ΚΕΦ. ς. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ ἀπατηλῇ τοὺς ἐν Χριστῷ τὴν σοφίαν ἔχοντας. I Θέλω γὰρ ὑμᾶς εἰδέναι, ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ. Χρυσοστόμου. Δείκνυσι τὴν πρὸς αὐτοὺς ἐνταῦθα φιλοστομ γίαν· εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας ε-ι’ναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω· ἀλλὰ διατὶ *’ καὶ ὅσοι " ἑωράκασι,’’ φησὶν, *’ τὸ πρόσωπόν μου ἐν σαρκὶ ;" θείως δείκνυ- σιν ἐνταῦθα ὅτι ἑώρων αὐτὸν συνεχῶς ἐν πνεύματι· μαρτυρεῖ αὐτοῖς ἀγάπην πολλήν. Ἵνα παρακληθῶσι αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα ἔχω, φησὶν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ “ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ, “ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως·” τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφοφημένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγάπης· “ εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ “ Χριστοῦ·” ὥστε τοῦ Θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· “ ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι·” εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοι εἰσι καὶ ἀπὸ Ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν “ θησαυροὶ” εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ “πάντες,” τὸ μηδὲν ἀγνοεῖν τῷ δὲ “ἀπόκρυφοι” τὸ μόνον εἰδέναι. (Θεόδωροσ.) ι Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἰναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἃν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὁπότ’ ἃν φαίνεται καὶ αὐτός. Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Χρυσοστόμου. Ὁρμᾶς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε· “ παραλογίζηται,” φησὶν, “ ἐν πιθα- “ νολογίᾳ.” Εἰ γὰρ καὶ τῆ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα ι τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν. Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τάξιν τὴν εὐταξίαν φησὶν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· “ στερέωμα” εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει· οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεεν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἃν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ᾿ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν· Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· “ ὡς οὖν παρελάβετε.” οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσάγουσα πρὸς τὸν Πατέρα· μὴ ἐν τοῖς Ἀγγέλοις· οὐ φέρει ἐκείνη ἡ ὁδὸς ἐκεῖ. “ ἐρριζώμενοι·” τουτέστιν πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθάνοτες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέχοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας. τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· “ καθὼς ἐδιδάχθητε.” πάλιν τὸ “ καθώς·” περισσεύ- “ οντες,” φησὶν, “ ἐν εὐχαριστίᾳ.” οὐ λέγω ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἣ ἐμάθετε. βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν. Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπεισίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. “ βλέπετε μή τις ὑμᾶς· καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, “ διὰ τῆς φιλοσοφίας, φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς Φιλοσοφίας, προσέθηκεν “ καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν “ ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν. τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοιχεῖα κόσμου, ἥλιον καὶ σελένην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, “ πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ “ πτωχὰ στοικχεῖα;” καὶ οὐκ εἰπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν· πρότερον διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ· καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς ; Οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Τουτέστιν εἴτι ἔστι, Θεὸς ἐν αὐτῶ κατοικεῖ· ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν “ πᾶν τὸ “ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπλη- “ ρωμένοι. (Σευηριανόσ.) ι Ἄλλος φησὶν, ὅτι τὴν ἐκκλησίαν λέγει ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· “ τοῦ “ τὰ πάντα ἐν πᾶσι πληρουμένου.” τὸ δὲ “ σωματικῶς” ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Εκκλησία; (Κυρίλλου.) ι a Ἢ περὶ τοῦ Πατρὸς τινὲς φασίν· καὶ λέγει τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ b· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· “ τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ πάλιν ὁ Ἀπόστολος “ ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ” τὸ ὅλον λέγεται πλήρωμα, ἔπειτα τὸ “ σωματικῶς” τί ἐβούλετο; ὡς ἐν κεφαλῇ. τι δὲ πάλιν τὸ αὐτὸ λέγει· “ καὶ ἐστὲ ἐν “ αὐτῷ πεπληρωμένοι;” τί οὖν ἐστιν ; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ· ὡς ὅταν λέγῃ “ συνή- “ γειρε καὶ συνεκάθισεν ἡμᾶς·” καὶ “ εἰ ὑπομένομεν, καὶ συμ- “ βασιλεύσομεν·” καὶ “ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν “ χαρίσηται;” καὶ συγκληρονόμους καλῶν· εἰτα περὶ τοῦ ἀξιώματος· “ καὶ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ “ ἐξουσίας·” ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας ; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπή- γαγεν·