ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ά. Εὐχαριστία ὑπὲρ Κολοσσαέων, οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι. β΄. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. γ΄. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ Θεοῦ. δ΄. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει πίστεως. ε΄. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς Θεοῦ. ς΄. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς Χριστῷ τὴν σοφίας ἔχοντας. ζ΄. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει εἰς τὸ συζῇν η΄. Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. θ΄. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχα- ριστιας. ι΄. Τὰ πρὸς τοὺς οἰκείους ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Διατί δὲ μὴ Ἀπόστολος Θεοῦ, ἀλλὰ Χριστοῦ; ἢ τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ Πατρός· “ καὶ Τιμόθεος” φησὶν “ ὁ ἀδελφός·” οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολασσαῖς ἁγίοις. ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. “ καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·” πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ Θεοῦ, φησὶ, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν Πατὴρ ὁ Θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ Θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ Ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ δι᾿ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· “ ἀκούσαντες,” φησὶν, “ τὴν πίστιν ὑμῶν τὴν ἐν “ Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. “ καὶ τὴν ἀγάπην,” φησὶν, “ τὴν εἰς πάντας τοὺς ἁγίους·” οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε “ ἐν τοῖς “ οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. “ ἣν προηκούσατε” φησὶν “ ἐν τῷ λόγῳ τῆς ἀληθείας “ τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ· Ηδη χαρίζεται αὐτοῖς· “ παρόντος” δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “ καθὼς καὶ ἐν παντὶ “ τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ ἔστιν “ καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν. Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. “ ἀφ’ ἧς ἡμέρας ἠκοςυσατε·” τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· “ ἀφ’ ἧς ἡμέρας ἠκούσατε “ ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·” οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “ καρ- “ ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα εδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησὶν, Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Τουτέστιν ἀληθής· πῶς “ ὑπὲρ ὑμῶν διάκονος;” τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ “ δηλώσας,” φησὶν, “ ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν “ Πνεύματι,” τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ Ἀγγέλων λέγεται προσάγεσθαι;