ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΟΙ Φιλιππησίοι ἀπὸ πόλεως εἰσὶ τῆς Μακεδονίας· πόλεως κολωνείας, καθὼς ὁ Λουκᾶς φησίν. ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Είλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτοὺς, καὶ λαμπρὰν ἔσχεν τὸ κήρυγμα τὴν ἀρχήν. μαρτυρεῖ δὲ αὐτοῖς μὲν αὐτὸς πολλὰ καὶ μεγάλα· στέφανον αὐτοῦ καλῶν αὐτούς· καὶ πολλὰ πεπονθέναι λέγων· “ ὑμῖν γὰρ ἐχα- “ ρίσθη,” φησὶν, “ ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, “ ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.” ὅτε δὲ ἔγραφεν πρὸς αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι· διὰ τοῦτο φησὶν, “ ὥστε τοὺς δεσμοὺς “ μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ·” πραιτώριον τὰ βασιλεία τοῦ Νέρωνος καλῶν. ἀλλ’ ἐδέθη καὶ ἀφείθη· καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσεν εἰπὼν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μου συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ “ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνάμωσέν “ με.” τὰ οὖν δεσμὰ ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης λέγει· ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον· “ ἐν γὰρ τῇ πρώτῃ μου “ ἀπολογίᾳ,” φησὶν, “ οὐδείς μοι συμπαρεγένετο.” καὶ τοῦτο αὐτῷ γράφων ἐδήλου· οὐκ ἃν οὖν εἰ ᾔδει τοῦτο ἔγραψεν αὐτῷ· ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφεν ταύτην, μετ’ αὐτοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησὶν, “ ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον τα- “ χέως πέμψαι ὑμῖν.” καὶ πάλιν· “ τοῦτον μὲν ἐλπίζω εὐθέως πέμ- “ ψαι ὑμῖν, ὅταν ἀπί δῶ τὰ περὶ ἐμέ.” ἐξ αὐτῆς ἀφέθη γὰρ ἀπὸ τῶν δεσμῶν καὶ πάλιν ἐδέθη, μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. εἰ δὲ λέγει ὅτι “ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ·” καὶ “ λειτουργία τῆς πίστεως “ ὑμῶν,” οὐχ ὡς ἤδη τούτου γενομένου, ἀλλ’ ὅτι καὶ ὅταν τοῦτο συμβῇ, χαίρω φησὶν, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλεν τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὣν φησὶν, “ὅτι ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἑλεὑ- “ σομαι πρὸς ὑμᾶς·” καὶ πάλιν· “ καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι “ μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.” Ησαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππησίοι τὸν Ἐπαφρόδιτον χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ’ αὐτόν. διέκειντο γὰρ σφόδρα δρᾶ περὶ αὐτόν. ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· “ ἀπέχω πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ “ Ἐπαφροδίτου τὰ παρ’ Υμῶν·” ἐπεὶ οὖν ἔπεμψαν τοῦτο εἰσόμενοι, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς τὰ καθ’ αὑτὸν γράφων καὶ λέγων. “ γιγνώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς “ προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθε·” καὶ πάλιν· “ ἐλπίζω Τιμώ- “ θέον ταχέως πέμψαι ὑμῖν· ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν·” τὸ “ ἵνα δηλοῦντός δηλοῦντός ἐστιν, ὅτι ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι· οὕτω καὶ ἐγὼ ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. ἐπεὶ οὖν καὶ πολὺν χρόνον, ἦσαν μὴ πέμψαντες, τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· “ ἤδη ποτε ἀνεθάλλετε τὸ ὑπὲρ “ ἐμοῦ φρονεῖν·” καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι. εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησε· μὴ ὄντος σφόδρα ἐπισήμου, ὡς ὁ Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι. διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσφέρει παράκλησιν ὑπὲρ τῶν δεσμῶν· δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. εἶτα περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης· ταύτην εἶναι αὐτοῖς ἀσφάλειαν διδάσκων μεγίστην· καὶ οὕτω τῶν ἐχθρῶν αὐτ·οὺς εὐκόλως δύνασθαι περιγενέσθαι. οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοὺς διδασκάλους ὑμῶν· ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς· τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμονοία γίνεται· μὴ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ· κύνας τὲ αὐτοὺς κάλεσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἀπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν· καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς καὶ ῥυθμίσας αὐτοὺς, καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν “ ὁ Κύριος ἐγγύς,” μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων· καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν ἐπιπληκτικὸν οὐδαμοῦ· ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδὲ μίαν δοῦναι τῶ διδασκάλῳ λαβήν· μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ’ ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, ἡ πόλις αὕτη, πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα· εἴγε ὁ δεσμοφύλαξ, ἴστε δὲ ὅτι πάσης κακίας τὸ πρᾶγμα μεστὸν, εὐθέως ἀπὸ ἑνὸς σημείου μὲν προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. εἰ δὲ δεῖ εἰπεῖν Εὐωδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν τὸν ἄνδρα· ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ, οἱ μαστίξαντες αὐτὸν, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνῃ, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιΐᾳ· “ δι’ ὧν,” φησὶν, “ ὅτι καὶ ἐν ἀρχῇ τοῦ εὐαγγε- “ λίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε,” οὐδενὸς ἑτέρου τοῦτο ποιοῦντος· “ οὐδεμία γάρ μοι,” φησὶν, “ ἐκκλησία “ ἐκοινώνησεν, εἰς λόγον δόσεως καὶ λήψεως.” καὶ τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον ἣ προαιρέσεως· “ οὐχ ὅτι οὐκ ἐφρονεῖτε,” φησὶν, “ ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ·’’ ταῦτα καὶ ἡμεῖς εἰδότες καὶ τοσούτους ἔχοντες τύπους, καὶ τὸ φίλτρον τὸ πρὸς αὐτούς. ὅτι γε ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν διὰ τὸ ἔχειν μὲν τῇ καρδίᾳ ὑμᾶς καὶ τοῖς δεσμοῖς μου· καὶ ἡμεῖς καὶ ἑαυτοὺς παρέχω μὲν ἀξίους τῶν τοιούτων ὑποδειγμάτων, περὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἕτοιμοι γιγνόμενοι· ἀλλὰ Δαβὶδ φησὶν a ἐν ταύτῃ τῇ Ἐπιστολῇ, κληρικοῖς γράφει οὐ λαικοῖς. δι’ ὅπερ οὐδὲ πλειόνων ἐδεήθη ἠθικῶν· σπουδὴ δὲ αὐτῶ διὰ τῆς Ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς· δι’ αὐτῆς δὲ τῆς παραινέσεως, δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ ἄλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως ἅπτεται τῶν κάλλιστα βιούντων· καὶ ὑπ’ αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ α΄. Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως. β΄ . Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς, καὶ τῆς προθυμίας. γ΄ . Παραίνεσις τῆς κατὰ Θεὸν πολιτείας, καὶ τῆς ἐνθέου ζωῆς. δ΄ . Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου, οὓς ἀπέστειλε πρὸς αὐτούς. ε΄ . Περὶ πνευματικοῦ βίου τοῦ μὴ ὡς ἐν σᾶμ’, ὅς ἐστι μίμησις θανάτου Χριστοῦ. ς΄. Παραινέσεις ἴδιαι τινῶν καὶ κοιναὶ πάντων. ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ Ενταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὐτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ’ ἕτερον· καὶ αὐτὸ μέγα. ποῖον δὴ τοῦτο; δοῦλον ἑαυτὸν φησὶν, οὐκ Ἀπόστολον. μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν αἰώνων, δοῦλον εἶναι Χριστοῦ, καὶ μὴ ἅπλως λέγεσθαι. καὶ Ῥωμαίοις δὲ πάλιν ἐπιστέλλων· λέγει· “ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.” Κορινθίοις δὲ καὶ Τιμοθέῳ γράφων, Ἀπόστολον ἑαυτὸν καλεῖ. τίνος οὖν ἕνεκεν τοῦτο; οὐχ ὅτι Τιμοθέου αὐτοὶ κρείττους, ἄπαγε· ἀλλὰ αὐτοὺς τιμᾷ, καὶ θεραπεύει μάλιστα πάντων οἷς ἐπέστελλεν· ἐκεῖ μὲν γὰρ ἔμελλεν πολλὰ διατάττεσθαι. διὰ τοῦτο ἀνέλαβεν τὸ τοῦ Ἀποστόλου ἀξίωμα. ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἑαυτῶν συνεώρων· “ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ τοῖς οὖσιν ἐν Φιλίπποις.” ἐπειδὴ εἰκὸς ἢν καὶ ουδαίους ἁγίους αὐτοὺς καλεῖν, ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο “ λαὸς ἅγιος “ περιούσιος·” διὰ τοῦτο προσέθηκεν “ τοῖς ἁγίοις ἐν Χριστῷ “ Ἰησοῦ.” οὗτοι γὰρ μόνοι ἅγιοι· ἐκεῖνοι λοιπὸν βέβηλοι. “ σὺν “ ἐπισκόποις καὶ διακόνοις·” τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; οὐδαμῶς. ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσεν· τότε γὰρ τέωι ἐκοινώνουν τοῖς ὀνόμασιν, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο· διὰ τοῦτο γράφων Τιμοθέῳ ἔλεγεν ἐπισκόπῳ ὄντι· “ τὴν διακονίαν σου πληροφόρησον.” ὅτι γὰρ ἐπίσκοπος ἠν, φησὶν πρὸς αὐτὸν, “ χεῖρας ταχέως μηδενὶ ἐπιτίθει.” καὶ πάλιν “ ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.” οὐκ ἄν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν· καὶ πάλιν πρὸς Τίτον γράφων φησίν· “ τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ· “ ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέριον ὡς ἐγώ σοι διεταξά- “ μὴν, εἰ τις ἀνέγκλητος, μίας γυναικὸς ἀνήρ·” περὶ τοῦ ἐπισκόπου φησίν· καὶ εἰπὼν ταῦτα εὐθέως ἐπήγαγεν, “ δεῖ γὰρ τὸν “ ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη·” ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο έπίσκοποι καὶ διάκονοι Χριστοῦ· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι καὶ συνδιακόνῳ· λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος. τί δή ποτε δὲ οὐδαμοῦ τῷ κλήρῳ γράφων, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις τοῖς πιστοῖς, τοῖς ἡγιασμένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; ὅτι αὐτοὶ καὶ ἀπέστειλαν καὶ ἐκαρποφόρησαν· καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. (Θεόδωροσ.) Ἀλλός φησιν· προσεκτέον ὅτι τὸ “ σὺν “ ποις” λέγει, οὐχ ὥς τινες ἐνόμισαν, ὥσπερ ἡμεῖς συμπρεσβυτέροις γράφειν εἰώθαμεν· οὐ γὰρ πρὸς τὸ ἑαυτοῦ πρόσωπον εἶπεν τὸ “ σύν·” ἵνα ᾖ ἴσην ἐπισκόποις ἡμῶν· ἀλλὰ πρὸς τὸ πᾶσι τοῖς ἐν Φιλίπποις ἁγίοις· σὺν τοῖς αὐτόθι ἐπισκόποις τε καὶ διακόνοις. οὐχ ἁπλῶς ἐπισημηνάμενος τὰ τούτων ὀνόματα, ἀλλ’ ὡς μάλιστα τῶν περὶ τῆς μετριοφροσύνης λόγων τούτοις ἁρμοττόντων, οἱ τοὺς ἑτέρους ὤφειλον διδάσκειν, καὶ πρὸ τῶν λοιπῶν αὐτοὺς μετιέναι τὸ δέον. ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως. Εὐχαριστῶ τῷ Κυριῷ μου ἐν πάση τῆ μνείᾳ ὑμῶν. Πάντοτε, ὁσάκις ὑμῶν ἀναμνησθῶ φησὶν, δοξάζω τὸν Θεὸν, ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ· τοῦτο δὲ ἐποίει, ἐκ τοῦ πολλὰ συνειδέναι αὐτοῖς ἀγαθά· “ ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν.” ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς καὶ τὴν δέησιν ποιούμενος· οὐχ ὅταν εὔχωμαι μόνον· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι· ὡς ὅταν λέγῃ ἀλλαχοῦ “ ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα “ ὑμῖν διὰ πολλῶν δακρύων· ἐπὶ τῇ κοινωνίδι ὑμῶν εἰς τὸ εὐαγ- “ γέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·” μέγα αὐτοῖς μαρτυρεῖ· καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν Ἀποστόλοις καὶ Εὐαγγελισταῖς· οὐκ ἐπειδὴ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης· ἀλλὰ πάντα πράττετε ὥστε μερισταὶ γενέσεως τῶν ἐμῶν πόνων· πανταχοῦ παρόντες καὶ συμπράττοντες καὶ κοινωνοῦντές μου τῷ κηρύγματι· ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, Ἀποστόλων εἰλήφατε προθυμίαν· χαίρω δὲ, οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον φησὶν, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ τούτων γὰρ κακεῖνα στοχάζομαι. Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ. Ορα πῶς καὶ μετριάζειν αὐτοὺς διδάσκει· ἐπειδὴ γὰρ μέγα αὐτοῖς ἐμαρτύρησεν πρᾶγμα, ἵνα μή τι ἀνθρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς, ἐπὶ τὸν Χριστὸν καὶ τὰ παρελθόντα καὶ τὰ μέλλοντα ἀνατιθέναι, διὰ τοῦ εἰπεῖν· “ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν “ ἔργον ἀγαθὸν ἐπιτελέσει.” οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώματος· εἶπεν γὰρ ὅτι τῇ κοινωνίᾳ ὑμῶν χαίρω, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὸ κατόρθωμα μόνον, ἀλλὰ προηγούμενος τοῦ Θεοῦ· θαρρῶ γὰρ φησὶν, “ ὅτι ἐναρξάμενος ἐν “ ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.” τουτέστιν ὁ Θεός· οὐ περὶ ὑμῶν οὕτω