ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΠΑΣΑΙ μὲν ἅγιαι αἱ Ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους· οἷα ἡ πρὸς Φιλήμονα· οἱα ἡ πρὸς Τιμόθεον· οἵα ἡ πρὸς Φιλιππησίους· οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, “ διὸ καὶ δέδεμαι ἵνα “ φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.” ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἰδὼν Ρωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ Ἐπιστολῇ φησὶ, τῇ πρὸς Φιλήμονα, “ τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθὼς φησὶν “ σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ “ ἀδελφῷ·” πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ Ἐπιστολῇ “ ἀπὸ τῆς ἐλπίδος “ τοῦ Εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάση κτίσει “ τῇ ὑπὸ τὸν οὐρανόν·” ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβυτέραν οἴμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν “ ἐγὼ γὰρ ἤδη σπένδομαι·” τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἠχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς Ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὣν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, “ ὃν ἐγὼ ἐγέννησα ἐν “ τοῖς δεσμοῖς μου.” ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· “ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ” καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας οὐκ είδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ρωμαίους, οὐδὲ Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· “ καὶ ὅσοι “ οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί·” καὶ πάλιν· “ εἰ “ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ἤδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· “ ἐγὼ μὲν γὰρ,” φησὶν, “ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ Πνεύματι ἤδη κέκρικα ὡς “ παρών·” καὶ πάλιν “ ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” καὶ πάλιν, “ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῳ ἀπεῖναι με· Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς Ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, [πολλὰ τῆς πρὸς Κολοσσαεῖς] διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ Ἀποστόλου. Ἀρχὴ τῆσ Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον Ἀγγέλοις προσεχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες Ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν Θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν Ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργε- σίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ Θεὸς ἔστησεν ὅρια “ ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·” οὕτω “ καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων·” οὕτω καὶ “ ὁ ἄρχων Πέρσιδος ἀντέστη μοι·” καὶ πάλιν “ἰδοὺ ὁ ἄρχων τῶν Ἐλλήνων ἤρχετο.” ὡς καὶ ὁ Ιακώβ· “ ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου.” καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου, “ Ἄγγελος αὐτοῦ ἔστιν·” καὶ ὁ Κύριος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι “ οἱ Ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ Πατρός μου τοῦ ἐν “ τοῖς οὐρανοῖς·” ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουτὰς δαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ά. Εὐχαριστία ὑπὲρ Κολοσσαέων, οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι. β΄. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. γ΄. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ Θεοῦ. δ΄. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει πίστεως. ε΄. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς Θεοῦ. ς΄. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς Χριστῷ τὴν σοφίας ἔχοντας. ζ΄. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει εἰς τὸ συζῇν η΄. Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. θ΄. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχα- ριστιας. ι΄. Τὰ πρὸς τοὺς οἰκείους ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Διατί δὲ μὴ Ἀπόστολος Θεοῦ, ἀλλὰ Χριστοῦ; ἢ τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ Πατρός· “ καὶ Τιμόθεος” φησὶν “ ὁ ἀδελφός·” οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολασσαῖς ἁγίοις. ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. “ καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·” πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ Θεοῦ, φησὶ, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν Πατὴρ ὁ Θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ Θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ Ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ δι᾿ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· “ ἀκούσαντες,” φησὶν, “ τὴν πίστιν ὑμῶν τὴν ἐν “ Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. “ καὶ τὴν ἀγάπην,” φησὶν, “ τὴν εἰς πάντας τοὺς ἁγίους·” οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε “ ἐν τοῖς “ οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. “ ἣν προηκούσατε” φησὶν “ ἐν τῷ λόγῳ τῆς ἀληθείας “ τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ· Ηδη χαρίζεται αὐτοῖς· “ παρόντος” δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “ καθὼς καὶ ἐν παντὶ “ τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ ἔστιν “ καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν. Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. “ ἀφ’ ἧς ἡμέρας ἠκοςυσατε·” τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· “ ἀφ’ ἧς ἡμέρας ἠκούσατε “ ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·” οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “ καρ- “ ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα εδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησὶν, Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Τουτέστιν ἀληθής· πῶς “ ὑπὲρ ὑμῶν διάκονος;” τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ “ δηλώσας,” φησὶν, “ ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν “ Πνεύματι,” τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ Ἀγγέλων λέγεται προσάγεσθαι; ΚΕΦ. Β. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τῆ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάση σπφόᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῆ ἐπιγνώσει τοῦ Θεοῦ. Διὰ τοῦτο, ποῖον; ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας· εὐέλπιδες ἐσμὲν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. ἡρέμα δὲ αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας. τὸ γὰρ “ ἵνα πληρωθῆτε,” τοῦτο δηλοῦντος ἦν· καὶ τὸ “ ἐν πάση σοφίᾳ,” καὶ τοῦτο αὐτὸ δηλοῖ· καὶ πάλιν “ εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ·” καὶ πάλιν “ ἐν πάσῃ δυνάμει δυναμούμενοι·” καὶ πάλιν “ εἰς πᾶσαν “ ὑπομονὴν καὶ μακροθυμίαν.” τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν· οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν “ ἵνα πληρωθῆτε τῇ ἐπιγνώ- “ σεῖ τοῦ θελήματος αὐτοῦ;” a αυτου διὰ τοῦ Υἱοῦ προσάγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ Ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν Γίον ἔπεμψεν. “ Ἐν πάσῃ σοφίᾳ,” φησὶν, “ καὶ συνέσει πνευματικῇ·” ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτουν, βούλομαι ὑμᾶς, φησὶν, ἐν πνευματικῇ σοφίᾳ εἶναι· δείκνυσι δὲ ἐνταῦθα ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται· καὶ οὐδέπω ἤνυσεν, καὶ οὐκ ἀπέστη. τὸ γὰρ “ ἀφ᾿ ἧς ἡμέρας “ ἠκούσαμεν,” τοῦτο δηλοῖ· κατάγνωσιν δὲ αὐτοῖς φέρει ἐξ ἐκείνου a Verbum legi non potest. ὅτι καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς· “ καὶ αἰτούμενοι, μετὰ πολλῆς τῆς σπουδῆς, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίους τοῦ “ Κυρίου.’’ ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησίν· ἀεὶ γὰρ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. “ εἰς πᾶσαν ἀρέσκειαν· ἐν “ παντὶ ἐργῶ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ πί- “ στει τοῦ Θεοῦ.’’ ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· “ ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμού- “ μενοι·’’ ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησὶν, εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ ἀπογνῶναι· “ κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.’’ ἀλλ’ ἵνα τοιαύτην ἀναλάβητε προθυμίαν οἵαν πρέπει τῇ ἰσχύι· τῆς δόξης αὐτοῦ δοῦναι· “ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν” εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ Θεοῦ δυναμωθῆναι· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἔπι μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. “ Εἰς τὸ περιπατῆσαι ὑμᾶς” φησὶν, τουτέστιν ἀεί· οὐχ ἅπαξ, ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· “ περιπατῆσαι καὶ ὑμᾶς” φησὶν “ ἀξίως τοῦ Κυρίου ἐν παντὶ ἔργῳ ἀγαῷ·” ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς “ καρποφοροῦντες “ καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.” ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, “ διὰ τοῦ “ κράτους αὐτοῦ·” πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ κράτος,” ὅπερ μεῖζόν ἐστιν “διὰ τοῦ κράτους,” φησὶ, “τῆς “ δόξης αὐτοῦ·” ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Μετὰ χαρᾶς.· εὐχαριστοῦντες τῷ Θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστὶν, οὐ παυόμεθα προσευχόμενοι ὑπὲρ ὑμῶν καὶ εὐχαριστοῦντες ἔπι τοῖς προτέροις· Τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο· τοιαῦτά ἐστι τὰ δεδομένα φησίν· ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. τὸ οὖν εἰπεῖν “ ἱκανώσαντι,” πολὺ τὸ βάρος ἔδειξεν· οἷον ἐὰν ᾐ τὶς βασιλεὺς, δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν b τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν, ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν· διὰ τοῦτό φησιν, “ ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποίηκαμεν.” “ Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·” καὶ τῷ μέλλοντι λέγει, καὶ τῷ παρόντι, τουτέστιν, τῇ γνώσει· δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν· εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προσ- τιθέναι. Ὃς ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους τούτου. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν τὸ κατόρθωμα· “ σκότους” δὲ φησὶν, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος· διὰ τοῦτο γὰρ καὶ “ ἐξουσίας” φησίν· ἐκράτεοι γὰρ ἤμων· Καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Μέγα μὲν οὖν καὶ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς b Verbum legi non potest. βασιλείαν ἀγαγεῖν, πολλῷ μεῖζον· “ ὃς ἐρρύσατο,” φησὶν, ἡμᾶς· οὐκ εἶπεν ἐξέβαλεν, ἀλλ’ “ ἐρρύσατο·” τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν καὶ τὴν αἰχμαλωσίαν· εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως. “ καὶ μετέστησε,” φησὶν, ὥσπερ ἃν εἴ τις στρατιώτων ἀπὸ τόπου εἰς τόπον μεταγάγοι· καὶ οὐκ εἶπεν μετάγαγεν, οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ “ μετέστησεν.” ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐχ ἁπλῶς εἰπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, “ βασιλείαν Υἱοῦ” εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· “ εἰ “ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·” τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ Υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότιμον· τι γάρ φησιν; “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.” ἀλλ’ οὐκ εὐθέως. ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃ τὸν Υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ Υἱῷ καὶ τὸ πᾶν τῷ Πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; “ ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξου- “ σίας τοῦ σκότους.”