ΚΕΦ. Δ. Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. Tὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοὶ, περὶ ὁ λόγος τοῦ Θεοῦ τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Οὐχ ἵνα μὴ κινδυνεύσῃ, εἰς τοῦτο γὰρ ἔκειτο, ἀλλ’ ἵνα ὁ λόγος τοῦ Κυρίου “ τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.’’ καὶ μετ’ ἐγκωμίων ἡ αἴτησις, “ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ “ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.’’ οὐ τοῦτο δηλοῦντός ἐστι τοὺς αὐτοῦ κινδύνους, ἀλλὰ περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι λέγει, καὶ ἐμποδιζόντων τῷ λόγῳ, οἷος ἦν Ἀλέξανδρος ὁ χαλκεύς· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, “ οὐ γὰρ πάντων “ ἡ πίστις,’’ τουτέστι, εἰσὶ τοιοῦτοι οἷς δέδοται, ὡς ἃν περὶ κλή- ῥοῦ ἔλεγε πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις· ἅμα δὲ καὶ διανίστησιν αὐτοὺς ἤδη τοσαύτην ἔχοντας παρρησίαν, ὡς δύνασθαι τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Πιστὸς ’δε ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυ- λάξει ἀπὸ τοῦ πονηροῦ. πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ὁ δὲ Θεὸς κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Μεγάλα δύναται ἡ εὐχὴ ὑπὲρ ἡμῶν, ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. διὰ τοῦτο καὶ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, καὶ πάλιν τὸ ἀξιόπιστον θεὶς ἀπὸ τῆς ἐπαγγελίας, φησὶν, “ ποστὸς δέ ἐστιν ὁ Κύριος ὃς “ στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.’’ εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύδεται, οὐδὲ ἀφίησιν ἀπολέσθαι, ἵνα μὴ διὰ τούτων εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν νομίσαντες εἶναι τοῦ Θεοῦ καθεύδωσιν. ὅρα πῶς καὶ τὴν ἀπ’ αὐτῶν συνεργίαν ἀπαιτεῖ λέγων· “ πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν, καὶ “ ποιεῖτε καὶ ποιήσετε·’’ καλῶς δὲ καὶ τὸ “ πεποίθαμεν ἐν Κυρίῳ’’ τέθεικε, τουτέστι, τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. πάλιν αὐτοὺς καθαιρεῖ τὸ πᾶν ἀναρτῶν ἐκεῖ· προσέθηκε δὲ καὶ τὸ “ ἐφ’ ὑμᾶς, “ ὅτι ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε·’’ ἐγκωμιάζει δὲ πάλιν αὐτοὺς, καὶ εὔχεται τὴν κηδεμονίαν αὐτοῦ δεικνύς· ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰςδιανοιας· “ ὁ δὲ Κύριος κατευθύναι ὑμῶν,’’ φησὶ, “ τὰς καρποντα “ δίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ·’’ πολλὰ γάρ εἰσι τὰ παρεκτρέποντα τῆς ἀγάπης· “ καὶ εἰς τὴν ὑπομονὴν, φησὶ, τοῦ Χριστοῦ, ἵνα ὑπομείνωμεν ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἣ καὶ ἵνα μεθ’ ὑπομονῆς ἀναμείνωμεν αὐτὸν, τουτέστιν, ἐμπαράσκευοι ὦμεν. ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρίναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀναμένωμεν αὐτὸν καὶ ὑπομένωμεν, ἔνθα δὲ ἂν ὑπομονὴν λέγῃ, πάντως θλῖψιν αἰνίττεται· τοῦτο γάρ ἐστι τὸ ἀγαπᾷν τὸν Θεὸν καὶ ὑπομένειν. ΚΕΦ. Ε. Προτροπὴ ἐργασίας καὶ παραιτήσεως τῶν ὀργῶν καὶ περιέργων. Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ τὴν παράδοσιν ἣν παρέλαβεν παρ’ ἡμῶν. Τουτέστιν, οὐχ ἡμεῖς ταῦτα λέγομεν, ἀλλ’ ὁ Χριστός· “ ἐν “ ὀνόματι γάρ’ φησὶ, “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,’’ ἀντὶ τοῦ διὰ τοῦ Χριστοῦ, τὸ φοβερὸν τῆς παραγγελίας δεικνύς· οὐκ ἄρα ὁ Χριστὸς προσέταξεν ἀργεῖν οὐδαμοῦ· “ στέλλεσθαι ὑμᾶς, “ φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ·’’ μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξίας ἐστί· “ περι- “ πατοῦντος,’’ φησὶ, “ τουτέστι βιοῦντος· “ καὶ μὴ κατὰ τὴν “ παράδοσιν ἣν παρέλαβε παρ’ ἡμῶν·’’ παράδοσιν, τὴν διὰ τῶν ἔργων, φησὶ, καὶ κυρίως ἀεὶ ταύτην λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν· οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν πάρα τινος. Καί τοι εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· “ ἄξιος γάρ’ φησὶν, “ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.’’ Αλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τινὰ ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ προσηνέστερον πῶς περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, “ παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελ- “ φοὶ, περισσεύειν μᾶλλον ἢ φιλοτιμεῖσθαι,“ καὶ οὐδαμοῦ παραγγελλομεν, οὐδὲ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ “ περισσεύειν καὶ φιλοτι- “ μεῖσθαι,’’ ὃ ἢν εἰς ἀρετὴν προτρέποντος, “ ἵνα εὐσχημόνως,’’ φησὶ, “ περιπατῆτε.’’ ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’, “ εἴ τις “ οὐ θέλει ἐργάζεσθαι,’’ φησὶ, “ μηδὲ ἐσθιέτω,’’ εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ’ ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γὰρ τινὰς περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. τοῦτο ἐνταῦθα, ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, “ ἵνα εὐσχημόνως,’’ φησὶ, “ περιπατῆτε πρὸς τοὺς ἔξω·’’ τίνος ἕνεκεν ; ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν, καὶ γὰρ καὶ ἀλλαχοῦ παραινῶν ἔλεγε· “ μα- “ Κάριον μᾶλλόν ἐστι διδόναι ἢ λαμβάνειν·’’ τὸ δὲ “ εὐσχημόνως “ περιπατεῖτε,’’ οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν, “ ἵνα “ μηδενὸς χρείαν ἔχητε,” ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προιὼν γὰρ, φησὶ, “ μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες’’ πάντως γὰρ τὸν ἀργοῦντα καὶ δυνάμενον ἐργάζεσθαι ἀνάγκη περίεργον εἶναι· ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπη- σχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον· τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γὰρ ἐνταῦθά φησι τὴν διὰ τῶν χειρῶν. τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον ποιῆσαι βουλόμενος τὸν λόγον, ἐπήγαγε, “ διὰ τοῦ Κυρίου·’’ πάλιν τὸ ἀξιόπιστον καὶ φοβερόν. Ἵνα μεθ’ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθί- ωσιν. Ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι· “ τὸν ἑαυτῶν ἄρτον,’’ φησὶν, “ ἐσθίωσιν,” μὴ τὸν ἀλλότριον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε τὸ καλὸν ποι- ουντες. Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά· οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν προσαγαγεῖν, ἀλλὰ πάλιν αύτοὺς ἠλέησε, καὶ ὅρα μεθ᾿ ὅσης συνέσεως· οὐκ εἶπε, πλὴν συγγινώσκετε ἑαυτοῖς ἕως ἃν διορθώσωνται, ἀλλὰ τί ; ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες, μὴ ἐκκακήσητε· στέλλεσθε μὲν, φησὶν, ἀπ’ αὐτῶν, καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ διαφθαρέντας· τίς οὖν, φησὶν, ἔχων τὴν παρ’ ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν, ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, ὅτι στέλλεσθε ἀπ’ αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παρρησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε, οὐ μικρὸν τοῦτο· τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως διορθῶσαι βουλόμεθα, οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως· εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἃν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον ; οὐκ ἔγωγε οἰμαι, ἀλλ’ ἴσως καὶ ἐρρύθμισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπι- στολῆς. Οὐκ εἶπεν ὁ παρακούων ἐμοῦ παρακούει, ἀλλὰ “ τοῦτον σημει- “ οὐ μικρὰ παίδευσις αὕτη· “μὴσυναμίγνυσθε αὐτῷ· εἰτα δείσας, μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ἀδελφόν. Διὰ τούτου δεικνὺς ἀμφότερα, ὅτι καὶ μεγάλην ὥρισε κατ’ αὐτοῦ τιμωρίαν, τὸ τῆς παρρησίας αὐτὸν ἀπεστερῆσθαι· εἰ γὰρ καὶ τὸ εἶναι μετὰ πολλῶν λαμβάνοντα αἰσχύνης ἄξιον, ὅταν καὶ ἐπιτιμῶντες παρέχοιεν καὶ στέλλονται, πόσου ὀνείδους τοῦτο ;