ΚΕΦ. Ι. Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς. Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Τοντέστιν ἡ διδασκαλία, τὰ δήματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναι φησὶν, οὐδὲ τὰ ταύτης ἀγαθά. " ἐνοικείτω,” φησὶν, " ἐν ὑμῖν πλουσἰως·” μὴ ἁπλῶς· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἐν πάση σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυ- τοὺς. τὴν ἀρετὴν σοφίαν φησὶν, καὶ ἡ ταπεινοφροσύνη καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν. ὥσπερ οὐν τἀναντία ἄνοια· ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ· “ εἶπεν.” φησὶν, “ “ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεὸς,’’ καὶ πάλιν “ προσώζεσαν “ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης ψαλμοῖς καὶ ὑμνοῖς καὶ ᾠδαῖς πνευματικαῖς. Οἱ ψαλμοὶ πάντα ἔχουσιν· οἱ ὕμνοι οὐδὲν ἀνθρώπινον, ἅτε θειότερον πρᾶγμα· αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· ἁμαρτωλοὶ, οὐχ ὑμνοῦσιν· “ οὐ γὰρ ὡραῖος αἴνος,’’ φησὶν, “ στόματι ἀμαρτωλοῦ.” διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε ἐπὶ τελειότερόν τι πρᾶγμα. Ἅιδνοτες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεός· ἣ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς· ἣ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἣ ὅτι ἐν χάριτι εἶχιν ταῦτα τὰ χαρίσματα· ἐπεξήγη- σίς ἐστιν ἀπὸ τῆς χάριτος, φησὶν, τοῦ Πνεύματος· “ ᾄδοντες ἐν “ ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·’’ μὴ ἁπλῶς, φησὶν, τῷ στόματι· ἀλλὰ μετὰ προσοχῆς· τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ τῷ ἀέρι. Καὶ πᾶν ὅτι ἃν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐὰν γὰρ οὕτως ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν οὐδὲ ἀκάθαρτον· ἔνθα ἃν ὁ Χριστὸς καλῆται· εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα· ἣ τοῦτο φησίν· πάντα κατὰ Θεὸν πράττετε καὶ λέγετε, μὴ τοὺς Ἀγγέλους ἐπεισάγετε. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κ υρίῳ Ἀντὶ τοῦ ὑποτάσσεσθε διὰ τὸν Θεόν. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς ἀυτὰς. Ὠσπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἐστὶ γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι· ὃ οὖν φησὶν τοῦτό ἐστι· μὴ μάχεσθε· αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μά. χαἰ, αὐταὶ πικραί· τὸ μὲν οὖν ἀγαπᾶν τῶν ἀνδρῶν ἐστιν· τὸ δὲ εἴκειν ἐκείνων. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. πάλιν τὸ ἐν Κυρίῳ τέθεικεν, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων καὶ καταβάλλων· ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ὑμᾶς ἅπαντα πράττειν ἵνα καὶ μισθὸν ἔχωμεν. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυ- μωσιν. Οὐκ εἶπεν ἀγαπᾶτε τὰ τέκνα, περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει· ἀλλ’ ὅπερ ἔδει διώρθωσεν· τουτέστιν μὴ φιλονεικοτέρους αὐτοὺς ποιῆτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφεί- λετε· Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις. Ἐπὶ τρίτην ἦλθεν ἀρχήν· ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον· ἀλλ’ οὐκέτι φυσικὸν καθάπερ ἄνω, ἀλλὰ συνηθείας· καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς καὶ ἀπὸ τῶν ἔργων· ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου τροῦ ὑποτέμνεται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τούτοις δοῦναι ἀπὸ τῆς ὑπακοῆς· ἀλλ’ ἵνα μὴ ἀλγήσῃ δοῦλος ἀκούων, ἐπήγαγεν “ τοῖς κατὰ σάρκα κυρίοις.’’ τὸ κρεῖττόν σου, ἡ ψυχὴ, ἠλευθέρωται, φησίν· πρόσκαιρος ἡ δουλεία· ἐκεῖνο τοίνυν ὑποτάξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία· μὴ κατ’ ὀφθαλμὸν δουλείαν ὡς ἀνθρωπάρεσκοι· ποίησον φησὶν τὴν ἀπὸ τοῦ νόμου δουλείαν, ἀπὸ τοῦ φόβου τοῦ Χριστοῦ γενέσθαι· καὶ γὰρ μὴ ὁρῶντος ἐκείνου, ἃν πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπό- του, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς. Ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἀλλ’ ἐν ἁπλότητι καρδίας, οὐχ ἁπλῶς, ἀλλὰ Φοβούμενοι τὸν Θεόν· τοῦτο γάρ ἐστι τὸ φοβεῖσθαι τὸν Θεὸν, ὅτ᾿ ἂν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἐὰν δὲ πράττωμεν· οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται· ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀπὸ δούλων· ὅταν μὴ δέωντὸ τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ ἐκ ψυχῆς τοῦτό ἐστιν, τὸ μετ’ εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετὰ ἐλευθέρας προαιρέσεως· καὶ τίς ὁ μισθός ; “ εἰδότες,’’ φησὶν, “ ὅτι ἀπὸ “ Κυρίου λήψεσθε τὸν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν·” γὰρ Κυρίῳ δουλεύετε καὶ πη αὐτοῦ λήψεσθε τὸν μισθόν· “ ὁ δὲ “ ἀδικῶν,’’ φησὶν, “ κομιεῖται ὃ ἠδίκησεν·’’ ἐνταῦθα πρότερον λόγον· ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶανι τὰ ῥήματα, λήψεται, φησὶν, ὃ ἠδίκησεν· τουτέστι καὶ τιμωρίαν δίδωσιν. ἐνταῦθά μοι δοκεῖ τοὺς Ἓλληνας αἰνίττεσθαι δεσπότας. τι γὰρ, ἐκεῖνος μὲν Ἕλλην· σὺ δὲ Χριστιανός ; οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται· ὥστε καὶ οὕτως μετ’ εὐνοίας καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί ἐστι τὸ δίκαιον ; τί δέ ἐστιν ἰσότης ; πάντων ἐν καθιστᾶν καὶ μὴ ἐᾶν ἑτέρων δεῖσθαι, ἀλλ’ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων· “ καὶ ὑμεῖς μετ’ ἐκείνων,’’ φησίν· ἐνταῦθα κοινὴν τὴν δουλείαν. Εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. τῆ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτὴ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς, ῥαθυμίαν πολλάκις ποιεῖ, διὰ τοῦτό φησιν “ γρηγοροῦντες,’’ τουτέστιν νήφοντες, ῥεμβόμενοι. οἶδεν γὰρ, οἶδεν διάβολος, ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται· οἶδεν δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοί. διὸ φησὶν, προσκαρτερεῖτε τῇ προσευχῇ· ὡς πέρι τινος ἐπιπόνου καὶ τοῦτο, φησὶν, ἔστω ἔργον ὑμῶν, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν, καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ κοινῶν εύεργεσιῶν, καὶ ὑπὲρ ἰδίων· καὶ ἁπλῶς, ἐν παντὶ εὐχαριστεῖν. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὄρα τὴν ταπετνφροσύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν· “ ἵνα, ” φησὶν, “ ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον “ Χριστοῦ.” εἴσοδον φησὶν καὶ παρρησίαν· οὐκ εὐκ ἵνα ἀπαλ- λαγῶμεν τῶν δεσμῶν· ἀλλὰ δέσμιος ὣν, ἑτέρους παρακαλεῖ ἐπὶ πράγματι μεγάλῳ, ἵνα παρρησίαν λάβῃ. “ τὸ μυστήριον,’’ “ τοῦ Χριστοῦ.’’ δείκνυσιν ὅτι οὐδὲν αὐτοῦ τούτου ποθεινότερον τοῦ λαλῆσαι. Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαῆσι. Μετὰ πολλῆς, φησὶν, τῆς παρρησίας, μηδὲν ὑποστειλάμενον τὰ δεσμά. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, μηδεμίαν αὐτοῖς δίδοτε λαβὴν καθ’ ὑμῶν· διὰ γὰρ τοῦτο, πρόσκειται πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ τῆς ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. τὸν καιρὸν ἐξαγοραζόμενοι. Τοντέστιν οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ’ ἐκείνων ἐστιν· μὴ τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ’ ἀγοράζετε· ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. Τουτέ΄στιν ὥστε μὴ εἰς ἀδιαφορίαν τὸ χάριεν ἐκπίπτειν· ἔνι γὰρ καὶ χαριεντίζεσθαι, μετὰ τῆς προσηκούσης κοσμιότητος. Εἰδότες πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρή· Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαῖ, πόση σοφία Παύλου ; πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ καταπείμοντα ; πρῶτον μὲν οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον καὶ τὸν ἀπερ- χόμενον αἰδεσιμώτερον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἃν αὐτῷ ταῦτα ένεχείρισεν εἰπεῖν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. “ ὁ φησὶν, “ ἀδελφός.” εἰ ἀγαπητὸς, πάντα οἶδεν, καὶ οὐδὲν ἔκρυπτεν· “ καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ.” πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκεν τῶν πειρασμῶν· ὥστε πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. “ ὃν ἔπεμψα,’’ φησὶν, “ πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο·’’ ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλήν· εἴ γε διὰ τοῦτο αὐτὸν ἀπέσταλκεν· δείκνυσι δὲ αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῳ εἰπεῖν, Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ονήσιμος οὗτός ἐστιν περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν, “ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν “ τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν “ ἠθέλησα ποιῆσαι·’’ καὶ τὸ ἐγκώμιον δὲ προστίθησι τῆς πόλεως ἵνα καὶ ἐγκαλλωπίζωνται, “ ὅς ἐστι,” φησὶν, ” ἐξ ὑμῶν.” “ “ ὑμῖν γνωριοῦσι τὰ ὧδε.” Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσο- λυμῶν ἀναχθεὶς μετ’ αὐτοῦ. μεῖζον εἶπεν οὗτος τῶν προφητῶν· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους καλοῦσιν ἑαυτούς· οὗτος δὲ καὶ αἰχμάλωτον. καθάπερ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο· καὶ πᾶσιν εἰς τὸ κάκως πάσχειν προύκειτο. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐγκωμίασεν ἀπὸ τῆς συγγενείας. μέγας γὰρ ἦν ὁ ἀνὴρ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέ- ξασθε αὐτόν. Τί γάρ, οὐκ ἐδέχοντο ; ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. καὶ τοῦτον τὸν ἄνδρα δείκνυσι μέγαν· πόθεν τὰς ἐντολὰς ἔλαβον οὐ λέγει· ἴσως δὲ παρὰ Βαρνάβα τὰς ἐντολὰς ἔλαβον. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπεν συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων· ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς. “ συνεργοὶ,” φησὶν, “ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.’’ ὥστε ρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσι. δείκνυσι αὐτοὺς καὶ μεγάλους. εἴγε Παύλου παρηγορία γεγέννηται· καὶ ἑαυτὸν ἐν πειρασμοῖς ὄντα; Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς. Συνίστησιν αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ· τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια καὶ πάλιν τὸ εἰπεῖν “ ὁ ἐξ ὑμῶν.” ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρί· ἅτε τοιούτους φέροντες ἄνδρας· “ πάντοτε,” φησὶν, ” ἀγωνιζόμενος ὑπὲρ ὑμῶν “ ταῖς προσευχαῖς, τουτέστι τρέμων καὶ δεδοικώς. Ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελή- ματι τοῦ Θεοῦ. μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα ἐν αὐτῷ· ἐπεὶ οὐ πεπλήρωται· ἀξιόπιστος δὲ ὁ μάρτυς, “ ὅτι ἔχει πολὺν ζῆλον “ ὑμῶν.” τοὐτέστιν, ὅτι σφόδρα ὑμᾶς ἀγαπᾷ καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν· ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι ; δηλονότι τῆς ἐπιστολῆς ἀναγινωσκομένης· “ ποιήσατε γάρ’ “ ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθᾒ.” Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς. Οὗτός ἐστιν ὁ εὐαγγελιστής. ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμ- φᾶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτούς· οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἐπιδοῦναι· οὐχ ἁπλῶς δὲ χαρίζεται, κατ’ ἰδίαν ἕκαστον προσαγορεύων, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον· ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴγε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἐμοὶ δοκεῖ εἶανί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι· μείζων γὰρ ἦν ὠφέλεια, ὅτ’ ἂν ἑτέρων ἐγκαλουμένων τὰ οἰκεία ἁμαρτήματα ἐπιγινώσκουσιν Καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. τίνες λέγουσιν ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλ- μένην ἀλλὰ τὴν παρ’ αὐτῶν Παύλῳ. οὐ γὰρ ςἶπεν τὴν πρὸς Λαιδθξλέας ἀλλὰ “ τὴν ἐκ Λαοδκιείας,” φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Χριστῷ, ἵνα αὐτὴν πληροῖς. τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν ; ἴσως οὐκ ἐδεῖτο ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως ὥστε σπουδαιότερον εἶναι. τούτῳ δὲ μάλοστα αὐτοὺς ὑποτάσσει αὐτῷ· οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοῖς. ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν, ἀλλ’ ἐπιστομίζων αὐτοὺς ταῦτα γράφει. (Θεόδωροσ.) Ἄλλος δέ φησιν, ὡς ἔστιν ἐκ τῶν εἰκάσαι, παρὰ Λαοδικεῦσιν ὄντι καὶ τὴν διακονίαν ἐγκεχειρισμένῳ τῆς διακονίας. Ὁ ἀσπασμὸς τῇ ἐμὴ χειρὶ Παύλου. τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾶν, καὶ πάσχειν τι πρὸς ταῦτα. Μνημονεύετε μου τῶν δεσμῶν. βαβαῖ πόση παράκλησις ; τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι, καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας. μονονουχὶ γάρ φησιν, καθ’ ὁμοιότητά μου, καὶ πάσχειν ὑπὲρ τῆς ἀληθείας μὴ ὀκνῆτε. Καὶ χάρις μεθ’ ὑμῶν. ἀμήν. τὸν φόβον ἔλυσεν. εἰ γὰρ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει· καὶ τοῦτο δὲ τῆς χάριτος, τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουᾶ λέγοντος, ὅτι “ ὑπέστρεφον “ Ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Θεόδωτοσ. Τὸ δὲ χάρις ὑμῖν οὕτω τίθησιν. ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς προγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν· τὰ ἐν Θεῷ Πατρὶ τεθεικὼς, ὡς καὶ ἡμεῖς τὸ ἐν Κυρίῳ γράφομεν. τοῦ εἰς τὴν πρὸς Κολοσσαεῖς Ἐπιστολὴν ἐξηγητικῶν ἐκλόγων τόμος α. * τρίας * μονάς * ἐλέησον. * Αἱ ἐκλογαὶ τῆς ἑρμηνείας τῆς παρούσης Ἐπιστολῆς ἐκ τοῦ κατὰ πλάτος ὑπομνήματος τοῦ σοφοῦ καὶ οἰκουμενικοῦ διδασκάλου Ἰωάννου τοῦ ἐπισκόπου τῆς βασιλίδος πόλεως, καὶ Σευηριανοῦ τοῦ Γαβαλῆς, καὶ Θεοδώρου τοῦ Μοψουεστίας, ἔχει καὶ μίαν χρῆσιν τοῦ μακαρίου Κυρίλλου.