ΚΕΦ. Θ. Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσιν κατὰ Χριστόν. Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. Πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς, ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρὸς, εἶτα τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμούμενος Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον· τῆς δὲ γυναικὸς, ἐὰν δεόντως τῷ ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν, ἵν οὕτως εἴπω, συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας· οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς, ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοι γε μὴ οὕτω συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνὴ, οὐκ ἂν λεχθείη ἐπὶ τούτων, ὅτι ὁ δέ τις κεφαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ ἀνὴρ πρὸς τὴν γυναῖκα, ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν· καὶ ἑκάστη πρὸς τὸν ἄνδρα, ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνὴρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή. Θεόδωροσ δέ φησιν, ἣν γὰρ ἐπέχει τάξιν ὁ Χριστὸς τῇ ἐκκλησίᾳ, τὸ αὐτό ἐστιν ὁ Σωτῆρ’· ἀντὶ τοῦ ὁ τὴν αἰτίαν παρασχόμενος τῆ συστάσει τοῦ ἐκκλησιαστικοῦ σώματος, ταύτην ἐπέχει τὴν τάξιν ὁ ἀνὴρ τῇ γυναικί· ἅτε δὴ τὸ εἷναί τε καὶ συνεστάναι ἐκεῖθεν λαβούσῃ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησι· πῶς οὖν λέγει, “ ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ “ δύναται ἀκολουθῆσαί μοι.’’ Εἰ γὰρ ὡς τῷ Κυρίῳ ἀποτάσσεσθαι χρὴ, καὶ διὰ τὸν Κύριον ἀφίστασθαι ἀεὶ καὶ σφόδρα μὲν οὖν χρὴ, ἀλλὰ τὸ ὡς οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. ἢ τοῦτό φησιν, ὡς εἰδυῖαι, ὅτι τῷ Κυρίῳ δουλεύετε, ὅπερ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ τὸν ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον, ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα. εἰ γὰρ ὁ ἀρχαῖς ταύταις ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος τῇ Κυρίου καὶ θεοῦ διαταγῇ ἀνθείκῃς· πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. οὕτως ἐξ ἀρχῆς ἠθέλησεν ὁ Θεός. πειθώμεθα οὖν τὸν μὲν ἄνδρα κεῖσθαι ἐν τάξει κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώματος. εἰτα καὶ ἀπὸ λογισμῶν “ ὅτι ἀνὴρ κεφαλή ἐστι τῆς γυναι- “ κὸς,’’ φησὶ, “ καθὼς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ αὐτός “ ἐστι σωτὴρ τοῦ σώματος.’’ καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. ἤδη προκατεβάλετο τῷ ἀνδρὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν· τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν. Ως οὖν “ ἡ ἐκκλησία, ὑποτάσσεται τῷ Χριστῷ·’’ τι ἐστιν ἡ ἐκκλησία ; ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν, ὡς τῷ Θεῷ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν. Ηκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν ; ἐπῄνεσας τὸν Παῦλον ἅτε ὡς συγκροτοῦντα τὸν βίον ἡμῖν ; ἀλλ’ ἄκουσον ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ. πάλιν γὰρ τῷ αὐτῷ ὑποδείγματι κέχρηται, “ οἱ “ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε “ τὴν ἐκκλησίαν.’’ εἶδες μέτρον ὑπακοῆς ; ἄκουσον καὶ μέτρον ἀγάπης. βούλει τὴν γυναῖκα ὑπακούειν ὡς τῷ Χριστῷ τὴν ἐκκλησίαν ; προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς ἐκκλησίας, κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δέῃ· μὴ παραιτήσῃ, κἂν ταῦτα πάθῃς. οὐδὲν οὐδέπω πεποίηκας οἷον ὁ Χριστός. σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς· ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης, καὶ ὥσπερ οὕτως αὐτῆς διακειμένης, οὐκ ἀπειλαῖς οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ οὐδενὶ τοιούτῳ, ὑφ’ ἑαυτὸν αὐτὴν ἐποιήσατο. οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε. δυνήσῃ γὰρ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς, τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν· καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· καὶ ἑαυτὸν, φησὶν, παρέδωκεν ὑπὲρ αὐτῆς, “ ἴνα αὐτὴν ἁγιάσῃ καθαρί- “ σας.” ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. οἵαν ἃν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν ἐκκλησίαν, οὐδὲ τοσοῦτον σοῦ ἀπέχουσαν, ὅσον ἡ ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο, οὐκ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας, καἰ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει. καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον, τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν· ἐν ῥήματι, φησί· ποίῳ ; ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος· καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ’ ἔνδοξον ἐποίησε, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. “ οὕτως ὀφείλουσιν οἱ ἄνδρες, φησὶν, “ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. τί δὴ τοῦτό ἐστιν ; ὡς εἰς μείζονα εἰκόνα καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα, ἣ οὐ τοῦτο, ἀλλ’ ὡς ἐγγύτερον καὶ σαφέστερον καὶ δικαίωμα ἕτερον· ἐκεῖνο γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἐκεῖνο Χριστὸς ἦν καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν· ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν λέγων, “ οὕτως ὀφείλουσιν·” οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ’ ὀφειλή· καὶ “ ὡς τὰ ἑαυτῶν σώματα·’’ καὶ διατὶ ; Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστιν θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας· πῶς αὐτοῦ ἐστὶ σάρξ ; “ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου,’’ φησὶν, “ καὶ “ σὰρξ ἐκ τῆς σαρκός μου.’’ ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὅλης· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ “ καὶ ἔσονται,’’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν· “ Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαμ·” πάλιν ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· ὥσπερ γὰρ ἄπο του Ἀδὰμ ἐκ τῆς σαρκὸς καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ ἡ γυνὴ γέγονε, ταῦτα γάρ ἐστιν ἡμῖν τὰ κυριώτατα σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὧσπέρ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία· ἀλλ’ ἐκεῖνο μὲν δῆλον· λον· τοῦτο δὲ πῶς ; ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα· τι ἐστιν “ ἐκ τῆς σαρκὸς αὐτοῦ ;" τουτέστιν, γνησίως ἐξ αὐτοῦ. καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμεν ; ὅτι κατ’ αὐτὸν γεγενήμεθα· καὶ πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ; ἴστε ὅσοι μετέχετε μυστηρίων· “ ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται φησίν· ἐκ τούτου εὐθέως ἀναπλαττόμεθα· καὶ πῶς, πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος, “ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵ- “ μάτος καὶ σαρκὸς, παραπλησίως καὶ αὐτὸς μετέσχεν τῶν αὐτῶν· ἀλλ’ ἐνταῦθα οὗτος ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἔσμεν καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ; τινὲς τὸ αἶμα φασὶ καὶ τὸ ὕδωρ· οὐκ ἔστιν δέ· ἀλλ’ ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγένηται ἐκ Πνεύματος Ἁγίου, τοῦτο καὶ ἡμεῖς γινόμεθα ἐν τῷ λουτρῷ. Ὄρα ποῖα ὑποδείγματα ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην· πῶς οὑν ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ ; τουτέστιν, ἐξ ὁλοκλήρου τῆς οὐσίας αὐτοῦ ἐπλάσθη ὁ Ἀδάμ· ἐτέχθη Χριστὸς, πῶς ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔλαβεν· ἐν τῷ σταυρῷ ἡ ἀναίρεσις ἐγένετο, καὶ ἡμεῖς τῆς αὐτῆς οὐσίας αὐτῷ. Σευηριανόσ δέ φησιν, ἐπειδὴ προσήχθη ἁμνὸς, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος, δηλονότι πνευματικῶς τὸ σῶμα αὐτοῦ ἐσθιόμενον, ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα· καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκὸς, καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ. Θεόδωροσ δέ φησιν, ὥσπερ μέρος ἐγένετο τοῦ Ἀδὰμ ἡ γυνὴ ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ ληφθεῖσα, οὕτως καὶ ἡμεῖς τοῦ δεσποτικοῦ σώματος ἐσμὲν μέλη, ὥσπερ ἐκ τῆς σαρκὸς αὐτοῦ κα ἐκ τῶν ὀστέων αὐτοῦ γεγονοτες. Ὠριγένησ φησὶν, εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα· σπίλοι δέ εἰσιν, οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων, ὡραιοτέρα γένοιτ’ ἃν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν· ἅτινα οὐδενός ἐστιν ἢ τοῦ λόγου περιελεῖν. Ἵνα παραστήσῃ ἑαυτῷ τὴν ἰδίαν νύμφην, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Ῥυτίδες δὲ, σημεῖον εἰσὶ γήρως· οὕτως εἰ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων, μὴ ἀεὶ ἀνακαινούμενος, ῥερυτιδῶσθαι ἃν λέγοιτο κατὰ τὴν ψυχήν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Παρατηρητέον ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες· καὶ περὶ μὲν τούτου, ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται· “ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα “ αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν “ γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·’’ ἐνθάδε δὲ, ἀντὶ τοῦ “ ἕνεκεν τούτου,’’ πεποίηκεν ὁ Παῦλος “ ἀντὶ τούτου·’’ παραλέλοιπέν τε τὸ μετὰ “ τὸν πατέρα’’ εἰρημένον, “ αὐτοῦ,’’ καὶ μετὰ τὸ “ τὴν μητέρα’’ δεύτερον εἰρημένον, “ αὐτοῦ·’’ ἀλλὰ καὶ τὸ “ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.’’ (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ἰδοὺ καὶ δικαίωμα· ὅτι καὶ τοὺς γεννησαμένους τίς ἀφεὶς, καὶ ἐξ ὧν ἔφυ, ἐκείνη συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ, ὁ πατὴρ καὶ ὁ παῖς καὶ ἡ μητήρ ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγχυθείσης· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, πάλιν τίκτεται ὁ παῖς· ὡστε τοὺς τρεῖς εἶναι μίαν σάρκα· ἀλλὰ πάλιν γίνεται μία σὰρξ διὰ τῆς συνουσίας, ἀναδιδομένη πάλιν· καὶ πολλῷ μᾶλλον αὐτὴ ἣ τὸ παιδίον· τί δήποτε ; ὅτι ἐξ ἀρχῆς οὕτω γέγονεν· μή μοι λέγε τάδε ἐστὶν καὶ τάδε ἐστίν. οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα ; ὁ μέν ἐστι χωλός· ὁ δὲ, διεστραμμένους ἔχει τοὺς πόδας· ἕτερος χεῖρας ἔχει ξηράς· ἄλλος ἄλλο τι μέλος ἀσθενὲς, καὶ οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. ὅσην γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα, ἐπειδὴ δύο σώματα· ἀλλ’ ὁ μὲν κεφαλὴ, ὁ δὲ σῶμα· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· οὕτω καὶ ἐγὼ φημι, ὅτι ὥσπερ ἓν σῶμα, οὕτω Χριστὸς καὶ Πατὴρ εὑρίσκεται ἅρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὣν, δύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, τὸ τοῦ Χριστοῦ. Τὸ μυστήριον τοῦτο, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. Μέγα φησὶ καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ ὁ Θεός· τέως μέντοι φησὶν εἰς Χριστὸν λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς, κατῆλθε καὶ ἦλθε πρὸς τὴν νύμφην, καὶ ἐγένετο εἰς πνεῦμα ἕν· ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι· καὶ καλῶς εἰπε μέγα μυστήριον· ὡσανεὶ ἔλεγε· πλὴν οὐχ ἡ προσηγορία ἀνατρέπει τὴν ἀγάπην· “ ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν “ ἄνδρα·” ἀρχὴ δευτέρα ἐστὶν, ἡ γυνή· μήτε αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω, ὑπὸ γὰρ τὴν κεφαλήν ἐστιν· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι· κἂν καταφρονῇ τοῦ σώ. Mάτος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ’ ἀντίρροπον τῆς ὑπακοῆς εἰσαγαγέτω τὴν ἀγάπην· καὶ πὼς ἀν’ γένοιτο ἀγάπη φησὶ, φόβου ὄντος ; μάλιστα τότε ἃν γένοιτο· ἡ γὰρ φοβουμένη, καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα, καὶ φοβεῖται· ὡς κεφαλὴν ἀγαπᾷ, ὡς μέλος. Ἐπεὶ καὶ ἡ κεφαλὴ, μέλος ἐστὶ τοῦ παντὸς σώματος, διὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ· ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο· ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχὴν ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσι πνευματικοὶ, ἔσται εἰρήνη. Θεόδωροσ δέ φησιν, ὅπερ φησὶν εἴρηται ἐν ἀρχῇ τῆς δημίουργιας πέρι τῶν γυναίκων καὶ τῶν ανδρῶν, τοῦτο μυστικώτερον ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας πεπλήρωται· πάντες γὰρ τῆς ἐξ πατρὸς καὶ μητρὸς γεννήσεως ἔξω γενόμενοι, ἅτε δὴ καὶ θανάτῳ χωρισθέντες τῆς ζωῆς ἐκείνης, πνευματικῇ τῇ ἀναγεννήσει τὴν ἀνάστασιν δεχόμεθα· ἀπορρήτῳ λόγῳ τῷ Χριστῷ συναπτόμενοι, καὶ τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς ἀθανασίας ἀκριβῆ λαμβάνοντες. Σευηριανὸσ φησὶν, οὐ τὸ μυστήριον, ἀλλ’ ὁ Θεός· τί οὖν ἐστιν ὃ λέγει ; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ, καὶ ἡ συνάφεια, τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· δι’ ὅπερ φησὶν, “ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμὲν, “ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ” εἰ ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα· τὸ οὑν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει· ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· διὰ τοῦτο ἐπήγαγεν, Πλὴν Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα. ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. Διὰ τι εἶπεν οἱ καθ’ ἕκαστον ; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ τὴν τύπος τῆς Ἐκκλησίας καὶ τῶν Χριστοῦ, διὰ τοῦτο εἶπεν, “ καὶ “ ὑμεῖς οἱ κα ἕκαστον’’ ἀγαπᾶτε· τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν· δεῖ δὲ καὶ τὸν τύπον αὐτῶν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ἵνα εὖ σοι γένηται καὶ ἔση μακροχρόνιος ἐπὶ τῆς γῆς. Ωριγένησ φησὶν, ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἣ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν· καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον· ἀλλ’ ἐν Κυρίῳ προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι· δίκαιον δὲ τὸ ὑπακούειν καθ’ ἕτερον· ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὡς φασὶν ἀγαθοῦ προστάσσει τὸ ὡς ἂν ἐκεῖνοι λέγοιεν πρόσταγμα τοῦ ἑτέρου Θεοῦ, εἴγε ὁ ἕτερος δίκαιος ἐστιν· καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κηίῳ· ἣ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν. Τὸ δὲ ῥητὸν, εἴληπται ἀπὸ τῆς Ἐξόδου οὕτως ἔχον· “ τίμα “ τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου “ δίδωσί σοι·’’ καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ Ἀπόστολος τὴν λέξιν, παραλέλοιπεν τὰ μετὰ “ τὴν μητέρα σου’’ καὶ πεποίηκεν, ἀντὶ τοῦ “ καὶ ἵνα μακροχρόνιος γένῃ,’’ “ καὶ ἔσῃ μακροχρόνιος· παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς, τὸ ἧς Κύριος ὁ Θεός σου “ δίδωσι σοι.’’ ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ ζητητέον, πῶς δεῖ ἐκλαβεῖν τὸ “ ἥτις ἐστὶν ἐντολὴ πρώτη·’’ πρώτῆς εἰρημένης ἐντολῆς, τὸ “ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν “ έμοῦ·” τινὲς μὲν οὑν οὕτως ἀνέγνωσαν· ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν. ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι, τὴν ἴνα εὑ σοι γένηται, καὶ ἴνα μακροχρόνιος γένῃ ἔπι τῆς γῆς “ ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.’’ Εοίκασιν δὲ οὗτοι, μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, “ οὐ ποιήσεις γάρ,’’ φησι, “ σεαυτῷ “ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν “ τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσ- “ κυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς. ἐγὼ γάρ εἰμι “ Κύριος ὁ Θεός σου· Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων “ ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσι με· καὶ “ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἀγαπῶσι με, καὶ τοῖς φυλάσ- “ σουσι τὰ προστάγματά μου.’’ παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς “ φυλάσσουσι τὰ προστάγματά μου.’’ μήποτ’ οὖν ἐπεὶ ἡ Δεκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον, εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ “ ἥτις “ ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,’’ ἐρεῖ, ὅτι ἰδία μέν ἐστι τῆς “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολῆς ἡ ἐπαγγελία, ἡ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός “ σου δίδωσί σοι·’’ οὐκ ἰδία δὲ τῆς “ οὐ ποιήσεις σεαυτῷ εἴδωλον “ οὐδὲ παντὸς ὁμοίωμα, ” ἣ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσι “ με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου·’ πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται, ὁ τὴν δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις, οὐ διὰ μόνην δίδοσθαι τὴν “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολὴν, ἀλλὰ καὶ δι’ ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς, αἷς ἐπιφέρεται τὸ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ “ Θεός σου δίδωσι σοι. Μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις· καὶ οὐκ ἀγνοητέον γε, ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ’ ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές· φησὶ δὲ καὶ ὁ προφήτης· “ οἴ μοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.’’ ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριος ὁ Θεὸς ἐν ἐπαγγελίᾳ δι’ δῶσι τῷ καταλιπόντι τὴν πνευματικὴν Αἴγυπτον, καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον, τὴν πολλὴν καὶ φοβερὰν, καὶ νικήσαντι οὓς πατάσσει Κύριος βασιλεῖς μεγάλους, καὶ οὓς ἀνεῖλεν Κύριος βασιλεῖς κραταιούς. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καθάπερ σῶμα Τίς πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὴν αὐχένα, εἰτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόειοιν· εἶπεν περὶ τοῦ ἀνδρός· εἶπεν περὶ τῆς γυναικὸς τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων, ἐπὶ τὴν πρώτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. τῆς μὲν γὰρ γυναικὸς ἄρχει ἀνήρ· τῶν δὲ παι παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅρα οὖν τί φησι· “ τὰ τέκνα ὑπακούετε τοῖς “ γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν “ ἐπαγγελίαις·’’ οὐδὲν ἐνταῦθα περὶ Χριστοῦ διαλέγεται· οὐδὲν περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ· ἀλλ’ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτα φησίν· ὅτι μακροχρόνιος ἔσται. εἰ γάρ τις ἐξετάζοι, διατί μὴ περὶ βασιλείας δίε λέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ὡς ἅτε νηπιωδεστέροις οὖσιν· καὶ εἰδὼς ὅτι τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι· ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπόν q. Πρώτην δέ φησι αὐτὴν ἐντολὴν εἶναι, οὐ τῇ τάξει, ἀλλὰ τῇ ἐπαγγελίᾳ· ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν ταύταις δὲ, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται· καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα τέθεικε τῇ τῆς ἀρετῆς ὁδῷ, τὴν εἰς γονέας τιμὴν καὶ αἰδῶ· ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέμετὰ τὴν εἰς τοὺς γονέας τιμήν· ἐπειδὴ καὶ πρὸ πάντων, τοῦ ζῆν μετὰ τὸν Θεὸν οὗτοι γεγόνασιν αἴτιοι· παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας καὶ φησὶ, Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἰπεν ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν φύσις ἐπισπᾶται, καὶ περιττὸν ἢν περὶ τῶν τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησιν; “μὴ παροργίζετε τὰ τέκνα ὑμῶν·” οἷον οἱ πολλοὶ ποιοῦσιν· ἀποκληρονόμους ἐργαζόμενοι καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ’ ὡς ἀνδραπόδοις· “ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ “Κυρίου·” ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται. βούλει εἶναι τὸν υἱὸν πειθήνιον, ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαἐγὼ q νομίζω ὅτι πρώτην αὐτὴν ἔφη καὶ τῇ τάξει· μετὰ γὰρ τὰ πρὸς τὸν Θεὸν δίκαια, καὶ τὰς περὶ αὐτοῦ δοθείσας ἐντολὰς, πρώτη ἐστιν ἡ περὶ τοὺς γονέας τιμὴ τῶν περὶ τοὺς ἀνθρώπους ἐντολῶν. Hoc Schol. in marg. θὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου· εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Οὐκ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ’ ἐν τῷ μέλλοντι· καὶ φιλοσοφεῖν διδάσκει· εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Εὐθέως δὲ τὴν λελυπημένην ἀνέστησε ψυχήν· εὐθέως παρεμυθήσατο· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἡ δεσποτεία ἐστὶν πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἃν ᾖ σαρκικὸν, ἐπίκαιρόν ἐστι· “μετὰ φόβου” φησὶ “καὶ τρόμου· ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, “ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα,” ἐνταῦθα δὲ, μετ’ ἐπιτάσεως, ἐν ἁπλότητι” φησὶ “καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·” συνεχῶς τοῦτο λέγει· εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, ’ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·” εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, πολλῷ μᾶλλον τὸν οἰκέτην. οὐ γὰρ δυσγένεια τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ ἡ πρώτη εὐγένεια τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν καὶ εἴκειν τῷ πλησίον· “ἐν ἁπλό- “τητη,” φησὶ, “καρδίας·” ἐπειδὴ ἔνι καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλὰ κακουργοῦντας τοὺς αὐτῶν δεσπότας· καὶ ταύτην ἀναιρεῖ τὴν κακουργίαν, λέγων· “ἐν ἁπλότητι “δίας ὑμῶν ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπω- πάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ “Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ “ἀνθρώποις·” ὁρᾷς πόσον ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν τὸ μετ’ εὐνοίας λέγω; ὁρῶμεν γὰρ πολλοὺς, φόβῳ καὶ ἀπειλῇ πολλὰ ποιοῦντας· αὐτὸς δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις· ποίησον εἶναι σὸν τὸ κατόρθωμα, μὴ τῆς ἀνάγκης, ὡς Θεῷ δουλεύων καὶ οὐκ ὡς ἀνθρώποις ἀρέσκων· εἰ γὰρ ἀνθρώποις ἀρέσαι βούλει, Χριστοῦ δοῦλος οὐκ εἶ· ἀπὸ προαιρέσεως, μὴ ἐξ ἀνάγκης. Εἰδότες ὅτι ὃ ἄν τις ἐργάσηται ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου εἴτε δοῦλος εἴτε ἑ ἐλεύθερος. Επειδὴ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας, μὴ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο· ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαρρεῖν ὑπὲρ τῆς ἀμοιβῆς. Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν, Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ ἀυτῶ. Γα αυτα” ποῖα; μετ’ εὐνοίας δουλεύετε ἀλλ’ οὐκ εἶπεν δουλεύετε· καίτοιγε εἰπὼν “ τὰ αὐτὰ”, τοῦτο ἐδήλωσεν, δουλεύει γὰρ καὶ ὁ δεσπότης· μὴ ὡς ἀνθρωπάρεσκοι φησίν· μετὰ φόβου καὶ τρόμου τοῦ πρὸς Θεόν· δεδοικότες, μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας· “ ἀνιέντες” φησὶ, “ τὴν ἀπει- “ λήν·” ἀντὶ τοῦ μὴ φορτικοὶ, μηδὲ ἐπαχθεῖς· “ εἰδότες ὅτι καὶ “ αὐτῶν ὑμῶν Κύριός ἐστιν ἐν οὐρανοῖς·” τουτέστιν “ τᾧ μέτρῳ “ μετρεῖς, ἀντιμετρηθήσεταί σοι·” “ καὶ προσωποληψία φησὶν, “ οὐκ ἔστι παρ’ αὐτῷ·” μὴ νομίσῃς ὅτι τὰ εἰς δοῦλον γινόμενα ὡς εἰς δοῦλον οὕτως ἀφήσει· οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ δεσπότου, οὐδεμίαν οἶδεν διαφοράν· ἅτε κοινὴ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Ωριγένησ δέ φησιν, τίνα “ τὰ αὐτὰ” τῶν προειρημένων ; οἶμαι οὖν ὅτι “ ἐν ἁπλότητι καρδίας·” καὶ τὸ “ ποιοῦντες τὸ “ θέλημα τοῦ Θεοῦ,” καὶ τὸ “ ἐκ ψυχῆς καὶ μετ’ εὐνοίας” τῆς πρὸς τοὺς οἰκέτας. ΚΕΦ. Ι. Εν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστόν δυνάμεως. Τὸ λοιπὸν, ἀδελφοί μου ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Τὸ “ δυναμοῦσθε ἐν Κυρίῳ,” δυναμοῦσθαι ἐστὶν ἐν λόγῳ καὶ ἐν σοφίᾳ, καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ, καὶ πάσαις ταῖς Χριστοῦ οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος, καὶ κραταιόἐπινοἰακς· τερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς· ἅτινα πάντα εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία· ἔστι δέ τις τῶν ἀρετῶν, ὡς φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ἀθεώρητος, ἡ καλουμένη ἰσχύς· ὠνομασμένη οὕτως, τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν· καὶ ἄλλη θεωρητὸς, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ’ ὃ κάλλος λέγεται, “ περιζῶσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν “ σου δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην, “ ὅλη καλὴ εἰ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·” καὶ πάλιν ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ “ καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.” Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, “ ἐνδυναμοῦσθε “ ἐν Κυρίῳ·” τί ἐστιν ἐν Κυρίῳ ; ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν, διὰ τῆς αὐτοῦ βοηθείας· ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν, ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησίν· ἐπιρρίψατε, φησὶν, τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν, καὶ πάντα ἐξευμαρίσει. Καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Τί ἐστι μεθοδεία ; μεθοδεῦσαι ἐστὶ τὸ ἀπατῆσαι καὶ διὰ συντόμου ἑλεῖν· ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ ἐν παλαίσμασιν ἐπὶ τῶν παραγόντων ἡμᾶς· οἷόν τι λέγω· “ οὐδέποτε φανερὰ προτίθησιν τὰ ἁμαρτήματα, ἀλλ’ “ ἑτέρως αὐτὰ κατασκευάζει ὁ ἐχθρὸς μεθοδεύων·” τουτέστιν, πιθανὰ κατασκευάζων, ἐπικαλύμμασι κεχρημένος. Ὠριγένησ δέ φησιν, ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ Σωτῆρος ἀναγεγραμμένων, ἔστιν εἰπεῖν πανοπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν· ὥστε ταὐτὸν εἶναι τὸ “ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ “ Θεοῦ,” τῷ “ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν·” ἡ γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια· θώραξ δὲ ἡ δικαιοσύνη· ὁ Σωτῆρ’ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη· δηλονότι ὁ Σωτῆρ’ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ. Ἀνάλογον δὲ τούτοις αὐτοῖς ἂν εἴη ἡ ἑτοιμασία τοῦ Εὐαγγελιου τῆς εἰρήνης, καὶ ὁ τῆς πίστεως θυρεὸς, καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία, καὶ ἡ τοῦ Πνεύματος μάχαιρα· ὅπερ ἐστι ῥῆμα Θεοῦ ὁ ζῶν λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ, ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησάμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἣ τὴν ἀρετὴν ἥτις ἐστιν ὁ Χριστός ; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος, ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας, ἐνεργουμένας ὑπὸ τοῦ πατρὸς αὐτῆς διαβόλου. Καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τοῦ συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σομισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιοσύνην· καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάσας εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονὼς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται, οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται· χώραν τὲ οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος· ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης, πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ Πνεύματος, ὁ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· πρὸς τοὺς κοσμοκράτορας του σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι, πειρασμοὺς τοὺς λεγομένους παρ’ αὐτῷ ἀνθρωπίνους πειρασμούς· ὅτε ἡ σὰρξ ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος, προσκαλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆς· οὐκέτι δὲ ἀνθρώπινος πειρασμὸς, οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτι ἤτοι ὁ Σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς, ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτὸς, ἣ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάση ἀπάτῃ ἀδικίας· καὶ εἰ πεῖσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον, ἐροῦντα ἐν αὐτῷ, τάδε λέγει Κύριος· ὥστε καὶ ὑπολαβεῖν τινὰ ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ’ ἃν ποιῆσαι, οὐχ ὡς αἷμα καὶ σὰρξ ἣ ἀνθρώπινος πειρασμὸς παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· δι’ ὅπερ, οὐδαμῶς δοτέον τῷ διαβόλω. Ερεῖ δέ τις τὸ “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς, λέγεσθαι, ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματος ἔρχεσθαι τῆς σαρκὸς ἡμῖν ἁμαρτήματα, πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ’ ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτὰς καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων· “ πνεύμαται “ πορνείας ἐπλανήθησαν·” τόδ’ ὅμοιον εἰπεῖν, καὶ περὶ ἄλλων δαιμόνων, θυμὸν καὶ ὀργὴν ἐμποιούντων· οὓς ἀνακόπτοντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχά τινα ποιεῖν· τὸ μισεῖν δὲ, οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν, ὅτε μισοῦμεν, δαιμόνων—καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκεύασει. ἐπεὶ οὖν βούλεται φησὶν, ἡμᾶς ὁ Ἀπόστολος διδάξαι, οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει, “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, “ άλλὰ πρὸς τὰς άρχὰς πρὸς τὰς ἐξουσίας” καὶ τὰ ἐξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαίων ὠφελημένος γράφων ὁ Παῦλος ταῦτα φησὶν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν· οἷον τοῦ Δαβὶδ πρὸς τὸν Γολίαθ, καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους, ἣ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων, σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένῶν η περιγινομενων. Ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας καὶ κοσμοκράτορος τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα ’τον ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν· “ ἐν οἷς περιεπατήσατε ποτὲ κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου· “ κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ “ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.” ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ, πεπληρῶσθαι δυνάμεων ἀντικειμένων· “ ὅτι “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη” φησὶν, “ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας ‘ τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη- “ ρίας ἐν τοῖς ἐπουρανίοις.” Εν τοῖς ἐπουρανίοις, φησὶν, ἡ μάχη κεῖται, οὐ περὶ χρημάτων οὐδὲ περὶ δόξης, ἀλλ’ ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών· ἣ τὸ “ ἐν τοῖς ἐπουρανίοις, ἀντὶ του ὕπερ τῶν ἐπουρανίων οὐχ ἴνα αὐτοὶ τινος τύχωσι νικήσαντες, ἀλλ’ ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡσανεὶ ἔλεγεν· ἡ συνθήκη, ἐν τίνι κεῖται ; ἐν χρυσῷ ; τὸ “ ἐν” ὑπέρ ἐστιν· τὸ “ ἐν” διά ἐστιν· διεγείρει οὖν ἡμᾶς ἡ δύναμις τοῦ ἐχθροῦ, τὸ εἰδέναι περὶ μεγάλων ὄντα τὸν κίνδυνον καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει· ἀρχάς τινάς φησι καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ποίου σκότους ; ἄρα τῆς νυκτός ; οὐδαμῶς· ἀλλὰ τῆς πονηρίας· ἦμεν γάρ ποτε σκότος φησι. τὴν πονηρίαν λέγω τὴν ἐν τῷ παρόντι βίῳ· οὐ γὰρ ἕξει περαιτέρω χώραν· οὐκ ἐν οὐρανῷ· οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι· κοσμοκράτορας δὲ αὐτοὺς φησίν· οὐχ ὡς τοῦ κόσμου κρατοῦντας· ἀλλ’ οἶδε τὸν κόσμον τοῦτον καλεῖν ἡ γραφὴ, τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· “ ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου·” καὶ πάλιν, “ ὁ κόσμος “ ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν·” πάλιν τὰς πονηρὰς πράξεις λέγων· οὕτω κόσμον ἐνταῦθα, τοὺς πονηροὺς ἀνθρώπους φησίν· οἱ δὲ δαίμονες μάλιστα τούτων κρατοῦσι· “ πρὸς τὰ “ πνευματικά” φησι “ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Ἀρχὰς δὲ καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων· θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. διὰ τοῦτο φησὶν “ ἀναλάβετε “ τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ “ τῇ πονηρᾷ· καὶ ἅπαντα κατεργασάμενοι, στῆναι· ἡμέραν πάλιν πονηρὰν, τὸν παρόντα βίον φησί· καὶ αἰῶνα πονηρὸν τοῦτον φησὶν, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν· τουτέστιν, ἀεὶ ὁπλίζεσθε· “ καὶ “ ἅπαντα,” φησὶ, “ κατεργασάμενοι· τουτέστιν καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους, καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα· οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλ’ ὥστε κατεργάσασθαι, ὥστε ἀνελεῖν· οὐ δεῖ δὲ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν· πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῆ πονηρᾷ. Ὠριγένησ. Ὁ ἀντιστῆναι ζητῶν ἐν τῆ ἡμέρᾳ τῇ πονηρᾷ, ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ, ἣν ἐξέθετο ὁ Ἀπόστολος· δι’ ἣν ὁ ἐξ ἐναντίας ἐντραπήσεται οὐδὲν ἔχειν περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορος τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν εἰς ἰδίους καὶ τῆς μερίδος αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ, τὸν ἐνεστῶτα αἰῶνα εἰναι πονηρὰν ἡμέραν· τρίτος δὲ, παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τίς λόγος λέγων, μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα, καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι, πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθεία. Καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται· “ ἔστωσαν, αἱ ὀσφύες “ ὑμῶν περιεζωσμέναι·” τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα, καὶ μηκέτι αὐτῇ ὑπηρετῶν, ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφῦν ζώννυται. Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. Ωσπερ δυσπαθέστερός ἐστιν ὁ βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν, ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ κυριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος, οὐκ ἃν τρωθείη· οὔτε ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἦπαρ· οὔτε γὰρ εἰς θυμὸν, οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸς τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα, κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ· ὅστις ἑκάστῳ τῶν ἀξίων κατασκευάσαι δίδωσι τὴν πανοπλίαν. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Παρατήρει, ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν· οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες, κατὰ τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδός οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης Εὐαγγέλίου· οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Εξοδῳ ἐνγεγραμμένα ὑποδήματα, ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθιόντας τὸ Πάσχα, καὶ ἑτοίμους ὄντας περὶ τὴν ὁδοπορίαν· οὕτω γάρ φησι, “ φάγεσθε αὐτὸ, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ “ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν “ ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ “ Κυρίου.” ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ σπουδῆς, καὶ τὸ ὑποδεδεμένον ἐσθίειν· ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν, ὁδεῦσαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων, ὑποδεδέσθω· ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν, ὑπολυέσθω· “ λῦσαι,” γάρ φησι, “ τὸ ὑπόδημα ἐκ τῶν “ ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστί.” διὰ τοῦτο ὁ μὲν μὴ Ἀπόστολος, ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ Ἀπόστολος, μηκέτι ὑποδήματα αἰρέτω εἰς ὁδόν· ἤδη τελειωθεὶς καὶ ὣν ἐν τῷ τόπῳ, ὅπου καὶ ἑστηκὼς καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστὶ, ζῶν ἐν Χριστῷ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, συντάξας τὸ στρατόπεδον τοῦτο καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν, λοιπὸν αὐτοὺς καθοπλίζει καὶ ἵστησιν εὐτάκτως. πρῶτον τὸ τακτικὸν εἶδος· τὸ εἰδέναι ἑστάναι καλῶς. διὰ τοῦτο πολλὰ περὶ τοῦ διαλέγεται, καὶ ἑτέρωθι λέγων· “ στήκετε· γρηγορεῖτε·” πάλιν οὕτως· “ στήκετε ἐν Κυρίῳ·” ὁ ἑστὼς, ὀρθὸς ἕστηκεν· ὁ διακεχυμένος, οὐκ ἔτι, κλινόμενος τινί. ὁ τρυφῶν, οὐχ ἕστηκεν ὀρθός· ὁ λάγνος, ὁ φιλοχρήματος, ἀλλὰ κέκλιται. “ στῆτε οὖν” φησι “ περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ·” τί δὲ τὸ ζώννυσθαι; ; τὸν στρατιώτην διαρρέοντα καὶ διακεχαλασμένον ταῖς ἐπιθυμίαις καὶ χαμαιπετεῖς λογισμοὺς ἔχοντα συρομένους, ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων· συμπλεκόμενον ταῖς κνημῖσιν, ἀλλ’ εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. ὀσφῦν δὲ ἐνταῦθα φησὶν, καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτως καὶ ἐφ’ ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφὺς ὥσπερ θεμέλιός ἐστι· καὶ ἐπ’ αὐτῷ τὸ πᾶν οἰκοδομεῖται. καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν· διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα· ζώννυται δὲ ἡ ψυχὴ, τῷ κεφαλαίῳ τῶν λογισμῶν. τί ἐστιν “ ἐν ἀλη- “ θείᾳ·” μηδὲν ψεῦδος ἀγαπῶμεν· πάντα τὰ πράγματα μετέωμεν ἐν ἀληθείᾳ, δόγματά τε καὶ βίον· τὰ γὰρ μὴ ἀληθῆ, ἀπὸ τῆς γῆς ἐστιν. Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη· δικαιοσύνην δὲ ἐνταῦθα, τὸν καθολικὸν καὶ ἐνάρετον βίον φησίν· τὸν τοιοῦτον, οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν· ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδείς. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην, πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον εἰρήνης ἐστίν· ἐκεῖνος ὁ πόλεμος, ἕτερον καταλύει πόλεμον τὸν πρὸς Θεόν· ἃν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνευόμεν τῷ Θεῷ· μὴ δείσῃς τοίνυν ἀγαπητὲ, εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται. Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Ενταῦθα οὐ τὴν γνῶσιν φησίν· οὐ γὰρ αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ δι’ ἧς τὰ σημεῖα γίνεται· εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Οὐδὲν γὰρ δύναται τῷ θυρεῷ τούτῳ· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς μαθητάς· “ ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινά- “ πεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβή- “ σεται.” πῶς δὲ ἕξομεν τὴν πίστιν ; ὅταν ἐκεῖνα κατορθώσωμεν· βέλη δὲ αὐτοῦ, καὶ τοὺς πείρας φησὶ, φησὶ, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους· εἰ γὰρ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον τοῖς πάθεσι τῆς ψυχῆς. Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε. Τουτέστιν τῆς σωτηρίας ὑμῶν· περιφράττει γὰρ αὐτούς. Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ητοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ μαχαίρᾳ τῇ πνευματικῇ· διὰ γὰρ ταύτης, πάντα τέμνεται· καὶ τὴν κεφαλὴν τοῦ δράκοντος διατέμνομεν διὰ ταύτης. Θεόδωροσ. Καλῶς τὸ “ ὁ ἐστι ῥῆμα Θεοῦ,” εἰς παράστασιν τοῦ δυνατοῦ τῆς ἐνεργείας τοῦ Πνεύματος· ῥῆμα γὰρ Θεοῦ λέγει, ἀντὶ τοῦ Θεοῦ ἐνέργεια· ὡς τὸ “ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε- “ ρεώθησαν·” ἀντὶ τοῦ τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει τοῦ Θεοῦ ταῦτα συνέστη οὕτως καὶ παρὰ τοῖς προφήταις κεῖται συνεχῶς, τὸ ῥῆμα του Θεοῦ ὃ ἐγένετο καὶ λόγος Κυρίου ὃς ἐγένετο ἀντὶ τοῦ ἡ ἀποκάλυψις ἡ κατ’ ἐνήργειαν τοῦ Θεοῦ εὐαποτεθεῖσα· κἀνταῦθα τοίνυν Θεοῦ ῥῆμα, τὴν τοῦ Πνεύματος ἐκάλεσεν ἐνέργειαν. Σευηριανὸσ δέ φησι, εἰ ἡ μάχαιρα ῥῆμα Θεοῦ, Πνεύματος δὲ ἡ μάχαιρα, Θεὸς ἄρα τὸ Πνεῦμα, οὗ ἡ μάχαιρα· εἴτε ῥῆμα Θεοῦ τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον εἶπε, δηλονότι ὡς Λόγος ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ Θεοῦ τὸ Πνεῦμα. μάχαιραν δὲ τοῦ Πνεύματος εἶπεν, τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ Πνεύματος. Ωριγένησ φησὶ, βέλη τοῦ πονηροῦ, οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπὰν τίς σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ τὸν θυρεὸν τῆς πίστεως περικείμενος, “ ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε “ τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον ; ὅτι ἰδοὺ “ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἡτοίμασαν βέλη εἰς φαρέτραν, “ τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.” πεποιθότος γάρ μου, φησὶν, ἐπὶ τῷ Κυρίῳ, πῶς μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὕπο τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ’ ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ’ αὐτῶν βέλη ἐν φαρέτραις, θελόντων τρῶσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ ; ἰδοὺ γὰρ καὶ ἕστηκα, καὶ οὐ μεταναστεύω· καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται. Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν νεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάση προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ. Ὁ ὑγιαίνων λόγος ἀπὸ Θεοῦ Πνεύματος ῥεῖ· ὁ δὲ ἐναντίος ἐκ τῆς γῆς λαλεῖ· “ ὁ γὰρ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς “ γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· καὶ “ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· ὁ δὲ ἐκ τοῦ Πνεύματος λόγος μάχαιρά ἐστιν. δι’ ὅπερ ἐνταῦθα, φησὶν ὁ Παῦλος τὴν μάχαιραν τοῦ Πνεύματος εἶναι ῥῆμα Θεοῦ. “ ζῶν γὰρ ὁ λόγος “ τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “ δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ Πνεύμα- “ τος.” τέμνει τε καὶ διαιρεῖ ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεήσεως ἐν τοῖς παντὶ καιρῷ προσευχομένοις, καὶ προσευχομένοις πνεύματι κατὰ τὸ “ προσεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ· ἀγρυπνοῦσι καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι, καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι· παρατήρει δὲ καὶ τὸ τοῦ Ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὕπερ αὐτοῦ· Σευηριανὸσ φησὶν, “ προσευχόμενοι Πνεύματι οὐκ ἁπλῶς εἶπεν· ἀλλ’ ἐπειδὴ καθ’ ὃ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν, ἀλλαχοῦ, αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν· ἵνα αὗται αἱ αἰτήσεις ὑμῶν μηδὲν ἔχωσι σαρκικόν· πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ Πνεύματος βοηθουμένας. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· τι οὖν δεῖ λοιπόν ; τὸν βασιλέα καλεῖν καὶ παρακαλεῖν ὥστε ὀρέξαι χεῖρα. “ δι’ ἁπάσης προσευχῆς, φησὶν, “ καὶ δεήσεως· προσευχόμενοι ἐν παντὶ καίρῳ ἐν Πνεύ- “ ματι.” ἔστι γὰρ μὴ προσεύχεσθαι ἐν Πνεύματι, ὅταν τις βαττολόγῃ· “ καὶ εἰς αὐτὸ” φησὶ “ ἀγρυπνοῦντες·” τουτέστιν, νηφόντες· τοιοῦτον εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν βασιλέα ἑστῶτα ἄγρυπνον, νηφάλιον. Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων ἁγίων καὶ ὑπὲρ ἐμοῦ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν· ἀλλὰ καθὼς εἶπεν ὁ Χριστὸς “ ὅταν παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τι λαλήσητε· δοθή- “ σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τι λαλήσητε· οὕτως πάντα πίστει ἔπραττε, πάντα χάριτι. “ ἐν παρρησίᾳ” φησὶν “ γνωρίσαι “ τὸ μυστήριον τοῦ Εὐαγγελίου· τουτέστιν ἵνα ἀπολογήσωμαι ὡς χρὴ, μετὰ παρρησίας, μετὰ συνέσεως, μετὰ ἀνδρείας. Ωριγένησ. Ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ Εὐαγγελίου, καὶ οὐκ ἔτι ἐν παροιμίαις καὶ παραβολαῖς· ὡς καὶ ὁ Σωτῆρ’ φησὶν, “ ἔρχεται “ ὥρα, ὅτε οὐκ ἔτι ὑμῖν ἐν παροιμίαις λαλήσω, ἀλλὰ παρρησίᾳ “ περὶ τοῦ Πατέρος ἀπαγγελῶ ὑμῖν· τὸν δὲ ἐν παρρησίᾳ λόγον, μόνος καὶ πᾶς χωρῆσαι δύναται, ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, “ ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχο- “ μὲν πρὸς τὸν Θεόν· καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν πη αὐτοῦ· ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον, τῷ σπάνιον εἶναι τὸν παρρησίαν ἔχοντα πρὸς Θεόν· τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ἣ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίων ; Ἴνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω, πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυριῷ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ἐπεὶ πᾶς ὁ τοῦ Ἀποστόλου βίος καὶ πᾶσα πράξις αὐτοῦ καὶ ἐνεργεία λόγῳ Θεοῦ ἐγίνετο, ζῶντος ἐν αὐτῷ τοῦ Χριστοῦ, διὰ τοῦτο πέμπει τὸν τυχικὸν, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις καὶ ἔπρεπε γε τῳ Ἀποστόλῳ ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι’ αὐτὸ τοῦτο τὸν τυχικόν· ἔμελλον δὲ καὶ παρακαλεῖσθαι τὰ ἀρίστα καὶ τὰ Ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντε στῷ Παύλῳ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης οὕτως φησὶν, ἐπειδὴ δεσμῶν ἐμνήσθη, ἀφίησί τι καὶ τῷ τυχικῷ παρ’ ἑαυτοῦ διαλεχθῆναι. ἃ μὲν γὰρ ἦν δογμάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ ἀπ’ ἀγγελίας ψιλῆς, ταῦτα τῷ κομίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπεν· “ ἵνα γνῶτε,” φησὶ, “ τὰ “ περὶ ἡμῶν,” τουτέστιν ἵνα μάθητε· τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς καὶ τὴν ἐκείνων. Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὔχεται αὐτοῖς εἰρήνην εἶναι ἀγάπην μετὰ πίστεως. καλῶς εἶπεν, οὐκ ὥστε ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναμιγνύναι· ἣ τοῦτο, ἣ ἐκεῖνο φησίν· ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν καὶ θαρρεῖν περὶ τῶν μελλόντων. ἡ εἰρήνη πρὸς τὸν Θεὸν καὶ ἡ ἀγάπη· ἐὰν γὰρ εἰρήνη, καὶ ἀγάπη ἔσται· καὶ ἐὰν ἀγάπη, καὶ εἰρήνη ἔσται· “ μετὰ πίστεως·” οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς. μᾶλλον δὲ οὐδ᾿ ἃν γένοιτο ἀγάπη ἑτέρως. Ωριγένησ φησὶν, εἰ καὶ τί ἄλλο δῶρον ἔστι διδόμενον ἀπὸ Θεοῦ Πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰρήνη, ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουσα πάντα νοῦν· ἥτις φρουρήσει τὰς καρδίας καὶ τὰ νοήματα τῶν ἁγίων· γαλήνη τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία· ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρον ἐστὶ διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ιησοῦ Χριστοῦ· ἀγάπη δὲ πρὸς Θεὸν μὲν, ὡς γέγραπται “ ἐξ ὅλης “ καρδίας,” καὶ τῶν ἑξπης· πρὸς τὸν πλησίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτὴν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. “ ἡ χάρις “ μετὰ πάντων ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἔστι τὰ κατὰ τὴν συνουσίαν· ὅθεν καὶ ἡ συνήθεια ἀφθόρους ὀνόμάζε τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ἐφθαρμένους, τοὺς μίξεως γευσαμένους· ὑπερτείνοντες δέ τινες τὸ “ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ “ φθείρει, φθερεῖ αὐτὸν ὁ Θεός.” Χρυσοστόμου. Οὕτως ἐδείξαντο οὐ δυνάμενοι τούτῳ ὁμοίωσαι τὸ ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως· ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς· ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι, τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ’ ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοι γέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτὸν, φησὶν ὁ Παῦλος, “ ἡ χάρις μετὰ “ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ.” Θεοῦ φησίν· πᾶσι δὲ προσείη τοῦ Θεοῦ ἡ χάρις τοῖς ἀγαπῶσι τὸν Χριστὸν καὶ ἐν ἀφθαρσίᾳ πολιτευομένοις. ἔοικεν δὲ μὴ εἰρηκέναι ἡ χάρις μεθ’ ὑμῶν συνήθως· ἀλλ’ ἁπλῶς τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀφθαρσίᾳ, ἐπὶ τῷ παιδεῦσαι αὐτοὺς, πολλὴν τούτου ποιεῖσθαι τὴν ἐπιμέλειαν· ὡς ἂν τῶν τοιούτων καὶ τῆς παρὰ τοῦ Θεοῦ χάριτος ἀπολαύειν δυναμένων· ὡς γὰρ φησὶν καὶ Σευῃριανὸς, τῆς φθορᾶς τίς ἀπαλαττόμενος ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ Πνεύματος. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος Ἰωάννης, τι ἐστιν ἐν ἤτοι ἐν κοσμιότητι ὑπὲρ τῶν ἀφθάρτων πραγμάτων· οἷον μὴ ἐν πλούτῳ ἀλλ’ ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. τὸ “ ἐν” διά ἐστιν· διὰ ἀφθαρσίας φησίν· τουτέστι δι’ ἀρετῆς. “ πᾶσα γὰρ ἁμαρτία “ φθορὰ ἦν. ῥωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατέρι, ἅμα τῷ Ἁγίῳ Πνεύματι, “ δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. “ Ἀμήν.” τριὰς * μονὰς * ἐλεήσον. Τῶν εἰς τὴν πρὸς Ἐφησίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος, ἀπὸ φωνῆς Ὠριγένους, τοῦ μακαρίου Ἰωάννου, Σευηριανοῦ, Θεοδώρου.