν·’’ “ διὰ πνεύματος,’’ φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος· πόθεν οὖν εἰσόμεθα, φησί; διὰ τοῦτο προσέθηκεν “ ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου,’’ ὁ ἐστι σημεῖον ἐν πάσῃ Ἐπιστολῇ, οὕτως γράφων· “ ἡ χάρις τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν,’’ οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον, τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ’ ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω, καθάπερ καὶ νῦν ἐφ’ ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων. παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων, καὶ τῆς κολάσεως καὶ τῆς ἀνταποδόσεως τῶν κακῶν τῶν ἡτοιμασμένων αὐτοὺς προτρέπων· καὶ σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν μὲν καιρὸν οὐκ ἀποκάμπτων, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν Ἀντίχριστον δηλῶν, μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἂν ἁπλῶς, ἀλλ’ ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖ φροντίδα, καὶ καθισθεὶς ἐν τῷ ὄρει πάντα μετὰ ἀκριβείας διαλέγεται τοῖς μαθηταῖς τὰ περὶ τῆς συντελείας. διὰ τί; ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους, καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον λέγων, “ ὅταν “ κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον·’’ καὶ ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ, “ ὡς ἀστραπὴ,’’ φησὶν, “ ἥξει,’’ οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ πανταχοῦ λάμπουσα οὐ δεῖται τοῦ μηνύοντος, οὕτως ἔσται φαιδρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύοντος. εἶπε δέ που καὶ περὶ τοῦ Ἀντιχρίστου, ἡνίκα ἔλεγεν, “ ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός “ μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ ἰδίω, ἐκεῖνον λήψεσθε,’’ καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συμφορὰς τεκμήρια εἶναι ἔλεγε, καὶ “ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν.’’ Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς· ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν παιδικῶν καὶ τῶν ληρημάτων καὶ τῶν γραωδίων ἀπαλλαγῶμεν· ἣ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες, καὶ περὶ τοῦ ὀνόματος τοῦ Ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις, ταῦτα ἐγκατασπείρει ὁ διάβολος, ἵνα ἡμῖν τὸ δόγμα συναυξηθῇ. οὐκ ἃν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ Ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν, μηδὲ ταῦτα ζητῶμεν οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ’ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος εἰς αὐτὸν εἰς ἀπόνοιαν ἀλειφόμενος. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥTΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. α᾿ Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ καὶ ὑπομονῆς ἐπὶ τιμῇ αὐτῶν, καὶ κολάσει τῶν θλιβόντων· καὶ εὐχὴ ὑπὲρ τελειώσεως αὐτῶν ἐνδόξου ἐπὶ δόξῃ Χριστοῦ. β᾿. Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ Ἰουδαίων ἀπιστησάντων Χριστῷ. γ΄. Εὐχαριστία περὶ τῆς κλήσεως. δ΄. Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. ε΄. Προτροπὴ ἐργασίας καὶ παραιτήσεως τῶν ἀργῶν καὶ περιέργων. ς΄. Εὐχὴ περὶ εἰρήνης τῆς παρὰ Θεοῦ.