TON ΕΙΣ THN ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥTΕΡΑΝ ΕΠΙΣTΟΛHΝ ΠΑΥΛΟΥ TOT ΑΠΟΣTΟΛΟΥ μ--HΓΗTΙΚΩΝ ΕΚΛΟΓΩΝ TΟΜΟΣ . Ε1ΠΩΝ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ὅτι εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι οὐ στέγομεν, ἀλλ’ ἐν Ἀθήναις κατε- λείφθημεν μόνοι, καὶ ὅτι ἔπεμψα Τιμόθεον, διὰ πάντων τούτων τὸν πόθον αὐτοῦ δηλοῖ ὃν ε7χεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν καὶ καταρτίσαι τὰ ὑστερή- ὑστερήματα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν Ἐπιστολήν· τὸ ἐλλειφθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν πραγμάτων ἀναπληρῶν· ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθέν ἐστι στοχάσασθαι· γράφων γάρ φησιν, " ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ " Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·’’ καὶ γὰρ ἐν τῇ προτέρᾳ Επμ στολῇ ἔλεγεν, ’* ὅτι περὶ δὲ τῶν χρόνων καὶ καιρῶν οὐ χρείαν " ἔχετε γράφεσθαι ὑμῖν,’’ ὥστε εἰ παρεγένετο, οὐδὲν ἃν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετέθη, τούτου χάριν ταύ- τὴν προστίθησι τὴν Ἐπιστολὴν, καθάπερ ἐν τῇ πρὸς Τιμόθεον φησὶν, " ὅτι ἀνατρέπουσι τὴν τίνων πίστιν, λέγοντες ἀνάστασιν ’* ἤδη γεγονέναι,’’ ἵνα μηδὲν μέγα λοιπὸν, μηδὲ λαμπρὸν ἐλπμ́ σαντες οἱ πιστοὶ ἀπαγορεύωσι πρὸς τοὺς πόνους· ἐπειδὴ γὰρ ἡ ἐλπὶς αὐτοὺς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦ- ’ναι, καὶ καθάπερ τινὰ ἄγκυραν ἀποκόψαι βουλόμενος ὁ διάβολος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι, ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθο- μένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα τὰ λαμπρὰ πέρας εἴληφε. τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον ὅτι ἐνέστηκεν ἡ κρίσις καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ δείξαντες ὡς οὐκέτι λοιπὸν ἀντιλσις οὔτε δικαστήριον καὶ κόλασις καὶ τιμω- ρία τοῖς κακῶς αὐτοῖς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργά- σωνται καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν ὡς παρὰ τοῦ Παύλου τὰ λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πράττειν, ὡς πη ἐκείνου γραφείσας. Διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησὶ, “ μὴ “ θορυβεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι “ ἐπιστολῆς ὡς δι’ ἡμῶν·’’ “ διὰ πνεύματος,’’ φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος· πόθεν οὖν εἰσόμεθα, φησί; διὰ τοῦτο προσέθηκεν “ ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου,’’ ὁ ἐστι σημεῖον ἐν πάσῃ Ἐπιστολῇ, οὕτως γράφων· “ ἡ χάρις τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν,’’ οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον, τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ’ ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω, καθάπερ καὶ νῦν ἐφ’ ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων. παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων, καὶ τῆς κολάσεως καὶ τῆς ἀνταποδόσεως τῶν κακῶν τῶν ἡτοιμασμένων αὐτοὺς προτρέπων· καὶ σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν μὲν καιρὸν οὐκ ἀποκάμπτων, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν Ἀντίχριστον δηλῶν, μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἂν ἁπλῶς, ἀλλ’ ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖ φροντίδα, καὶ καθισθεὶς ἐν τῷ ὄρει πάντα μετὰ ἀκριβείας διαλέγεται τοῖς μαθηταῖς