ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΠΑΣΑΙ μὲν ἅγιαι αἱ Ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους· οἷα ἡ πρὸς Φιλήμονα· οἱα ἡ πρὸς Τιμόθεον· οἵα ἡ πρὸς Φιλιππησίους· οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, “ διὸ καὶ δέδεμαι ἵνα “ φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.” ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἰδὼν Ρωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ Ἐπιστολῇ φησὶ, τῇ πρὸς Φιλήμονα, “ τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθὼς φησὶν “ σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ “ ἀδελφῷ·” πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ Ἐπιστολῇ “ ἀπὸ τῆς ἐλπίδος “ τοῦ Εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάση κτίσει “ τῇ ὑπὸ τὸν οὐρανόν·” ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβυτέραν οἴμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν “ ἐγὼ γὰρ ἤδη σπένδομαι·” τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἠχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς Ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὣν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, “ ὃν ἐγὼ ἐγέννησα ἐν “ τοῖς δεσμοῖς μου.” ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· “ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ” καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας οὐκ είδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ρωμαίους, οὐδὲ Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· “ καὶ ὅσοι “ οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί·” καὶ πάλιν· “ εἰ “ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ἤδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· “ ἐγὼ μὲν γὰρ,” φησὶν, “ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ Πνεύματι ἤδη κέκρικα ὡς “ παρών·” καὶ πάλιν “ ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” καὶ πάλιν, “ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῳ ἀπεῖναι με· Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς Ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, [πολλὰ τῆς πρὸς Κολοσσαεῖς] διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ Ἀποστόλου. Ἀρχὴ τῆσ Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον Ἀγγέλοις προσεχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες Ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν Θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν Ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργε- σίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ Θεὸς ἔστησεν ὅρια “ ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·” οὕτω “ καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων·” οὕτω καὶ “ ὁ ἄρχων Πέρσιδος ἀντέστη μοι·” καὶ πάλιν “ἰδοὺ ὁ ἄρχων τῶν Ἐλλήνων ἤρχετο.” ὡς καὶ ὁ Ιακώβ· “ ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου.” καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου, “ Ἄγγελος αὐτοῦ ἔστιν·” καὶ ὁ Κύριος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι “ οἱ Ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ Πατρός μου τοῦ ἐν “ τοῖς οὐρανοῖς·” ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουτὰς δαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν.