ΚΕΦ. Β. Περὶ τέλους, ὅτι μετὰ Ἀντίχριστον τὸν πεμπόμενον ἐπὶ ἐλέγχῳ Ἰουδαίων, ἀπιστησάντων Χριστῷ. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τῆς νόος. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν, ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε, “ καὶ ἡμῶν,’ φησὶν, “ ἐπισυναγωγῆς ἐπ’ αὐτόν.’’ οὐ μικρὸν καὶ τοῦτο σημεῖον· ὅρα πῶς πάλιν ἡ παραίνεσις μετ’ ἐγκωμίων καὶ προτροπῆς τῷ πάντως μεθ᾿ ἡμῶν αὐτὸν φαίνεσθαι καὶ τοὺς ἁγίους πάντας· “ περὶ τῆς ἀναστάσεως,’’ φησὶ, “ καὶ τῆς ἐπι- “ συναγωγῆς φησὶ, τῆς ἡμῶν, ὁμοῦ γὰρ ταῦτα ἔσται, ἐπαίρει τὴν διάνοιαν αὐτῶν. Εἰς τὸ μὴ σαλεύεσθαι ταχέως ὑμᾶς μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιοστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἥμερα τοῦ Κυρίου, μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. Θεοδώρου. Ὅτι περὶ τῆς Χριστοῦ παρουσίας καὶ τῆς ἡμῶν ἐπ’ αὐτὸν ἐκείνης ἐπισυναγωγῆς, μὴ πείθεσθε τοῖς βουλομένοις ἀπατᾷν ὑμᾶς, ὡς ἃν ἐγγύθεν παρόντος ἐκείνου τοῦ καιροῦ· ἀλλ’ εἴτε ὡς ἀπὸ πνευματικῆς ἐνεργείας λέγειν τις ἐπαγγέλλεται, εἴτε ὡς ἀπὸ λόγου ἣ ἐπιστολῆς ἡμετέρας τοῦτο μαθὼν, μὴ πείσεσθε. Ὅτι ἐὰν μὴ ἔλθῃ ἢ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν, ὅτι ἔστι Θεός. Ἰωάννου. Περὶ τοῦ Ἀντιχρόστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. αὐτὸν καλεῖ ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν, “ ὥστε,’’ φησὶ, “ σκαν- “ δαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.’’ καὶ ἄνθρωπον δὲ ἁμαρτίας αὐτὸν καλεῖ, μυρία γὰρ ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά· καὶ υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. τίς δὲ οὗτός ἐστιν; ἄνθρωπός τις πᾶσαν τοῦ Σατανᾶ δεχόμενος τὴν ἐνέργειαν, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται· πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθευδήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις, ἀλλὰ καθ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις· “ οὐ μνημονεύετε,’’ φησὶν, “ ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα “ ἔλεγον ὑμῖν;” ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταῦτα λέγει καὶ ἐπαντλεῖ τοῖς αὐτοῖς ῥήμασιν; ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Θεοδώρου. Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρείαν, ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει, καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει· ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ’ οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας ἃ κατὰ μέρος συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ Θεοῦ, καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκὼς καὶ πεπλανημένους τοὺς ἀνθρώπους, καὶ ἐκτὸς ὄντας τοῦ Θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τουτέστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ πάντων ἀνθρώπων. ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἰ αἱρέσεις, αἰ τε πη Ἕλλησι καὶ αἰ πάρα τοῖς Χριστιανοῖς, τῷ διαβόλῳ· ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν, ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψὶς στερρά· οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα, μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργεῖ, γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώποις. Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ. Τί δήποτέ ἐστι τὸ κατέχον ἀποκαλυφθῆναι αὐτόν; τουτέστι τὸ κωλῦον· οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχὴν, οἷς ἐγὼ μάλιστα τίθεμαι· διὰ τί; ὅτι εἰ τὸ Πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ ἃν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρίσματα· ἄλλως τε ἔδει ἤδη παραγενέσθαι, εἴγε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγίνεσθαι, καὶ γὰρ πάλαι ἐκλέλοιπεν· ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαίων ἀρχῆς τοῦτό φησιν, εἰκότως ἠνίξατο καὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ κινδύνους ἀνοήτους· “ τὸ γὰρ μυστήριον,’’ φησὶν, “ ἤδη ἐνεργεῖται τῆς ἀνομίας·’’ Νέρωνα ἐνταῦθά, φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ Ἀντιχρίστου· καὶ γὰρ καὶ ἐκεῖνος ἐβούλετο νομίζεσθαι Θεός· καὶ καλῶς εἶπε “ τὸ μυστήριον,’’ τουτέστιν, οὐ φανερῶς ὡς ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως· εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνὴρ εὑρέθη φησὶν, ὃς οὐ πολὺ τοῦ Ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; καὶ φανερὸν δὲ αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι· τοῦτο οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Ὅταν οὖν ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ἐκ μέσου γένηται, τότε ἐκεῖνος ἥξει· καὶ εἰκότως· ἕως γὰρ ἃν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑπεραρθήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μηδῶν ὑπὸ Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτω καὶ αὕτη ὑπὸ Ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθεται. “ καὶ τότε,’’ φησὶν, “ ἀποκαλυφθήσεται ὁ ἄνομος.’’ καὶ τι μετὰ ταῦτα ; ἐγγὺς ἡ παραμυθία, “ ὂν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι “ τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρου- “ σίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.’ Καθάπερ γὰρ πῦρ ἐπελθὸν τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόρρωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει, οὕτω καὶ ὁ Χριστὸς τοῦτον· τῷ ἐπιτάγματι μόνῳ καὶ τῇ παρουσία ἀρκεῖ παρεῖ· ’ναι αὐτὸν, καὶ πάντα ταῦτα ἀπώλεσε· στήσει τὴν ἀπάτην καὶ φανεὶς μόνον. εἶτα τίς ἐστιν οὕτος, “ οὑ ἐστι μὴ παρουσία κατ’ “ ἐνέργειαν τοῦ Σατανᾷ, ἐν πάσῃ δυνάμει,’’ φησὶ, ” καὶ σημείοις “ καὶ τέρασι ψεύδους.’’ ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε, τουτέστιν, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ’ οὐδὲν ἀληθὲς, ἀλλὰ πρὸς ἀπάτην· “ καὶ τέρασι,’’ φησὶ, “ ψεύδους,’’ ἤτοι διεψευσμένα, ἣ εἰς ψεῦδος ἄγουσιν. Σευηριανὸσ δὲ “ τὸ κατέχον,’’ φησὶ, τὴν τοῦ Ἁγίου Πνεύματος χάριν. Θεόδωροσ δὲ, ὁμοίως τῷ μακαρίῳ Ἰωάννῃ ταύτην οὐ προσίεται τὴν ἐξήγησιν, φάσκων, οὐ πιθανὸν ἔμοιγε φαίνεται τοῦτο, ἐπεὶ καὶ ἐπαύσαντο ἐκ πλείονος ἤδη τοῦ χρόνου. εἰ γάρ τις μὴ πεπαῦσθαι βούλοιτο λέγειν διὰ τὸ παρά τινων προσευχὴν γίνεσθαι κατὰ τὸ σπάνιον· ἔνια οὐδὲ παυθήσεται κατά γε τοῦτον τὸν τρόπον, ἐπεὶ μηδὲ ἐπιλείπειν πάντη τοὺς ἁγίους, οἷόν τε ἐσομένων καὶ τότε τῶν οὐ προσιεμένων τὴν ἐκείνου διδασκαλίαν· οἳ καὶ διαλάμψουσιν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. λέγει δὲ “ τὸ κατέχον,’’ ὡς ἃν τοῦ διαβόλου μὲν ἐθέλοντος καὶ ἤδη τοῦτο ποιῆσαι, τοῦ Θεοῦ δὲ κατέχοντος αὐτὸν τέως διὰ τὸ καιρὸν ὁρίσαι τῇ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὃν ὀφθῆναι συγχωρεῖ κἀκεῖνον. τοῦτο κατέχον ὁ Ἀπόστολος ὀνομάζει τοῦ Θεοῦ τὸν ὅρον· ὅθεν καὶ ἐπήγαγεν “ εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ “ καιρῷ·’’ “ τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται,’’ ἀντὶ τοῦ, εἰ καὶ μὴ κατὰ τὸ σαφὲς ἤδη τὴν ἀποστασίαν ἐργάζεται ὁ διάβολος, ἀλλ’ οὖν γε ὡς ἐν μυστηρίῳ πλεῖστα καὶ νῦν διαπράττεται, ἑκάστοτε διὰ τῶν οἰκείων τῆς εὐσεβείας ἀφιστᾷν πειρώμενος τοὺς προσίοντας τῆ πίστει. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Προσεκτέον ὅτι ἀποκάλυψιν τοῦ Ἀντιχρίστου ἐκάλεσε τὴν φανέρωσιν, ἔν τε τοῖς ἀνωτέροις “ ἀποκαλυφθῇ ὁ ἄνθρωπος’’ εἰπὼν, κἀνταῦθα “ ἀποκαλυφθήσεται ὁ ἄνομος,’’ ὡς ἃν τοῦ διαβόλου πάντοτε μὲν ἀπὸ τῆς τοῦ Κυρίου παρουσίας μελετῶντος αὐτὸ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ, καὶ ἤδη γε αὐτὸ καὶ ποιήσαντος ἃν, εἰ μὴ κατὰ τὴν ἀπόρρητον αὐτοῦ βουλὴν κατεῖχεν αὐτὸν ὁ Θεός· ἐργασαμένου δὲ τότε καὶ οἴσοντος γε εἰς φανερὸν τὸ πάλαι δοκοῦν αὐτῷ, ὅταν συγχωρηθῇ τὴν οἰκείαν γνώμην ἐκβαλεῖν εἰς ἔργον. “ ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.’’ ἐκείνου, φησὶ, τοιαῦτα διαπραττομένου κατὰ τῆς οἰκουμένης, καὶ πάντας ἀνθρώπους ἀφιστῶντος τῆς εὐσεβείας, ἐξαίφνης ἀπ’ οὐρανῶν φανεὶς ὁ Χριστὸς, καὶ μόνον ἐπιβοήσας, παύσει τῆς ἐργασίας, ὅλον αὐτὸν ἀναλώσας· τοῦτο γὰρ λέγει· τὸ “ τῷ πνεύματι τοῦ “ στόματος αὐτοῦ,’’ ἀντὶ τοῦ τῇ φωνῇ, ἀπὸ τοῦ παρ’ ἡμῖν αὐτὸ εἰρηκὼς, ἐπειδὴ ἡμεῖς τῷ πνεύματι συνεργῷ κεχρήμεθα πρὸς τὴν ἔναρθρον λαλιάν. Σευηριανόσ τοῦτό ἐστι τὸ “ καὶ πνεύματι διὰ χειλέων “ λεῖ ἀσεβῆ,’’ ὅπερ Ἡσαΐας φησί· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐπήγαγε, “ καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στό- “ ματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.’’ τὸ δὲ πατάσσειν τὴν γῆν προεῖπε διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γὰρ “ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης·’’ καὶ μετ’ ὀλίγα· “ ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην· τελευταῖον ἐπήγαγε λόγον τὸ “ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.’’ “ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.’’ ζωὴν ἡμῶν εἰπε τὸν Χριστὸν ὁ Ἀπόστολος καὶ ἐπήγαγεν, “ ὅταν ἡ ζωὴ “ ὑμῶν φανερωθῇ·’’ ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, “ οὗ ἐστιν ἡ παρουσία “ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.’’ τοῦτο ὤφειλε πεῖσαι τοὺς Ἀρειανοὺς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ Θεὸς Λόγος· κατὰ γὰρ μίμησιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ Σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. τι οὖν συνεχώρησεν ὁ Θεὸς τοῦτο γενέσθαι; καὶ τί τὸ κέρδος τῆς αὐτοῦ παρουσίας, εἰ ἐπὶ λύμῃ τῆς ἡμετέρας γίνεται γενεᾶς; ἄκουε λέγοντος αὐτοῦ, ἐν τοῖς ἀπολλυμένοις ἰσχύσει, οἳ εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἃν ἐπείσθησαν· τι οὖν τὸ κέρδος; ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται· πῶς; ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἃν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν, ἐλέγξων αὐτούς· ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγεν ὁ Χριστὸς, καὶ τοι γε οὐδαμοῦ εἶπεν φανερῶς, πλὴν ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν, ἐπειδὴ ἠκούσαμεν ταύτην αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει· ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, καὶ ἀπὸ σημείων μόνον ψευδῶν πιστεύηται, ἀπορράψει τὸ στόμα αὐτοῖς· εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον· διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, “ ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς “ μου, καὶ οὐκ ἐδέξασθέ με, ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ ἰδίω, ἐκεῖνον λήψεσθε.’’ Ἀνθ’ ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέ- ξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῆ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. “Ἱνα κριθῶσι,’’ φησὶν, εἶπεν, ἀντὶ τοῦ οὐχ ἵνα κολασθῶσι· καὶ γὰρ πρὸ τούτου ἔμελλον κολάζεσθαι, ἀλλ’ ἵνα κατακριθῶσι, τουτέστιν, ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτούς ἀναπολογήτους , “ οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκή- “ σαντες ἐν τῇ ἀδικίᾳ.’’ ἀγάπην ἀληθείας τὸν Χριστὸν καλεῖ· “ ἀνθ’ ὣν γὰρ,” φησι, “τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο. ἀμφότερα γὰρ ἦν, καὶ δι’ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους, καὶ ὑπὲρ ἀληθῶν πραγμάτων, “ ἀλλ’ εὐδοκήσαντες,’’ φησὶν, “ ἐν τῇ ἀδικίᾳ·’’ ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθεν, ἀδικήσων αὐτούς· ἀλλὰ μὴ δείσῃς, ἐν τοῖς ἀπολλυμένοις ἕξει τὴν ἰσχύν· καὶ γὰρ καὶ ὁ Ἡλίας ἥξει τότε, τοὺς πιστοὺς ἀσφαλιζόμενος· καὶ τοῦτο ὁ Χριστός φησιν· “ Ἡλίας μὲν ἔρχεται, καὶ ἀποκα- “ ταστήσει πάντα.’’ “ ἐν δυνάμει καὶ πνεύματι Ἡλίου·” διὰ εἴρηται. οὔτε γὰρ σημεῖα εἰργάσατο καθάπερ Ἠλίας, οὔτε θαύματα· “ Ἰωάννης μὲν γὰρ ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα “ εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν·’’ πῶς οὖν “ ἐν πνεύματι “ καὶ δυνάμει Ἡλίου “ τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν, καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας· καὶ εἰς τοῦτο φυλάττεται. Θεόσωροσ δέ φησιν εἰς τὸ “ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς “ ἐνέργειαν πλάνης,’’ τὴν συγχώρησιν δηλονότι, ὡς ἔργον τῷ Θεῷ περιῆψεν· βούλεται γὰρ εἰπεῖν, ὅτι μὴ μείναντες ἐπὶ τῆς ἀληθείας θείας προσέξουσι τῇ πλάνῃ καὶ πιστεύσουσι τῷ ψεύδει, δικαίαν δεχόμενοι τὴν τιμωρίαν, ὑπὲρ ὧν καταλιπόντες τὴν ἀλήθειαν, πρὸς τὴν ἀδικίαν ἔκλιναν, ἵνα εἴπῃ τοῦ διαβόλου τὴν προσκύνησιν, ἀδικίαν αὐτὴν καλέσας, ὡς οὐ δικαίως γινομένην παρὰ τῶν ποιούντων. ΚΕΦ. Γ. Εὐχαριστία περὶ τῆς κλήσεως. Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς, ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύ- μάτος καὶ πίστει ἀληθείας. Ιωάννου. Πῶς εἰς σωτηρίαν ἁγιάσας ἡμᾶς διὰ τοῦ Πνεύματος ; ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας, οὐδαμοῦ ἀπὸ ἔργων, οὐδὲ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας· ἰδοὺ τὸ “ ἐν’’ πάλιν διά ἐστι· καὶ “ δι’ ἁγιασμοῦ “ Πνεύματος,’ φησίν. Εἰς ὃ ἐκάλεσεν ἡμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν καὶ τοῦτο· ἑαυτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός· δόξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους· ἄρα μέγας ὁ κόσμος ἡμῶν, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν τὸ Πνεῦμα τὸἍγιον. διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν ; ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι· ὅρα πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ. “ εἰς ὃ ἐκάλεσεν ὑμᾶς,’’ φησὶ, “ διὰ “ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ.’’ Ἄρα οὖν, ἀδελφοὶ, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἤμων. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι’ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ καὶ ἀγράφως, ὁμοίως δὲ καὶ ταῦτα κἀκεῖνά ἐστιν ἀξιόπιστα. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακα- λέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργω ἀγαθῷ. Πἀλιν εὐχὴ μετὰ τὴν παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν. ποῦ δὲ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται ; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν. “ ὁ ἀγαπήσας ἡμᾶς,’’ φησὶ, “ καὶ δοὺς παρά “ κλῆσιν αἰώνιον·” ποίαν δὴ ταύτην ; τὴν ἐλπίδα τῶν μελλόντων. ὅρα πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια. “ παρακαλέσαι ὑμῶν τὰς καρδίας, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ,’’ τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ· Χριστιανῶν γὰρ αὕτη ἡ παράκλησις, τὸ ποιῆσαι τι χρηστὸν καὶ Θεῷ δοκοῦν. ἐγὼ τοίνυν, φησὶν, εἶπον· τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι· στηρίξαι, βεβαιῶσαι, ὥστε μὴ σαλεύεσθαι, μηδὲ παρακλίνεσθαι· καὶ γὰρ καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν, ὥστε καὶ δογμάτων ἕνεκεν καὶ πρά- ξέων ἐστηρίχθαι· ψυχὴ γὰρ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἔπι τι χρηστὸν ἅπαν τὸ τέλος.