ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣTΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, ἡ Ἔφεσος, ἔστι μὲν τῆς Ἀσίας ἡ μητρόπολις, ἐτελεῖτο δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον τὴν Θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ ἐκέχρηντο, ὡς μήδε’ τοὔνομα τοῦ τὸν ναὸν ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ· καὶ ὁ μακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς, τὰ πολλὰ διέτριψεν ἐκεῖ. καὶ γὰρ καὶ ἐξωρίσθη ἐκεῖ, καὶ ἐτελεύτησε· καὶ Τιμόθεον ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν φησὶν, “ καθὼς παρεκάλεσά σε προσ- “ μεῖναι ἐν Ἐφέσῳ·” καὶ τῶν φιλοσόφων οἱ πολλοὶ μάλιστα ἀνθήσαντες περὶ τὴν Ἀσίαν εἰσί. λέγεται μὲν γὰρ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· τέως δὲ, ἡ Ἰωνικὴ πᾶσα, ἡ περὶ Παρμενίδην καὶ Ζήνωνά καὶ Δημόκριτον· καὶ πολλοὺς ἔτι καὶ νῦν εὕροι τίς ἃν φιλοσόφους ἐκεῖ. ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸς ἐκείνους γράφοντι. λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι, ἅτε ἤδη κατηχημένοις· ἔστι δὲ νοημάτων μεστὴ ἡ Ἐπιστολὴ ὑψηλῶν, καὶ δογμάτων· γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτὸς φησίν· “ προσεύχεσθε περὶ “ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρ- “ ρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσ- “ βεύω ἐν ἁλύσει·’’ ἃ δὲ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθά φησιν· ὡς ὅταν λέγῃ, “ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς “ καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας, ἡ “ πολυποίκιλος σοφία τοῦ Θεοῦ·’’ καὶ πάλιν· “ συνήγειρε καὶ “ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ ὃ ἑτέραις γενεαῖς οὐκ “ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς Ἀποστόλοις τοῖς ἁγίοις “ αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι εἶναι τὰ ἔθνη συγκληρο- “ νομᾶ καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῳ χριστῷ. Σευηριανὸε δέ φησι, ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτως καὶ τοῖς Ἐφεσίοις· Ἰωάννου προλαβόντος, καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς, μὴ κρατεῖσθαι νόμῳ· ἐπειδὴ οἱ Ἀπόστολοι ἐν Ιεροσολύμοις διάγοντες, διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύσαντας ἐτήρουν νόμον· εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητὸν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων περιτιθεὶς, καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος, εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον· τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι, δυνάμεως ἦν πνευματικῆς. Θεόδωροσ δέ φησι, ἐπῆλθέ μοι σφόδρα θαυμάζειν ἐκεῖνα τῶν εἰρηκότων τὸν μακάριον Ἰωάννην τὸν εὐαγγελιστὴν, πρῶτον τοῖς Ἐφεσίοις παραδεδωκέναι τὸν τῆς εὐσεβείας λόγον· οὐκ ἐνενόησαν γὰρ, ὡς Ἰωάννης τοὺς ὑστέρους χρόνους πη Ἐφεσίοις ἐγένετο· διαγενόμενος ἄχρι τῶν Τραϊανοῦ τοῦ βασιλέως καιρῶν, ἀπὸ τῶν Νέρωνος ἀρξάμενος· ἀφ’ οὗ Παῦλος ἀπετμήθη τὴν κεφαλὴν, καὶ ὁ Ἰουδαικὸς πόλεμος ἀρχὴν ἐδέξατο. Ἐπὶ τούτου γὰρ δὴ τοῦ πολέμου, πάντας μὲν ἀναχωρῆσαι τοὺς Ἀποστόλους τῆς Ἰουδαίας ἐγένετο· τότε δὲ καὶ Ἰωάννης εἰς τὴν Ἔφεσον γενόμενος, διετέλεσεν ἐπ’ αὐτῆς, ἄχρι τῶν Τραϊανοῦ διαγεγονὼς, ὡς ἔφην, καιρῶν. Παῦλος δὲ, οὐδὲ τεθεαμένος αὐτοὺς ἐπιστέλλων φαίνεται· καταλιμπάνει δὲ Τιμόθεον μετὰ τοῦτο, ἐπιστατήσοντα τῇ παρ’ αὐτοῖς ἐκκλησίᾳ, γεγονὼς ἤδη πη αὐτοῖς ὡς εἰκός. Τίς δὲ οὕτως ἠλίθιος ὥστ’ ἃν οἰηθῆναι, ὅτι παρόντος Ἰωάννου, Τιμόθεον ἐπὶ τῷ τὴν ἐκκλησίαν οἰκονομεῖν κατελίμπανεν ; ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις λογίζεσθαι χρή· ὡς Ἐφεσίους ἐθεάσατο πολλῷ πρότερον, ἢ ἐπὶ τὴν ‘pώμην ἀπὸ τῆς Ἰουδαίας ἀναχθῆναι ὅλως, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μάθοι ἄν τις σαφέστερον· ὥστε φαίνεσθαι αὐτὸν πανταχόθεν, πολλῷ πρότερον τῆς Ἰωάννου διατριβῆς ταῦτα γράφοντα πρὸς αὐτούς. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. α'. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς καὶ τελειώσεως. β'. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χςιστῷ εἰσαχθέντων ἀγαθῶν εἰς γ'. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρὸς Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν. δ'. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν καὶ ἔλεγχον δαιμόνων. ε'. Εὐχὴ ὑπὲρ τῆς ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ. ς'. Παραίνεσις περὶ ἀγάπης ἑνωτικῆς, εἰ καὶ τὰ χαρίσματα διῄρηνται πρὸς ὠφέλειαν κοινήν. ζ'. Περὶ σωφροσύνης καὶ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς. η'. Περὶ τοῦ ζῇν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληςουμένους διὰ ψαλμῶν, μὴ οἴνω. θ'. Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσι κατὰ Χριστόν. ι'. Ἐν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστὸν δυνάμεως. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦ. Α. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς κα τελειώσεως. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ Θεοῦ. Ἐν τούτῳ κατὰ τὸ εἰωθὸς αὐτῷ τῆς Ἐπιστολῆς τὴν προγράφην συνεπέρανε· παραπλήσιόν τι τῇ παρ’ ἡμῖν συνηθείᾳ ποιῶν· ὡς ὅταν ἐπιστέλλοντες λέγομεν, ὁ δεῖνα, τῷ δεῖνι χαίρειν· προσέθηκε θῆκε δὲ τὸ “ διὰ θελήματος Θεοῦ,’’ ὁμοῦ τε συνδέων αὐτὰ, ὡς μηδὲν διακεκρίσθαι μηδὲ ἀπεσπάσθαι δοκεῖν τοῦ Θεοῦ τῶν διὰ τοῦ Χριστοῦ γενομένων· ὁμοῦ δὲ καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀναγκαιότατον ἑαυτῷ πανταχόθεν δεικνύς· πλήν γε δεία, ὅτι σύντομον τὴν προγραφὴν ἐποιήσατο· καταλλήλως καὶ τοῦτο τῇ προθέσει τοῦ λόγου ποιῶν· προκεῖται γὰρ αὐτῷ, τῆς τοῦ Χριστοῦ παρουσίας τὸ ὠφέλιμον εἰπεῖν ἐν εὐχαριστίας εἴδει συντόμως· οὐχ ὡς ἐπὶ τῆς πρὸς Ῥωμαίους ἐξεργαστικώτερον καὶ μετὰ τοῦ πρὸς τοὺς ἐναντίους λόγου. Σευηριανὸσ δέ φησι, κἀνταῦθα τὸ “ διὰ,’’ καὶ τῷ Θεῷ προσήκειν κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται Πατήρ. εἰκότως δὲ λέγει τὸ “ διὰ θελήματος Θεοῦ,’’ ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ Θεὸς Ἰωάννην εἶναι Ἀπόστολον, οὕτως κἀμέ· τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα. Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησιν, ἰδοὺ τὸ a Sic. νοεῖν aut simile verbum excidit. “ διὰ,’’ τῷ Πατρὶ δέδωκε· τί οὖν ; ἐλάττονα αὐτὸν ἐροῦμεν ; μηδα- μῶς. ἐπειδὴ δὲ δεῖ καὶ τῶν αἱρετικῶν μὴ ἀγνοεῖν τὴν πονηρίαν, ἀκούσωμεν τι καὶ Ὠριγένης φησι περὶ τούτου. Ὠριγένουσ. Εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει, ὥσπερ ἐπὶ πλεῖον ἐζητάσαμεν, διηγούμενοι τὸ “ πάντα δι’ αὐτοῦ “ ἐγένετο,’’ τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφορὰς, φορὰς, ζητητέον πῶς Ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ· οὐκ ἐκ θελήματος Θεοῦ, ἀλλὰ “ διὰ θελήματος Θεοῦ.’’ ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ’ ἄλλων σημαινο- μένων. ἄλλος δὲ, διαφορὰν εἰδὼς τοῦ διὰ Θεοῦ καὶ τοῦ “ διὰ θελή- “ μάτος Θεοῦ,’’ ἐρεῖ, ὅτι ἄτοπον ἂν ἦν, εἰ ἐγέγραπτο Παῦλος Ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ “ τοῦ θελήματος “ τοῦ Θεοῦ,” εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν ὥσπερ ἐστὶ “ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω, εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεως Θεοῦ, καὶ σοφίας Θεοῦ, καὶ λόγου Θεοῦ, καὶ ἀληθείας καὶ ἀναστάσεως καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ. ταῦτα μὲν Ὠριγενης. Ὅτι δὲ καὶ ἐπὶ Πατρὸς, τὸ δι’ οὑ εἴρηται ἐν πάσῃ τῇ γραφῇ καὶ οὐ τὸ ὑπηρετικὸν ἐμφαίνει, ἄκουσον πρὸς τὸ παρὸν αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ πρὸς Κορινθίους εἰπόντος· “ πιστὸς ὁ Θεὸς δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσω καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησι, ἰδοὺ ἁγίους καλεῖ ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ “ αἱ “ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε.” καὶ πάλιν “ τὰ “ τέκνα ὑπακούετε τοῖς πατράσιν ὑμῶν, καὶ οἱ δοῦλοι ὑπακούετε “ τοῖς δεσπόταις·” ἐννοήσωμεν ὅση κατέχει νῦν ῥαθυμία, καὶ ὅση τότε ἡ διαφορὰ ἦν τῶν ἐναρέτων· ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι. Ὠριγένησ δέ φησι, ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον, τὸ “ τοῖς ἁγίοις τοῖς οὖσι·’’ καὶ ζητοῦμεν εἰ μὴ παρέλκει προσκείμενον τὸ “ τοῖς ἁγίοις τοῖς οὖσι,’’ τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομα φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ ὣν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος, γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· “ ἐξελέξατο γὰρ ὁ “ Θεὸς τὰ μὴ ὄντα,’’ φησὶν ὁ αὐτὸς Παῦλος, “ ἵνα τὰ ὄντα “ καταργήσῃ·” καὶ ζητήσει τίς, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκούομεν ἐπιφέροντος αὐτοῦ τὸ “ ὅπως μὴ καυχήσηται πᾶσα “ σὰρξ ἐνώπιον τοῦ Θεοῦ·’’ ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἰναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ’ εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευιτικῷ καὶ Δευτερονομίῳ εὐλογίας, καὶ εἴπου ἄλλοθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμμέναι· πρὸς ἀντιδιαστολὴν ἐκείνων δὲ λέγεσθαι τὴν πνευματικὴν εὐλογίαν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦντος, οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικὴ· καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. Ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδονται αἱ εὐλογίαι, εἰ σωματικῶς νοηθεῖεν τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφὁτας, ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι, καθὼς προσέταξεν· ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμος πνευματικός ἐστι, καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς· οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρε εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνεισαν ἔθνεσι πολλοῖς, ἄνθρωποι περιελθόντες “ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐν “ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. οὐδὲ εὐλόγηνται ἐν πόλει ἣ ἐν ἀγρῷ· ἀλλ’ οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι, εἰ τήροιεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ, πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἐαυτοῦ. τοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματικὴ, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. Ἔπρεπε γὰρ τούτοις, ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, θησαυρίζουσιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐστὶν αὐτῶν ὁ θησαυρὸς, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν “ εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ “ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ὁ εὐλογήσων ἡμᾶς. καὶ ἅ εἰ δύνασαι τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι, ἀντὶ τοῦ ἐν τοῖς νοητοῖς, καὶ ἔξω αἰσθήσεων. οὕτω γὰρ καὶ θησαυρίζει τίς ἐν οὐρανοῖς· καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆς· τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ’ ἐν οὐρανῷ· τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς ἀμφότερα, εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἔστι πνευμα- τικὴ, καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις, καὶ πρὸς τούτοις, ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ἀληθείᾳ, καὶ τῇ δυνάμει· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ πυρίου Ἰησοῦ Χριστοῦ. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε. τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο· πῶς; ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· “ ὅτι δὲ ἐστὲ “ υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς “ καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ·’’ καὶ “ Κύριε Ἰησοῦ “ Χριστὲ,’’ δι’ ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Σευηριανόσ δέ φησιν, εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται καὶ τὸ Πατὴρ καὶ τὸ Κύριος, ὁμολογηθήσεται μείζων τοῦ Πατρὸς ὁ Υἱός· εἰ ὁ μὲν Πατρὸς ἔχει ὄνομα, ὁ δὲ Κυρίου· ἀλλ’ ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἰπε, “ Πατρὸς “ ἡμῶν,’’ Πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν κείμενον, ἣ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν “ Πατρὸς “ ἡμῶν,’’ καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγε, “ καὶ “ Κυρίου Ἰησοῦ Χριστοῦ.’’ οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα· διατί οὖν Κύριος μὲν τούτων ὁ Πατὴρ, οὐχὶ δὲ καὶ αὐτὸς Κύριος τοῦ Υἱοῦ, εἴπερ καταχρηστικὸν ἢν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων; Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· ἰδοὺ Θεὸς τοῦ σαρκωθέντος, εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου, Πατήρ. ΘΕόΔΩΡοΣ δέ φησι, τὸ “ εὐλογητὸς’’ ἀντὶ τοῦ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι ἄξιος· τὸ μέντοι “ ὁ Θεὸς καὶ Πατὴρ τοῦ “ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,’’ δύναται τὸ μὲν καὶ διῃρημένως λέγεσθαι, ἵν ᾖ τὸ μὲν “ Θεὸς,’’ κατὰ διαίρεσιν ἀπολύτως νοούμενον· τὸ δὲ “Πατὴρ,“ καθ’ ἑαυτό· εἰ δέ τις αὐτὸ ἐπισυμπλέκειν φιλονεικοίη, ὡσὰν καὶ τοῦ Θεὸς καὶ τοῦ Πατὴρ ἐπὶ τοῦ προσώπου νοεῖσθαι ὀφείλοντος τοῦ Χριστοῦ, οὐδὲ πρὸς τοῦτο μαχόμεθα· ἵν ᾖ κατ’ οἰκονομίαν αὐτοῦ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.’’ εὐλογίαν ἐκάλεσε πνευματικὴν, τοῦ Πνεύματος τὰ χαρίσματα, ἀντιδιαστέλλων ταῖς κατὰ τὸν νόμον εὐλογίαις· τὸ δὲ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἀντὶ τοῦ περὶ τῶν ἐπουρανίων, οὐχ ἵνα γῆν κληρονομήσωμεν κατὰ νόμο·ν, οὐδ’ ἵνα κατὰ γῆν πολιτευσάμεθα· καὶ οἱ λοιποὶ ὁμοίως ἐν Χριστῷ Ἰησοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως αὕτη ἡ εὐλογία, ὥστε οὐ μόνον τῇ παλαιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησὶ, “ καὶ Μώσης μὲν πιστὸς ἐν ὅλῳ “ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων. “ Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς, “ καθὼς καὶ ἐξελέξατο ἡμᾶς,’’ φησὶν, “ ἐν αὐτῷ, πρὸ καταβολῆς “ κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.’ ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δι’ οὗ ηὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. αὐτὸς τοίνυν ἡμῖν πάντα δώσει ἐκεῖνα· αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ, “ δεῦτε οἱ εὐλογῇ μένοι τοῦ Πατρός μου κληρο- “ νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “ κόσμου.’’ καὶ ἐν πάσαις σχεδὸν ταῖς ἐπιστολαῖς, τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ κἀς ἡμᾶς, ἀλλ’ ἄνωθεν τοῦτο τετύπωτο· οὐδὲ ἐκ μεταμελείας, ἀλλ’ οὕτως ᾠκονόμητο καὶ προώριστο. καὶ τοῦτο δὲ κηδεμονίας πολλῆς. τί ἐστιν “ ἐν αὐτῷ ἐξε- “ λέξατο ;’’ διὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς τοῦτο κατώρθωσε, πρὶν ἣ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἣ τὸν κόσμον καταβληθῆναι. καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους μεγάλου καταβεβλημένον αὐτὸ δεικνύς· καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως· τι ἐξελέξατο; ὥστε ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ γενέσθαι· ἵνα τοίνυν μὴ ἀκούσας ὅτι “ ἐξελέξατο,’ τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· διὰ τοῦτο ἐξελέξατο, φησι, καὶ ἔπι τοῦτο, ἴνα ἅγιοι ὦμεν καὶ ἄμωμοι· πάντως δὲ τοὺς δοκίμους ἐκλέγεται ὁ Θεός· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους διὰ τῆς πίστεως· ἅγιος γάρ ἐστιν ὁ τῆς πίστεως μετέ- χων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον ἔχων, ἀλλ’ ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Θεόδωροσ δέ φησι, πρόδηλον ὡς ἀπὸ τῶν μελλόντων ἔθος αὐτῷ τῶν κατὰ Χριστὸν ποιεῖσθαι τὴν ἀπόδειξιν. ἅτε δὴ τότε φαινομένων ἐπὶ τοῦ πράγματος· νῦν γὰρ ἐν ἐπαγγελίᾳ μόνον αὐτῶν ἐσμεν διὰ πίστεως. Ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν. Πἀλιν ἐπὶ τὴν χάριν αὐτοῦ ἄνεισιν· οὐ γὰρ ἀπὸ πόνων οὐδὲ κατορθωμάτων τοῦτο γίνεται, ἀλλ’ ἀπὸ ἀγάπης· οὔτε ἀπὸ ἀγάπης μόνον, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς· εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι. εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα· ἀνάγκη οὖν ἐξ ἀμφοτέρων. εἰπὲ γάρ μοι· τί Παῦλος ἃν ὠφελήθη; ποῦ δὲ ἃν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι, καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν καὶ ἡμέτερον. τὸ δὲ προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως ἀπὸ ἐχθρῶν εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης οὕτως ἀγάπης· “ ἐν ἀγάπῃ’’ φησὶ “ προορί- “ σὰς ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.’’ ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ, πῶς οὐδὲν ἄνευ τοῦ Πατρὸς, ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε, καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν· “ οὐ μόνον δὲ, ἀλλὰ καὶ “ καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.’’ μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται, τὸ διὰ τοῦ Χριστοῦ δοθῆναι, ὅτι οὐκ ἔπεμψε τινὰ τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν ’τον μονογενῆ. Σευηριανὸσ δέ φησιν, εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱὸς, ἀλλὰ φύσει Υἱός. Θεόδωροσ δέ φησι, τοῦτο ἐπίτασιν ἔχει τοῦ προκειμένου διχόθεν. ἐπείπερ ἡμῖν ἀγάπη τῆς ἐκλογῆς μείζων, καὶ τὸ τῆς υἱοθεσίας, τοῦ ἁγίους καὶ ἀμώμους· οἰκειότητος γὰρ ἀπόδειξιν ἔχει ταῦτα μεγίστην. τὸ δὲ “ εἰς αὑτὸν,’’ ἵνα αὐτοῦ υἱοὶ λεγοίμεθά τε καὶ χρηματίζωμεν. Ὠριγένησ φησὶ, ζητῆσαι δ’ ἄν τις πρὸς τὸ “ εἶναι τινὰς “ ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ,’’ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ, λέγον, “ οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς “ ζῶν.’’ εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶς ζῶν οὐ δικαιωθήσεται, πὼς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται καὶ δικαιωθήσονται, ἐπὶ τὴν ἀμφιβολίαν τίς καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα, τοιοῦτό τι σημαίνειν. οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου, οὐ δικαιωθήσεται κατενώπιον τοῦ Θεοῦ, τῷ πάντας ἡμαρτηκέναι ποτέ· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐ κωλύει τὸ εἶναι τινὰς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἣ καὶ τὸ μὴ πᾶς ζῶν, ἀλλ’ οὖν γέ τινας δικαιοῦσθαι. “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ “ Χριστοῦ εἰς αὑτόν·’’ ἤτοι τὸ ἐν ἀγάπῃ τῶ προορίσας συναπτέον· ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ, πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ Ἰησοῦ Χριστοῦ εἰς αὑτὸν, ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς υἱοθεσίας τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντὰς οῦκ οὐκ ἀν’ γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἔπι τοῦ Σωτῆρος, ἀλλ’ ἐπὶ τούτων, οἳ λαβόντες τὸ ὄνομα τῆς δουλείας εἰς φόβον, ἀποδόντες τὸν φόβον, ἄξιοι γίνονται ἐλευθερίας, καὶ τοῦ ἀκοῦσαι “ οὐκέτι ὑμᾶς λέγω δούλους,’’ οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεσίας. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει, οὐ πρότερον ἐσχηκὼς αὐτὸν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθε- σίας. οὕτω γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται, ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι “ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ “ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατε- “ νώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστο·” τούτοις γὰρ ἐπιφέρεται τὸ “ εις αυτον.” “ Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ.’’ τὸ τῆς εὐδοκίας ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων συνηθείᾳ νομίζω ὂν, ὠνοματοποιεῖσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδ ψαλμῷ, “ εὐδόκησας, “ Κύριε, τὴν γῆν σου.’’ καὶ ἐν ρε, “ μνήσθητι ἡμῶν, Κύριε, ἐν “ τῆ εὐδοκίᾳ τοῦ λαοῦ σου.’’ καὶ ἐν τῶ Ἀμβακοὺμ, “ καὶ ἐὰν “ ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ·’’ πλὴν ἡ εὐδοκία ἐμφαίνει, τὸ εὖ καὶ τὸ δοκεῖ; ὥστε μὴ ἃν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ’ ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων· ζητητέον οὖν, πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεὸς, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον, τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν, εὐδόκησεν αὐτοῦ τὸ θέλημα. Θεόδωροσ δέ φησιν, ἵνα εἴπῃ ὅτι σφόδρα ἤρεσεν αὐτῷ ταῦτα περὶ ἡμᾶς διαπράξασθαι· ὡς γὰρ ἐν εὐχαριστίας προσχήματι λέγων αὐτὰ, πανταχόθεν αὔξει τῶν γεγονότων τὴν χάριν τῷ μεγέθει τῶν πραγμάτων. Σευηγιανὸσ δέ φησι, εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστι, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἃν εἶπε θέλησιν θελήματος, “ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ·’’ προλαβὼν ἤδη εἶπον, ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον, τῷ ἀξιώματι τῆς οἰκονομίας. θεόδωροσ δὲ ὦδε λέγει· ὥστε, φησὶν, ὑπὲρ τούτων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι δίκαιον αὐτοῦ παρ’ ἡμῶν, ἀνθ’ ὧν οἰκείᾳ χάριτι τοσαύτης ἡμῖν μετέδωκε δόξης. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης οὕτω φησί· τουτέστι, διὰ τὸ σφοδρῶς θελῆσαι ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον· ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας· θέλημα δὲ δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι. οὐ γὰρ δὴ ἀνάγκῃ αὐτοὺς κολάζει, ἀλλὰ θέλων· τοιοῦτο καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ, “ θέλω “ πάντας ἀνθρώπους εἷναι ὡς καὶ ἐμαυτόν.’’ θέλω πάλιν νεωτέρας γαμεῖν, τεκνογονεῖν· εὐδοκίαν οὖν, τὸ πρῶτον θέλημα φησί· τὸ σφοδρὸν θέλημα, τὸ μετ’ ἐπιθυμίας θέλημα, ὃ ἐφ’ ἡμῶν· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι, σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων, ὃ λέγομεν ἡμεῖς πίσμα· κατὰ τὸ πίσμα ἡμῶν· τουτέστι σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας· τίνος οὖν ἕνεκα οὕτως ἡμᾶς ἀγαπᾷ, οὕτως ἡμᾶς φιλεῖ; ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις, ἀγαθότητος ἐστί· διὰ τοῦτο, φησὶν, εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ, φησι, δόξα δειχθῇ, “ ἐν ᾗ ἐχαρίτωσεν “ ἡμᾶς·” οὐκοῦν εἰ ε·ἰς τοῦτο ἡμᾶς ἐχαρίτωσεν εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μένωμεν ἐν αὐτῇ· εἰς ἔπαινον δόξης, φησὶν, ἰνα τίς αὐτὸν ἐπαινέσῃ καὶ δοξάσῃ, ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι· οὐδενὸς γὰρ ἐφίεται τῶν πη ἡμῶν, ἀλλ’ ἣ τῆς σωτηρίας ἡμῶν, καὶ πάντα διὰ τοῦτο ποιεῖ· ἣν ἐχαρίτωσεν ἡμᾶς φησι· τουτέστιν οὐ μόνον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησεν, ἐπιθυμοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τοιαύτην ψυχήν. Διὰ τοῦ ἠγαπημένου, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; οὐ μόνον ὅτι τὸν Υἱὸν δέδωκε, θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε καὶ σφάξαι αὐτόν· τὸν ἀγαπώμενον, ὑπὲρ τῶν μισουμένων. ὅρα πῶς ἡμᾶς τιμᾶται· εἰ ὅτε αὐτὸν ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, τὸν ἀγαπώμενον ἔδωκε, τί οὐ ποιήσει λοιπόν; πρότερον δὲ τὴν υἱοθεσίαν εἰπὼν, καὶ ἁγιασμὸν, καὶ ἀμώμους, τότε τὸ πάθος φησίν. οὐκ ἀπὸ μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλὰ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα· οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Υἱοῦ ὑπὲρ ἡμῶν· μέγα μὲν γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων, ἀλλὰ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ δεσποτικοῦ. Ὠριγένησ φησὶν, ἠγαπημένος ἁπλῶς λέγεται ὁ Σωτῆρ’· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιοσύνης κατάληψιν καὶ τῆς ἀληθείας καὶ τῆς σοφίας, πλὴν πάντες ἃν ὁμολογήσαιεν ἀγαπᾶν σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. διὰ τοῦτο ἠγαπημένος λέγεται ὁ μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ· ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ, ἣ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεὸν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. Ἀπολύτρωσις, ἡ λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενομένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις, τῶ ἄρχοντι τοῦ αἰῶνος τούτου καὶ ταῖς ὑπ’ αὐτὸν πονηραῖς δυνάμεσιν· καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος ἡμᾶς, ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ· ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον, τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμάτων· πρὶν ἀπολυτρωθῆναι τινὰ, οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων· πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ, καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι· ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν, ἵν᾽ οὕτως εἴπω, χειρῶν αὐτοῦ, ἐπ᾽ ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων, καὶ θεραπευθέντων ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας, ἐνεργῆσαι κατὰ εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. 8 Κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσενεἰς ἡμᾶς. Ὁ νοήσας τί ἐστι "χάριτι ἐστὲ σεσωσμένοι, καὶ οὐκ ἐξ ἔργων·" καὶ συγκρίνων παραπτώματα παραπτώματι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν, περὶ τῶν πεντακοσίων καὶ πεντήκοντα δηναρίων, τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ· ἔτι δὲ θεωρῶν πῶς "οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀνακαλυφθῆναι εἰς ἡμᾶς," τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἂν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτοὺς μάλιστα, τοὺς ἀλλοτρίους τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένους τῶν ἐπαγγελιῶν αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ, ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους, μεῖζον τίς κατανοῆσαι θεωρῶν τὸ "οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν," καὶ τὸ "εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·" καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι, "δὸς ἵνα ὡς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, ἵνα καὶ αὐτοὶ ἐφ᾽ ἡμῖν ἓν ὦσιν." οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενος καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα. Εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ’ ἃν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ’ αὐτοῦ ἀνελλιπῶς ποιῆσαι λέγοι ἃν τὸ ἀποστολικὸν “ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη.’’ (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὅτι τὸ τοῦ αἵματος τοῦ δεσποτικοῦ λυτρωθῆναι, πολλῷ μεῖζον ἁπάντων· ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε· “ κατὰ τὸν πλοῦτον τῆς χάριτος “ αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·’’ πλοῦτος μὲν γὰρ κἀκεῖνο, τὸ τῆς υἱοθεσίας, τὸ τῆς ἀφέσεως τῶν παραπτωμάτων· πολλῷ δὲ πλέον οὗτος καὶ πλοῦτος, καὶ ἐπερίσσευσε· τουτέστιν, ἄφατος ἐξεχὐθη· οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν· ὥστε πάντοθεν ἀμήχανον αὐτὸν λεχθῆναι. Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας, τὴν ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν. βαβαὶ πόση φιλία. τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει, τοῦ θελήματος αὐτοῦ φησιν· ὡς ἃν εἴποι τις, τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε· τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τι γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς ; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀγάγῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ· μακρὸς ἐνταῦθα λόγος δεῖξαι, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν “ κατὰ τὴν εὐδοκίαν αὐτοῦ,’’ φησιν, “ ἣν προέθετο ἐν “ αὐτῷ.’’ τουτέστι τοῦτο ἐπιθυμεῖ, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. ποῖον δὴ τοῦτο ; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων· οὐκ εἶχε μίαν κεφαλήν· κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον, εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως, οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυμένης· “ εἰς οἰκονομίαν’’ φησὶ “ τοῦ πληρώματος τῶν καιρῶν·’’ πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν· ὅρα πῶς ἀκριβῶς φθέγγεται· καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρμήν· τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν, διὰ τοῦ Χριστοῦ· οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει. Ὠριγένησ φησί· τι τὸ “ πάσῃ σοφίᾳ,’’ καὶ μετὰ τοῦτο, τί τὸ “ φρονήσει,’’ κέχρηται τῇ λέξει ; καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ “ πᾶσα σοφία παρὰ Κυρίου, καὶ μετ’ αὐτοῦ “ ἐστιν εἰς τὸν αἰῶνα·’’ εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἣ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ, ἴ’ δία τὰ ἀόρατα καὶ ἴ’ δία τὰ ὁρατὰ, ἐξετάζοι τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς “ πάντα γὰρ ἐν σοφίᾳ φησὶν ὁ Δαβὶδ “ ἐποίησας,’’ οὗτος τὴν παρὰ Κυρίου πᾶσαν ἐπιβλέποι σοφίαν· ἀλλ’ εἰκὸς τινὰ ἀπογνόντα, τὸ ἤδη δύνασθαι ἐν πάση σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ “ ἐκ μέρους γινώσκομεν καὶ “ ἐκ μέρους προφητεύομεν,’’ προσκόψειν τῷ “ ἐν πάσῃ σοφίᾳ “ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ·’’ ὡς κατακεχαρισμένως μᾶλλον, ἣ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ’ οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρους γινώσκοντι, καὶ ἐκ μέρους προφητεύοντι· ὅρα οὑν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην, ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ὁρμόζει τῶν κατὰ τὸν τόπον, οὕτως ἔχουσα· “ εἰς ἔπαινον δόξης τῆς χάρι- “ τος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς, ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν “ παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπε- “ ρίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.’’ Ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολὴν, ἀπ’ ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή- “ μάτος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ.’’ ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, μὴ ἐφαρμόζειν τῷ “ γνωρίσας ἡμῖν τὸ μυστήριον “ τοῦ θελήματος αὐτοῦ,’’ ἀλλὰ τοῖς ἀνωτέρω· “ ἐχαρίτωσε γὰρ “ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τῆ “ αὐτοῦ φρονήσει ὁ Θεός.’’ ἀλλὰ καὶ “ ἐν τῷ ἠγαπημένῳ ἔχοντες “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ,’’ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων· περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τοῦ πλούτου τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν “ εὐδοκίαν αὐτοῦ.” Ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιούμενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρους γινώσκειν. καὶ τοῦ δοκοῦντος καταλαμβάνειν, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, “ γνωρίσας τὸ μυστήριον τοῦ “ θελήματος αὐτοῦ.’’ ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, σώματα ταπεινώσεως περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρήζομεν· καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμ- βάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ, μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτὸν, καθὼς φησὶν ὁ Δαβὶδ, “ ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας “ τοῖς φοβουμένοις σε.” ἐπίστησον δὲ εἰ διαφέρει προορισμὸς καὶ πρόθεσις· ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν· κατὰ δὲ ταῦτα, ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πῶς ἐπακολουθεῖν, καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς “ υἱοθεσίαν,’’ δεύτερον δὲ, “ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν ἀυτῶ. Ἐξεταστέον δὲ, τί ἐστι “ τὸ πλήρωμα τῶν καιρῶν·’’ τούτῳ δὲ παράκειται, τὸ “ πλήρωμα τοῦ χρόνου,” παρὰ τῷ αὐτῷ λεγόμενον Παύλῳ· “ ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ “ Θεὸς τὸν Υἱὸν αὐτοῦ.’’ ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς, πληρωμα ἄν πὼς ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἣ τοῦ καιροῦ αὐτοῦ· οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ’ ἃν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύ- νᾶσθαι τὰ προωρισμένα καὶ προτεθειμένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν. Θεόδροσ. Καὶ Θεόδωρος δέ φησι, μυστήριον τοῦ θελήματος τοῦ Θεοῦ λέγει, τὸ ἀποκεκρυμμένον αὐτοῦ θέλημα καὶ ἄδηλον τοῖς πᾶσι μυστήριον αὐτὸ καλῶν· ὅπερ οὖν φησι, πόρρωθεν αὐτῷ δοκοῦν καὶ προωρισμένον ἢν, τοῦτο μετὰ πολλῆς σοφίας καὶ φρονήσεως ἐγώρισεν ἡμῖν· ἵνα εἴπῃ, ἐπ’ αὐτῶν ἔδειξε τῶν πραγμάτων· διατὶ δὲ νῦν εἰς οἰκονομίαν τοῦ πληρώματος· τῶν καιρῶν ; ἐπειδὴ κατὰ τάξιν πάντα οἰκονομεῖσθαι ἔδει. Ὅτε οὖν ἐπληρώθησαν οἱ καιροὶ τῶν λοιπῶν, τότε κατὰ τὴν ἄνωθεν οἰκονομουμένην τάξιν, ἐπὶ τῶν οἰκείων καιρῶν καὶ τὰ περὶ τὸν Χριστὸν ἐδείχθη. Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ὠριγένησ φησὶ, τὸ ὄνομα τῆς ἀνακεφαλαιώσεως εἴρηται ἐπὶ τῶν τραπεξητικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων, καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων. ὅθεν οἴομαι καὶ τὸν Ἀπόστολον ἐνταῦθα κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς πάντων, ἅτε ἑνὸς τοῦ συμπαντος κόσμου μερῶν τυγχανόντων συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ἀνακεφαλαίωσίς ἐστιν ἐν τῷ Χριστῷ. Οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονομουμένων καὶ οἱ καθ’ ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις, καὶ ὡσὰν εἴποι τίς συγκεφαλαίωσις πάντων. κεφάλαιον λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα. κεφάλαιον γ᾿ οὖν φησιν ἐπὶ τοῖς λεγομένοις· καὶ κεφαλαίωσον ἐν ὀλίγοις πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἰμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ, καὶ τὰ ὅλα ἡμῖν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ “ “ τῶν καιρῶν,’’ ἡ παρουσία αὐτοῦ ἦν. ἐπεὶ οὖν πάντα ἔπραξε, καὶ δι’ ἀγγέλων καὶ διὰ τῶν προφητῶν, καὶ διὰ νόμου· καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ’ ἐκινδύνευσεν εἰκῆ γεγενῆσθαι ὁ ἄνθρωπος· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ πάντων ἀπολλυμένων ἁπλῶς, καὶ μειξόνως ἣ ἐπὶ τοῦ κατακλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γεγενῆσθαι· τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει καὶ σοφίαν· ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε διεσώθησαν· καὶ τὰ διὰ μακροῦ χρόνου οἰκονομούμενα, ἀνεκεφαλαιώσατο ἐν αὐτῷ. τουτέστι, συνέτεμε· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. τοῦτό ἐστιν ἀνακεφαλαίωσις. ἔστι καὶ ἕτερόν τι δηλούμενον· μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸν Χριστὸν, καὶ ἀνθρώποις καὶ ἀγγέλοις· καὶ ὑπὸ μίαν ἤγαγε κεφαλήν· οὕτως γὰρ ἃν γένοιτο ἕνωσις ἀκριβὴς καὶ συνάφεια. Σευηριανὸσ δέ φησιν, ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων ἀνθρώπων, ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν, πάντα ἀνεκεφαλαιώσατο· καὶ τοῦτο, μετὰ ταῦτα ἑτέρως φησὶ, εἰπὼν “ εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρα- “ νοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· ὁ ποιήσας τὰ ἀμφότερα ἓν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πανταχοῦ ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκουσον τι φησὶν αὐτός· “ ὣ βάθος πλούτου καὶ σοφίας καὶ “ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ- “ ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.’’ πλὴν, ἀλλ’ ὡς οἷόν τε δείκνυσι· τί οὖν, φησίν ; εἰπεν “ ἐξελέξατο ἡμᾶς’’ ἀνωτέρω· ἐνταῦθα, “ ἐκλη- “ ρώθημεν·” ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμα ἐστὶν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται· καὶ τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς μέσον παρήγαγεν. ὅρα πῶς αὐτὸ διορθοῦται· “ προο- “ ρισθέντες” φησὶ “ κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος·’’ τουτέστιν, οὐχ ἁπλῶς ἐκληρώθημεν· ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγη- μὲν· Θεὸς γὰρ ὁ ἐκλεξάμενος καὶ κληρωσάμενος, ἀλλὰ κατὰ πρόθεσιν· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους, γράφων φησὶ, “ τοῖς “ κατὰ πρόθεσιν κλητοῖς οὖσιν· οὓς καὶ ἐκάλεσεν, οὓς καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε πρότερον εἰπὼν “ τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν,’’ ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος καὶ κλῆρον εἶπε. καὶ ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι, ὅπερ ἐστὶ μακαριότητος, μᾶνλον αὐτὸ τίθησιν. ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστὶν ἀλλὰ συντυχίας. ὡσανεὶ ἔλεγε, κλήρου γενομένου, ὑμᾶς ἐξελέξατο· τὸ δὲ ὅλον ἀπὸ τῆς προαιρέσεως· προόρισθέντας, τουτέστιν ἑαυτῷ ἐκλεξάμενος, ἀφώρισεν· οἷον, ἑώρα ὑμᾶς πρὶν ἣ γενέσθαι, κεκληρωμένους· θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως ἀυτῶν. Σὺ δὲ θέα, πῶς πανταχοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν τὰ πράγματα οὕτω τετύπωτο· ὥστε μηδὲν ἡμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο· διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. πῶς οὖν φησὶν αὐτὸς ὁ Χριστὸς, “ οὐκ ἀπε- “ στάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ ;" πάλιν ὁ Παῦλος ἔλεγεν· “ ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι “ τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους “ κρίνετε αὐτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη ;" διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τίς τοῦτο γεγενῆσθαι· “ κατὰ πρόθεσιν φησὶ τοῦ τὰ πάντα ἐνεργοῦντος “ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ·’’ τουτέστιν, οὐδὲν μετὰ ταῦτα ἐνήργησε· πάντα ἄνωθεν διατυπώσας οὕτως, αὐτὸς ἐπάγει “ πάντα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,’’ ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲν ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Σευηριανὸσ δέ φησι, φανερῶς ἐνταῦθα, ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν· εἰπὼν “ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν “ βουλὴν,’’ εἶπε “ τοῦ θελήματος,’’ ἵνα δείξῃ κεκριμένον τὸ θέλημα· ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσε, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. Ὠριγένησ φησὶν, ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτελεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ ἐνέργει· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸς ποιῆσαι πρᾶξαι τε παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων· ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσει τῶν ἐνεργείων τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν· πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ· διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι, “ “ οὗ.” ὅρα πανταχοῦ τὸν Χριστὸν πάντων αἴτιον γινόμενον, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ ἀλλαχοῦ φησὶν Ἑβραίοις γράφων· “ ὅτι πάλαι λαλήσας τοῖς “ πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’’ τουτέστιν, δι’ Υἱοῦ· τὸν λόγον φησὶ τῆς ἀληθείας, οὐκέτι τὸν τοῦ τύπου οὐδὲ τὸν τῆς εἰκόνος. “ τὸ “ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν·’’ καὶ καλῶς Εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ· τὸ μὲν, πρὸς τὸν νόμον αἰνιττόμενος· τὸ δὲ, πρὸς τὴν μέλλουσαν κόλασιν· οὐδὲν γὰρ ἄλλο ἐστι τὸ κήρυγμα, ἀλλ’ ἢ σωτηρίας Εὐαγγέλιον· ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι, οὐκέτι ἀπόλλυσιν. Θεόδωρόσ φησι, τῷ γὰρ αὐτῷ δὴ τρόπῳ, φησὶ, τῶν τοῦ Εὐαγγελίου ῥημάτων ἀκούσαντες, τῇτε πίστει προσεληλύθατε, καὶ τῇ τοῦ Πνεύματος μετουσίᾳ τὴν βεβαίωσιν ἐδέξασθε· τοῦτο γὰρ λέγει τὸ “ ἐσφραγίσθητε·” προσεγίνετο δὲ αὐτοῖς διὰ τῆς τοῦ Πνεύματος χάριτος, ἡ βεβαίωσις τῶν ἀκολουθούντων ὡς εἰκὸς θαυμάτων, μειζόνως εἰς τὴν πίστιν ἐπίσφιγγον αὐτούς· καλῶς δὲ αὐτὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐκάλεσεν· ἐπειδὴ πάντα τὰ προσδοκώμενα αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσέσθαι ἀγαθὰ, τῇ τοῦ Πνεύματος μετουσίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ὑμῶν. Κληρονομίαν τῶν τότε καλεῖ τὴν ἀπόλαυσιν· ἅτε δὴ βεβαίως αὐτοῖς διδομένων· ἀρραβῶνα δὲ τῆς κληρονομίας, τὴν ἐνταῦθα δόσιν τοῦ Πνεύματος· ἐπειδὴ τὰς περὶ τῶν μελλόντων ἐπαγγελίας δεχόμενοι, καὶ τὴν τελείαν τοῦ Πνεύματος προσδοκῶντες μετάδοσιν, βραχεῖαν τινὰ, ὥσπερ οὖν εἰπον, ἀπαρχὴν τοῦ παρόντος ἐλάμβανον. Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ· ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομιας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πάλιν προνοίας δεῖγμα, τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι· οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι· καθάπερ γὰρ εἴτις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα. Ὅρα πῶς προἰόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ. ἕως μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν· ἀλλ’ οὐχ ὡς ὑμεῖς. ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτομῇ, καθάπερ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ’ ὡς υἱοὶ Πνεύματι. τι ἐστι “ Πνεύματι ἐπαγγελίας ” ἤτοι ὅτι κατ’ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν· δύο γάρ εἰσιν ἐπαγγελίαι· μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ὑπὸ τοῦ Υἱοῦ. διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωήλ λέγοντος· “ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ “ πᾶσαν σάρκα,’’ καὶ τὰ ἑξῆς. ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· “ καὶ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος “ ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἰερουσαλὴμ καὶ ἐν “ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.’’ τεκμήριον οὖν ποιεῖται τῆς τῶν μελλόντων ἐπαγγελίας, τὰ ἤδη δεδομένα· διὰ τοῦτο καὶ “ ἀρραβῶνα’’ καλεῖ· ὁ γὰρ ἀρραβὼν, μέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε παρ’ ἡμῶν τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀρραβῶνα τέως. διατί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν ; ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. ἐπιστεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀρραβῶνα· ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι· μᾶλλον δὲ καὶ ὅλην ἔδωκε τιμὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέσχετο. (Σευηριανόσ.) Ἄλλος φησὶ, τῶν προεγνωσμένων, φησὶν, καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι’ ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως· παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας ; ἣ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ ; ἐκεῖ γὰρ ἐκήρυττε· διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται, ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις. Ὠριγένησ φησὶν, “ ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες.’’ ἐν ᾧ, δηλονότι Χριστῷ· πρὸς ἑτέροις ἀκούσασι, καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον· ὅσπερ ἀληθείας λόγος, τὸ Εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν· καὶ “ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύ- “ ματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ· δόξει δὲ ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον “ἐν ᾧ, παρέλκειν. ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει. ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι· καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ “ ἐν ᾧ” καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ὧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστὶ κεκοινωνηκότας ἀπορρήτων λόγων, ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν “ ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον “ τῆς ἀληθείας·’’ οὐκ οἰμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας, ἐν διηγήσει καὶ τρανεῖ ἀναπτύξει ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων· “ καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμα μου “ οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. κἀκεῖ γὰρ παρατηρητέον, ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ ἐν ἄλλη Ἐπιστολῇ, κατὰ τὸ ἀκηκόεναι τινὰς τὸν λόγον τῆς ἀληθείας· ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανὴ ἀλλὰ τοῦτο μὲν Εὐαγγέλιον ὀνομάζεται. Παρατηρητέον δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις· οἷον, “ κατὰ τὸ Εὐαγγέλιόν μου·’’ ἢ “ ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ ἢ Εὐαγγέλιον αἰώνιοι ἣ Εὐαγγέλιον τῆς σωτηρίας τῶν Ἐφεσίων· ἢ ἁπλῶς Εὐαγγέλιον· ὥσπερ ὅταν λέγῃ περὶ τοῦ Λουκᾶ ὁ Παῦλος, “ οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν “ ἐκκλησιῶν.’’ σφραγίζεται δὲ τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον ὄντα Εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡσεὶ ἀκούσας μὲν, μὴ πιστεύσας δὲ, οὐκ ἂν σφραγισθείη. Ἄλλος δέ τις ἐρεῖ, ὅτι εἰ καὶ πιστεῦσαι μὲν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι· ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐ οὕτως ἂν χωρῆσαι τὴν τοῦ Πνεύματος ἐπαγγελίαν τοῦ Ἁγίου αφραγίδα· εἴτις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων, ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι, ὑπὸ τοῦ τῆς ἐπαγγελίας Ἀγίου Πνεύματος. Ζητητέον δὲ καὶ εἴ που εἴρηται Πνεῦμα ἐπαγγελίας Ἅγιον· καὶ τί ἐκδεκτέον εἰς τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ Πνεῦμα τὸ Ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ Πνεῦμα τῆς σοφίας σοφὸν, καὶ τὸ Πνεῦμα τῆς συνέσεως συνετὸν, οὕτω καὶ τὸ Πνεῦμα τῆς ἐπαγγελίας εἶναι πὼς ἤδη ἐν τῇ ἐπαγγελίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Ζητήσεις, εἰ πᾶς ὁ μετέχων Ἁγίου Πνεύματος, μετέχει τοῦ Πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγον ἀληθείας. ὄντος Εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας Πνεῦμα Ἅγιον. ἔτι δὲ τούτοις ἐπιστήσαμεν· εἰ πᾶς ὁ μετέχων ὁπώσποτε Πνεύματος Ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας· βέλτιον δὲ νοεῖν, ὅτι ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβὼν, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν, δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος· καὶ ἀρραβῶνος ἔδει ἃν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας, τῆς ἀποκειμένης τοῖς Χριστοῦ συγκληρονόμοις. Ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τί ἡμῶν ἐστιν, ἐν γὰρ ἑκάστῳ τὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ Ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας, οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ’ ἐν τῷ νῷ τοῦ κληρονομοῦντος, καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ, θεωροῦντος κάλλη σοφίας καὶ λόγου Θεοῦ καὶ ἀληθείας· τοῦτο μέντοι γε τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον, ὅπερ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δι’ δόται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι, περιποιηθῶσι, τῷ Θεῷ καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ “ εἰς ἔπαινον τῆς δόξης “ αὐτοῦ,’’ πρὸς τῷ ἀποδεδομένῳ, δύναται καὶ τοσοῦτο δηλοῦν· ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ· ἕκαστος νῦν μὲν τὸ Πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν· οὐ μέντοι ὡς ἄν τις ὑπονοῆσαι σημαίνεσθαι ἐκ τῆς λέξεως ὡς χρήζοντες τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ’ ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ, καὶ μὴ δυναμένων σιωπᾶν αὐτὸ, ἀλλ’ ἀεὶ πρὸς τὸ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομενοις. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οἱ ὄντως μετέχοντες, ἴσασιν ὁ τι ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ἐστί· τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι· ἐν ἑτέροις γὰρ ὀφθαλμοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ· οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις· εἰ μετείχομεν Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν, καὶ τῶν ἐκεῖσε κατάστασιν. ἀρραβὼν τίνος ἐστι ; τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται· νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει· καὶ μετὰ ἀσεβῶν ἐσμέν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅτε μήτε ἁμαρτήματα ᾖ μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ ὦμεν μετὰ πάντων, τότε ἐστί· νῦν δὲ ἀρραβών. καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστημεν· οὐ γὰρ ἔστιν ἡμῶν τὸ πολίτευμα ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν, πάροικοι γὰρ ἐσμέν· καὶ νῦν χωρὶς ἁμαρτημάτων οἱ ὄντες εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. συνεχῶς τοῦτο τίθησι· τί δήποτε ἱκανὸν ὄν ; πληροφορῆσαι τοὺς ἀκούοντας. εἰ μὲν γὰρ ἡμῶν, φησιν, ἕνεκεν ταῦτα ἐποίει, κἂν ἦν ἀμφίβολον· εἰ δὲ δι’ ἑαυτὸν, καὶ ὥστε δεῖξαι τὴν ἀγαθωσύνην αὐτοῦ ὧσπέρ τινα μαρτυρίαν αἰτίαν τίθησι, τοῦ μὴ ἃν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα, “ ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε, “ ποιῶ ἕνεκεν ἐμοῦ·’’ καὶ ὁ Μωϋσῆς· “ ποίησον ἡμῖν διὰ τὸ “ ὄνομά σου·’’ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου· πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας, καὶ ἀνίησι μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει ἅπερ ἐπαγγέλλεται. Θεόδωρόσ φησιν, “ ἀπολύτρωσιν περιποιήσεως,” τὸ διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τῶν ἐντεῦθεν ἀπαλλαττομένους κακῶν, τὴν πρὸς αὑτὸν οἰκείωσιν λαμβάνειν· ἀφ’ ὧν τῆς παρ’ αὐτοῦ μετασχόντες δόξης, εἰκότως θαυμαστὸν ἐκεῖνον ἐνδείκνυμεν, τὸν τοσούτων αἴτιον ἡμῖν τῶν ἀγαθῶν γεγονότα· τοῦτο γὰρ λέγει τὸ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ΚΕΦ. Β. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χριστῷ εἰσαχθέντων ἀγαθῶν εἰς ἡμᾶς. Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους ἀγάπην, οὐ παύομαι εὐχαρίστων ὑπὲρ ὑμῶν. τοῦτο ἀναγκαίως προτέθεικεν οὐκ αὐτῶν μόνον ἕνεκεν, ἀλλ’ ὥστε καὶ μὴ δοκεῖν ἐπιμεμφόμενον οἷς ἤδη παρέλαβον κεχρῆσθαι τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ· εἰ γὰρ καὶ μὴ Ἰωάννης, ἀλλ’ ἕτερός τις τῶν εὐσέβειαν κηρυττόντων ἦν ὁ τὰ τῆς ἀληθείας δόγματα αὐτοῖς παραδοὺς, ἀναγκαῖα ἡ προσθήκη. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν· ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων· διὰ τοῦτο φησὶ, τουτέστιν διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. ἄξιον μὲν οὖν εὐχαριστεῖν Θεῷ, ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ’ αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα. ἄξιον δὲ αὐτῷ εὐχαριστεῖν, καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων· ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ’ ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας ἁγίους· πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. οὐ τοὺς ἐπιχωρίους, φησὶ, μόνον, ἀλλὰ πάντας. “ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν “ ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.’’ τι δέῃ ; καὶ τί παρακαλεῖς ; “ ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ “ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. δύο ἀξιοῖ αὐτοὺς μαθεῖν ὡς χρή· ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων· φησὶ δὲ αὐτὸς ταύτα τρία εἶναι. πῶς οὖν ἐστι τρία ; περὶ τῶν μελλόντων ἵνα μάθωμεν· ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν, τὸν ἄρρητον καὶ ὑπερφυᾶ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντείαν· τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι· τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν· ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως ἀφ’ ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς αὐτὸν, καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπὲρ ἄνω πάσης ἀρχῆς, καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀπορρήτων ἡμᾶς ἐποίησε κοινωνούς· καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἀλλ’ ἣ Πνεύματος μετέχοντας χάριτος. διὰ τοῦτο καὶ Παῦλος εὔχεται· “ ὁ Πατὴρ “ τῆς δόξης’’ φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ· ὡς ὅταν λέγῃ “ ὁ “ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·” καὶ πάλιν ὁ προφήτης· “ Κύριος ἰσχύς μου καὶ βοήθειά μου.’’ Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ· ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προσηγορία. ἰδοὺ τῆς δόξης Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός· τί οὖν ἐλάττων τῆς δόξης ὁ Υ ἰός ; ἀλλ’ οὐδεὶς οὐδ’ ἃν οὐδὲ μαινόμενος εἴποι τοῦτο. Δώῃ ὑμῖν. Τουτέστιν, ἐπάραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερώσειεν· οὐ γάρ ἐστιν ἄλλως ταῦτα μαθεῖν· “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ “ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·’ ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν. Δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. Τουτέστιν, χάρισμα ὑμῖν παράσχῃ· εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστιν, οὐκ ἔστι λογισμῶν εὕρεσις· ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· διὰ τοῦτό φησιν, Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει· οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει· εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν ὅσα δύναται κατασκευάζει καὶ τῶν ἤδη ὑπαρξάντων· ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἤμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται· οἷόν τι λέγω· “ εἰς τὸ εἰδέναι ὑμᾶς,’’ φησι, “ τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή- “ σεως αὐτοῦ·” ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον· τί δὲ δῆλον; ὅτι ἐπιστεύσαμεν ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν, πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. καὶ ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν. ἄκουε γὰρ, εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, “ Λάξαρε δεῦρο ἔξω,’’ καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος, “ Ταβιθᾶ ἀνάστηθι,’’ καὶ οὐκ ἀντεῖπεν· ἐρεῖ αὐτὸς ἐν τῇ τελευταῖᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, “ ὡς “ ἐν ἀτόμῳ, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ’’ πάντα γενέσθαι καὶ συνδραμεῖν· ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλ’ ἄκουε αὐτοῦ πάλιν λέγοντος· “ ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ “ ἠθελήσατε·’’ ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον ; ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει· πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι, τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς· ὄντως εἰκότως εἶπεν “ ὑπερβάλλον τὸ μέγεθος “ τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι· ὅτε πᾶσα ἡ κτίσις ἡ ὁρατὴ καὶ ἀόρατος· ὁρατὴ μὲν, εἰς μέσον προκειμένη καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς, ὅτι θείας ἔχρηζε τὸ πρᾶγμα δυνάμεως. “ πλοῦτον δόξης·’’ τουτέστιν, ἄφατον δόξαν· ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μετέξουσιν ; ἀλλὰ χάριτος ὄντως δεῖ, πρὸς τὸ τὴν διάνοιαν μαθεῖν· ὅρα ὅσα εἰργάσατο· ἤγειρε τὸν Χριστόν· μικρὸν τόδε ; ἀλλ’ ὅρα καὶ πάλιν· ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται· τὸν ἀπὸ τῆς γῆς· τὸν τῶν ἰχθύων ἀφονώτερον· τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, ὅρα ποῦ ἀνήγαγεν· ὄντως “ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ· καὶ θέα ποῦ ἀνήγαγεν· ἐν τοῖς ἐπουρανίοις· πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν. Ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὄντως Πνεύματος χρεία, διανοίας σοφῆς, ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. ἐννόησον ὅσην ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· καὶ ἀπὸ ταύτης τῆς εὐτελείας, εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· καὶ οὐχ ἁπλῶς εἶπεν ἄνω, ἀλλ’ ὑπὲρ ἄνω·’’ τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός· ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε τὸν ἐξ ἡμῶν “ ὑπὲρ ἄνω πάσης ἀρχῆς’’ οὐ τῆς μὲν ναὶ, τῆς δὲ οὔ ἀλλὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνά- “ μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου·’’ εἴτι ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε· τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος, ὅπερ ἄξιον θαυμάσαι· περὶ γὰρ τοῦ Θεοῦ λόγος οὐδαμῶς· ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο ἡ πᾶσα κτίσις πρὸς τὸν Θεόν. Σχόλιον. τὴν σάρκα ἣν ἤνωσεν ἑαυτῷ κα ὑπόστασιν σταυρωθεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν· καθὸ γὰρ Θεὸς ἦν καὶ Θεοῦ Λόγος, πάσης κτίσεως ὑψηλότερος ἦν, καὶ πρὸ σαρκὸς, ἀσυγκρίτοις ὑπεροχαῖς. Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἄρα ἔστι δυνάμεων τινῶν ὀνόματα ἄσημα ἡμῖν καὶ οὐ γνωριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτὸν ἐκείνων, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων. Βαβαὶ φρικτὰ ὄντως τὰ πράγματα· ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστή δύναμις, διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον· διὰ τοῦτο εἶπεν “ ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ τὴν ἐσχάτην λέγων ὑποταγήν. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ. Βαβαὶ πάλιν, ποῦ καὶ τὴν ἐκκλησίαν ἀνήγαγεν ; ὥσπερ διά τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα. καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον· ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα. τι δέ ἐστιν “ ὑπὲρ πάντα”; οὐκ ἄγγελον· οὐκ ἀρχάγγελον· οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα· οὐχ ὡς ἄρχοντα μόνον, ἀλλ’ ὡς σώματος κεφαλήν. Ἄλλοσ δέ φησιν, ἔδειξεν ἡμῖν, φησιν, ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν, ὧν ἡμῖν ἐχαρίσατο· συνήγειρε μὲν γὰρ καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ζωοποιοῦ ἐνεργείας, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας καὶ τῆς ζωῆς καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν· καὶ τοῦτό ἐστι τὸ “ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουράνιος. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ. Ὡς μηκέτι τοὺς οὐρανίους δυνάμεις εἶναι κεφαλήν· καθὸ καὶ ὕπο ἐπιτρόπους καὶ οἰκονόμους ἦμεν, κατὰ τὴν ἱερὰν τοῦ Αποστόλου φωνήν· σῶμα δὲ αὐτοῦ ἡ Ἐκκλησία, κατὰ τὴν μετάληψιν τοῦ Ἁγίου αὐτοῦ Πνεύματος. Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶτα ὡς ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι ; τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα· καὶ πλήρωμα σώματος κεφαλή· οἷον ἡ κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος. τουτέστιν, διὰ πάντων τὸ σῶμα συνέστηκε, καὶ ἓν ὃν ἑκάστου· οὐχὶ κοινὴ μόνον αὐτὸν χρήζοντα εἰσάγει· ἃν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποὺς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα· διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ· τότε πληροῦται ὁ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι. Σευηριανόσ φησιν, ἡ ἀπολύτρωσις τῆς περιποιήσεως ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ Θεῷ, ἀπολυτρούμεθα· μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν· καὶ τῆς οἰκονομίας πάσης, φανερὸν ὅτι Θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας· ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι· δόξαν δὲ πολλάκις ἡ γράφη λέγει, αὐτὴν τοῦ Θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν· ἵνα μὴ λόγον ἀπαιτῇς, ἀλλὰ προσκυνῇς, πρῶτος τὴν οὐσίαν τοῦ Θεοῦ δόξαν λέγει Ἰεξεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν Θεὸν καθεζόμενον, καὶ ἐπάγων· “ τοῦτο ὁμοίωμα τῆς δόξης “ Κυρίου·’’ ὅπερ ἀλλαχοῦ ἑρμηνεύων “ ὁ Θεὸς’’ φησιν, “ ἐγὼ ὁρά- “ σεῖς ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.’’ ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιὴλ, ταύτην ὁ Θεὸς φησὶ τὸ ἐγώ· λέγει δὲ Παῦλος, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης·’’ ποίας δόξης ; “ καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ·’’ κἀνταῦθα ι τοίνυν τὸ μὲν Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν σάρκα λέγει· τὸ δὲ Πατὴρ τῆς δόξης, κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτω, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, ὀνομάζομεν θρόνους, ἀρχὰς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δέ ἐστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα, καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστά· καὶ λήψεται μέτα τῆς γνώσεως καὶ τὴν παρ’ ἤμων προσηγορίαν, οια τοῦτο εἶπε, “ καὶ ἐν τῷ μέλλοντι. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῆ Ἐκκλησίᾳ· ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Διὰ τούτου ἐδήλωσεν, ὅτι πλήρωμα τοῦ Θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ· τουτέστι τὴν Ἐκκλησίαν· διὰ τι δὲ πλήρωμα ; ἐπειδὴ πεπλήρωται Θεοῦ· ὥσπερ γάρ, φησιν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ Ἐκκλησίᾳ πληροῦται, κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ· Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ Θεοῦ ἡ Ἐκκλησία. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ἔστι γὰρ ἐν οὐρανῷ· τουτέστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ· καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν· καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ· ἀλλ’ ἐν ἑκάστῳ, κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ “ ἀφ’ ὧν “ μεταλαμβάνομεν’’ ἡ γραφὴ περὶ Θεοῦ, οὐκ ἀφ’ ὡν αὐτός ἐστι· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. Θεόδωροσ δέ φησιν εἰς τὸ “ δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ i ὁμοίως ὁμοίως καὶ Γρηγόριος ὁ Ναξιανξοῦ in marg. “ ἀποκαλύψεως” καὶ τὰ ἑξῆς· τοῦτο αἰτῶ, φησιν, ὡς ἃν παρασχεθείη ὑμῖν παρὰ τοῦ Θεοῦ Πνεύματος χάρις, εἰς τὸ σοφίας τὲ ὑμᾶς πλῆρωθῆναι καὶ ἐπιγνώσεως τοῦ Θεοῦ, δεξαμένους τῶν ἀπορρήτων τὴν ἀποκάλυψιν, ὥστε τὴν διάνοιαν ὑμῶν, φωτὸς δίκην τῇ ἀπὸ τοῦ Πνεύματος καταλάμπεσθαι γνώσει· τίνος ἕνεκεν ; “ εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἀντὶ τοῦ ἐπὶ ποίαις ἐλπίσι κεκλήμεθα παρ’ αὐτοῦ, “ καὶ τίς ὁ πλοῦ- “ τος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις·’’ καὶ ὅση τίς περίεσται κτῆσις ἀγαθῶν τῆς τοῦ Θεοῦ ἁγίοις, ἐπὶ τοῦ μέλλοντος αἰῶνος. καλῶς δὲ δόξαν μὲν κληρονομίας ἐκάλεσεν, ὡς ἃν ἐπιδόξων τότε γινομένων ἡμῶν· πλοῦτον δὲ δόξης, ἵνα εἴπῃ τῶν δωρεῶν τὴν ὑπερβολήν. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Οὐκ εἶπεν ὅτι τὰ πάντα πληροῖ, ἅλ’ ὅτι αὐτὸς ἐν πᾶσι πληροῦται· τουτέστιν, ἐν πᾶσι πλήρης ἐστίν· ὅλος ὣν ἐν ἑκάστῳ διὰ τὸ τῆς φύσεως ἀπερίγραφον, οὐ κατὰ μέρη διαιρούμενος. ἀναγκαία δὲ καὶ ἡ τοῦ τὰ πάντα προσθήκη, δεικνύντος, ὅτι ἐν πᾶσίν ἐστιν· ὅλος ὣν ἐν ἑκάστω, καθότι ἄν τις ἐννοήσειεν, εἴτε οὐσίᾳ, εἴτε ἐνεργείᾳ, εἴτε δυνάμει, εἴτε ἐξουσίᾳ, εἴτε ὅτῳ δήποτε ἑτέρῳ, διὰ τὸ κατὰ πάντα εἶναι αὐτὸν ἀπερίγραφον, καὶ διὰ τοῦτο ἐν ἑκάστῳ ὅλον κατὰ πάντα θεωρεῖσθαι, τῷ πάντα ἐν πᾶσιν εἶναι τε αὐτὸν καὶ δύνασθαι, ὡς εἰκὸς τὸν ἑκάστω ὅλον ὄντα. Ὠριγένησ φησὶ, δόξει σόλοικον σόλοικον τὸ “ ἐν ἐπιγνώσει αὐ- “ τοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας,’’ εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· δι’ ὅπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα· “ διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν κἀς ὑμᾶς “ πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους “ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, “ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ “ τῶν προσευχῶν μου· ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- “ στοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο- “ καλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. Εἰ ὁ Πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστι Πατὴρ, λέγεται δὲ καὶ τῆς δόξης Πατὴρ, δηλονότι ἡ δόξα ὑποκείμενον τί ἐστι καὶ οὐσιωμένον, καὶ μήποτε ὁ Σωτῆρ’ ἡμῶν, ὧσπέρ ἐστι Λόγος καὶ σοφία καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ δικαιοσύνη, οὕτω καὶ δόξα. καὶ εἴποτε ὦφθαι ἀναγέγραπται δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι, ἣ τὸν Υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν Πνεῦμα τῆς σοφίας, σοφὸν ποιεῖ· τὸ δὲ Πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα· ἵνα ἀνακεκαλυμμένῳ τίς προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει Πνεῦμα σοφίας· καὶ οὐδεὶς τὸ ἡνίκα ἀναγινώσκηται Μώσης, κάλυμμα ἔστι g ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη, εἴληφε τὸ τῆς ἀποκαλύψεως Πνεῦμα. εἰ μὴ δρᾷ h τὸ Πνεῦμα τῆς σοφίας ποσότητι τῶν θεωρημάτων τῆς διαφόρως σοφοὺς ποίει καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἔπι τοῖς γράμμασι καλυμμάτων, οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν, ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον, τὸ “ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ- “ δίας·’’ εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ, ἀλλ’ ὁ ἐπιγνώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο· ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ, πάλαι ᾔδεσαν αὐτόν· δι’ ὅπερ “ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ “ πέρατα τῆς γῆς·’’ ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς, τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν. Ὠριγένουσ. Ἡ κλῆσις τοῦ Θεοῦ, ἐλπίδα ἔχει. ἣν χρὴ γνῶναι, ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις, g Leg. ἔτι. h Hæc corrupta esse ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται “ τὸ πνεῦμα τῆς σοφίας “ καὶ τῆς ἀποκαλύψεως,’’ αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις, καὶ θεωρήσει τὰ ἐλπιζόμενα ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. Ζητήσεις δὲ, εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία· ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ· ἵν ὥσπερ λέγομεν κληρονόμους χωρίων, καὶ κληρονόμους οἰκιῶν, τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος, “ τοῖς δὲ υἱοῖς Λευΐ, οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν λέγει Κύριος καὶ ἀλλαχοῦ “ Κύριος κληρονομία αὐτῶν·’’ γίνεται τοίνυν “ ὁ πλοῦτος τῆς δόξης “ τῆς κληρονομίας τοῦ Θεοῦ,’’ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ λόγου αὐτοῦ χωρησόντων, ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν, εἰς τὸ εἰδέναι τί ἐστιν “ ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος “ τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,’’ ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστευόντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ· ἥτις i κράτος ἰσχύος αὐτοῦ, παρὰ τῷ Παύλῳ νῦν ὠνόμασται· ταύτῃ δὲ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος, ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν· Καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πλῆρουμενου i Cod. ἥτι. Σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι· οὐχ ὡς καθεδρῶν τινῶν ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς, ἐφ’ ὧν καθέζεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· οὕτω γὰρ νοοὺντες, οὐκ ἃν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν· οὐδὲ γὰρ αὐτῷ τῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ, καθεζομένῳ ἐν οὐρανῷ ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύναται τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἡσαΐας, “ τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν “ σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ ” ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ, νοητά· πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ Πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ· τῶν δὲ ἀσεβῶν, πόρρω αὐτοῦ τυγχανόντων· περὶ ὧν φησὶν ὁ Προφήτης, “ ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ, καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους, ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι· τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς· ὥσπερ καὶ ὁ Σωτῆρ’ φησι· “ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων·’’ ἀλλὰ καὶ τὸ “ καθίσας ἐν δεξιᾷ, τοιοῦτόν ἐστιν· ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος, καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ ὁ ὑπὲρ ἄνω πάντων γενόμενος Ἰησοῦς, διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν. Πόλλα μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ’ αὐτοῦ ἐπιστασίας, καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα· πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα· τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα. οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ Υἱός· δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν, ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ· ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἀν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ Κυρίου τῶν κυριευόντων, κυριεύειν ὣν κυριεύει· ὅθεν “ ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν, ἐκάθισεν “ αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς “ καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος “ ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῶ “ μέλλοντι. εἰκὸς γὰρ εἶναι τινὰ καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν, οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πόθεν δὲ τῷ Ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἣ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ Ἁγίου Πνεύματος; Πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐξεταστέον. Φανεροῦ ὄντος, ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ λόγῳ τοῦ Θεοῦ· “ οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα, καὶ τὸ δεῖ δὲ αὐτὸν βασιλεύειν, ἄχρις οὑ ἃν θῇ “ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ δηλοῖ, τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι· Ὃ μὲν οὖν τις ἐρεῖ, ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο, ἕτερος δὲ τὴν κατάταξιν τοῦ Θεοῦ, ᾗ κατατάσσει ἕκαστον, εἴς τι τάγμα παριστὰς, ἐρεῖ· τὸ δὲ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὅσα τῆς τάξεως ἐστι τῶν ὑποτασσομένων, “ καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα “ τῆ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τοῦ τὰ πάντα ἐν πᾶσι “ πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν, πότερόν ποτε ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἣ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλὴ, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ, καὶ πληρούμενον ὑπὸ τοῦ Πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἣ ἄλλως πῶς δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέν τοι γε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικότερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος· τὸ δὲ θεῖον καὶ ζωοποιὸν πᾶσαν τὴν ἐκκλησίαν, ἢ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεῖα. Πῶς δὲ ἡ Ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος, ἀλλ’ αὐτοῦ πληρουμένου· δόξει γὰρ ἀκολουθότερον ἃν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον. Αὐτὸς ὃς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἀεὶ πλήρωμα, οὐκ ἃν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. Ὅρα δὲ, εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων, ὅτι καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ Υἱοῦ πρὸς τὰ λογικὰ, ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. Καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν· κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις τούτου τοῦ βασιλέως. οὐδὲν δὲ οὕτως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ λογικῶν καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πὼς ὂν, ὅτε λείπει τῶν εὐργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστὸς, λείπων τοὐτοις πρὶν προσέλθωσιν. ΚΕΦ. Γ. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρός Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του ἀέρος του πνεύματος του νυν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦτες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ, ἢν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, συνεζωοποίησε τῷ Χριστῷ, ὁ Θεὸς, πλούσιος ὣν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἧμας νέκρους τοῖς παραπτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν ” δέ’ σύνδεσμον τὸν ὅπου, ” ὁ δὲ Θεὸς πλούσιος ” ἐλέει·’’ ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἣ ὡς ὑπὸ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα· ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ παράπτωμα, ἐξεταστέον εἰ διαφέρει τῆς ἁμαρτίας, καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ ” καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παρα- ” πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν, εἰ τὰ ἡμῖν ἤδη τετελεσμένα ἁμαρτίαι ἡμῶν λέγονται· αἱ δὲ ἀρχαὶ τούτων οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσα ἐπὶ τὸ πεσεῖν ἡμᾶς, παραπτώματα. καὶ τάχα διὰ τοῦτο, ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται ψαλμῷ, ” παραπτώματα τίς συνήσει ;” τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας παραπτώματα, δύνασθαι ἃν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ἁμαρτίαις. Τί ἐστι ” κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ’ ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται, τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μέχρι τέλους κατασκεύῃ· ἄλλος δὲ, ἐκ τοῦ ἑξῆς ὑπονοήσει, μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου· ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ” ἐν οἷς ποτὲ περιεπατήσατε κατὰ τὸν ” τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ” τοῦ πνεύματος καὶ ἐν τῇ πρὸς Γἀλάτας δὲ, τὸ ” ” λῆται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ,’’ νομίσει ὅτι ζῶον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰὼν, ὁ αὐτὸς ὣν τῷ ἄρ- χοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· πλὴν ἔχει ἀντεπεχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας Ἐπιστολῆς ῥητόν· ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι· ” ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι “εἰσι·” καὶ ” μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς ἐπὶ τῆς γῆς, φησὶν ὁ Τακώβ· καὶ τὸ ” δι’ οὑ ἐποίησε “ αἰῶνας” κείμενον, δόξει κτίσμα λέγειν τοὺς αἰῶνας· ὤν δύναται εἱς ἀποστατικῶς πονηρὸς γεγονέναι, καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ” ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, ” νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς ” πάντες ἀνεστράφημέν ποτε·’’ καὶ παρατηρητέον γε, ὅτι οὐκ κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵν οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης. Δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του πνεύματος· ὅπερ πνεῦμα ἀέρος ἐστι, τὸ πνεῦμα τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστι τῆς περὶ τὸν ἀέρα, ὁ νῦν λεγόμενος· ἥτις ἐνεργεῖ, διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς· καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς, δι’ αὐτοῦ τοῦ ἀπειθεῖν, υἱὸς ἀπειθείας ἀναφαίνεται. καὶ μή ποτε πρὸς ταύτης ἡμῖν τὰς ἐξουσίας ἡ πάλη· ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι λέγεσθαι· ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας ἐν τοῖς ἐπουρανίοις, τοῦ περὶ ἡμᾶς ἀέρος, κατά τινα συνήθειαν τῆς γραφῆς, οὐρανοῦ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ· σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. Τὸ δὲ ” καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημεν ποτε,’’ τίσιν, ἣ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκε τί πρὸς τὰ παραπτώματα, ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν ” καὶ ”ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν,’’ ἐπιφέρει τὸ ” ἐν οἷς ποτὲ περιεπατήσατε.’’ νῦν δὲ πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν, τὸ ” καὶ ἐν οἱς καὶ ἡμεῖς “πάντες ἀνεστράφημέν ποτε· ἵνα μὴ δόξῃ εἰπὼν τὸ ” ἐν οἷς ” περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,’’ δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν· οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκὸς, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων· ” ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ ” πνεῦμα κατὰ τῆς σαρκός.’’ ἀναστραφέντες δὲ ἐν τοῖς ἐπεὶ ἥμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι, ἀλλὰ πλείονα θελήματα· καὶ οὐ μόνον τῆς σαρκὸς, ἀλλὰ καὶ τῶν διανοιῶν. ζητοῦμεν δὲ, τίνα τὰ θελήματα τῶν διανοιῶν, ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς, καὶ φιληδονεῖν, ποιεῖ τίς τὰ θελήματα τῆς σαρκός· τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγίους δόξης καὶ τῆς ὀρθῆς διανοίας, ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν. Εἰς δὲ τὸ ἥμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, οὐκ οἴ δάμεν ὁ τι ποτε ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει Υἱὸς Θεοῦ, φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως, γεγονέναι τέκνα φύσει ὀργῆς· ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα ” οὐκ ἐστὶ δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ άμαρ- ἁμαρτησεται. (Χρυσόστομου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν ὁ Ἀπόστολος, μὴ βαρῶν αὐτόν· ἐπειδὴ γὰρ εἰπεν εἰς ἔσχατον κακίας ἠλάσατε· τοῦτο γάρ ἐστι νεκρωθῆναι· ὥστε μὴ σφόδρα βαρύναι αὐτοὺς, αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων· κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα, δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν· τίνα δήπου, τὸν διάβολον· διὰ τι δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν, ἑκόντες καὶ προτρεπόμενοι, καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τίς· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτο, ἀλλ’ εἰς γέενναν παραπέμποντι, πέμποντι, πάντες ὑπείκουσιν· ἀλλ’ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ· καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετεραν. Κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος τοῦ πνεύματος. τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα πάλιν ἀέρια, ἀσώματοι δυνάμεις εἰσὶν, αὐτοῦ ἐνεργοῦντος· ἔστι γὰρ αἰώνιος ἡ ἀρχή· τουτέστιν, τῷ παρόντι αἰῶνι συγκαταλυομένη· λυομένη· ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· ” οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ” τοῦ αἰῶνος τούτου.’’ ἵνα γὰρ μὴ κοσμοκράτορα ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῆς, εἶπε τοῦ ” αἰῶνος τούτου·’’ καὶ πονηρὸν αἰῶνα καλεῖ, τὸν καιρὸν τὸν διεστραμμένον· οὐ περὶ τῶν κτισμάτων λέγων· ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν, μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς καὶ μετὰ τὴν παράβασιν. τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ, οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ τοὺς πάντας ἐφέλκεται; καὶ οὐ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ’ ἐκείνων. “ καὶ ἦμεν φύσει ” τέκνα ὀργῆς·” τὸ φύσει, τὸ γνήσιον ἐνταῦθα παρίτησιν· “ ὡς καὶ ” οἱ λοιποὶ πάντες·’’ τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες· ἵνα μὴ τὴν σάρκα διαβάλῃ καὶ μὴ δὲ μέγα τις εἶναι νομίσῃ τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες· τουτέστιν τὰ τῆς ἡδονῆς πάθη· παρωξύναμεν τὸν Θεὸν καὶ παρωργίσαμεν· τουτέστιν, ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. ὥσπερ γὰρ ἀνθρώπου ὣν τέκνον φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς, ὡς καὶ οἱ λοιποί. Άλλόσ φησιν, ὑμᾶς φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτως ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε, ὑπὸ τοῦ πονηροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπνεομένων ἡμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξίωσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἀντὶ ἁμαρτίας νεκρότητα ἡμῶν μετέβαλεν εἰς ζωὴν, κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν. ὅπερ γάρ ἐστιν ἐν Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ· καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὁμοία τῶν ἐθνῶν πεπονθέναι φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσεν. Σευηριανὸσ δέ φησι, κόσμος, διττῶς λέγεται· καὶ ἡ σύστασις ἡ δημιουργικὴ, καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα· αἰῶνα καλέσας, τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν· κόσμον δὲ τὴν σύστασιν τοῦ παντός· καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει, ” ” ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.’’ τοῦτον νῦν αἰῶνα λέγει. τὴν οὑν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην, αἰῶνα ὠνόμασεν· ἧς μέρος ἦσαν ποτὲ, καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ- πνεύματος. Φανερῶς διὰ τούτου δείκνυσιν ὁ Ἀπόστολος, ὅτι οὐκ ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριον τὸ πονηρὸν πνεῦμα· κἂν ὁ Κύριος λέγῃ ” εἰδον τὸν Σατᾶναν ὡς ἀστραπὴν πεσόντα ἐκ οὐρανοῦ,” οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε, λέγων ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως ἔιδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. ” τοῦ νῦν “ γοῦντος.’’ ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. Ἀντὶ τοῦ ἀερίου πνεύματος. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. Ἐκ τούτου δείκνυται, ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ, συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν. Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. Ωσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. Ο δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς ἐλεήμων, ἀλλὰ πλούσιος· καθὰ καὶ ἐν ἑτέρῳ φη- σίν· ’• ἐν τῷ πλήθει τοῦ ἐλέου σου·’’ καὶ πάλιν· " ἐλέησόν με κατὰ τὸ μέγα ἔλεος σου. Διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς. Πόθεν ἡμᾶς ἠγάπησε ; ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ’ ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης ’ καὶ τοῦτο οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωο- ποίησε τῷ Χριστῷ. Πἀλιν ὁ Χριστὸς μέσος· καὶ τὸ πρᾶγμα ἀξιόπιστον· εἰ γὰρ ἡ ἀπαρχὴ ζῆ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται ; εἶδες τὸ ὑπερβάλλον μέγε- θος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας ; τοὺς νεκροὺς, τοὺς ὀργῆς υἱοὺς, τούτους ἐζωοποίησεν· εἶδες τὴν ἐλπίδα τῆς κλή- σεως ; συνήγειρε καὶ συνεκάθισεν· ε-ι’δες τὴν δόξαν τῆς κληρονο- μίας αὐτοῦ ; τὸ μὲν συνήγειρε δῆλον, τὸ δὲ συνεκάθισεν ἡμᾶς le^ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν ; ὡς τὸ συνή- γειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος· εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν· ὡς καὶ ἐκεῖ τοῦ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν 1ωσήφ· οὐκοῦν οὕτω *’ καὶ συνεκάθισε,’’ τῆς κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκά- θῆται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν, " ἐν Χριστῷ \r\aov’’’^ ἣ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ. πῶς οὖν συνεκάθισεν ; εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. ε-ι’τα ἵνα μὴ ἀπιστήσῃς, ὅρα τι ἐπάγει, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ· ἐν χρηστό- τητι ἐφ’ ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ ε7πε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς· τι γάρ, φησι, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη ; ἔδειξε μὲν οὑν, ὅτι καὶ πρὸς ἡμᾶς, εἴγε οὕτως ἡμῖν ἥνωται. πλὴν ἀλλὰ καὶ τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· " ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώ- “ μασι, συνήγειρε καὶ συνεκάθισεν·’’ ὥστε ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων, ἀπό τε τῆς κεφαλῆς, ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα, λαβὼν τὴν ἀπόδειξιν. πῶς γὰρ ἐνδείξηται, ἂν τοῦτο μὴ γένηται; καὶ ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Ὠριγένησ δέ φησι· τὸ “ συνήγειρε καὶ συνεκάθισεν,’’ ὃ μὲν ἁπλούστερον ἐκλαμβάνων, κατὰ πρόγνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἑπόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν, οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ, καὶ ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκὶ, οὕτως οὐκ εἶναι ἐπὶ γῆς, κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν Πνεύματι, οὐκ ἔστιν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἤδη ἐν Πνεύματι. ματι. αἱ γ᾿ οὖν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων γε καὶ τοιῶνδε κατάληψις οὐκ ἔστιν ἐπίγειος, ἀλλ’ ἐπουράνιος· πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων τῶν συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἐστιν, ἵν οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις, συγκαθήμενοι θήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ Θεοῦ. τῇ γὰρ χάριτι ἐστε σεσωσμένοι, διὰ πίστεως.] (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, ἵνα μὴ πάλιν αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὸ ἡμῶν, καὶ πάλιν αὐτὸ ἀνεῖλε, καὶ φησὶ, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, οὐδὲ ἡ πίστις φησὶν ἐξ ἡμῶν. εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Θεοῦ τοίνυν τὸ δῶρον· μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησὶν, ἀλλ’ ἵνα μὴ ἀργοὺς μηδὲ καινοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησί· τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, ἵνα μή τις καυχήσῃ τι, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. τί οὖν αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; οὐδαμῶς, ἀλλ’ οὐδεὶς ἐξ ἔργων, φησὶ ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία· οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων, ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς γένῃ, ὅρα τι ἐπήγαγεν. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται· ὄντως ἡ κτίσις ἑτέρα ἐστὶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τοῦτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ ἐγενόμεθα, οὐκ ἦμεν πρότερον· ἄρα ἡ κτίσις τὸ πρᾶγμά ἐστι καὶ τῆς ἑτέρας τιμιωτέρα. ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῆν, ἐκ δὲ ταύτης τὸ καλῶς ἡμῖν ζῆν περιγέγονεν· ” ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ “ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.’’ Διαρκοῦσι γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς, οὐχὶ ἵνα ἀρξώμεθα, ἀλλ’ ἵνα περιπατήσωμεν· οὐδὲ γὰρ εἰ βαδίζειν ὁδὸν ἔδει, εἰς πόλιν φέρουσαν βασιλικήν· εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἀν’ ἧμας ἀυτὴ η ἐλπὶς τῆς κλήσεως· επ ἔργοις γὰρ φησὶν, ἀγαθοῖς. οὐδὲν οὖν ἃν ὤνησεν ἡμᾶς τὸ πρᾶγμα. οὕτω δὴ καὶ ἐνταῦθα· οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, προστάττει, ἀλλ’ ἵνα πάντα. Θεόδωροσ δέ φησιν, ” εἰς τὸ αὐτοῦ γάρ ἐσμεν ποίημα, ” σθέντες ἐπ’ ἔργοις ἀγαθοῖς.” ἐνταῦθα οὐ κατὰ τὴν λέγει δημιουργίαν, ἀλλὰ κατὰ τὴν δευτέραν, καθ’ ἣν ἀνακτιζόμεθα διὰ τῆς ἀναστάσεως, ἵν, ἅπερ ἀπὸ τῆς οἰκείας προαιρέσεως κατορθῶσαι οὐδαμῶς οἷοί τε ἐγενόμεθα, τῷ τὴν φυσικὴν ἀντιπράττειν ἡμῖν ἀσθένειαν, ταῦτα δίχα πόνου παντὸς σὺν εὐμαρείᾳ πολλῇ χάριτι τοῦ πρὸς τοῦτο ἡμᾶς ἀνακτίζοντος, ἐπιτελέσαι ἡμῖν ἐγγένηται. Σευηριανόσ δέ φησιν, ἐπειδὴ κτισθέντες λέγει, ἡ κτίσις έστι· τὸ δὲ ” έπὶ ἔργοις ἀγαθοῖς” ἐπήγαγεν, ἵνα σαυτὸν οἰκοδομῇς . . . . . . Τῶν εἰς τὴν πρὸς Ἐφεσίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος ά. ΤΟΜΟΣ B. Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποίητου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλωτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι, ἐν τῷ κόσμῳ. (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, πολλὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· πρῶτον, ὅτι δι’ ἑαυτοῦ ἔσωσε, καὶ δι’ ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· πρῖτον, ὅτι ποῦ ἀνήγαγε· καὶ πάντα ταῦτα κινεῖ νῦν γράφων ὁ Παῦλος. εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τέκνα ὀργῆς ἔσωσε. νῦν λέγει, τίνων ἐποίησεν ἴσους. ” διὸ’’ ” μνημονεύετε,’’ ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς εὐτελείας εἰς ἀντίρροπον, εἰ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων. διὰ τοῦτό φησι· ” διὸ “διὶ” ποῖον; ἐπειδὴ ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς· τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι· ἐν ῥήμασιν ἦν ἡ τιμή· ἐν σαρκὶ τὸ προτέρημα·” οὐδὲν γάρ ἐστιν ἡ “ἀκροβυστία, οὐδὲν ἡ περιτομὴ, ” ὑπὸ τῆς λεγομένης “ τομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ “ Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, “ ἄθεοι ἐν τῷ κόσμῳ.’’ Ὑμεῖς ὑπὸ Ἰουδαίων τοῦτο καλούμενοι. τί δή ποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην· ἐν τῷ κοινωνῆσαι αὐτοῖς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτὸ ἐν τοῖς ἀναγκαίοις· ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. προϊὼν γὰρ, φησὶ, συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖον τοῦ Θεοῦ. ὁρᾷς πῶς οὐ καθαιρεῖ; ταῦτα, φησὶ, ἀδιάφορά ἐστι. μὴ νομίσητε ὅτι περιτομῆς οὐκ ἐτύχετε, ἀλλ’ ἀκροβυστία ἐστὲ, διαφοράν τινα εἶναι. τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς Χριστοῦ εἰναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι· τοῦτο δὲ οὐ πολιτεία. τὸ δὲ ξένους εἶναι τῶν διαιθηκῶν τῆς ἐπαγγελίας, τὸ ἐλπίδα μὴ ἔχειν τὴν μέλλουσαν, τὸ ἀθέους εἰναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει δὲ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην εἶχον περὶ αὐτὸν δόξαν οἱ Ἰουδαῖοι· οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν ὅτι “ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν “βασιλεία τῶν οὐρανῶν,’’ τὸ ἔλαττον τίθησιν· ” φησὶν, ” ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.’’ τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. ἄρα τοῦτο ἢν τὸ πολιτεύεσθαι· πολλὴ δὲ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν· “ ἀπηλλοτριωμένοι,’’ φησὶ, ” καὶ ξένοι “ διαθηκῶν,’’ ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτός· ἀλλ’ οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι καὶ τῶν διαθηκῶν ἐξέπεσον, οὐχ ὡς ξένοι. τίνες δὲ αἱ διαθῆκαι τῆς ἐπαγγελίας; ” σοὶ “ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην,’’ καὶ ὅσα ἕτερα “ ἐλπίδα,’’ φησὶ, ” μὴ ἔχοντες, καὶ ἄθεοι·’’ Θέους προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν. οὐ γὰρ ἐστί τι εἴδωλον. Ωπιγένησ φησὶ πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας, ἀλλὰ ἄλλην τινὰ καινὴν, καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν, “ ἦτε’’ γὰρ, φησὶν, ” ἐν “ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ “ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ, ἀλλ’ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον, καὶ κατ’ αὐτὸν βιοῦσι, πᾶσιν ὑπάρχει τὸ οἰκειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραήλ· καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων, ἀκόλουθόν ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ, μή ποτε διὰ τοῦτο εἴρηται ” ἄθεοι, “ τῷ κόσμῳ τούτῳ κ·” ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ ἦσαν ἄθεοι, οἷς γράφεται ἡ Ἐπιστολή. κ τοῦτο Cod. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγεννήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἣ ἐγγὺς; εἰς παράτασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως, καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς, καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. ” αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.’’ τηρητέον, ὅτι ὥσπερ ἐστὶ ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωὴ, οὕτω καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς, ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον· ὅτε αὐτὸν ζητήσας εὗρεν ὡς λόγον, τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει, οὕτω ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην· ἵνα αὐτὸν ἔχωμεν, καθώς ἐστιν εἰρήνη, καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν. Σευηπιανόσ δέ φησιν· οὐκ εἶπεν ἐγγύτερον τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς. Θεόδωποσ δέ φησι, νῦν ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀνάστασιν χαρισάμενος, καὶ ἕτερον ἀντὶ τοῦ παρόντος ἐπεισαγαγὼν βίον, συνῆψεν ὑμᾶς τοὺς ἀφεστῶτας πολύ· πῶς καὶ τίνα τρόπον; ” γάρ ἐστιν ἡ εἰρήνη ἡ ἡμῶν, καὶ τὰ ἑξῆς. ὁ Χριστὸς τὴν διὰ τῆς ἀναστάσεως ἀθανασίαν ἡμῖν παρασχὼν, κατέλυσε τὴν διαίρεσιν ταύτην. ἐν γὰρ ἀθανάτῳ φύσει περιτομὴ μὲν οὐκ ἃν γένοιτο. τούτου δὲ οὐκ ὄντος, οὐδὲ μία φανήσεται ἀκροβύστου καὶ περιτετμημένου διάκρισις, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ἐντολῶν τὸν νόμον ἐντεῦθεν ἔπαυσε· περιττὴ γὰρ τότε πᾶσα τοῦ νόμου διάταξις. (Χπυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγε, ἀλλ’ ὅτι καὶ ἡμᾶς κἀκείνους εἰς μείζονα· πλὴν ἡμῖν μείζων ἡ εὐεργεσία. τοῖς μὲν γὰρ καὶ ἐπήγγελτο, καὶ ἐγγυτέρω ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ πορρωτέρω ἦμεν. διό φησι, ” τὰ δὲ ” ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θέον.’’ ἐπηγγείλατο μὲν τοῖς ἀλλ’ ἀνάξιοι ἦσαν· τούτοις δὲ οὐδὲ ἐπήγγελτο, ἀλλὰ ξένοι ἦμεν, οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτούς· καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ. Ὑπόδειγμα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολύβδου, εἶτα ἀμφοτέρους καταχωσθέντας ἀνελθεῖν χρυσοῦς τοὺς δύο ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. ἔστω πάλιν ὁ μὲν δοῦλος ὁ δὲ υἱοποίητός, ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν· ὁ μὲν ἀποκήρυκτος ὣν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα. εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι καὶ γνήσιοι παῖδες. ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἕν, ὁ μὲν πόρρωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν. Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ποῖον ἔστι τὸ μεσότοιχον; τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. τινὲς φασὶ τὸ μεσότοιχον τῶν Ἰουδαίων πρὸς τοὺς Ἕλληνας, ὅτι οὐκ ἀφίησιν αὐτοὺς ἀναμίγνυσθαι. ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ, ἀλλὰ τὸ μεσότοιχον τοῦτο κοινὸν εἶναι τὴν ἔχθραν· τοῦτο μεσότοιχον ἦν διαφράσσον, καθὼς ὁ προφήτης φησίν· ” οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνάμεσον “ ὑμῶν καὶ ἐμοῦ·’’ μεσότοιχον ἦν, ἔχθρα ἦν, καὶ πρὸς καὶ πρὸς Ἕλληνας εἶχε· τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ ηὔξετο. ” ὁ γὰρ νόμος,’’ φησὶν, ” ὥσπερ οὖν ἐκεῖ λέγων ὁ νόμος, ὀργὴν κατεργάζεται, οὐκ αὐτὸ τὸ πᾶν ἐπιγράφει, ἀλλ’ ἐπειδὴ παρέβημεν, ὑπακούεται. οὕτω δὲ ἐνταῦθα μεσότοιχον αὐτὸν φησὶν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. φραγμὸς ὁ νόμος ἦν· ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν. διὸ καὶ φραγμὸς ὠνόμασται. ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, ” καὶ φραγμὸν αὐτῷ περιέθηκαν,’’ καὶ πάλιν ” “τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό- “ μένοι τὴν ὁδόν·’’ ἐκεῖ τὴν ἀσφάλειαν φησίν· ” “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα·’’ γέγονε δὲ οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζων αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτο γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ ὅπερ ἔλυσεν ὁ Χριστὸς, οἶον δὴ τοῦτό ἐστι τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. πῶς; σφαγεὶς καὶ λύσας ἐκεῖ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτὸν, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. βαβαὶ, ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάσσωμεν· ἐπειδὴ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι· τὸν νόμον κατέλυσεν, ὡς ἃν εἴ τις παιδίον ἴδιον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούῃ, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσῃ καὶ ἀπάγοι. τί ἐστιν, ” ἐν δόγμασι καταργήσας ;” πολλὴν γὰρ φησὶν ἐντολῆς καὶ δογμάτων, ἣ τὴν πίστιν αὐτήν φησιν δόγμα καλῶν, ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν, ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· ” ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ” ὅλως·’’ τουτέστιν, ἐὰν πιστεύσης, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν νεκρῶν, σωθήσῃ· καὶ πάλιν ” ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν ” στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. μὴ εἴπῃς, τίς ἀναβήσεται ” εἰς τὸν οὐρανὸν, ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἣ ” αὐτὸν ἀνήγαγε ἐκ νεκρῶν ;” ἀντὶ βίου πίστιν γὰρ μὴ εἰκῆ σώσῃ, ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων, ἵνα τοὺς δύο κτίση ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Ὁρᾷς οὐχὶ τὸν Ἕλληυνα γινόμενον Ἰουδαῖον, ἀλλὰ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας, οὐχὶ ἵνα τοῦτον ἕτερον ἐργάσηται, ἀλλὰ τοὺς δύο κτίσῃ. καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῶ κτίσει; καὶ οὐκ εἶπε, μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐναργὲς τοῦ γενομένου, καὶ ὅτι εἰς ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν. ἵνα τοὺς δύο κτίση, φησὶν, ἐν αὐτῷ, τουτέστι, δι’ ἑαυτοῦ· οὐκ ἄλλω τοῦτο ἐπέταξεν, ἀλλὰ δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς πρῶτος τοῦτο γινόμενος, ὅπερ τῆς προτέρας κτίσεως ἐστι μεῖζον, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, καὶ ἔνθεν τὸν Ἕλληνα, μέσος αὐτὸς γενόμενος καὶ συμμίξας αὐτοῖς, καὶ πᾶν αὐτῶν τὸ ἠλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος, οὐ δι’ ὕδατος καὶ γῆς. γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην, ἐκτὸς νόμου—καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους εἰς ἕνα καινὸν ἄνθρωπον, φησὶν, ποιῶν εἰρήνην, πρὸς τὸν Θεὸν, ἢ καὶ πρὸς ἀλλήλους, μᾶλλον δὲ πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; ” ” ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ ” σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. οὐκ εἶπε, ἀλλ’ ἀποκαταλλάξει, δεικνὺς, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων, καὶ πρὸ τοῦ νόμου· ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. πῶς τοῦτο γίνεται ; τὴν ὀφειλομένην φησὶν δίκην αὐτὸς ὑποστάς. “ Διὰ τοῦ σταυροῦ, “ ἀποκτείνας τὴν ἔχθραν ἐν ἑαυτῷ.’’ οὐδὲν κυριώτερον τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. πῶς οὐν ἀνίσταται ; ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας, ἕως ἃν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἃν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται, κἂν ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολύσαντα· σὺ δὲ ὠδίνεις ἑτέραν· τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ἃν μηδὲν φρονῶμεν σαρκικὸν, οὐ τεχθήσεται ἑτέρα. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Οὐ δι’ ἄλλου τινὸς ἐμήνυσεν ἡμῖν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσία.; ὑπηρέτου σχεδὸν καὶ διακόνου τάξιν ἐδείξατο ὁ δεσπότης. τοὺς Ἰουδαίους φησὶν ἐγγὺς, ὡς πρὸς τοὺς Ἕλληνας, “ ὅτι “ δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύ- “ ματὶ πρὸς τὸν Πατέρα·’’ εἰρήνην τὴν πρὸς Θεὸν φησὶν, οὐχ ὑμῖν ἔλαττον, ἐκείνοις δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι· τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος. Σευηριανόσ φησι, εἰς τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμὸν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός ; “ ἀφελῶ τὸν “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,’’ τουτέστι, τὴν ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον ; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον. κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες, καὶ τοῦτό ἐστιν ὃ λέγει Δαβίδ· “ ὁ Θεὸς “ κατοικίζει μονοτρόπους ἐν οἴκῳ.’’ ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἱν οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ· τὸν νόμον τῶν ἐντολῶν, τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν Μωσαϊκῶν· ἐν δόγμασι τοῖς ἰδίοις καταργήσας, ὧν ἐστιν, “ οὐ τὰ εἰσπορευόμενα “ κοινοῖ τὸν ἄνθρωπον·” τοῦτο δὲ ἔλυσε, τὸ τόδε φαγὲ, τὸ δὲ μὴ φάγῃς, τὸ μὴ διδόναι βιβλίον ἀποστασίου, τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα· τὸ ἡμέρας παρατη- ρεῖσθαι, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἐναντίον ἦν οἶς ἔδωκε Μωυσῆς· καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ, οἷς νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπὸν, τουτέστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς ε-ι’ναι ἔπλαττε μετὰ τὴν χάριν. Θεόδωροσ δὲ φησὶ, ἵνα εἴπῃ διὰ τῶν ἰδίων δογμάτων τῆς ἀναστάσεως, τῆς ἀφθαρσίας, τῆς ἀθανασίας, δόγματα καλέσας ταῦτα, ὡς ἐν πράγμασιν ὄντα, τῆς θείας χάριτος ἐν ἡμῖν κατα- πραττομένης, ὡς μηδὲ προσταγμάτων ἡμᾶς δεῖσθαι καὶ ἐντολῆς, τῆς τόδε ποιεῖν, ἣ μὴ ποιεῖν βουλομένης ἡμᾶς. Ἴνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Σευηριανόσ φησιν, ’ Ἓλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφι- στάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην. Ο γὰρ νόμος οὐ βούλεται εἰρήνη, ε-ι’ναι· διατὶ ; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. " ἀμφοτέρους ** καταλλάξει τῷ Θεῷ·’’ ἐπειδὴ οἱ μὲν Ἓλληνες ἐπλανῶντο, οἱ δὲ bυδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν 1ουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος· οὐχ ἑτέρως δὲ ἐπαύσατο, ἣ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος, ᾧτ’ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον. λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε, παύσας τὸν νόμον. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς καὶ τοῖς ἐγγύς. Τοῦτο δείκνυσιν, ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μώσεως ὡς τὸ ει’δώλολατρει-ν. μακρὰν γάρ φησιν ει-’ναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους· τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον. εἰ γὰρ εἰχον τὸ τέλειον, οὐκ ἠσαν ἐγγὺς, ἀλλ’ ἐν αὐτῷ· εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγὺς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. Ωριγένησ δέ φησι, ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν, καὶ πρότερον ἐγγὺς, τῶν δὲ ἀνθρώπων μακράν· ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων, τὸ ” εἰρηνοποιήσας διὰ τοῦ ” τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς “ νοῖς·” καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται, τῶν μὲν κρειττόνων δυνάμεων, ὅτι ἐν φιλία ἦν πρὸς τὸν Θεὸν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων, ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτὸν, καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ, κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο τοῦτο τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν Σωτῆρα ἡμῶν· καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ πρόσχες γε τῷ ἑξῆς· εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτω ἑρμηνεύοντος κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μώσεως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις. καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἣ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι τὸ καταλελύσθαι τὸ διατειχίζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστὸς, ἵνα νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ Σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως, συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις, καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσημέραι ἀνακαινοῦσθαι νοεῖται, καὶ κατοικισθήσεις 1 ἐν καινῷ κόσμῳ· ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ ” εἰς ἕνα καινὸν ἄνθρωπον,’’ τῇ ἑρμηνείᾳ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπλοῖται πολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ προφητῶν, ὄντως ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς οἰκοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Πρὸς τὸ προειρημένον “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας·’ νῦν λέγεται “ ἄρα οὐκέτι εἰσὶ ξένοι καὶ πάροικοι,’’ καὶ πρὸς τὸ “ ἀπηλ- “ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ·” νῦν τὸ “ ἀλλὰ συμπολῖ- “ τᾶι τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ·’’ τὰ δὲ ῥήματα ταῦτα προσακτέον ακτέον τοῖς εἰσάγουσι τὰς φύσεις. πῶς γὰρ ξένοι οἱ φύσει πολῖ- τᾶι τῶν ἁγίων, καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ ; τὰ δὲ ἀπὸ τοῦ “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ “ προφητῶν’’ δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ, τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσῃ δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θειότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας, καὶ ἄλλου τοὺς Ἀποστόλους. εἰ γὰρ “ οἱ μηκέτι ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων “ καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν Ἀπο- “ στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, “ ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον “ ἐν Κυρίῳ,’’ φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λίθους τῆ πάση οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ, χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, φησὶ πάλιν τὸ “ ἐν’’ διά ἐστι· διὰ Υἱοῦ καὶ Πνεύματος, τουτέστι, προσήγαγε τῷ Πατρί. “ Ἄρα οὖν οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται “ τῶν ἁγίων.’’ ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζόμεθα· “ καὶ οἰκεῖοι τοῦ Θεοῦ,’’ ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ἡμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη. Ἐποικοδομηθέντες, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, θεμέλιος οἱ Ἀπόστολοι καὶ οἱ προφῆται. καὶ πρῶτον τίθησι τοὺς Ἀποστόλους, ἐσχάτους ὄντας τοῖς χρόνοις. Ἤ τοι οὖν τοῦτο δεικνύς φησι· τουτέστι, θεμέλιός εἰσιν ἐκεῖνοι, μία οἰκοδομὴ τὸ πᾶν, καὶ ῥίζα μία. εἶτά φησιν· ὁ τὸ πᾶν συνέχων, ὁ Χριστός. ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος τοὺς τοίχους συνέχει καὶ τοὺς θεμελίους. “ ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογεῖται.’’ ὅρα πῶς αὐτὸ συνῆψε· ποτὲ μὲν ἄνωθεν κατάγοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν καὶ ῥίζαν ὄντα. τὸ ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοίχους, ὅτι ἐν αὐτῷ ἐκτίσθη· καὶ πρωτότοκός φησι πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει, “ ἐν ᾧτ’ πᾶσα οἰκοδομὴ συναρμολογου- “ μένη,’’ κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει. ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· “ θεμέ- “ λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς “ ἐστιν Ἰησοῦς Χριστός.’’ ” ἐν ᾧ πᾶσα,’’ φησὶν, “ οἰκοδομὴ συναρ- “ μολογουμένη.’’ δείκνυσι καὶ τὸ ἀκριβὲς, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. “ αὔξει εἰς ναὸν,’’ φησὶν, “ ἅγιον ἐν Κυρίῳ· ἐν ᾧτ’ καὶ ὑμεῖς,’’ φησὶ, “ συνοικοδομεῖ- “ σθε.’’ τι δὴ βούλεται ἡ οἰκοδομή ; ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ· καὶ ἕκαστος ὑμῶν ναός ἐστι, καὶ κοινὴ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῶς οἰκεῖ. Θεόδωροσ δέ φησιν, ἐπειδὴ εἰς ναὸν τοῦ Θεοῦ τελοῦμεν ἀμφότεροι, τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος διὰ τῆς ἀναγεννήσεως τοῦ συντελεῖν εἰς μίαν οἰκοδομὴν δεξάμενοι. τὸ δὲ “ ἐν ᾧ πᾶσα “ ἁφὴ συναρμολογομένη·” ἵνα εἴπῃ, πᾶς λίθος ὑπὸ ἁφὴν πίστεως· ἀπό τινος ἰδιώματος οὕτως εἰπών· ἐν τάξει δηλονότι ἀνθρώπου τὸν λίθον λέγων.