ΤΩΝ Ε1Σ THN ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α. ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΥ ΕΞΗΓΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, καὶ διατρίψας παρ’ αὐτοῖς. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. ὁ ’ν πολλὰς θλίψεις παθὼν ἐν Βεροίᾳ καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέπονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος μὴ ἀκούσαντες Θεσσαλονικεῖς ἃ πέπονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειρά- ζοντος καὶ σκανδαλισθῶσι, μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς μετὰ τῆς Ἐπιστολῆς ταύτης. καὶ πρῶτον μὲν ἐπιστηρίζει αὐτοὺς ἐν τῇ πί- στει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων. Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. πολλὰ δὲ παραινέσας αὐτοῖς, οὕτως ὡς παρέλαβον ἀπ’ αὐτοῦ ἀναστρέφεσθαι, γράφει περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων μὴ βαρέως φέρειν. οὐ γὰρ εἶναι τὸν θάνατον άπώλειαν, άλλ᾿ ἀλλ’ ὁδὸν ἀναστάσεως. ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς διδάσκει, ἵνα ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γἰνωνται, τᾶι, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλομένῳ περὶ αὐτῆς. ἔσεσθαι γάρ φησι τὴν παρουσίαν οὕτως, ὥστε τοὺς περιλειπομένους καὶ εὑρισκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγειρομένους. ἅμα γὰρ γίνεσθαι τὴν πάντων ἀλλαγήν. διδάσκει πρὸς τούτοις, προτρέπων αὐτοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, καὶ χαίτειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι καὶ εὐχαριστεῖν αὐτοὺς ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι τοῖς ἀδελφοῖς, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν a. a Hanc hypothesin, cum deesset in Cod. supplevi ex Ed. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΠΤΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. ά. Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοῖς ἀξίοις τῶν Ἀπσοτόλων ἀγῶσιν. β'. Πόθος αὐτῶν καὶ χαρὰ ἁ ἐν αὐτοῖς καὶ μέριμνα, ὅπως τελειωθῶσιν. γ'. Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων, ἕως τῆς παρουσίας Χριστοῦ. δ'. Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλσξελφίας, ἐργασίας ἰδιοπράγμονος. ε'. Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρῶν ἐποφανείᾳ Χριστοῦ. ς'. Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθείᾳ. ζ'. Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος, κα ψυχῆς καὶ σώματος.