ΚΕΦ. Γ. Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων ἕως τῆς παρουσίας Χριστοῦ. Αὐτὸς δὲ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ πρὸς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. τοῦτο ὑπερβαλλούσης ἀγάπης τὸ μὴ μόνον ἐκεῖ εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τὴν εὐχὴν ἐντιθέναι· τοῦτο οὖν, φησὶν, αὐτὸς ὁ Θεὸς ἐκκόψει τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκον- τὰς ἡμᾶς, ὥστε ἐλθεῖν πρὸς ὑμᾶς. “ αὐτὸς δὲ ὁ Κύριος πλεονάσαι “ καὶ περισσεῦσαι,” ἀντὶ τοῦ αὐξῆσαι· τὸ μὲν ἡμέτερον ἤδη ἐστὶ, τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Εἰς τὸ στηριχθῆναι ὑμῶν τὴν καρδίαν ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται· οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ “ τὰς καρδίας “ ὑμῶν’’ ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, ἔνεστι γὰρ μηδὲν πράττοντα πονηρὸν εἶναι, οἷον, βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλάνθρωπον, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστὶν, ἁγιωσύνη δὲ, τὸ τούτων καθαρεύειν· κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη, ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ ἡ πᾶσα ἀρετὴ καθαρότης· “ μακάριοι γὰρ,” φησὶν, “ οἱ καθαροὶ τῇ “ καρδίᾳ·’’ ὅτι γὰρ πορνεία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου τοῦ λέγοντος, “ λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε κἀς πονηρίας “ ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν·’’ ὥστε πᾶσα ἁμαρτία μολύνει τὴν ψυχήν· “ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων·’’ κριτὴς ἄρα τότε ἔσται ὁ Χριστὸς, οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι, ἣ τοῦτο, φησὶν, ἢ ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ γενέσθαι, ὅπερ ἀεὶ, φησὶ τὸ ἐνώπιον τοῦ Θεοῦ· αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής· οὐκ ἐνώπιον ἀνθρώπων ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ. ΚΕΦ. Δ. Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλαδελφίας, ἐργασίας ἰδιοπράγμονος. Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν, τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ, καὶ πρὸς τὰ ἐν χερσὶ, καὶ μέλλῃ εἰς τὰ διηνεκῆ ἐμβαίνειν, λοιπὸν καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προστίθησι τὸ ῥῆμα “ τὸ λοιπὸν, τουτέστιν, ἀεὶ καὶ εἰς διηνεκές· “ ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ·” βαβαὶ, οὐδὲ εἰς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον εἶναι, φησὶν, ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει· διὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς, φησὶν, ἵνα “ καθὼς παρελάβετε παρ’ ἡμῶν·” τὸ “ παρελάβετε’’ οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων, “ τὸ πῶς δεῖ “ ὑμᾶς περιπατεῖν,” πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ) “ καὶ ἀρέσκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον,’’ ρουτέστιν ἐκ πλέονος περιουσίας, μὴ μέχρι τῶν ἐντολῶν ἵστασθαι, ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε. τοῦτο γὰρ προκοπὴ τὸ ὑπερβαίνειν τὰς ἐντολάς· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν· εἰκὸς οὐν αὐτὸν μετὰ πολλοῦ φόβου καὶ τρόμου παρηγγελκέναι αὐτοῖς· καὶ ἀναμιμνήσκει διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. “ οἴδατε γάρ’ φησὶ, “ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ “ τοῦ Κυρίου Ἰησοῦ· τοῦτο γὰρ ἐστὶ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς “ ὑμῶν.’’ καὶ ἀλλαχοῦ γράφων, φησὶν, “ εἰρήνην διώκετε μετὰ “ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγεν, “ ἑαυτὸν ἁγνὸν τήρει,” καὶ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ· “ ἐν ὑπομονῇ πολλῇ, ἐν νηστείαις, ἐν “ ἁγνότητι·’’ καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο· ὄντως γὰρ πάντας τοῦτο λυμαίνεται τὸ κακόν· “ τοῦτο γάρ ἐστι,’’ φησὶ, “ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. πολύτροποι γὰρ καὶ πολυποίκιλαι τῆς ἀσελγείας αἱ ἡδοναί· εἰπὼν δὲ, “ ἀπὸ πάσης πορνείας” καταλιμπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἄρα μαθήσεως ἐστι τὸ πρᾶγμα, καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν· ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν ᾖ καθαρὸν, ὅταν δὲ ἀκάθαρτον ᾖ ἁμαρτία· εἰκότως· οὐ γὰρ ἃ βουλόμεθα πράττει, ἀλλὰ ἃ ἐκείνη ἐπιτάττει· “ μὴ ἐν πάθει έπιθυμίασ,“ φησί· ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ’ ὃν δεῖ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν· καὶ γὰρ τρυφὴ καὶ πλοῦτος καὶ ῥᾳθυμία καὶ ἀγρία καὶ σχολὴ, καὶ πάντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον, “ καθάπερ,” φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα “ τὸν Θεόν.’’ ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. (Θεόδωροσ) Ἄλλος φησί· σκεῦος τὴν ἰδίαν ἑκάστου τὴν ὀνομάζει, ἐν ἁγιασμῷ κτᾶσθαι αὐτὸ εἰρηκώς· ὅταν μὴ πρὸς ἑτέραν ῥυπαίνηται· ἐμφατικώτερον δὲ, τὸ “ μὴ ἐν πάθει ἐπι- “ θυμίας,” ὡσὰν τοῦτο ποιοῦντος, οὐκέτι ταύτῃ ὡς γυναικὶ συνόντος, ἀλλὰ διὰ μίξιν μόνην ἁπλῶς· ὅπερ πάθος ἐπιθυμίας ἐκάλεσε. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. Καλῶς εἶπε, “ τὸ μὴ ὑπερβαίνειν,” ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, ὀροὺς ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν, ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ πλεονεξία· οὐ γὰρ οὕτως ἀλγοῦμεν τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου· ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς ; καὶ ἐν οἷς οὐ χρὴ, περὶ μοιχείας φησὶν, ἀνωτέρω δὲ καὶ περὶ πορνείας ἁπάσης. Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, “ καθάπερ καὶ τὰ ἔθνη.’’ εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε τὸ πλεονεκτεῖν τὸν ἀδελφόν· ἐπάγει λοιπὸν τὸ κεφάλαιον, “ διότι,’’ φησὶν, “ ἔκδικος ὁ Κύριος “ περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυ- “ ράμεθα·” οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράττομεν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. Ἐπειδὴ εἰς αὐτὸν ὕβρισεν, αὐτὸς ἐκάλεσεν. τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ἡμᾶς. Οὐ τὰ ἀδικούμενα, φησὶν, ἐκδικεῖ πρόσωπα, ἀλλ’ ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη τῆ Μακεδονίᾳ, καὶ εἰς τοὺς ἄλλους πάντας.] Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτὸ, καὶ οὐχ ἁπλῶς λέγω ὅτι “ θεοδίδακτοί ἐστε,’’ ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδαμῶς χρείαν ἔχητε. Δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ’ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἣ τοῖς πνευματικοῖς· ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. καὶ θέα· μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας προαινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε “ τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον “ ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν,’’ καὶ πρὸς ταύτην μὴ ἀποσκιρτήσωσι· τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν· “ μακάριον γάρ ἐστι,’’ φησὶ, “ διδόναι μᾶλλον ἣ λαμβάνειν·” “ καὶ ἐργάζεσθαι,” φησὶ, “ ταῖς χερσὶν ὑμῶν· ποῦ εἰσιν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευματικόν ; ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν, εἰπὼν “ ταῖς “ χερσὶν ὑμῶν ;” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσίν ; παννυχίδας ; ἀλλὰ χαμευνίας ; οὐδεὶς τοῦτο ἂν εἴποι, ἀλλὰ περὶ ἔργου, φησὶ, Κυρίου· πνευματικὸν γὰρ ὄντως ἐστὶ τὸ ἐργαζόμενον ἑτέροις παρέχειν· “ ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.” οὐκ εἶπεν, ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ῇνίξατο· πραότερον δὲ αὐτὸ τίθησιν ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τοῦτο ποιῆσαι. εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα καὶ ἑτέρων δεόμενον· διὸ καὶ χριστεμπόρους καλοῦσιν ἡμᾶς, “ διὰ τοῦτο, τὸ ὄνομα,’’ φησὶ, “ βλασφημεῖται τοῦ Θεοῦ,’’ ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυσε, τὸ τῆς ἀσχημοσύνης.