ΚΕΦ. Δ. Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλαδελφίας, ἐργασίας ἰδιοπράγμονος. Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν, τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ, καὶ πρὸς τὰ ἐν χερσὶ, καὶ μέλλῃ εἰς τὰ διηνεκῆ ἐμβαίνειν, λοιπὸν καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προστίθησι τὸ ῥῆμα “ τὸ λοιπὸν, τουτέστιν, ἀεὶ καὶ εἰς διηνεκές· “ ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ·” βαβαὶ, οὐδὲ εἰς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον εἶναι, φησὶν, ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει· διὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς, φησὶν, ἵνα “ καθὼς παρελάβετε παρ’ ἡμῶν·” τὸ “ παρελάβετε’’ οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων, “ τὸ πῶς δεῖ “ ὑμᾶς περιπατεῖν,” πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ) “ καὶ ἀρέσκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον,’’ ρουτέστιν ἐκ πλέονος περιουσίας, μὴ μέχρι τῶν ἐντολῶν ἵστασθαι, ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε. τοῦτο γὰρ προκοπὴ τὸ ὑπερβαίνειν τὰς ἐντολάς· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν· εἰκὸς οὐν αὐτὸν μετὰ πολλοῦ φόβου καὶ τρόμου παρηγγελκέναι αὐτοῖς· καὶ ἀναμιμνήσκει διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. “ οἴδατε γάρ’ φησὶ, “ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ “ τοῦ Κυρίου Ἰησοῦ· τοῦτο γὰρ ἐστὶ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς “ ὑμῶν.’’ καὶ ἀλλαχοῦ γράφων, φησὶν, “ εἰρήνην διώκετε μετὰ “ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγεν, “ ἑαυτὸν ἁγνὸν τήρει,” καὶ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ· “ ἐν ὑπομονῇ πολλῇ, ἐν νηστείαις, ἐν “ ἁγνότητι·’’ καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο· ὄντως γὰρ πάντας τοῦτο λυμαίνεται τὸ κακόν· “ τοῦτο γάρ ἐστι,’’ φησὶ, “ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. πολύτροποι γὰρ καὶ πολυποίκιλαι τῆς ἀσελγείας αἱ ἡδοναί· εἰπὼν δὲ, “ ἀπὸ πάσης πορνείας” καταλιμπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἄρα μαθήσεως ἐστι τὸ πρᾶγμα, καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν· ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν ᾖ καθαρὸν, ὅταν δὲ ἀκάθαρτον ᾖ ἁμαρτία· εἰκότως· οὐ γὰρ ἃ βουλόμεθα πράττει, ἀλλὰ ἃ ἐκείνη ἐπιτάττει· “ μὴ ἐν πάθει έπιθυμίασ,“ φησί· ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ’ ὃν δεῖ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν· καὶ γὰρ τρυφὴ καὶ πλοῦτος καὶ ῥᾳθυμία καὶ ἀγρία καὶ σχολὴ, καὶ πάντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον, “ καθάπερ,” φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα “ τὸν Θεόν.’’ ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. (Θεόδωροσ) Ἄλλος φησί· σκεῦος τὴν ἰδίαν ἑκάστου τὴν ὀνομάζει, ἐν ἁγιασμῷ κτᾶσθαι αὐτὸ εἰρηκώς· ὅταν μὴ πρὸς ἑτέραν ῥυπαίνηται· ἐμφατικώτερον δὲ, τὸ “ μὴ ἐν πάθει ἐπι- “ θυμίας,” ὡσὰν τοῦτο ποιοῦντος, οὐκέτι ταύτῃ ὡς γυναικὶ συνόντος, ἀλλὰ διὰ μίξιν μόνην ἁπλῶς· ὅπερ πάθος ἐπιθυμίας ἐκάλεσε. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. Καλῶς εἶπε, “ τὸ μὴ ὑπερβαίνειν,” ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, ὀροὺς ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν, ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ πλεονεξία· οὐ γὰρ οὕτως ἀλγοῦμεν τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου· ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς ; καὶ ἐν οἷς οὐ χρὴ, περὶ μοιχείας φησὶν, ἀνωτέρω δὲ καὶ περὶ πορνείας ἁπάσης. Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, “ καθάπερ καὶ τὰ ἔθνη.’’ εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε τὸ πλεονεκτεῖν τὸν ἀδελφόν· ἐπάγει λοιπὸν τὸ κεφάλαιον, “ διότι,’’ φησὶν, “ ἔκδικος ὁ Κύριος “ περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυ- “ ράμεθα·” οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράττομεν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. Ἐπειδὴ εἰς αὐτὸν ὕβρισεν, αὐτὸς ἐκάλεσεν. τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ἡμᾶς. Οὐ τὰ ἀδικούμενα, φησὶν, ἐκδικεῖ πρόσωπα, ἀλλ’ ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη τῆ Μακεδονίᾳ, καὶ εἰς τοὺς ἄλλους πάντας.] Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτὸ, καὶ οὐχ ἁπλῶς λέγω ὅτι “ θεοδίδακτοί ἐστε,’’ ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδαμῶς χρείαν ἔχητε. Δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ’ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἣ τοῖς πνευματικοῖς· ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. καὶ θέα· μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας προαινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε “ τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον “ ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν,’’ καὶ πρὸς ταύτην μὴ ἀποσκιρτήσωσι· τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν· “ μακάριον γάρ ἐστι,’’ φησὶ, “ διδόναι μᾶλλον ἣ λαμβάνειν·” “ καὶ ἐργάζεσθαι,” φησὶ, “ ταῖς χερσὶν ὑμῶν· ποῦ εἰσιν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευματικόν ; ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν, εἰπὼν “ ταῖς “ χερσὶν ὑμῶν ;” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσίν ; παννυχίδας ; ἀλλὰ χαμευνίας ; οὐδεὶς τοῦτο ἂν εἴποι, ἀλλὰ περὶ ἔργου, φησὶ, Κυρίου· πνευματικὸν γὰρ ὄντως ἐστὶ τὸ ἐργαζόμενον ἑτέροις παρέχειν· “ ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.” οὐκ εἶπεν, ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ῇνίξατο· πραότερον δὲ αὐτὸ τίθησιν ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τοῦτο ποιῆσαι. εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα καὶ ἑτέρων δεόμενον· διὸ καὶ χριστεμπόρους καλοῦσιν ἡμᾶς, “ διὰ τοῦτο, τὸ ὄνομα,’’ φησὶ, “ βλασφημεῖται τοῦ Θεοῦ,’’ ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυσε, τὸ τῆς ἀσχημοσύνης. ΚΕΦ. Ε. Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρών ἐπιφανείᾳ Χριστοῦ. Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐνταῦθα τὸν περὶ ἀναστάσεως λόγον κινεῖ, καὶ ἕτερόν τι αἰνιττόμενος μυστήριον· ποῖον δὴ τοῦτο ; “ ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “ λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς “ κοιμηθέντας.” ἱκανὸς μὲν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνη· ἱκανὸν δὲ τὸ νῦν λεγόμενον μάλιστα ἀξιόπιστον ποιοῦν τὴν ἀνάστασιν· ὅρα δὲ πῶς καὶ ἐνταῦθα ἡμέρως· οὐκ εἶπεν οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους “ ἄφρονες, ὅτι “ εἰδότες ἀνάστασιν ὡς μὴ πιστεύοντες, οὕτω λυπεῖσθε,” ἀλλὰ σφόδρα ἡμέρως τὴν ἄλλην αὐτῶν ἀρχὴν αἰδούμενος· καὶ οὐκ εἰπε περὶ τῶν ἀποθανόντων, ἀλλὰ τῶν κεκοιμημένων, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλλόμενος· “ ἵνα μὴ λυπῆσθε,” φησὶν, “ ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·’’ ἄρα τὸ κατακόπτεσθαι καὶ θρηνεῖν ἀφορήτως τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα, μηδὲ προσδοκώντων ἀνάστασιν· ὑμεῖς δὲ, φησὶ, προσδοκῶντες ἀνάστασιν τί δή ποτε θρηνεῖτε; οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες δηλονότι ᾔδεσαν· εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες ; εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν, οὐδὲ ἀνέστη· πῶς οὖν ἡμᾶς ἀπὸ τούτων προτρέπει εἰς πίστιν ; ἄρα οὐ λῆρος μᾶλλον ἢν κατ’ αὐτοὺς καὶ ἀπατεών ; εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέπεται ; ὥστε πάντα ταῦτα ἕωλα αὐτοῖς· “ πρωτότοκος,” φησὶν, “ ἐκ τῶν ωεκρῶν,” ἀπαρχὴ,οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ; καὶ ὅρα πῶς οὐδὲν ἐνταῦθα ἀπὸ λογισμῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν. Κορινθίοις μὲν γὰρ γράφων πολλὰ καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε τοῦτο ἐπήγαγε· “ ἄφρων “ σὺ, ὃ σπείρεις οὐ ζωογονεῖται·” κυριώτερον γὰρ τοῦτο· ἀλλ’ ὅταν τῷ πιστῷ διαλέγηται, πρὸς δὲ τὸν ἔξω, ποίαν ἃν ἰσχὺν ἔχοι τοῦτο ; “ οὕτω,” φησὶν, “ ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ·’’ πάλιν “ κοιμηθέντας,” οὐδαμοῦ τοὺς ἀποθανόντας· ἀλλ’ ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ ἀπέθανεν ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως ἕπετο, ἐνταῦθα δὲ “ τοὺς κοιμηθέντας·” πῶς διὰ τοῦ Χριστοῦ ; ἢ διὰ Ἰησοῦ κοιμηθέντας, ἣ διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς μὲν κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, τουτέστιν, τοὺς πιστούς· ἐνταῦθα οἱ αἱρετικοί φασιν, ὅτι τοὺς βαπτισθέντας· τὸ γὰρ οὕτως ποῦ ἵπταται ; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος· τίνος ἕνεκεν, φησὶ, “ τοὺς κοι- “ μηθέντας;” ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως σεως διαλέγεται· τοὺς γὰρ κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησὶ, καὶ πολλαχοῦ οὕτως λέγει· προσεκτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ Ἰησοῦ τὸ ἀπέθανεν εἶπεν, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς κοιμηθέντας· ὡς ἐκεῖ μὲν θανάτου ὄντος διὰ τὸ μηδέπω λελύσθαι· ἐνταῦθα δὲ κοιμήσεως διὰ τὸ ἤδη λελύσθαι· “ τοῦτο γὰρ ὑμῖν,” φησὶ, “ λέγομεν ἐν “ λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν πα- “ ρουσίαω τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας,” περὶ τῶν πιστῶν λέγων· καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ λόγος μόνον ἦν, ἀλλὰ καὶ περὶ ἀναστάσεως ἐν δόξῃ. ἀναστάσεως μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ’ οἱ ἐν Χριστῷ. ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν· διὰ τοῦτο γὰρ καὶ προιὼν φησί· “ καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·” πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται ; τουτέστιν, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς· τὸ δὲ “ ἄξει σὺν αὐτῷ’’ δείκνυσι πολλαχόθεν ἀγομένους. τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου. τοῦτο ξένον ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν· ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ, φησὶ, τουτέστιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέγομεν, ἀντὶ τοῦ κατὰ ἀποκάλυψιν· οὐ γὰρ ἦν περὶ μελλόντων πιστεύεσθαι λέγοντα, μὴ ἐκεῖθεν μαθόντα. Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ καὶ ἐν τῆ πρὸς Κορινθίους φησὶν, “ ὅτι ἐν ἀτόμῳ, ἐν “ ῥιπῇ ὀφθαλμοῦ,’’ ἐνταῦθα καὶ τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησεν· ἐπειδὴ γὰρ δοκεῖ τὸ πρᾶγμα δύσκολον εἶναι, ὥσπερ ἐστὶ, φησὶν, εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας· τὸ δὲ “ ἡμεῖς” οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ ἔμελλε μέχρι τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει· διὰ τοῦτο προσέθηκεν “ οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ “ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·” ὡσανεὶ ἔλεγε, μὴ νομίσῃς ἐργωδίαν εἶναι, Θεός ἐστιν ὁ ποιῶν, οἱ ζῶντες τότε, τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας, οὐ μὴ προλάβωσιν, ἀλλ’ ὥσπερ εὔκολον ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυμένους. ἀλλ’ εἰσί τινες οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι· τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἣ διαλυθέντα ἀναστῆσαι πάλιν ; ἆρα ἀγνοοῦσιν ὅτι πᾶσα ζωὴ ἀπὸ φθορᾶς γίνεται ; πάντα φυτὰ, πάντα σπέρματα· καὶ ὅτι ἡ συκῆ ἡ τοιαύτη καὶ τηλικαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης καὶ αὐτῆς διαφθαρείσης πρῶτον; κἂν μὴ σαπῇ καὶ διαλυθῇ οὐδὲν τούτων ἔσται τῶν ἐν αὐτῇ· εἰπέ μοι, πόθεν τοῦτο γίνεται ; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. τί δὲ, εἰπέ μοι· οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον ; πόθεν εἰς τοσαῦτα μεταβάλλεται ; τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον· πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν εἰς τοσαῦτα τρέπεται ; ἐπὶ δὲ του αὐτοῦ εἶπε μοι, ἐγγύτερον γάρ· τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον, πῶς εἰς ἕκαστον τῶν ἐν ἡμῖν μορίων τρέπεται τε καὶ μεταβάλλεται ; πῶς εἰς ὀφθαλμούς ; πῶς εἰς ὦτα ; πῶς εἰς χεῖρας ; πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διαπλάττεται ; ἆρα οὐ πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον ; οὔχι καθ’ εκαστην ἡμέραν ὁρᾷς ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινομένην; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθεν ; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃς αὐτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει ; ὅταν οὖν ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ. Ιωάννου. “ τότε γὰρ,” φησὶν, “ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευ- “ θἠσονται·” τί δήποτε ἐν σάλπιγγι ; καὶ γὰρ καὶ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ Ἀγγέλους καλεῖ· τι δαὶ βούλεται ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ; καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν, ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος· ἤ τοι τοῦτο φησὶν, ἢ καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, Ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων· λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροὶ, καὶ γίνεται τὸ ἔργον, οὐ τῶν Ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ. τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ Χριστὸς, “ ἀποστελεῖ τοὺς Ἀγγέλους αὐτοῦ “ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς “ αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν, ἕως ἄκρων “ αὐτῶν.’’ τὸν οὖν Ἀρχάγγελον οἶμαι, τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο· ὅτι ἑτοίμους ποιεῖτε πάντας, πάρεστι γὰρ ὁ κριτής. τί ἐστιν “ ἐν τῇ ἐσχάτῃ σάλπιγγι ;" δείκνυδιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γενομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Ἄλλοσ φησί· σάλπιγγι παρεικάζειν εἴωθεν ἡ γραφὴ τοὺς τὸ τοῦ Χριστοῦ κηρύττοντας θέσπισμα· καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις, “ καθέστακα ἐφ’ ὑμᾶς “σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ ε7παν, ἀκου- “ σόμεθα·’’ σάλπιγξ ἦν Μωυσῆς καὶ πάντες οἱ προφῆται καὶ Ἀπόστολοι, καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι· " σαλπιοῦσι γὰρ τῇ ’^^ (sakniyyi τῇ μεγάλῃ, ’ κατὰ τὸν HaaYav περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ προφητεύοντα· ἔφη δὲ καὶ Εαχαρίας περὶ τῆς ἐσχάτης σάλπιγγος, " Κύριος παντοκράτωρ σάλπιγγι σαλπιεῖ·’’ ταύτης σύμβολον ὑπῆρχον αἱ ἐν τῇ Ιεριχὼ γενόμεναι σάλπιγγες, δι’ ωτν αὐτή τε καὶ τὰ τείχη ταύτης αὐτομάτως κατέπεσον· καὶ τῷ Ἠσαίᾳ, φησὶν, *’ ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ- ’* γειλον τῷ λαῷ τὰ ἁμαρτήματα αὐτῶν·’’ ἐσχάτη τοίνυν σάλ- πιγξ ἡ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦ κριτοῦ τὴν παρουσίαν σημαίνουσα. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Ἰπάννου. Εἶ’ μέλλει δὲ καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησό. μέθᾳ ; τιμῆς ἕνεκεν. καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγινομένου, οἱ μὲν παῖδες καὶ ἄξιοι παῖδες ε7ναι ἐπ’ ὀχήματος ἐξάγονται, ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκιῶν ἔνδον μένου- σιν. ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. ὁρᾷς τὴν τιμὴν ὅσην καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα. βαβαὶ, ὅσων ἀγαθῶν τὸ γένος ἠξίωσε τὸ ἀνθρώπινον ; πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπαντὴ γίνεται, ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ’ ὁ διαφθαρεὶς ὁ τοσαῦτα ἔτη ἔχων ἐν τῇ γῇ, μετ’ ἐκείνων ἀπαντῆσαι· εἰ γὰρ ἐκεῖνοι ἡμᾶς ἀνέμειναν, ἵνα στεφανωθῶμεν, τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν, πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους, μᾶλλον δὲ ἐκεῖνοι μὲ, αγεμει- νᾶν, ἡμεῖς δὲ οὐκέτι. ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ· τὸ δὲ λέγειν ὅτι συνάγονται, ἀνίστανται μὲν, φησὶ, πανταχοῦ· συνάγονται δὲ ὑπὸ τῶν Ἀγγέλων· τὸ μὲν οὖν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρα- καταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος· ὥσπερ τότε ἐκάλεσε τὸν άζαρον, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν τῶν ὑπηρετῶν γίνεται. ἀλλ’ εἰ συνάγουσι καὶ προτρέπουσιν Ἄγγελοι, πῶς ἐνταῦθα οὗτοι ἁρπά- ζονται ; μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συναχθῆναι· καὶ ὅταν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ἔσται τοῖς Ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ σάλπιγγες, μᾶλλον δὲ ὁ τῶν σαλπίγγων ἦχος. Δῆλον μέντοι κἀκεῖνο, ὅτι ὅταν εἴπῃ, οἱ νεκροὶ ἐν Χριστῷ ἀνα- στήσονται πρῶτον, οὐκ ἀναιρῶν τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας δικαίους λέγει· πῶς γάρ ; ὁ γε σαφῶς ἐν τῇ πρὸς Ἐβραίους λέγων, ’* καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως “ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι “προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν,’’ ὡς δῆλον, ὅτι σὺν αὐτοῖς τελειοῦσθαι μέλλουσιν· ἀλλ’ ἐπειδὴ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ταῦτα ἔγραφεν, ὡς πρὸς τοὺς μὴ πεπιστευ- κότας, τὸ ἐν Χριστῷ διαστέλλων λέγει. ΣΕΥBΡ1ΛΝὸΣ δὲ . . . ζῶντας ἔτι τινὰς βούλεται καταλαμβά- νεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι ἐκ τοῦ " ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου·’’ καὶ τοιοῦ- τόν ἐστιν ὁ φησιν ὁ Σωτῆρ’, " ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ " Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξαπίνα ἦλθεν “κατακλυσμὸς, καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ “υἱοῦ τοῦ ἀνθρώπου·’’ οὐκοῦν, φησὶ, ζῶντες καταλαμβάνονται τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· *’ μέσης δὲ ** οὔσης νυκτὸς,’’ φησὶ, " φωνὴ ἐγένετο, ὁ νυμφίος ἔρχεται.’’ ὅτι δὲ ζῶντες καταλαμβάνονται οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ Κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων, " δύο ἔσον- “ τᾶι ἐν κλίνῃ, ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται, καὶ “ δύο ἔσονται ἀλήθουσαι, ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφε- “ θήσεται·“ καὶ ὁ Κύριος δὲ καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται η παρουσία· ΚΕΦ. ς. Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνη, μακροθυμίᾳ, φιλομαθείᾳ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται. Πόλλα ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ὡς περίεργος καὶ λίχνος πρὸς τὴν τῶν ἀφανῶν καἲ τῶν κεκωλυμένων μάθησιν· τοῦτο δὲ σημαίνει ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν· καὶ τί θαυμαστὸν εἰ ἡμεῖς, ὅπου γε καὶ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι μάλιστα τοῦτο πεπόνθασι· πρὸ γὰρ τοῦ πάθους προσελθόντες οἱ Ἀπόστολοι λέγουσι τῷ Χριστῷ, “ εἰπὲ ἡμῖν, πότε “ ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς “ συντελείας τοῦ αἰῶνος ” μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἔλεγον πρὸς αὐτόν· “ εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ “ ἀποκαθιστάνεις τὴν βασιλείαν τῶν Ἱερουσαλήμ.’’ καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο, ἀλλ’ οὐ μετὰ ταῦτα οὕτως, ὅτε τοῦ Πνεύματος τοῦ Ἁγίου κατηξιώθησαν· οὐ μόνον γὰρ αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. ἄκουσον γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι, “ περὶ δὲ τῶν χρόνων “ καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔγετε γράφεσθαι ὐμῖν·” ἀντὶ τοῦ περισσὸν καὶ ἀσύμφορον ζητεῖτε· τί γὰρ πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια, τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστίν; τι οὖν πολυπραγμονοῦμεν; ἀφέντες γὰρ τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾶν, τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Οὐχ ἡ κοινὴ, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία, αὐτὴ γὰρ ἐκείνη μι- μεῖται· ἡ γὰρ αὐτή ἐστι καὶ συγγενής. ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὐτὴ κατὰ μέρος ποιεῖ· καὶ τῆς συντε λείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, καὶ νῦν οὐκ ἃν ἁμαρτάνοι τις, συν- τέλειαν εἰπών. ὅταν γὰρ μυρίοι καθ’ ἑκάστην ἡμέραν τελευτῶσι καὶ ἀναμένωσ ι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης μηδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν ; εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τι ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἐγὼ ὡς ἐμαυτῷ δοκῶ, καλῶς ἔχειν ἐρῶ. οὐδεὶς ἃν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον· ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἃν ἀπῆλθεν· εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἐν κακίᾳ καταναλώσαντες εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτί- σματι διδόασιν ἑαυτοὺς, εἰ καὶ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπει- κότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήσατο ’, καὶ ἕτερον δὲ πάλιν· πολλοὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν καὶ ὁ τῆς ζωῆς ἔρως, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἃν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἃν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν, τοὺς ἐχθροὺς ἀμύνων. Εἴπω τι καὶ τρίτον ἕτερον· οἱ φιλοζωοῦντες καὶ σφόδρα τῶν ἐνθάδε ἐφιέμενοι ὑπὸ τῆς ἀθυμίας ἃν καὶ τῆς λύπης διεφθάρησαν. εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, τοιαῦτα γίνεται προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἃν διετέθη πρὸς τοῦτο. οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἃν ἔσχον. εἰ γὰρ ᾔδεισαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων οὐ δυνατὸν, ποῖον ἃν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν· ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβολευσάμενος· τεθνήξεται δὲ τοιαῦτα τολ- μῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν· διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἵνα μὴ εἰς κακίαν ἐξάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τῶν μισθὸν ὑμῶν ὑποτέμητε· “ γρηγορεῖτε οὖν,’’ ὥς φησιν ὁ Σωτὴρ, “ ὅτι οὐκ οἴδατε “ ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.’’ διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὅταν δὲ λέγωσιν, εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδῖν’ τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τί ᾐνίξατο; ὅπερ καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσι, ἐκεῖνοι δὲ ἐν ἀνέσει οἱ πολεμοῦντες αὐτοὺς καὶ ἐν τρυφῇ, εἰτα τούτῳ παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι ἐπείραζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι, καὶ ἔλεγον· “ οὐαὶ οἱ λέ- “ γοντες τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς ἵν ἴδωμεν, “ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰερουσαλὴμ, ἵνα γνῶμεν.’’ καὶ πάλιν· “ οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυπίου,” περὶ ταύτης φησίν· οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας· “ καὶ ἡ ἡμέρα Κθρίου,” φησὶ, “ σκότος καὶ οὐ “ φῶς’’ ὡσανεὶ ἔλεγε, μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὸν κριτήν· οὕτω μὲν οὖν καὶ παραγίνεται· Ἄξιον δὲ ἐκεῖνο ζητῆσαι, εἰ ὁ Ἀνιίχριστος ἔρχεται, καὶ Ἡλίας ἔρχεται, πῶς “ ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αὐτοῖς “ αἰφνίδιος ὄλεθρος ἐφίσταται·’’ ταῦτα γὰρ οὐκ ἀφίησιν ἐπελθεῖν τὴν ἡμέραν τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς, ἀλλ’ οὐδὲ τοῦτον τὸν καιρὸν βούλεται εἶναι τὸν τοῦ Ἀντιχρίστου καὶ τῆς ἡμέρας, ὅτι ἐκεῖνο σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, αὐτὸς δὲ οὐχ ἕξει σημεῖον, ἀλλ’ ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει· καὶ τοι τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐνναμηνιαῖα· ἄλλως τε καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος· πρὸς τοῦτο οὖν ταῦτα ὁ Παῦλος, καὶ ἀκριβὴς ἡ εἰκών· οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβη. Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί· καθάπερ ἐν νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες καὶ ἐν σκότω κατακλείοντες ἑαυτούς. τι οὖν οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαμβάνει, οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; ἀλλὰ προίσασι· πῶς οὖν λέγει ὅτι οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφορὰν, τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει· ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ’ οὐδενὶ περιβαλεῖ λυπηρῷ· ἐπὶ γὰρ τῶν ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμανεῖσθαι δυνήσεται· οὕτως καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων, ἀλλ’ ἐκείνους τοὺς καθεύδοντας πάντων γυμνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαρροῦντας. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Τὶοὶ ὴμέρας,” ὡς υἱοὶ ἀπωλείας, καὶ υἱοὶ γεέννης, καὶ πάλιν ὁ Παῦλος ἔλεγε· “ δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς “ τῆς ἀπειθείας,” τουτέστιν οἱ τὰ τῆς γεέννης πράττοντες, οἱ τὰ τῆς ἀπειθείας· οὕτως καὶ υἱοὶ τοῦ Θεοῦ, οἱ τὰ τῶ Θεῶ δοκοῦντα πράττοντες· καὶ υἱοὶ ἡμέρας καὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πρόττοντες. Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Δείκνυσιν ἐνταῦθα ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστιν· ἐπὶ μὲν γὰρ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς, οὐχ ἡμῶν ἐστι, καὶ μὴ βουλομένων ἡμῶν, ὁ ὕπνος ἐφίπταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου οὐκέτι, ἀλλ’ ἔξεστι δία παντὸς ἡμέραν ἄγειν, ἔξεστι διὰ παντὸς ἐγρηγορέναι. τὸν γὰρ ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν οὐκέτι φύσεως, ἀλλὰ προαιρέσεως. “ ἀλλὰ γρηγορῶμεν,’ φησὶ, “ καὶ νήφωμεν·” ἔστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, “ καὶ νήφωμεν.” καὶ γὰρ ἐν ἡμέρᾳ, ἃν γρηγορῇ μέν τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, ὥστε ἐγρηγόρσεως ἐπίτασις ἡ νήψις ἐστίν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθα φησὶ τὴν ἀπὸ πάντων τῶν κακῶν· καὶ γὰρ μέθη ψυχῆς πλοῦτος καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, κα πᾶν ὅπερ εἴπῃς μέθη ψυχῆς· διὰ τι δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; ὅτι πρῶτον μὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα πάντα φαντασιοῦται, οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ’ ὀνειράτων ἐστὶ μεστὸς καὶ ἀτόπων πολλάκις πραγμάτων· ἃν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός· οὐκ ἀρκεῖ δὲ τὸ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι· διό φησιν, Ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περακεφαλαίαν, ἐλπίδα σωτηρίας. Πίστεως εἰπὼν καὶ ἀγάπης, βίον καὶ δόγμα ᾐνίξατο, οὐ τὴν τυχοῦσαν δὲ πίστιν, ἀλλ’ ὥσπερ τὸν θώρακα οὐδὲν ἃν διατέμοι ταχέως· οὕτως καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων τοῦ διαβόλου βελῶν ἐμπαγῆναι δυνήσεται· ἔνθα γὰρ ἃν ᾖ προκατειλημμένη τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες· καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα, οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. μένει γὰρ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη. Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν. Ὥστε οὐ πρὸς τοῦτο ἔκλινεν εἰς τὸ ἀπολέσαι, ἀλλ’ εἰς τὸ σῶσαι· καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; τὸν Υἱὸν ἔδωκεν. οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ οὐχ ἁπλῶς, ἀλλ’ εἰς θάνατον. Ἴνα εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. πάλιν “ εἴτε γρηγορῶμεν, εἴτε καθεύδομεν,’’ ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα γὰρ τὸ “ εἴτε καθεύδομεν’’ τὸν θάνατον, φησὶ, τὸν σωματικὸν, τουτέστι τοὺς κινδύνους μὴ δείσητε, κἂν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ’ αὐτοῦ ζησόμεθα. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προισταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθε αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν ἑαυτοῖς. Ἐπειδὴ εἶπεν, “ οἰκοδομεῖτε εἷς τὸν ἕνα,’’ ἵνα μὴ νομίσωσιν ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγεν, ἐπήγαγε· πλὴν ὁρᾶτε ὅτι καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν διδάσκαλον εἰπεῖν· “ τοὺς κοπιῶντας,’’ φησὶν, “ ἐν “ ὑμῖν,’’ καὶ προισταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς· καὶ πῶς οὐκ ἄτοπον, φησὶν, ἂν μὲν ἄνθρωπος προστῇ, πρὸς ἄνθρωπον πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προίσταται σου, καὶ οὐχ ὁμολογεῖς χάριν; καὶ πῶς προίσταται, φησίν; ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· “ ἡγεῖσθε,’’ φησὶν, “ αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε “ ἐν ἑαυτοῖς·’ μὴ ἁπλῶς φησιν, ἀγαπᾶτε, ἀλλ’ “ ὑπὲρ ἐκπερισ- “ σοῦ,’’ ὡσανεὶ παῖδες πατέρας· διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον· δι’ αὐτῶν τῆς βασιλείας ἐπετύχετε· δι’ αὐτῶν πύλαι οὐρανοῦ ὑμῖν ἀνοίγονται· μηδεὶς στασιαζέτω, μηδεὶς φιλο- νεικειτω. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται· μὴ ἀπ’ ἐξουσίας, φησὶ, μηδὲ αὐθαδείας ἐπιπλήττετε, ἀλλὰ μετὰ νουθεσίας· ὁ γὰρ αὐστηρὸς καὶ ἀπεγνωκὼς ἑαυτὸν, θρασύτερος γίνεται καταφρονῶν καὶ ἐπιπληττόμενος· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευά- ζειν τὸ φάρμακον. τίνες δέ εἰσιν οἱ ἄτακτοι ; πάντες οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. ἔστι δὲ καὶ ἕτερον εῃος τῶν κακῶν, οὐ τοιοῦτο μὲν, κακία δὲ καὶ αὐτὸ, ἡ μικροψυχία· καὶ γὰρ καὶ αὐτὴ ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν· ὁ μὴ φέρων ὕβριν ἣ πειρασμὸν, ὀλιγόψυχος, οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. ἔστι καὶ ἄλλο ει-’δος, τὸ τῆς ἀσθενείας· ἐν ἀσθενείᾳ δὲ γίνεται περὶ πίστιν· ἀλλ’ ὅρα πῶς οὐκ ἀφίησιν ἀύτουν διαπτύσθαι, καὶ ἀλλα- χοῦ δὲ γράφων ἔλεγε, " τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμ ** βάνεσθε. " μακροθυμεῖτε,’ φησὶ, " πρὸς πάντας,’’ καὶ πρὸς τοὺς ἀτάκτους, καὶ σφόδρα· οὐδὲν γὰρ τούτου τοῦ φαρμάκου ἴσον, διδασκάλῳ μάλιστα· οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον, πάν- τως ἐντρέψαι δύναται. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον ἀντὶ ἀγαθοῦ. Πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων φιλοσοφία, μὴ μόνον κακοῖς ἀμύνεσθαι τὰ κακὰ, ἀλλὰ καὶ ἀγαθοῖς· καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τῶν πιστῶν τοῦτο εἴρηται, διὰ τοῦτο ε7πε, " καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.’’ Πάντοτε χαίρετε. τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλῖψιν ἐμβαλλόντων· ε7τα καὶ τὴν ὁδὸν ἔδειξεν. Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο γὰρ θέλημα Θεοῦ. To ἀεὶ δηλονότι εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. To Πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ἐπεὶ νὺξ ἐστὶν, ὡς εἶπεν, ἀσέληνος ὁ παρὼν βίος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ Ἁγίου τὴν χάριν, ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς· ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργά- σαντο καὶ φαιδρότερον, οἷον, ὡς Πέτρος, ὡς Παῦλος, ὡς οἱ ἅγιοι πάντες· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκώς. διὰ τοῦτο ὁ Παῦλός φησι, “ τὸ Πνεῦμα μὴ σβέννυτε,’’ τουτέστι, τὸ χάρισμα· σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος· ἄν τε γὰρ γήινα καὶ τῶν διαρρεόντων πραγμάτων φροντίδας κατασκεδάσῃς, ἔσβεσας τὸ Πνεῦμα· ἄν τε σὺ μὲν μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐμπεσὼν προσβάλῃ σφοδρῶς καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ δὲ ᾖ φλὸξ καὶ πολὺ τὸ ἔλαιον ἔχουσα, ἣ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἣ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλεν. τίς δέ ἐστιν ἡ ὀπή; ὥσπερ ἐπὶ τοῦ λύχνου ὀφθαλμὸς καὶ ἀκοή· μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσ βεσες τὸν λύχνον, ἀλλ’ ἀπόφραξον τῷ φόβω τοῦ Θεοῦ. θύρα τὸ στόμα εστι· πρόσκλεισον, ἴνα καὶ τὸ φῶς παρέχῃ καὶ ἀποκρούηται τὴν ἔξωθεν προσκοπήν· οἷον, ὕβρισέ τις ; ἐλοιδόρησεν ;σὺ κλεῖσον τὸ στόμα· ἃν γὰρ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος· μὴ τοίνυν αὐτὸ σβέσωμεν. καὶ ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ Πνεῦμα. οὐ γὰρ μένει παρὰ ψυχῇ ἀνελεήμονι τοῦ Πνεύματος ἡ χάρις. Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. πολλοὶ παρ’ αὐτοῖς οἳ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο· τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι· μιαρὸς γὰρ ὣν ὁ διάβολος ἠθέλησε διὰ τοῦτο πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον καὶ ὁ δαίμων καὶ τὸ Πνεῦμα, ἀλλ’ ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ’ ἀνευθύνως ἑκάτεροι ἔλεγον, ἔδωκε διακρίσεις πνευμάτων. ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ αἰνίττεται λέγων, μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· τοῦτο λέγει ἐνταῦθα· μὴ ἐπειδὴ τινὲς ψευδοπροφῆται παρ’ ὑμῖν εἰσίν· μὴ δι’ ἐκείνους καὶ τούτους κωλύσητε, μὴ ἀποστραφῆτε αὐτοὺς, τοῦτό ἐστι “ προφητείας μὴ “ ἐξονθενῆτε.’’ ὁρᾷς ὅτι τοῦτό ἐστι; “ πάντα δοκιμάζετε,’’ ἐπειδὴ εἰπε “ προφητείας μὴ ἐξουθενῆτε,’’ ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα· “ πάντα,’’ φησὶ, “ δοκιμάζετε,’’ τουτέστι, τὰς ὄντως προφητείας· τὸ δὲ “ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους “ πονηροῦ ἀπέχεσθε,’’ καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ, ἵνα πάντα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχεσθε καὶ τούτων ἔχεσθε· οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως ἅπαντα πράτ- τωσιν. ΚΕΦ. Z. Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος καὶ ψυχῆς καὶ σώματος. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῆ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Μετὰ τὴν παραίνεσιν, καὶ εὐχὴν ἐπάγει· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς· τὸ πνεῦμα τί φησιν ἐνταῦθα ; τὸ χάρισμα· ἃν μὲν γὰρ ἔχοντες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα, ἃν δὲ ἐσβεσμένας, οὐκέτι. διὰ τοῦτό φησιν, “ ὁλό- “ κληρον ὑμῶν τὸ πνεῦμα·’’ ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μενεῖ, καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα· οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτε ἐκεῖνο. Ἀλλοσ φησὶν, οὐδέποτε ἐπὶ ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα, ψυχὴν καὶ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τουτέστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν ἄμεμπτα τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι καὶ ὑπὲρ τοῦ χαρίσματος εὔχεται, ἀλλ’ “ ἀμέμπτως τηρηθείη,’’ δηλαδὴ ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων, καὶ πνεῦμα καὶ ψυχὴν καὶ σῶμα ἐν τῇ τῆς εὐσεβείας διαγωγῇ. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. βαβαὶ, πόση ταπεινοφροσύνη; Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλή- ματι. Ἅγιον λέγει, τὸ μετὰ γνησίας τῆς ἀγάπης γινόμενον· ἐπειδὴ αὐτὸς φιλήματι τούτου ἀσπάσασθαι ἀπὼν οὐκ ἠδύνατο, δι’ ἑτέρων αὐτοὺς ἀσπάζεται, ὡς ὅταν λέγωμεν φίλησον αὐτὸν ἀντ’ ἐμοῦ· οὕτως καὶ αὐτός· κατέχετε τὸ πῦρ τῆς ἀγάπης, οὐδὲ γὰρ ἀνέχεται τῶν διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν, πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πόθου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον, ἵνα κἀκείνοις ὦ διαλεγόμενος. ὁρκίζει δὲ ἀπὸ θερμῆς διανοίας, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν· μέγαν γὰρ εἶχον φόβον τοῦ πράγματος. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν. Τριὰς * μονὰς * ἐλέησον *