τὰ περὶ τῆς συντελείας. διὰ τί; ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους, καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον λέγων, “ ὅταν “ κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον·’’ καὶ ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ, “ ὡς ἀστραπὴ,’’ φησὶν, “ ἥξει,’’ οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ πανταχοῦ λάμπουσα οὐ δεῖται τοῦ μηνύοντος, οὕτως ἔσται φαιδρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύοντος. εἶπε δέ που καὶ περὶ τοῦ Ἀντιχρίστου, ἡνίκα ἔλεγεν, “ ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός “ μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ ἰδίω, ἐκεῖνον λήψεσθε,’’ καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συμφορὰς τεκμήρια εἶναι ἔλεγε, καὶ “ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν.’’ Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς· ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν παιδικῶν καὶ τῶν ληρημάτων καὶ τῶν γραωδίων ἀπαλλαγῶμεν· ἣ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες, καὶ περὶ τοῦ ὀνόματος τοῦ Ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις, ταῦτα ἐγκατασπείρει ὁ διάβολος, ἵνα ἡμῖν τὸ δόγμα συναυξηθῇ. οὐκ ἃν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ Ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν, μηδὲ ταῦτα ζητῶμεν οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ’ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος εἰς αὐτὸν εἰς ἀπόνοιαν ἀλειφόμενος. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥTΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. α᾿ Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ καὶ ὑπομονῆς ἐπὶ τιμῇ αὐτῶν, καὶ κολάσει τῶν θλιβόντων· καὶ εὐχὴ ὑπὲρ τελειώσεως αὐτῶν ἐνδόξου ἐπὶ δόξῃ Χριστοῦ. β᾿. Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ Ἰουδαίων ἀπιστησάντων Χριστῷ. γ΄. Εὐχαριστία περὶ τῆς κλήσεως. δ΄. Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. ε΄. Προτροπὴ ἐργασίας καὶ παραιτήσεως τῶν ἀργῶν καὶ περιέργων. ς΄. Εὐχὴ περὶ εἰρήνης τῆς παρὰ Θεοῦ. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΕ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παυλοσ καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῆ Θεσσαλονικέων, ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ τὸ παρ’ ἀνθρώποις χάριτος τυχεῖν μέγα, τὸ παρὰ Θεῷ χάριν εὑρεῖν πόσον ἂν γένοιτο; διὰ τοῦτο προτίθησιν αὐτοῦ τῆς ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχεται, εἰδὼς ὅτι ἃν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. οἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις, καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται, καὶ ἕτερον δέ τι κατασκευάζει, βουλόμενος αὐτοὺς πρὸς τὰ μέλλοντα τῆς Ἐπιστολῆς εὐγνώμονας καταστῆσαι, ἵνα κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα κἂν θλίψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων ἐν τοῖς ἐλάττοσι, μὴ ἀπογιγνώσκωσι, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν, καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· “ εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν “ τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλ- “ λαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.’’ ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ τῆς τῶν Θεσσαλονικέων πίστεως καὶ ἀγάπης κοὶ ὑπομονῆς ἐπὶ τιμῇ αὐτῶν καὶ κολάσει τῶν θλιβόντων, καὶ εὐχὴ ὑπὲρ τελειώσεως αὐτῶν ἐνδόξου ἐπὶ δόξη Χριστοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Πἀλιν ταπεινοφροσύνης σημεῖον πολλῆς· ἐδίδου γὰρ αὐτοῖς λογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ οἱ ἄλλοι ὑπὲρ τῶν ἡμετέρων κατορθωμάτων οὐχ ἡμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμεῖς· ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ θρήνων ἄξια, ἀλλ’ εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Ὅτι ὑπεραυξάνει ἢ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; τουτέστιν, ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν· μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ ἄνεμοι προσαράσσουσιν, ὅταν ὑετοὶ καταρρήγνυνται, ὅταν αἴρηται πανταχόθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ’ ἢ τοῦ ὑπεραυξηθῆναι καὶ ὑψηλοτέραν γενέσθαι. συμβάλλεται δὲ πρὸς τὰς θλίψεις καὶ τὸ συμπεφράχθαι, καὶ τὸ ἀλλήλων ἔχεσθαι· διὰ τοῦτό φησὶ, “ καὶ “ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου ὑμῶν εἰς ἀλλήλους,’’ τουτέστν, ὅτι ἰσόρροπός τίς ἐστι καὶ μετὰ δικαιοσύνης ἡ ἀγάπη, τῷ μὴ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ ἀγαπᾶσθαι. Καὶ εἰς πάντας ἐκτεταμένη, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ. Εἰ τοίνυν ἡμεῖς ἐφ’ ὑμῖν εὐχαριστῶμεν Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ὑμετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. Ἡ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ· οὐχ ἁπλῶς δέ φησιν, ὑπομονὴν, ἀλλὰ τὴν μείζονα· ποίαν δὴ ταύτην ; τὴν διὰ τῶν διωγμῶν· διὸ ἐπιφέρει, “ ἐν πᾶσι τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι ἃς “ ἀνέχεσθε·’’ πολεμίοις γὰρ συνέζων διηνεκῶς, πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στερρὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυν, “ τὸ ἔνδειγμα,’’ φησὶ, “ τῆς δικαίας κρίσεως τοῦ Θεοῦ.’’ Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡσανεὶ ἔλεγεν, ἵν ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δείκνυται τὸ δίκαιον τοῦ Θεοῦ. Εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ’ ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι· “ διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν ‘ τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῆ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ “εἴπερ” ἐνταῦθα ἀντὶ του ἔπειπερ κεῖται, ὅπερ ἔπι τῶν σφόδρα ὡμολογημένων καὶ ἡμεῖς τίθεμεν, καὶ ἀναντιρρήτων, ἀντὶ τοῦ ὅτι σφόδρα δίκαιον· ὡσανεὶ ἔλεγεν, εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, φροντίζει ὁ Θεός· καὶ οὐ τίθησιν ἀπὸ οἰκείας γνώμης ἐπὶ τῶν ὡμολογημένων, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν, ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων ὅτι δίκαιόν ἐστιν. εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ Θεῷ· “ ἀνταποδοῦναι,’’ φησὶ, “ τοῖς θλί- “ βουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν.’’ Τί οὖν; ἴση ἡ ἀνταπόδοσις ; οὐδαμῶς· ἀλλ’ ὅρα διὰ τῶν ἑξῆς, πῶς δείκνυσι σφοδροτέραν οὖσαν καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. Μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐράνου. Ἴδου καὶ ἕτερα παράκλησις, τὸ καὶ αὐτοὺς κοινωνοὺς ἔχειν τῶν θλίψεων, καὶ ἐν τῆ ἀποδόσει κοινωνούς· τοῖς μυρία κατορθωκόσι μείζονα, συνάπτει αὐτοὺς ἐν τοῖς στεφάνοις· εἶτα καὶ τὸν καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μόνον οὐκ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τῶν μετ’ αὐτοῦ, πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι μικρόν. Ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου Ἰησοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούσαντες διδόασι τιμωρίαν, οἱ μετὰ τοῦ μὴ ὑπακοῦσαι καὶ θλίβοντες ὑμᾶς τι πείσονται; ὥστε εἰ καὶ μὴ δι’ ὑμᾶς, δι’ ἑαυτὸν γοῦν ἀνάγκη τιμωρήσασθαι αὐτούς. τοῦτο μὲν οὑν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον πάλιν, ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι, ὅτι δι’ ὑμᾶς ταῦτα πάσχουσι. τὸ μὲν γὰρ πιστεῦσαι ὑπὲρ τῆς τιμωρίας αὐτοὺς ποιεῖ· τὸ δὲ ἡσθῆναι ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταύτα πάσχουσι· ταύτα εἴρηται μὲν πρὸς ἐκείνους, ἁρμόζει δὲ καὶ ἡμῖν. ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα, μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ’ ὡς αὐτοὶ τοιαύτης ἀπηλλαγμένοι κολάσεως καὶ τιμωρίας. Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς πιστεύσασιν. Ὅτι οὐκέτι πρόσκαιρος ἡ γέεννα, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων τῷ εὐαγγελίῳ, ὅτι “ δίκην τίσουσιν, ὄλεθρον αἰώνιον·’’ τὸ αἰώνιον τοίνυν πῶς πρόσκαιρον; “ ἀπὸ προσώπου,’’ φησὶ, “ τοῦ Κυρίου·’’ τὸ εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν· ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε, οὐ δεῖ, φησὶ, πολλῆς ἐργωδίας, ἀλλ’ ἀρκεῖ παραγενέσθαι καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται· ἡ παρουσία οὖν αὐτοῦ τοῖς μὲν φῶς, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. Θεὸς ἐνδοξάζεται; ναί· ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις. ὅταν γὰρ ἴσωσι οἱ μεγάλα φυσῶντες, τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, ἐγγὺς ὄντας αὐτοῦ, δόξα γίνεται, μᾶλλον δὲ αὐτῶν δόξα ἐστίν· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαμπροὺς ἀνέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. δόξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τὰς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. τουτέστι διὰ τῶν πιστευόντων. ἰδοὺ πάλιν τὸ “ ἐν διὰ ἐστί δι’ ἐκείνων γὰρ θαυμαστὸς ἐπιδείκνυται, ὅταν τοὺς οἰκτροὺς τοὺς ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγει λαμπρότητα. δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἰσχύς· πῶς; “ ὅτι ἐπιστεύθη, φησὶ, τὸ μαρτύριον “ ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἰς ὃ καὶ προσευχόμεθα “ πάντοτε περὶ ὑμῶν·’’ τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστεύσαντες, δοξάζεται ὁ Θεός. τότε δείκνυται καὶ τούτων ἡ δόξα. διὰ τοῦτό φησι, τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. Ἄλλοσ φησί· τὸ “ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ’’ πρὸς τὸ “ καὶ θαυμα- “ σθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν’’ ἀποδ̀οοτέον, ἵνα ᾖ διὰ μέσου κείμενον τὸ “ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς,’’ τελεύταῖον ὂν τῆ τῆς ἐννοίας ἀκολουθίᾳ. βούλεται γὰρ εἰπεῖν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἐπίδοξος καὶ θαυμαστὸς ἐν τοῖς πεπιστευκόσι φανήσεται διὰ τῶν περὶ αὐτῶν ἀγαθῶν, ὧν δὴ καὶ ὑμεῖς ἀπελαύσατε, ἅτε δὴ τὴν διδασκαλίαν ἡμῶν παραδεξάμενοι a. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώση πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. “Ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως·’’ οὐ γὰρ ἐκλήθησαν· διὰ τοῦτο ἐπήγαγε, “ καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης,’’ τουτέστιν ἀρέσκειαν, πληροφορίαν· ἵνα τὸ πίσμα τοῦ Θεοῦ γένηται, “ καὶ a Hoc Schol. videtur esse Origenis. “ ἔργον πίστεως ἐν δυνάμει,’’ τουτέστιν, ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται ὥστε καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξάζουσιν· εἶπεν ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην, ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζομένου, καὶ οἱ δοῦλοι δοξάζονται· οἱ γὰρ τὸν δεσπότην δοξάζοντες πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. δόξα γὰρ ὄντως ἡ θλίψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· εἶτα πάλιν δεικνὺς, ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, “ κατὰ τὴν χάριν τοῦ Θεοῦ “ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,’’ τουτέστι ταύτην τὴν χάριν αὐτὸς ἡμῖν ἔδωκεν, ἵνα δοξάζηται ἐν ἡμῖν καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. πῶς δοξάζεται ἐν ἡμῖν; ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. πῶς δοξαζόμεθα ἐν αὐτῷ; ὅτι δύναμιν εἰλήφαμεν παρ’ αὐτοῦ, ὥστε μὴ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς. ΚΕΦ. Β. Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ ἐλέγχῳ Ἰουδαίων, ἀπιστησάντων Χριστῷ. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τῆς νόος. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν, ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε, “ καὶ ἡμῶν,’ φησὶν, “ ἐπισυναγωγῆς ἐπ’ αὐτόν.’’ οὐ μικρὸν καὶ τοῦτο σημεῖον· ὅρα πῶς πάλιν ἡ παραίνεσις μετ’ ἐγκωμίων καὶ προτροπῆς τῷ πάντως μεθ᾿ ἡμῶν αὐτὸν φαίνεσθαι καὶ τοὺς ἁγίους πάντας· “ περὶ τῆς ἀναστάσεως,’’ φησὶ, “ καὶ τῆς ἐπι- “ συναγωγῆς φησὶ, τῆς ἡμῶν, ὁμοῦ γὰρ ταῦτα ἔσται, ἐπαίρει τὴν διάνοιαν αὐτῶν. Εἰς τὸ μὴ σαλεύεσθαι ταχέως ὑμᾶς μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιοστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἥμερα τοῦ Κυρίου, μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. Θεοδώρου. Ὅτι περὶ τῆς Χριστοῦ παρουσίας καὶ τῆς ἡμῶν ἐπ’ αὐτὸν ἐκείνης ἐπισυναγωγῆς, μὴ πείθεσθε τοῖς βουλομένοις ἀπατᾷν ὑμᾶς, ὡς ἃν ἐγγύθεν παρόντος ἐκείνου τοῦ καιροῦ· ἀλλ’ εἴτε ὡς ἀπὸ πνευματικῆς ἐνεργείας λέγειν τις ἐπαγγέλλεται, εἴτε ὡς ἀπὸ λόγου ἣ ἐπιστολῆς ἡμετέρας τοῦτο μαθὼν, μὴ πείσεσθε. Ὅτι ἐὰν μὴ ἔλθῃ ἢ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν, ὅτι ἔστι Θεός. Ἰωάννου. Περὶ τοῦ Ἀντιχρόστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. αὐτὸν καλεῖ ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν, “ ὥστε,’’ φησὶ, “ σκαν- “ δαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.’’ καὶ ἄνθρωπον δὲ ἁμαρτίας αὐτὸν καλεῖ, μυρία γὰρ ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά· καὶ υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. τίς δὲ οὗτός ἐστιν; ἄνθρωπός τις πᾶσαν τοῦ Σατανᾶ δεχόμενος τὴν ἐνέργειαν, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται· πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθευδήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις, ἀλλὰ καθ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις· “ οὐ μνημονεύετε,’’ φησὶν, “ ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα “ ἔλεγον ὑμῖν;” ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταῦτα λέγει καὶ ἐπαντλεῖ τοῖς αὐτοῖς ῥήμασιν; ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Θεοδώρου. Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρείαν, ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει, καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει· ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ’ οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας ἃ κατὰ μέρος συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ Θεοῦ, καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκὼς καὶ πεπλανημένους τοὺς ἀνθρώπους, καὶ ἐκτὸς ὄντας τοῦ Θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τουτέστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ πάντων ἀνθρώπων. ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἰ αἱρέσεις, αἰ τε πη Ἕλλησι καὶ αἰ πάρα τοῖς Χριστιανοῖς, τῷ διαβόλῳ· ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν, ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψὶς στερρά· οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα, μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργεῖ, γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώποις. Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ. Τί δήποτέ ἐστι τὸ κατέχον ἀποκαλυφθῆναι αὐτόν; τουτέστι τὸ κωλῦον· οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχὴν, οἷς ἐγὼ μάλιστα τίθεμαι· διὰ τί; ὅτι εἰ τὸ Πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ ἃν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρίσματα· ἄλλως τε ἔδει ἤδη παραγενέσθαι, εἴγε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγίνεσθαι, καὶ γὰρ πάλαι ἐκλέλοιπεν· ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαίων ἀρχῆς τοῦτό φησιν, εἰκότως ἠνίξατο καὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ κινδύνους ἀνοήτους· “ τὸ γὰρ μυστήριον,’’ φησὶν, “ ἤδη ἐνεργεῖται τῆς ἀνομίας·’’ Νέρωνα ἐνταῦθά, φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ Ἀντιχρίστου· καὶ γὰρ καὶ ἐκεῖνος ἐβούλετο νομίζεσθαι Θεός· καὶ καλῶς εἶπε “ τὸ μυστήριον,’’ τουτέστιν, οὐ φανερῶς ὡς ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως· εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνὴρ εὑρέθη φησὶν, ὃς οὐ πολὺ τοῦ Ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; καὶ φανερὸν δὲ αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι· τοῦτο οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Ὅταν οὖν ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ἐκ μέσου γένηται, τότε ἐκεῖνος ἥξει· καὶ εἰκότως· ἕως γὰρ ἃν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑπεραρθήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μηδῶν ὑπὸ Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτω καὶ αὕτη ὑπὸ Ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθεται. “ καὶ τότε,’’ φησὶν, “ ἀποκαλυφθήσεται ὁ ἄνομος.’’ καὶ τι μετὰ ταῦτα ; ἐγγὺς ἡ παραμυθία, “ ὂν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι “ τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρου- “ σίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.’ Καθάπερ γὰρ πῦρ ἐπελθὸν τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόρρωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει, οὕτω καὶ ὁ Χριστὸς τοῦτον· τῷ ἐπιτάγματι μόνῳ καὶ τῇ παρουσία ἀρκεῖ παρεῖ· ’ναι αὐτὸν, καὶ πάντα ταῦτα ἀπώλεσε· στήσει τὴν ἀπάτην καὶ φανεὶς μόνον. εἶτα τίς ἐστιν οὕτος, “ οὑ ἐστι μὴ παρουσία κατ’ “ ἐνέργειαν τοῦ Σατανᾷ, ἐν πάσῃ δυνάμει,’’ φησὶ, ” καὶ σημείοις “ καὶ τέρασι ψεύδους.’’ ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε, τουτέστιν, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ’ οὐδὲν ἀληθὲς, ἀλλὰ πρὸς ἀπάτην· “ καὶ τέρασι,’’ φησὶ, “ ψεύδους,’’ ἤτοι διεψευσμένα, ἣ εἰς ψεῦδος ἄγουσιν. Σευηριανὸσ δὲ “ τὸ κατέχον,’’ φησὶ, τὴν τοῦ Ἁγίου Πνεύματος χάριν. Θεόδωροσ δὲ, ὁμοίως τῷ μακαρίῳ Ἰωάννῃ ταύτην οὐ προσίεται τὴν ἐξήγησιν, φάσκων, οὐ πιθανὸν ἔμοιγε φαίνεται τοῦτο, ἐπεὶ καὶ ἐπαύσαντο ἐκ πλείονος ἤδη τοῦ χρόνου. εἰ γάρ τις μὴ πεπαῦσθαι βούλοιτο λέγειν διὰ τὸ παρά τινων προσευχὴν γίνεσθαι κατὰ τὸ σπάνιον· ἔνια οὐδὲ παυθήσεται κατά γε τοῦτον τὸν τρόπον, ἐπεὶ μηδὲ ἐπιλείπειν πάντη τοὺς ἁγίους, οἷόν τε ἐσομένων καὶ τότε τῶν οὐ προσιεμένων τὴν ἐκείνου διδασκαλίαν· οἳ καὶ διαλάμψουσιν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. λέγει δὲ “ τὸ κατέχον,’’ ὡς ἃν τοῦ διαβόλου μὲν ἐθέλοντος καὶ ἤδη τοῦτο ποιῆσαι, τοῦ Θεοῦ δὲ κατέχοντος αὐτὸν τέως διὰ τὸ καιρὸν ὁρίσαι τῇ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὃν ὀφθῆναι συγχωρεῖ κἀκεῖνον. τοῦτο κατέχον ὁ Ἀπόστολος ὀνομάζει τοῦ Θεοῦ τὸν ὅρον· ὅθεν καὶ ἐπήγαγεν “ εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ “ καιρῷ·’’ “ τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται,’’ ἀντὶ τοῦ, εἰ καὶ μὴ κατὰ τὸ σαφὲς ἤδη τὴν ἀποστασίαν ἐργάζεται ὁ διάβολος, ἀλλ’ οὖν γε ὡς ἐν μυστηρίῳ πλεῖστα καὶ νῦν διαπράττεται, ἑκάστοτε διὰ τῶν οἰκείων τῆς εὐσεβείας ἀφιστᾷν πειρώμενος τοὺς προσίοντας τῆ πίστει. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Προσεκτέον ὅτι ἀποκάλυψιν τοῦ Ἀντιχρίστου ἐκάλεσε τὴν φανέρωσιν, ἔν τε τοῖς ἀνωτέροις “ ἀποκαλυφθῇ ὁ ἄνθρωπος’’ εἰπὼν, κἀνταῦθα “ ἀποκαλυφθήσεται ὁ ἄνομος,’’ ὡς ἃν τοῦ διαβόλου πάντοτε μὲν ἀπὸ τῆς τοῦ Κυρίου παρουσίας μελετῶντος αὐτὸ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ, καὶ ἤδη γε αὐτὸ καὶ ποιήσαντος ἃν, εἰ μὴ κατὰ τὴν ἀπόρρητον αὐτοῦ βουλὴν κατεῖχεν αὐτὸν ὁ Θεός· ἐργασαμένου δὲ τότε καὶ οἴσοντος γε εἰς φανερὸν τὸ πάλαι δοκοῦν αὐτῷ, ὅταν συγχωρηθῇ τὴν οἰκείαν γνώμην ἐκβαλεῖν εἰς ἔργον. “ ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.’’ ἐκείνου, φησὶ, τοιαῦτα διαπραττομένου κατὰ τῆς οἰκουμένης, καὶ πάντας ἀνθρώπους ἀφιστῶντος τῆς εὐσεβείας, ἐξαίφνης ἀπ’ οὐρανῶν φανεὶς ὁ Χριστὸς, καὶ μόνον ἐπιβοήσας, παύσει τῆς ἐργασίας, ὅλον αὐτὸν ἀναλώσας· τοῦτο γὰρ λέγει· τὸ “ τῷ πνεύματι τοῦ “ στόματος αὐτοῦ,’’ ἀντὶ τοῦ τῇ φωνῇ, ἀπὸ τοῦ παρ’ ἡμῖν αὐτὸ εἰρηκὼς, ἐπειδὴ ἡμεῖς τῷ πνεύματι συνεργῷ κεχρήμεθα πρὸς τὴν ἔναρθρον λαλιάν. Σευηριανόσ τοῦτό ἐστι τὸ “ καὶ πνεύματι διὰ χειλέων “ λεῖ ἀσεβῆ,’’ ὅπερ Ἡσαΐας φησί· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐπήγαγε, “ καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στό- “ ματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.’’ τὸ δὲ πατάσσειν τὴν γῆν προεῖπε διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γὰρ “ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης·’’ καὶ μετ’ ὀλίγα· “ ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην· τελευταῖον ἐπήγαγε λόγον τὸ “ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.’’ “ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.’’ ζωὴν ἡμῶν εἰπε τὸν Χριστὸν ὁ Ἀπόστολος καὶ ἐπήγαγεν, “ ὅταν ἡ ζωὴ “ ὑμῶν φανερωθῇ·’’ ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, “ οὗ ἐστιν ἡ παρουσία “ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.’’ τοῦτο ὤφειλε πεῖσαι τοὺς Ἀρειανοὺς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ Θεὸς Λόγος· κατὰ γὰρ μίμησιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ Σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. τι οὖν συνεχώρησεν ὁ Θεὸς τοῦτο γενέσθαι; καὶ τί τὸ κέρδος τῆς αὐτοῦ παρουσίας, εἰ ἐπὶ λύμῃ τῆς ἡμετέρας γίνεται γενεᾶς; ἄκουε λέγοντος αὐτοῦ, ἐν τοῖς ἀπολλυμένοις ἰσχύσει, οἳ εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἃν ἐπείσθησαν· τι οὖν τὸ κέρδος; ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται· πῶς; ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἃν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν, ἐλέγξων αὐτούς· ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγεν ὁ Χριστὸς, καὶ τοι γε οὐδαμοῦ εἶπεν φανερῶς, πλὴν ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν, ἐπειδὴ ἠκούσαμεν ταύτην αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει· ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, καὶ ἀπὸ σημείων μόνον ψευδῶν πιστεύηται, ἀπορράψει τὸ στόμα αὐτοῖς· εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον· διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, “ ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς “ μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ ἰδίω, ἐκεῖνον λήψεσθε.’’ Ἀνθ’ ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέ- ξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῆ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. “Ἱνα κριθῶσι,’’ φησὶν, εἶπεν, ἀντὶ τοῦ οὐχ ἵνα κολασθῶσι· καὶ γὰρ πρὸ τούτου ἔμελλον κολάζεσθαι, ἀλλ’ ἵνα κατακριθῶσι, τουτέστιν, ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτούς ἀναπολογήτους , “ οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκή- “ σαντες ἐν τῇ ἀδικίᾳ.’’ ἀγάπην ἀληθείας τὸν Χριστὸν καλεῖ· “ ἀνθ’ ὣν γὰρ,” φησι, “τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο. ἀμφότερα γὰρ ἦν, καὶ δι’ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους, καὶ ὑπὲρ ἀληθῶν πραγμάτων, “ ἀλλ’ εὐδοκήσαντες,’’ φησὶν, “ ἐν τῇ ἀδικίᾳ·’’ ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθεν, ἀδικήσων αὐτούς· ἀλλὰ μὴ δείσῃς, ἐν τοῖς ἀπολλυμένοις ἕξει τὴν ἰσχύν· καὶ γὰρ καὶ ὁ Ἡλίας ἥξει τότε, τοὺς πιστοὺς ἀσφαλιζόμενος· καὶ τοῦτο ὁ Χριστός φησιν· “ Ἡλίας μὲν ἔρχεται, καὶ ἀποκα- “ ταστήσει πάντα.’’ “ ἐν δυνάμει καὶ πνεύματι Ἡλίου·” διὰ εἴρηται. οὔτε γὰρ σημεῖα εἰργάσατο καθάπερ Ἠλίας, οὔτε θαύματα· “ Ἰωάννης μὲν γὰρ ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα “ εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν·’’ πῶς οὖν “ ἐν πνεύματι “ καὶ δυνάμει Ἡλίου “ τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν, καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας· καὶ εἰς τοῦτο φυλάττεται. Θεόσωροσ δέ φησιν εἰς τὸ “ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς “ ἐνέργειαν πλάνης,’’ τὴν συγχώρησιν δηλονότι, ὡς ἔργον τῷ Θεῷ περιῆψεν· βούλεται γὰρ εἰπεῖν, ὅτι μὴ μείναντες ἐπὶ τῆς ἀληθείας θείας προσέξουσι τῇ πλάνῃ καὶ πιστεύσουσι τῷ ψεύδει, δικαίαν δεχόμενοι τὴν τιμωρίαν, ὑπὲρ ὧν καταλιπόντες τὴν ἀλήθειαν, πρὸς τὴν ἀδικίαν ἔκλιναν, ἵνα εἴπῃ τοῦ διαβόλου τὴν προσκύνησιν, ἀδικίαν αὐτὴν καλέσας, ὡς οὐ δικαίως γινομένην παρὰ τῶν ποιούντων.