διάκειμαι· καὶ τοῦτο δὲ οὐ μικρὸν ἐγκώμιον, τὸν Θεὸν ἔν τινι ἐνεργεῖν, τῷ ἐπισπᾶσθαι τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτῷ· καὶ πάλιν ὅτι τοιαῦτά ἐστι τὰ κατορθώματα ὑμῶν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς. Καθὼς ἐστὶ δίκαιον ἐμὲ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν. διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ μου καὶ βεβαιώσει τοῦ Εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς οντας. Πολὺν αὐτοῦ δείκνυσιν ἐνταῦθα τὸν πόθον· εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχεν· καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος, Φιλιππησίων ἐμέμνητο· οὐ μικρὸν τῶν ἀνδρῶν τὸ ἐγκώμιον, ἐπεὶ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν· “ καὶ ἐν τῇ ἀπολογίᾳ,” φησὶν, “ καὶ βεβαιώσει τοῦ “ εὐαγγελίου.” καὶ τί θαυμαστὸν εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς· οὐδὲ γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶν, καθ’ ὃν εἰσήειεν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατε μου τῆς μνήμης· καθάπερ γὰρ ἐπὶ τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισὶν, οὕτως καὶ φιλία τοῦ ἀγωπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν. Χρυσοστόμου. “ Καὶ βεβαιώσει,” φησὶν, “ τοῦ εὐαγγε- “ λίου.” ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ εὐαγγελίου ἦν; ἄρα ἀπολογία; καὶ πάνυ· πῶς; ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατέων· ὁ δὲ πάντα ὑπομένων, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει· ἀλλὰ δι’ αὐτὸν Θεὸν τὸν ἀνταποδιδόντα· εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. διά τι ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ; διὰ τὸ συγκοινωνοὺς εἶναί μου τῆς χάριτος τι ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἠν· τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά· “ ἀρκεῖ γὰρ “ σοι,” φησὶν, “ ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ “ τελειοῦται·” διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν· ἐπεὶ οὖν ὁρῶ ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι· διὰ τί δὲ οὐκ εἶπεν κοινωνοὺς, ἀλλὰ συγκοινωνούς; καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι κοινωνὸς τοῦ εὐαγγελίου· ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ εὐαγγελίῳ ·καὶ τὸ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι· “ συγκοινωνούς μου,” γὰρ φησὶν, “ τῆς χάριτος πάντας ὑμᾶς “ ὄντας·” ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι ἐν τούτοις ἔσεσθε μέχρι τέλους. Θεοδωρου. Ἄλλος φησὶν, βεβαίωσιν τοῦ εὐαγγελίου, τὸ πιστεῦσαι λέγει· ὡς ἂν τῶν πιστευόντων τότε ἐπ’ αὐτοῖς, βεβαιούντων τὸ κήρυγμα ὅτι ἀληθές· ὡς ἐν τοῖς εὐαγγελίοις, τὸ “ ὁ λαβὼν “ αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν·“ ἀντὶ τοῦ τῷ πιστεῦσαι ἐκβεβαίωσει τά γε ἐπ’ αὐτῷ τὰ παρὰ τοῦ Θεοῦ γινόμενα ὡς ἀληθῆ· “ καὶ συγκοινωνοὺς δέ μου τῆς χάριτος,” τὸ αὐτὸ λέγει· ἐπειδὴ γὰρ αὐτὸς εἰλήφει χάριν ἀποστολῆς εἰς τὸ πιστεύειν ἑτέρους· ο πιστεύων ὡς εἰκὸς ἐκοινώνει τῆς χάριτος. Σευηριανόσ.) Ἄλλος, φησὶν, πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι· ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν· ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστὲ, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιον τισίν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως, ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνωνήτως ὑπομένω δεσμοὺς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Μάρτυς γάρ μου ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ. Οὐχ ὡς ἀπιστούμενος μάρτυρα λαλεῖ τὸν Θεὸν, ἀλλ’ ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαρρεῖν. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ ἕνεκεν ἐκείνων· διὰ τοῦτο ἐπήγαγεν, ὅτι “ ἐν “ σπλάγχνοις Χριστοῦ·” ἀντὶ τοῦ κατὰ Χριστόν· ἐπειδὴ πιστοὶ ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστόν· καὶ οὐκ εἶπεν ἀγάπην· ἀλλ’ ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ πατὴρ ὑμῶν γεγονὼς, διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν· σπλάγχνα γὰρ ἡμῖν αὐτὴ χαρίζεται θερμὰ καὶ διάπυρα. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἐκ μᾶλλον περισσεύῃ. Ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο· ὅρα γάρ· οὕτω φιλούμενος, ἔτι μᾶλλον ἠβούλετο φιλεῖσθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. ὅρα δὲ τὴν διάθεσιν τῆς λέξεως· “ ἔτι μᾶλλον καὶ μᾶλλον περισ- “ σεύῃ· ἐν ἐπιγνώσει,” φησὶν, “ καὶ πάσῃ αἰσθήσει· εἰς τὸ δοκι- “ μάζειν ὑμᾶς τὰ διαφέροντα,” τουτέστιν τὰ συμφέροντα. οὐκ ἐμαυτοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν· δέος γὰρ μήτις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης τοῦτο γὰρ ὅλον αινιττεται· καὶ ὅρα πῶς αὐτὸ τίθησιν; οὐ δι’ ἐμέ φησιν, ταῦτα λέγω, ἀλλ’ ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης σχήματι παραδέχησθε· πῶς οὖν φησὶν, εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; εἰρηνεύετε, εἶπεν, οὐχ οὕτως ἀγαπῶντας, ὥστε ὑπὸ τῆς φιλίας καὶ βλάπτεσθαι· “ εἰ γὰρ ὁ “ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε,” φησὶν, “ ἔκκοψον αὐτὸν “ καὶ βάλε ἀπὸ σοῦ.” πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσι· οὐχ ἁπλῶς οὖν τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως, τουτέστιν τὴν μετὰ κρίσεως, τὴν μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι. (Θεοδώρου.) Ἄλλος, φησὶν, βούλεται εἰπεῖν ὅτι μάρτυς μου ὁ Θεὸς ὅπως περὶ πάντας ὑμᾶς διάκειμαι, καὶ προσεύχομαι ἑκάστοτε πλεονάζειν μὲν ὑμῶν τὴν περὶ τὸν Θεὸν καὶ τὴν περὶ ἀλλήλους ἀγάπην. γνῶσιν δὲ ἔχειν ὑμᾶς τὴν προσήκουσαν περὶ τῶν εἰς ἀρετὴν συντεινόντων· δοκιμάζοντας τίνα τὰ κρείττονα, καὶ περὶ ταῦτα μᾶλλον ἐσπουδακότας· ὥστε ὑμᾶς ἐν τῇ μελλούσῃ ἡμέρᾳ, ἀμέμπτους κατὰ πάντα φανῆναι· ὄγκον ἐπαγομένους κατορθωμάτων ἐφ’ οἷς δυνατὸν, καὶ κατὰ τὸν παρόντα βίον θαυμάζεσθαι ἐφ’ ὑμῶν τὸν Θεόν· πάντων ὡς εἰκὸς ἐπὶ τῇ ὑμετέρᾳ ἀρέτη ἐκεῖνον ἐκπληττομένων, οὗπερ ἐπ’ ὀνόματι ταῦτα ποιεῖτε· “ ἵνα “ ἦτε εἰλικρινεῖς,” τὰ κατὰ Θεόν· “ καὶ ἀπρόσκοποι” τὸ κατὰ ἀνθρώπους. πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσιν· εἰ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ’ ἕτερος προσκόπτει· “ εἰς ἡμέραν “ Χριστοῦ,” τουτέστιν ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες. Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Τουτέστιν μετὰ τῶν δογμάτων, καὶ βίον ὀρθὸν ἔχοντες· καὶ οὐχ ἁπλῶς ὀρθόν· ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· ἔστι γὰρ δικαιοσύνη, ἀλλ’ οὐ κατὰ Χριστόν· οἷον βίος ἐνάρετος· “ τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον “ Θεοῦ.” ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ; πολλαχοῦ δὲ δικαιοσύνην, τὴν ἐλεημοσύνην λέγει· μὴ παραβλα- πτέτω ὑμᾶς φησὶν ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα· καὶ οὐκ εἶπεν φανερῶς, μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ πρὸς τὸ συμ- φέρον ὑμῖν βούλομαι τὴν ἀγάπην γίνεσθαι. ΚΕΦ. Β. Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς κοὶ τῆς προθυμίας. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν. Ὁ Θεὸς τοῦτο ᾠκονόμησεν φησὶν, τὸ μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ· ἢ τοὺς διὰ Χριστὸν ἐν ὅλῳ τῷ πραιτωρίῳ, τὰ βασίλεια τοῦ Νέρωνος λέγει· τέως γὰρ οὕτως ἐκάλουν αὐτά. καὶ ἐν τῇ πόλει πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι μὲν ὅτι καὶ πρότερον ἐθάρρουν καὶ μετὰ παρρησίας διελέγοντο· νῦν δὲ πολλῷ πλέον· εἰ ἄλλοι τοίνυν, φησὶν, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαρροῦσιν, πολλῷ μᾶλλον ἐγώ. ὅρα δὲ πῶς καὶ ἀνάγκην ὀρῶν τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται· τὸ δε περισσοτέρως δεικνύντος ἐστιν ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν· ἐπειδὴ κατεσχέθη Παῦλος, τὸν πόλεμον βουλόμενοι διεγεῖραι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως, πολλοὶ τῶν ἀπίστων καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον, ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργήν· ἅτε τοῦ κηρύγματος διασπειρομένου. δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι· τοῖς μὲν γὰρ θάρσος παρεῖχον· τοὺς δὲ εἰς ἐλπίδα ἀγαγόντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. τουτέστιν φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ ἐν τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι, καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἣ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾶν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι’ εὐδοκίαν. Τουτέστι χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης. (ΘΕοΔόΡοΥ.〉 