ΚΕΦ. Ζ. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῆν Χριστῷ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομὴ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος ; ἐν τῇ ἀπεκδύσει φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν a Hoc Schol. Chrys. esse videtur. b Add. cum Chrys. Edd. ἀλλὰ κακῶς. Βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησὶν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ Πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρτήματα. που καὶ πότε; Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ᾿ οὐ τάφος μόνον ἐστίν ὅρα γὰρ τι φησίν “ἐν ᾧ καὶ “ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγεί- “ ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “ τοῦ ἐγείραντος αὐτὸν,’ φησὶν, “ ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν. Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνζοωποίησεν σὺν ἀυτῶ. Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε ἀποθανεῖν δεῖ καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὼν ἐπήγαγεν, Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἥμιν. Θεόδωροσ. Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει· ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται. Σευηριανόσ. Τὸ ι καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ισραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρή- γράφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλαβεν τοῖς δόγμασι· ποίοις ; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χρυσοστόμου. Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι ; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἣ ὃ ἔλεγεν πρὸς τὸν Μωσέα; “ ὅτι πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ “ ἀκουσόμεθα·” ἣ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἣ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ ᾗ ἃν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· “ ἀπεκδυσάμενος,” φησὶν, “ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο· ἣ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τί ἐστιν “ ἐδειγμάτισεν ” καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἃν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, “ ἄρατε αὐτὸν ὑμεῖς καὶ “ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· “ εἰ “ υἱὸς εἰ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι. (Σευηριανόσ.) ι Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν τὴν παρακοὴν λύων, καὶ τὴν θ ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν. Ἄλλοσ δὲ οὕτω φησὶν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἃν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι.