ΚΕΦ. Δ. Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου οὓς ἀπέστειλε πρὸς αὐτούς. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ωσπερ ὑμᾶς, φησὶν, ἀνεστησάμην, ταῦτα ἀκούσαντας ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατησχύνθησαν ἐκεῖνοι, ὅτι δι’ ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων ηὔφραναν, οὕτω βούλομαι καὶ τὸ κατ’ ὑμᾶς μαθεῖν, “ ἵνα κἀγὼ εὐψυχῶ, τοὺς τὰ πέρι ὑμῶ δείκνυσιν ὅτι χαίρειν ἐκείνους ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τούτοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ “ ἵνα κἀγὼ εὐψυχῶ,” τουτέστιν ὥσπερ ὑμεῖς· ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ’ αὐτούς· οὐ γὰρ δὴ τῷ Πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο, ἵνα σπουδαιότεροι γίνοιντο, προσδοκῶντες μὴ λανθάνειν· ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς Τιμόθεον πέμπων. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶν, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι· ὁ φιλῶν ὑμᾶς, φησὶν, μετ’ ἐμοῦ Τιμόθεός ἐστιν· ἐνῆν μὲν καὶ ἄλλους πέμψαι, ἀλλ’ οὐδεὶς τοιοῦτός ἐστιν. ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους ὁμοίως αὐτῷ φιλεῖν. οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστιν τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι· τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. τί δήποτ’ οὖν ἀποδύρεται ταῦτα ; παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν· ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ τοῦ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ. δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἃν ἀπίδω τὰ περὶ ἐμὲ πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ἐγὼ ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Παρατίθεται δὲ τὸν Τιμόθεον ἐνταῦθα εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι τιμῆς παρ’ αὐτῶν· τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ λέγων, “ μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ “ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ·” οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτόν· “ ὡς ἃν ἀπίδω,” φησὶ, “ τὰ περὶ ἐμὲ “ ἐξ αὐτῆς·” τουτέστιν ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ’ ἐμέ· οὐ διὰ τοῦτο δὲ αὐτὸν πέμπω, ὡς μὴ ἐλευσόμενος· ἀλλ’ ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνῳ ἐν ἀγνοίᾳ. “ πέποιθα “ δὲ ἐν Κυρίῳ·” ὄρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ· τουτέστιν Θεὸς βούληται· τῷ δὲ εἰπεῖν αὐτὸν “ συστραιώτην,” δεικνύντος ἐστὶν τὴν πολλὴν αὐτοῦ κοινωνίαν ἐν τοῖς κινδύνοις· τὸ γὰρ συστρατιώτην πλέον ἐστὶ τοῦ συνεργόν· ἴσως γάρ τις ἐν ψιλοῖς γράμμασι συνήργησεν, ἀλλ’ ἐν πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν “ συστρατιώτην,” καὶ τοῦτο Ὑμῖν δὲ Τουτέστιν ὑμέτερα ὑμῖν χαρίζομαι· ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν· ἣ τὸν ὑμᾶς διδάσκοντα. Καὶ λειτουργὸν τῆς χρείας μου. Ἵνα εἴπῃ, δι’ οὗ μοι τὰ περὶ τὴν χρείαν ἀπετείλατε· δὲ καὶ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι λέγων, Ἑπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν καὶ διότι ἠκούσατε ὅτι ἠσθένησεν. καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς ἠλέησεν αὐτόν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ. Δείκνυσιν ἐνταῦθα ὅτι καὶ αὐτὸς οἶδε πῶς ἀγαπᾶται παρ’ ὑμῶν· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν· ἐπίστασθε πῶς ἠσθένησε, φησὶν, καὶ ἤλγει· διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς, καὶ τῆς λύπης ὑμᾶς ἀπήλλαξεν ἢν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ. ἐνταῦθα καὶ ἄλλο κατασκευάζει ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, ἀλλ’ οὐ διὰ ῥαθυμίαν· ἀλλὰ τὸν μὲν Τιμόθεον, διὰ τὸ μηδένα ἔχειν, κατεῖχεν· οὐκ εἶχον γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἑπαφρόδιτον διὰ τὴν ἀσθένειαν. εἶτα δεικνὺς ὅτι μακρὰ αὕτη, γέγονε φησὶν, “ ἠσθένησε “παραπλήσιον θανάτου.” ὁρᾷς ὅσην ὁ Παῦλος ποιεῖται σπουδὴν ὑπὲρ τοῦ πάσης ῥαθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας· καὶ μὴ ὑποπτευθῆναι ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν· “ ὅτι “ σατε’’ φησὶν, “ ὅτι ἠσθένησεν· καὶ γὰρ ἠσθένησεν παραπλήσιον “ θανάτου·’’ καὶ ὅτι οὐ προφασίζομαι ἀκούσατε· “ ἀλλ’ ὁ “ αὐτὸν ἠλέησε.’’ τί λέγεις, ὦ αἱρετικὲ, ἐνταῦθα ; ἔλεον φασὶν τοῦ Θεοῦ εἶναι· τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν· καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος τοῦτο ἐστὶ τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. πρὸς δὲ τὸν Χριστιανὸν ἐροῦμεν λέγοντα ἴσως, εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ κρεῖσσον, τίνος ἕνεκεν φησὶν αὐτὸν ἠλεῆσθαι ; ἐγὼ δέ σε ἐρήσομαι· τίνος ἕνεκεν αὐτὸς φησὶν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι πρὸς ὑμᾶς ; ὥσπερ γὰρ αὐτὸ ἀναγκαῖον ἦν· οὕτω καὶ τοῦτο μετὰ πλειόνος πλούτου καὶ μείζονος παρρησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι· τὰ δὲ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον· ἄλλως δὲ καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή. ἐπεὶ εἰ μὴ καλὸν, διατὶ ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους, ὅταν λέγῃ, “ διὰ “ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, κεκοιμῶνται ἱκανοί.” “ ἵνα μὴ λύπην” Φησὶν “ ἐπὶ λύπην σχῶ·” τὴν ἀπὸ τῆς τελευτῆς, ἐπὶ τῇ διὰ τὴν ἀρρωστίαν, γενομένην. “ δείκνυσιν ὅσων τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Οὐκ εἶπεν ἄλυπος, ἀλλ’ “ ἀλυπότερος,” δεικνὺς ὅτι οὐδέποτε ψυχὴ αὐτοῦ λυπῆς ἦν ἐκτός. τοῦτο οὑν φησὶν, ὅτι ταύτην τὴν ἀθυμίαν—“ προσδέχεσθε οὐκ αὐτὸν ἐν Κυπίῳ,” ἤτοι σὺν Κυρίῳ· τουτέστιν πνευματικῶς, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ ἐπὶ Κυρίου· τουτέστιν τοῦ Θεοῦ θέλοντος· ἀξίως τῶν ἁγίων ὑποδέξασθε· ὥσπερ τοὺς ἁγίους προσῆκεν, μετὰ ἁπάσης χαρᾶς· καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ὅτι διὰ τὸ ἔργον Κυρίου μέχρι θανάτου ἴσε, παραβουλευσάμενος τῇ ψύχῃ, ἵνα πληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτουργίας· οὕτως κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλμένος τῆς Φιλιππησίων καὶ διακονήσων Παύλῳ· καὶ ἴσως τί ἀποκομίζων αὐτῷ ἐληλύθει. ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων, “ δεξά- “ μένος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν.’’ εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν· ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις καὶ ταῖς ὀργαῖς τῶν βασιλέων. ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετίχισται· ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὡς καὶ προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πράξαι ἅπερ ἐχρῆν. δύο τοίνυν τίθησιν ἀφ’ ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν ὅτι μέχρι θανάτου ἐκινδύνευσεν δι’ ἐμὲ φησίν· δεύτερον δὲ ὅτι τὸ πρόσωπον τῶν ἀποστειλάντων περιτιθέμενος, ταῦτα ἔπασχεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνου τοῖς πέμψασι λογιεῖσθαι τὸν μισθόν· καὶ οὐκ εἶπεν δι’ ἐμὲ, ἀλλ’ ἀξιοπιστότερον αὐτὸ ποιεῖ, λέγων “ διὰ τὸ ἔργον τοῦ Θεοῦ.’’ οὐδὲ γὰρ δι’ ἐμὲ ἐποίει, ἀλλὰ διὰ τὸν Θεόν. Ἵνα ἀναπληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρός με λειτουργίας. Οὐ παρῆτε ὑμεῖς, φησὶν, ἀλλ’ ἐλειτουργήσατέ μοι δι’ ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέμψαι· τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἀνεπλήρωσεν.