ΚΕΦ. Ε. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παράστασιν Θεοῦ. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ωστε φησὶν, ἥδομαι καὶ πάσχων ὑπὲρ ὑμῶν· καὶ ἐπειδὴ προλαβὼν ὑπὲρ τῆς ὑμετέρας εὐεργεσίας ἔπαθεν ὁ Χριστὸς, ὥστε σῶμα ἑαυτοῦ ὑμᾶς ἀποφῆναι διὰ τῆς ἀναστάσεως· τὰ προσλείποντα ταῖς θλίψεσιν αὐτοῦ τῖς ὑπὲρ ὑμῶν ἀναπληρῶ. τί δὲ ἦν τὸ προσλεῖπον ; τὸ μαθόντας ὑμᾶς τίνα ἔστι τὰ ὑπὲρ ὑμῶν κατορθωθέντα, παρ᾿ αὐτοῦ δέξασθαι τὴν περὶ αὐτῶν ἐπαγγελίαν· τοῦτο δὲ ἄνευ πόνων καὶ θλίψεων γενέσθαι οὐδαμῶς ὄνον τε ἢν· ὑπὲρ δὴ τούτων πάσχω, περιϊὼν καὶ κηρύττων ἅπασι τὰ κατορθωθέντα· ὥστε ὑμᾶς πιστεύσαντας τῇ διαθέσει τῆς ψυχῆς, τὴν πρὸς αὐτὸν οἰκείωσιν δέξασθαι· τούτων γὰρ ἐγὼ κατέστην διάκονος. (χρυσοστόμου.) ι Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καὶ διάκονος φησὶν, ἀντὶ τοῦ οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρω· ἀλλὰ τὰ ἑτέρων καταγγέλλων, οὕτω πιστεύω ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ὁρῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ ἀλλ’ ὑπὲρ ὑμῶν· “ καὶ ἀνταναπληρῶ,” φησὶν, “ τὰ “ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου.” διξεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο· ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο· ἀλλὰ καὶ φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου τὰ πάθη· τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. καὶ ἃ ἐγὼ πάσχω, ἐκείνου πάσχω φησίν· ὥστε μὴ ἐμοὶ χάριν ἔχετε, ἀλλ’ ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα· ὥσπερ ἃν εἴ τις πεμφθεὶς πρός τινα ἀξιώσειεν λέγων, παραβαλῶ σε ὑπὲρ ἐμοῦ· ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγει ὅτι διὰ τόνδε ταῦτα ποιῶ· ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν, ἕτοιμός ἐστι θλιβῆναι δι’ ὑμᾶς· ἐφιλονείκησεν καὶ ἐβιάσατο δεῖξαι ἑαυτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος. καὶ πρὸς ἐκεῖνο ἀποτείνεται ὅτι οὐ δι ἡμῶν προσάγεσθε, ἀλλὰ δι’ αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν. καὶ ταυτόν ἐστιν ὥσπερ ἃν εἰ τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς καὶ ἐν τῷ πολέμῳ στήκοι· εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξαιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. διὰ γὰρ τοῦτο καὶ “ ὑστερήματα” εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι ὑπὲρ ὑμῶν· καὶ μετὰ θάνατον γὰρ πάσχει· εἶκε ἔτι ἐλλείμματα ἔμεινεν. οὐ τοίνυν ἑαυτὸν ἐπαίρων λέγει ταῦτα, ἀλλὰ τὸν Χριστόν· δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα· καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσιν τῷ ἐπαγαγεῖν “ ὑπὲρ τοῦ σώματος “ αὐτοῦ.” ὅρα πῶς ἡμᾶς συνῆψεν αὐτῷ. τί τοίνυν ἐπεισάγετε διὰ μέσου Ἀγγέλου ; Κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ. Ητοι τοῦτό φησιν, ὅτι οὕτως ἠθέλησεν αὐτοῦ ἀπελθόντος ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι δίακεῖσθε· αὐτὸς γάρ ἐστιν ὁ παθών· αὐτὸς ὁ πρεσβεύων. ἣ τοῦτό φησιν, ὅτι ἐμὲ τὸν μάλιστα πάντων διώκτην, διὰ τοῦτο εἴασεν διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύττων. ἢ οἰκονομίαν φησὶν, ὅτι οὐκ ἔργα ἐζήτησεν, οὐδὲ πράξεις, οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. “ εἰς ὑμᾶς, φησὶν, “ πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ·” περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους, τῷ εἰπεῖν “ πληρῶσαι·” τὸ γὰρ ἔθνη ἀπερριμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς τοῦ Θεοῦ. ἐπεὶ ἐγὼ οὐκ ἃν ἴσχυσα φησίν· δείξας δὴ τὸ μεῖζον τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα· τότε τὸ σαφέστερον ἐπάγει· ὅτι καὶ τοῦτο τοῦ Θεοῦ ἐστιν τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς· καὶ δείκνυσιν ἐνταῦθα οὐ φανερῶς ὅτι καὶ τοῦτο οἰκονομίας τὸ νῦν λεχθῆναι ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας· ἀλλ’ ὥστε δεκτικοὺς γενέσθαι· ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ· ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν· καὶ τοῦτο αἴτιον τοῦ παραγενέσθαι νῦν τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τὶ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες ἐν πάση σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν, τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τίς αὐτὸ ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων, οὔτε Ἄγγελοι, οὔτε Ἀρχάγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τίς κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ Υἱὸς ἤδει. καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἰπεν, ἀλλ’ ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστιν, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διατετύπωτο. διατὶ δὲ οὐκέτι λέγει· “ ἀπὸ τῶν αἰώνων,” φησίν· ἐξ ἀρχῆς, ὥσπερ ἃν εἴποι τίς· καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ἤδει πλὴν ὁ Θεός· καί που κεκρυμμένον ; ἐν τῷ Χριστῷ· “ νυνὶ δὲ ἐφανέρωθη,” φησὶ, “ τοῖς ἁγίοις αὐτοῦ.” ὥστε τῆς οἰκονομίας ἐστι τοῦ Θεοῦ τῶν ὅλων· καὶ ἔτι καὶ νῦν κέκρυπται, εἴγε τοῖς ἁγίοις ἐφανερώθη μόνοις. μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασιν. διατὶ μόνοις ; οἷς ἠθέλησεν φησίν· ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν· τὸ δὲ θέλειν αὐτοῦ οὐκ ἄλογον· χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἣ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι φρονεῖν· εἶπεν “ οἷς ἠθέλησε γνωρίσαι, τι τὸ πλοῦτος τῆς δόξης τοῦ μυ- “ στηρίου τούτου ἐν τοῖς ἔθνεσι.” Σεμνῶς εἶπεν· καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων· ὅτι καὶ τοῦτο ἐπιτάσεως, ἀορίστως εἰπεῖν “ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.” μάλιστα γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται· καθὼς καὶ ἀλλαχοῦ φησί· “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.” φαίνεται μὲν γὰρ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα· τὸ γὰρ ἀθρόον ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς Ἀγγέλων ἀγαγεῖν ἀξίωμα, ἁπλῶς, διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης, χωρὶς ἔργων, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· “ ὅς ἐστι Χρι- “ στὸς ἐν ὑμῖν.” ὅτι ὁ πάντων ἀνώτερος, καὶ Ἀγγέλων καὶ ἀρχῶν κρατῶν καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονεν, καὶ μυρία ἔπαθεν, καὶ ἀνέστη καὶ ἀναλήφθη. Ταῦτα πάντα μυστηρίου ἦν· καὶ μετ’ ἐγκωμίου τίθησι λέγων· “ ὅς ἐστι Χριστὸς ἐν ὑμῖν.” εἰ δὲ ἐν ὑμῖν ἐστιν, τί Ἀγγέλους ζητεῖτε τοῦ μυστηρίου τούτου ; ἔστι γὰρ καὶ ἄλλο μυστήριον· ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν· ὁ ἐστι θαυμαστόν· ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο· “ ὅς ἐστι Χριστὸς ἐν ὑμῖν· “ ἡ ἐλπὶς τῆς δόξης ὃν ἡμεῖς καταγγέλλομεν” ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ Ἄγγελοι διδάσκοντες, φησὶ, καὶ νουθετοῦντες· οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. ἐπειδὴ τὸ διδάσκοντες μέγα ἦν, ἐπήγαγεν, " νουθετοῦντες·’’ ὅπερ ἦν πατρὸς μᾶλλον ἢ διδασκάλου. " ἐν πάσῃ σοφίᾳ·’’ ὥστε σοφίας δεῖ πάσης· τουτέστιν πάντα ἐν σοφίᾳ λέγοντες· τὸ γὰρ τοιαῦτα δύνῃ. θῆναι μαθεῖν, οὐ τοῦ τυχόντος ἐστίν. Ἴνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χρι- στῷ Ἰησοῦ. Tί λέγεις ’, πάντα ἄνθρωπον ; ναί, φησι, τοῦτο σπουδάζομεν, “ τέλειον ἐν Χριστῷ Ἰησοῦ·” οὐκ ἐν νόμῳ, οὐδὲ ἐν Ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον ἐν Χριστῷ· τουτέστιν ἐν τῇ γνώσει τοῦ Χριστοῦ. “ εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος’’ μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἀγρυπνίας. (Σευηριανόσ.) Καὶ ἕτερος φησὶν, πλοῦτος ἡμῖν, φησὶν, Χριστὸς ἐδόθη· μὴ γενώμεθα πτωχοὶ, εἰς Ἀγγέλων προστασίας τραπέντες. (ΘΕόΛΩΡo2.) Καὶ ἄλλος ὁμοίως, οὗτος ὁ μέγας πλοῦτος Χριστὸς, καὶ τὸ ἐπ’ αὐτῷ πιστεύειν· οὗτος γὰρ ἡ τῆς μελλούσης δόξης ἐλπίς· ὁ καὶ τὴν αἰτίαν ἡμῖν τοῦ προσδοκᾶν ἐκεῖνα χαρισά- χαρισάμενος. μυστήριον δὲ καλεῖ τὴν περὶ τὰ ἔθνη χάριν, ὡς ἃν ἄδηλον οὖσαν τοῖς πρὸ τούτου. ἐπίγνωσιν δὲ μυστηρίου τὴν μετουσίαν αὐτῆς· εἶτα δείκνυσι θεῖον ὂν ’* κατὰ τὴν ἐνέργειαν αὐτοῦ,’’ φησὶν, “ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει,’’ ὃ ἰσχυρόν με ποιεῖ εἰς τοῦτο, δηλονότι τοῦτο βούλεται. ΚΕΦ. ς. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ ἀπατηλῇ τοὺς ἐν Χριστῷ τὴν σοφίαν ἔχοντας. I Θέλω γὰρ ὑμᾶς εἰδέναι, ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ. Χρυσοστόμου. Δείκνυσι τὴν πρὸς αὐτοὺς ἐνταῦθα φιλοστομ γίαν· εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας ε-ι’ναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω· ἀλλὰ διατὶ *’ καὶ ὅσοι " ἑωράκασι,’’ φησὶν, *’ τὸ πρόσωπόν μου ἐν σαρκὶ ;" θείως δείκνυ- σιν ἐνταῦθα ὅτι ἑώρων αὐτὸν συνεχῶς ἐν πνεύματι· μαρτυρεῖ αὐτοῖς ἀγάπην πολλήν. Ἵνα παρακληθῶσι αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα ἔχω, φησὶν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ “ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ, “ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως·” τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφοφημένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγάπης· “ εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ “ Χριστοῦ·” ὥστε τοῦ Θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· “ ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι·” εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοι εἰσι καὶ ἀπὸ Ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν “ θησαυροὶ” εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ “πάντες,” τὸ μηδὲν ἀγνοεῖν τῷ δὲ “ἀπόκρυφοι” τὸ μόνον εἰδέναι. (Θεόδωροσ.) ι Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἰναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἃν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὁπότ’ ἃν φαίνεται καὶ αὐτός. Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Χρυσοστόμου. Ὁρμᾶς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε· “ παραλογίζηται,” φησὶν, “ ἐν πιθα- “ νολογίᾳ.” Εἰ γὰρ καὶ τῆ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα ι τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν. Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τάξιν τὴν εὐταξίαν φησὶν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· “ στερέωμα” εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει· οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεεν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἃν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ᾿ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν· Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· “ ὡς οὖν παρελάβετε.” οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσάγουσα πρὸς τὸν Πατέρα· μὴ ἐν τοῖς Ἀγγέλοις· οὐ φέρει ἐκείνη ἡ ὁδὸς ἐκεῖ. “ ἐρριζώμενοι·” τουτέστιν πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθάνοτες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέχοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας. τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· “ καθὼς ἐδιδάχθητε.” πάλιν τὸ “ καθώς·” περισσεύ- “ οντες,” φησὶν, “ ἐν εὐχαριστίᾳ.” οὐ λέγω ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἣ ἐμάθετε. βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν. Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπεισίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. “ βλέπετε μή τις ὑμᾶς· καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, “ διὰ τῆς φιλοσοφίας, φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς Φιλοσοφίας, προσέθηκεν “ καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν “ ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν. τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοιχεῖα κόσμου, ἥλιον καὶ σελένην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, “ πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ “ πτωχὰ στοικχεῖα;” καὶ οὐκ εἰπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν· πρότερον διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ· καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς ; Οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Τουτέστιν εἴτι ἔστι, Θεὸς ἐν αὐτῶ κατοικεῖ· ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν “ πᾶν τὸ “ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπλη- “ ρωμένοι. (Σευηριανόσ.) ι Ἄλλος φησὶν, ὅτι τὴν ἐκκλησίαν λέγει ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· “ τοῦ “ τὰ πάντα ἐν πᾶσι πληρουμένου.” τὸ δὲ “ σωματικῶς” ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Εκκλησία; (Κυρίλλου.) ι a Ἢ περὶ τοῦ Πατρὸς τινὲς φασίν· καὶ λέγει τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ b· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· “ τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ πάλιν ὁ Ἀπόστολος “ ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ” τὸ ὅλον λέγεται πλήρωμα, ἔπειτα τὸ “ σωματικῶς” τί ἐβούλετο; ὡς ἐν κεφαλῇ. τι δὲ πάλιν τὸ αὐτὸ λέγει· “ καὶ ἐστὲ ἐν “ αὐτῷ πεπληρωμένοι;” τί οὖν ἐστιν ; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ· ὡς ὅταν λέγῃ “ συνή- “ γειρε καὶ συνεκάθισεν ἡμᾶς·” καὶ “ εἰ ὑπομένομεν, καὶ συμ- “ βασιλεύσομεν·” καὶ “ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν “ χαρίσηται;” καὶ συγκληρονόμους καλῶν· εἰτα περὶ τοῦ ἀξιώματος· “ καὶ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ “ ἐξουσίας·” ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας ; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπή- γαγεν· ΚΕΦ. Ζ. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῆν Χριστῷ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομὴ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος ; ἐν τῇ ἀπεκδύσει φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν a Hoc Schol. Chrys. esse videtur. b Add. cum Chrys. Edd. ἀλλὰ κακῶς. Βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησὶν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ Πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρτήματα. που καὶ πότε; Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ᾿ οὐ τάφος μόνον ἐστίν ὅρα γὰρ τι φησίν “ἐν ᾧ καὶ “ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγεί- “ ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “ τοῦ ἐγείραντος αὐτὸν,’ φησὶν, “ ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν. Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνζοωποίησεν σὺν ἀυτῶ. Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε ἀποθανεῖν δεῖ καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὼν ἐπήγαγεν, Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἥμιν. Θεόδωροσ. Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει· ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται. Σευηριανόσ. Τὸ ι καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ισραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρή- γράφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλαβεν τοῖς δόγμασι· ποίοις ; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χρυσοστόμου. Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι ; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἣ ὃ ἔλεγεν πρὸς τὸν Μωσέα; “ ὅτι πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ “ ἀκουσόμεθα·” ἣ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἣ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ ᾗ ἃν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· “ ἀπεκδυσάμενος,” φησὶν, “ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο· ἣ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τί ἐστιν “ ἐδειγμάτισεν ” καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἃν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, “ ἄρατε αὐτὸν ὑμεῖς καὶ “ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· “ εἰ “ υἱὸς εἰ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι. (Σευηριανόσ.) ι Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν τὴν παρακοὴν λύων, καὶ τὴν θ ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν. Ἄλλοσ δὲ οὕτω φησὶν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἃν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι.