ΚΕΦ. Η. Ὅτι οὐ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Χρυσοστόμου. Πρῶτον αἰνιγματωδῶς εἰπὼν “ βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,” ι πάλιν ἀνωτέρω· “ τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται “ ἐν πιθανολογίᾳ·” καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησὶν, “ μὴ οὖν τις “ ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· “ ἢ ἐν μέρει ἑορτής·” οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ “ ἐν μέρει ἑροτῆς·” δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδειἐπήνεγκεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα μὴ ἀνέχεσθε τῶν κρινόντων, φησὶν, ἅ ἐστι σκία τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησὶ, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὑν οὕτως τι ζητοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω. Τουτέστιν ἐπηρεαζέτω· ἢ βραβευθῆναι ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη. παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον· ὅταν ἐπηρεάζῃ σὺ νικήσας, ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας. τί πάλιν ὑπάγει σεαυτὸν τῇ ἁμαρτίᾳ ; διὰ τοῦτο ἔλεγεν· “ ὀφειλέτης “ ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” καὶ πάλιν “ εὑρέθη Χριστὸς “ ἁμαρτίας διάκονος. Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ του νόος τῆς σαρκὸς αὐτοῦ. Ἢ πῶς ἐν ταπεινοφροσύνῃ, ἣ πῶς φυσιούμενος, δείκνυσι κενοδοξίας τὸ πᾶν. τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; εἰσι τινες οἱ λέγοντες, οὐ δεῖ, φησὶν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν Ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἣ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ εἶπεν προσαγωγὴν ἀλλὰ θρησκείαν· “ ἃ μὴ ἑώρακεν ἐμβατεύων·” οὐ γὰρ ἔιδεν Ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν “ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ·” οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός. (Σευηριανόσ.) ι Ἄλλος φησίν· ἐπειδὴ ἔλεγον, ὅτι ὁ Θεὸς ἐστὶν, ἀκατάληπτος ἐστὶν, ἀόρατος ἐστὶν, καὶ οὐ φθάνομεν ἐκεῖ· διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸ μέγα, διὰ τῶν Ἀγγέλων προσαγόμεθα· καὶ ταύτην ταπεινοφροσύνην φησίν. Θεόδωροσ. Ἢ ἐπειδὴ δι’ Ἀγγέλων ὁ νόμος ἐλέγετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν· “ εἰ γὰρ ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο “ βέβαιος·” οἱ τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προσαβάλλοντο τοὺς Ἀγγέλους· ὡς ἂν καὶ ἐκείνων ἀγανακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἃν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς Ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις τοὺς Ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν, ἃ μὴ ἴσασιν. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα. Πᾶν τὸ σῶμα ἐκεῖθεν ἔχει τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· τί τὴν κεφαλὴν ἀφεὶς ἔχῃ τῶν μελῶν; ἃν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας, ὅστις ἃν ἦ, οὐ τὸ ζῆν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. πᾶσα ἡ ἐκκλησία ἕως ἃν ἔχῃ τὴν κεφαλὴν αὔξει. ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα· ἰδοῦ τὸ ἐξ οὑ ἐπὶ τοῦ Τίοῦ. Διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ. Τὴν κατὰ Θεὸν φησὶ, τὴν τῆς ἀρίστης πολιτείας. (Σευηριανόσ.) ι Ἄλλος οὕτως ἐξηγήσατο· ἐντεῦθεν ἔδειξεν σκοπὸν ὃν λέγομεν ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ Ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησὶν, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ Θεὸς Λόγος· τὶ οὑν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης δύο μέλη, ἣ πλείονα τῶν Ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς Ἀγγέλους ὡς Ἀγγέλους, εἰς Ἀρχαγγέλους ὡς Ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθεὶς, εὑρήσεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή· ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Χρυσοστόμου. Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν πῶς ζῶντες ὑπείκετε τοῖς στοιχείοις ; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Σευηριανόσ. Οὐκ ἐστὲ ἐν τῷ κόσμῳ, φησὶν, πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσιν; καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δειλοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησὶ, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγεν· “ κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.” τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἣ ὅτι παρεποίουν· ἣ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν. Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Λόγον φησὶν, οὐκ ἀλήθειαν οὐδὲ δύναμιν· ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος κατοφρονεῖν, “ οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν “ τῆς σαρκός·” ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενον ὁ δὲ Θεὸς τὴν σάρκα ἐτίμησεν. (Θεόδωροσ.) ι Ἄλλος φησὶν, ἀσαφὲς μέν ἐστι, βούλεται εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι, δοκεῖ μὲν τινὰς τῶν διδασκόντων ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἃν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπὲχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξίᾳ τοῦ Θεοῦ καθήμενος. Ἆντι τοῦ ταπεινὸν πρὸς ὑμᾶς κρινομένη ἡ περὶ τὰ τοιαῦτα σπουδή· τοὺς ἤδη τῷ Χριστῷ κατὰ τὴν ἐπαγγελίαν συναναστάντας, οὐ προσήκει μικρὰ τούτων ἁπάντων φροντίζοντας τὰ ἄνω φαντάζεσθαι, καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν; Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τεθνήκατέ, φησιν, ἤδη τῷ βίῳ τούτῳ· τοῦτο γὰρ ἡ φύσις δέξεται. ἀλλὰ γὰρ καὶ ἠγέρθητε· καὶ γὰρ καὶ τοῦτο ἐπὶ τοῦ Χριστοῦ· καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν· ἐν οὖν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χριστῷ, τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον. Χρυσοστόμου. Βαβαῖ ποῦ τὸν λόγον ἀνήγαγεν τὸν ἡμέτερόν; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσεν μεγάλου; οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ οὑ ὁ Χριστός ἐστιν, ἀλλὰ τί; “ ἐν δεξιᾳ του Θεοῦ “ καθήμενος·” ἐκεῖθεν λοιπὸν ὁρᾶν τῆν’ γῆν παρεσκεύασεν· τὰ ἄνω φρονεῖτε, φησὶν, μὴ τὰ ἐπὶ τῆς γῆς. “ ἀπεθάνετε γάρ· καὶ ἡ ζωὴ “ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.