Ἄλλος φησὶν, ὁ μακάριος Παῦλος ἐφέσεως κατὰ τοῦ Φήστου χρησάμενος , βουληθέντος αὐτὸν Ἰουδαίοις ἐκδοῦναι, καὶ διὰ τοῦτο Καίσαρα ἐπικαλεσάμενος, ἀνήχθη δέσμιος εἰς τὴν Ρώμην· εἰσαχθεὶς δὲ τῷ Νέρωνι, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπο- ληησάμενος, διετῆ χρόνον αὐτόθι διέτριψεν, παντελοῦς τετυχη- κὼς τῆς ἀφέσεως. τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὸν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος. καὶ μάλιστα ἐπειδὴ πῶς καὶ καινὰ ἐδόκει διδάσκειν, πολὺ τῆς τότε παρὰ Ῥωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια. ἔτυχεν οὖν παντελοῦς ἀφέσεως, ὡς καὶ ἀναχω- ρῆσαι τῆς Ρώμης, καὶ τῷ συνήθει τρόπῳ χρήσασθαι τῆς διδα- σκαλίας ἐξέπληττεί τε ἅπαντας τὸ γενόμενον, καὶ παρρησίαν ἐμποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. τοῦτο οὖν λέγει· ὅτι βούλο- ’μαι ὑμᾶς εἰδέναι, ὡς τὰ τῆς διδασκαλίας ὁσημέραι προκόπτει τῆς ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην· καὶ εἰσαχθεὶς, περὶ τῶν καθ’ ἑαυτὸν ἀπελογησάμην· καὶ οὕτως ἀπήλ- λαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ’ ἐμὲ τὴν παρρησίαν εἰληφότας. Οἱ μὲν ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν οὐχ ἀγνὼς. (ΧΡΥΣοΣτόMοΥ.〉 Tουτέστιν οὐκ εἰλικρινῶς· οὔτε δι’ αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διά τι. Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Ἀντὶ τοῦ νομίζοντες οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον· καὶ καλῶς ε-ι’πε τὸ ** οἰόμενοι·’’ οὐ γὰρ οὕτως ἐξέβαινεν· ἐκεῖνοι δὲ ἐνόμιζόν με τοῦτο λυπεῖν, ἐγὼ δὲ ἔχαιρον, ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Tουτέστιν τὰς εὐθύνας μοι παρασκευάζοντες τὰς πρὸς τὸν Θεόν· καὶ συναντιλαμβανόμενοι. τι ἐστιν " εἰς ἀπολογίαν ;" προσετάγην κηρῦξαι· μέλλω διδόναι εὐθύνας καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου οὗ προσετάγην. ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον συναντιλαμβάνονταί μοι· οὕτως οὐκ ἔνι ποιῆσαι ἔργον ἀγαθὸν, οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις· ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τοῦ Χριστοῦ τὸν κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ λήψονται μισθὸν ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι· “ οἱ δὲ “ ἐξ ἀγάπης,” τουτέστιν ἴσασιν ὅτι δεῖ με λόγον δοῦναι τοῦ εὐαγγελίου. Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ορᾳς τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῷ καταγόρησεν· ἀλλ’ εἶπεν τὸ γενόμενον. τί γάρ μοι, φησὶν, διαφέρει, ἄν τε οὕτως, ἄν τε οὕτως; “ πλὴν πάντι τρόπῳ, εἴτε προφάσει, εἴτε “ ἀληθείᾳ Χριστὸς καταγγέλλεται.” οὐκ εἶπε καταγγελλέσθω, ὡς τινες οἴονται λέγοντες ὅτι τὰς αἱρέσεις εἰσάγει, ἀλλὰ καταγγέλλεται· πρῶτον μὲν γὰρ οὐκ εἰπε καταγγελλέσθω, ὡς υομογέλλεται· ἀλλὰ τὸ συμβαῖνον ἀπήγγελε· δεύτερον δὲ εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτως αἱρέσεις εἰσῆγεν. εἰ γὰρ καὶ οὕτως ἐπέτρεπε κηρύττειν ὡς ἐκεῖνοι· οὐδ’ οὕτως εἰσῆγε τὰς αἱρέσεις. πῶς; ὅτι ἐκεῖνοι ὑγιῶς ἐκήρυττον. ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια μεθ’ ἧς ἐποίουν οὕτω διέφθαρτο· καὶ πολλὴν εἶχον ἀνάγκην οὕτως κηρύττειν. διατί; ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἃν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν. νῦν δὲ τὸ κήρυγμα αὐτοῦ αὔξειν, καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσεν ἐκπολεμῶσαι τὸν βασιλέα. ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος ἐπιλαβόμενος τοῦ χωρίου τούτου φησὶν, καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο, ἃν τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἃν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο· τί οὖν ἐροῦμεν; ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι· τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι· τὸ μὴ ἀφεῖναι διαφυγεῖν. καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι ἣ ἐκείνῳ· ἑτέρως μὲν γὰρ καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργήν· καὶ ἀφῆκαν ἐξελθεῖν καὶ πάλιν κηρύξαι· οὕτω δὲ δι’ αὐτῶν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἑλόντες αὐτόν· καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινῶν. Καὶ ἐν τούτοις φησὶ χαίρω· ἀλλὰ καὶ χαρήσομαι. Tί ἐστιν " ἀλλὰ καὶ χαρήσομαι ;" κἂν πλεῖον γένηται φησί ἐμοὶ γὰρ συμπράττουσιν ἄκοντες, καὶ τῶν αὐτοῖς πεπ ονημένων ἐκεῖνοι μὲν κόλασιν· ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν μὴ λήψομαι ; Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονή. τοῖς τοὺς ἑαυτοῦ περιβάλλει καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπά- θλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖ· οἶδεν οὐ μόνον κήρυγμα ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖν· ἣ οὐ μόνον μισθῶν ἀποστερήσει· ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσιν· τὸ δὲ πᾶν, ἐκ τοῦ μὴ ὀρθῶς σκοπῶ τι ποιεῖν, ἀλλ’ ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων. τί οτυν φησίν ; Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν. Τὴν μέλλουσαν· ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ, καὶ ὁ πρὸς ἐμὲ ζῆλος. Διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύμάτος Ἰησοῦ· κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Ὄρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου. Φιλιππησίοις φησὶν, ὅτι διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι· ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. " καὶ ἐπιχορηγίας, φησὶ, " τοῦ Πνεύματος Iησοῦ Χριστοῦ·’’ τουτέστιν ἃν τῶν ὑμε- τέρων εὐχῶν καταξιωθῶ, πλείονος ἀξιωθήσομαι καὶ τῆς χάριτος· τὸ γὰρ ἐπιχορηγίας τοῦτό ἐστιν, ἃν ἐπιχορηγηθῇ, ἃν πλεῖον ἐπιδοθῇ μοι πνεῦμα· ἤτοι τὴν ἀπαλλαγὴν λέγει εἰς σωτηρίαν· τουτέστιν καὶ τὸν παρόντα διαφεύξομαι πρῶτον κίνδυνον, περὶ φησὶν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι συμπαρεγένετο. " μὴ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνά- " μωσέν με·” τοῦτο γοῦν ἡδῆ προφητεύει· " κατὰ τὴν ἀποκαρα- “ δοκίαν καὶ ἐλπίδα μου.” οὕτω γὰρ ἐλπίζω. ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὐτοῦ, τὴν ἐλπίδα τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, “ κατὰ τὴν ἀποκαραδοκίαν,” φησὶ, “ καὶ ἐλπίδα μου· “ ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.” αὕτη ἡ τοῦ Παύλου ἐλπίς· τὸ ἐλπίζειν ὅτι οὐδαμοῦ αἰσχυνθήσεται· ὁρᾷς ὅσον ἐλπίζειν ἐστὶν ἐπὶ τὸν Θεόν; κἂν ὅτι οὖν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτεστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ’ ἐν πάσῃ παρρησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα· φησὶν οὖν, οὐκ ἔσται τοῦτο· οὐ νῦν ἀποθανοῦμαι· “ ἀλλ’ ὡς πάντοτε καὶ νῦν μεγαλυν- “ θήσεται Χριστὸς ἐν τῷ σώματι μου.” πῶς πολλάκις εἰς κινδύνους ἐνέπεσα, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ’ ἐκ πάντων ἡμᾶς ἐρρύσατο ὁ Κύριος· οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. τί οὑν; ἵνα μή τις εἴπῃ, ἐὰν οὐν ἀποθάνῃ, οὐ μεγαλύνεται; ναί φησίν· οἶδα ὅτι διὰ τοῦτο εἰπον ὅτι οὐκ ἡ ζωὴ μόνη μεγαλύνει αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. τέως δὲ διὰ ζωῆς, φησὶν, οὐχ αἱροῦσι με· καὶ εἰ εἷλόν με, καὶ οὕτως μεγαλυνθήσεται Χριστός· πῶς διὰ μὲν τῆς ζωῆς; ὅτι με ἐξείλετο· διὰ τοῦ θανάτου δὲ, ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ταῦτα λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ’ ὅταν ἀποθάνῃ, μηδὲν ἀνθρώπινον πάθωσιν· ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, διὰ τοῦτο ἐπήγαγεν προιών· “ καὶ τοῦτο πεποιθὼς οἶδα “ ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. Εἰ βούλει, φησὶ, τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστιν· “ καὶ τὸ ἀποθανεῖν κέρδος·” διατὶ; ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον. ὥστε τὸ ἀποθανεῖν ζῆσαι ἐστὶ μᾶλλον· κἂν τοίνυν ἀποθάνω, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγει· “ ζῶ δὲ οὐκ ἔτι ἐγώ· “ ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” οὐ ζῶ, φησὶν, τὴν κοινὴν ζωήν· ἀλλὰ πῶς καὶ ἀλλαχοῦ φησὶν, “ ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, κἀμοὶ “ κόσμος.” κἀνταῦθα “ ἐμοὶ γὰρ τὸ ζῆν Χριστός.” τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ὥσπερ καὶ τὸ τοῦ θανάτου· ἔστιν ζωὴ αὕτη, ἡ τοῦ σώματος· ἔστιν ζωὴ, ἡ τῆς ἁμαρτίας· καθὼς φησὶν αὐτὸς ἀλλαχοῦ· “ εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ;” ἔστιν ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος μετὰ ζωῆς αἰωνίου, ἡ οὐράνιος· οὐ τὴν φυσικὴν οὖν φησὶν μὴ ζῇν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων· οὐδὲν οὖν δεινὸν ἐργάσονταί με οἱ ἀποκτεινύντες με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. τί οὖν ἐνταῦθα ὤν· οὐκ ἧς τοῦ Χριστοῦ; καὶ σφόδρα. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Ινα μή τις εἴπῃ· εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν εἴασεν ὁ Χριστὸς ἐνταῦθα; καρπὸς ἔργου, φησὶν, ἐστίν· ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ, εἰς δέον χρήσασθαι μὴ ζῶντα αὐτήν· ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωήν. Ποῦ νῦν οἱ αἱρετικοί· ἰδοὺ “ τὸ ζῆν ἐν σαρκὶ, τοῦτο καρπὸς “ ἔργου.” διὰ τούτων οὖν καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν· τῷ μὲν γὰρ εἰπεῖν ὅτι “ τὸ “ ἀποθανεῖν κέρδος,” τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν “ τὸ “ ζῇν ἐν σαρκὶ καρπὸς ἔργου,” ἔδειξε καὶ τὴν παροῦσαν ζωὴν ἀναγκαίαν, ἐὰν εἰς δέον αὐτῇ κεχρήμεθα, ἐὰν καρποφορῶμεν· ὣς ἐὰν ἄκαρπος ᾖ, οὐκέτι ἐστὶ ζωή. τί οὖν, εἰπέ μοι· οὐ γνωρίζεις τί αἱρήσῃ; ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον· ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν ὅταν γὰρ αιρησις ῄ, κύριοι ἐσμέν. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι. Ορα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου. καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται· ὅταν εἰδῶσιν ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ· Τί ἀνεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν, “ τὸ ἀναλῦσαι” γάρ φησιν, “ καὶ σὺν Χριστῷ εἶναι· πολλῷ “ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι’ “ ὑμᾶς·” ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς· ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. καλὸν φησὶ, τὸ ἀναλῦσαι· ἀλλὰ διὰ τὸ “ σὺν Χριστῷ εἶναι.” Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί- στεως. Ἐνταῦθα αὐτοὺς διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς· εἰ γὰρ δι’ ὑμᾶς φησὶν, μένω· ὁρᾶτε μὴ καταισχύνητε μου τὴν παραμόνήν· μέλλων Χριστὸν ὁρᾶν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. ἐπειδὴ καὶ ἐμὴ παρουσία, καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαράν. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὅρα τὴν ταπεινοφροσύνην. ἐπειδὴ εἶπεν, εἰς τὴν ὑμῶν προκοπὴ, νδείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ λέγων, “ τοῦτο δέ ἐστι συμπαρακληθῆναι “ ἐν ὑμῖν·” εἰπὼν πρῶτον, “ ἵνα τί μεταδῶ χάρισμα ὑμῖν πνευ- “ ματικόν.” Τί ἐστιν “ ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ;” ὅπερ καὶ τοῦ Παύλου καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει, τὸ ὀρθῶς βιοῦν. τὸ ὑμῶν, φησὶν, “ καύχημα ἐν ἐμοί· διὰ τῆς ἐμῆς “ παρουσίας πάλιν πρὸς ὑμᾶς.” ναὶ φησίν· τί γὰρ ἡμῶν ἐστιν ἐλπὶς ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστέ· καθάπερ καὶ ἡμεῖς ὑμῶν· τουτέστιν, ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως· “ διὰ τῆς ἐμῆς,” φησὶν, “ παρουσίας “ πάλιν πρὸς ὑμᾶς.” τί οὖν; ἤλυθε πρὸς αὐτούς; τοῦτο ζητεῖται εἰ ἦλθεν.