ΚΕΦ. Δ. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν, καὶ ἔλεγχον δαιμόνων. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγρψα ἐν ὀλίγῳ. Βούλεται εἰπεῖν, ὅτι πάντως που ἠκούσατε τὴν παρασχεθεῖσάν μοι τῆς εἰς ὑμᾶς χάριτος κοινωνίαν, καὶ ὅτι κατὰ ἀποκάλυψιν ἐδεξάμην τοῦ μυστηρίου τούτου τὴν γνῶσιν, περὶ οὗ δὴ καὶ γεγράφηκα ὑμῖν ὡς ἐνῆν διὰ βραχέων, ἐπὶ τὸ γνῶναι καὶ ὑμᾶς τοῦ μυστηρίου τὴν σύνεσιν· Σευηριανὸσ δέ φησι, ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπὸ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς, ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ Κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατὰ ἀποκάλυψιν. ἠνίξατο δὲ, ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. Ὠριγένησ δέ φησιν, ὡς πρὸς τὴν φράσιν καὶ τὸ δυνατὸν ζητήσαντες σαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν, ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ “ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα, ἣ τί μοι γεγένηται, οὐ πάνυ τι παρέστησεν. εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀποπέπτωκε, τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἃν, “ τούτου χάριν ἐγὼ Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, ἐγνώρισα τὸ μυστήριον, ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα. ὀφείλει δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. Σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ. δέον γὰρ αὐτὸν εἰρηκέναι, τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον. ὃ δέ φησι, “ τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη “ μοι τὸ μυστήριον.’’ εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ, καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον· ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῶ Παύλῳ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, τὴν πρόρρησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε, “ πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστιν οὕτος, τοῦ “ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.’’ οἰκονομίαν χάριτος φησὶ τὴν ἀποκάλυψιν, τουτέστιν, οὐ παρὰ ἀνθρώπου ἔμαθον, καὶ κατηξίωσεν ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. αὐτὸς γάρ μοι εἶπε, φησὶ, “πορεύον, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.” οἰκονομία γὰρ ἦν μεγάλη τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι καὶ εἰπεῖν, “ Σαῦλε, Σαῦλε, τι με διώκεις ” καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀπορρήτῳ. μυστήριον δὲ καὶ τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀγαγεῖν, καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων, πρὸς ὃ δύνασθε ἀναγι- νώσκοντες νοῆσαι, ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν· ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’ Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. “πρὸς “ ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου,’’ φησὶν, “ ἐν “ τῷ μυστηρίῳ τοῦ Χριστοῦ,’’ τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἤτοι αὐτὰ ἃ εἶπεν ὁ Θεός. ἢ ὅτι κάθηται ἐκ δεξιῶν. εἶτα καὶ τὸ ἀξίωμα· “οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει·’’ καὶ ποῖον ἔθνος τοῦτο, ᾧτ’ ἐποίησεν οὕτως ὁ Θεός. “ ὃ ἑτέραις, φησὶ, “ γενεαῖς οὐκ ἐγνωρίσθη “ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀπο- “ στόλοις αὐτοῦ, καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν ; εἰπέ μοι οὐκ ᾔδεσαν οἱ προφῆται ; πῶς οὖν φησιν ὁ Χριστός ; “ ὅτι “ Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἂν τοῦτό φησιν, ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, “ ὃ “ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν “ ἀπεκαλύφθη. ἣ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. ἐννόησον γάρ· ὁ ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἃν ἐπορεύθη εἰς τὰ ἔθνη. ἄκουσον γὰρ, τι φησιν· “ ἄρα ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς “ καὶ ἡμῖν “ τουτέστιν, ἐν Πνεύματι ἐξελέξατο ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν· ὅπου γε οὐδὲ οἱ Ἀπόστολοι μετὰ τὸ ἀκοῦσαν πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινὴν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι. ὅτι μὲν γὰρ κληθήσονται, ᾔδεσαν, ὅτι δὲ καὶ τοσοῦτον, ὥστε γενέσθαι σύσσωμα, οὐκέτι. τοῦτο καλεῖ μυστήριον τῆς ἐπαγγελίας. μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, τουτέστι, τὸ πεμφθῆναι πρὸς αὐτοὺς καὶ τὸ πιστεῦσαι. οὐ γὰρ ἁπλῶς, ἀλλὰ διὰ τοῦ εὐαγγελίου. καὶ ἄλλο δὲ μεῖζον ἡμῖν ἀποκαλύπτει· ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχαὶ, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο μυστήριον γὰρ ἦν, καὶ οὐκ ἀπεκαλύφθη. Οὗ ἐγενήθην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι δέσμιός εἰμι. ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ φησι, κατὰ τὴν δωρεὰν τῆς χάριτος, κατὰ δύναμιν δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης, ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Θεοῦ, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ ἐκ τούτων ἐστὶ μαθεῖν τῆς ταπεινοφροσύνης Παύλου τὴν Χ 2 ὑπερβολήν. ἐπειδὴ γὰρ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ταῦτα φησί· καὶ οὐκ εἶπεν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων Ἀποστόλων, ἀλλὰ “τῶν ἁγίων,’’ ὥστε κἀκεῖνο τούτου ἔλαττον. εἶτα φησὶν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἐν γὰρ τῷ Θεῷ, φησὶν, ἐκέκρυπτο “τῷ τὰ πάντα κτίσαντι διὰ “ Ἰησοῦ.’’ πόθεν οὖν τοῖς Ἀγγέλοις δῆλον γέγονε ; διὰ τῆς ἐκκλησίας. καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλὰ “ πολυποίκιλος·’’ ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. ἄκουσον γὰρ τοῦ Ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσὴφ, “ καλέσεις τὸ “ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν “ ἁμαρτιῶν αὐτῶν.’’ αὐτὸς γὰρ ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνος δὲ εἰς τὴν περιτομήν· ὥστε τὸ θαυμασιώτερον καὶ ἔκπληκτον ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, οὐχ ὡς μείζονι, οὐδ’ ὡς θαυμασιωτέρῳ. καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τῷ μικρῷ τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τοῦτον εὐαγγελιστήν· ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστὶν, “εὐαγγελί- “ σασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ· εἰ ὁ πλοῦτος αὐτοῦ ἐξιχνίαστος καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία· “ καὶ φωτίσαι πάντας, φησί· “ τίς ἡ οἰκονομία “ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, “ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ”. Ὅτι μὲν οὖν ἐκλήθη τὰ ἔθνη, ᾔδεισαν καὶ Ἄγγελοι, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησεν ἣ ἐπίστευσεν ; καλῶς δὲ εἶπε, διὰ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει. εἰπὼν δὲ ἀρχὰς, ἐξουσίας, καὶ τοὺς ἄνω, καὶ τοὺς κάτω εἶπε, κατὰ πρόθεσιν τῶν αἰώνων. νῦν μὲν, φησὶ, γέγονεν· οὐκοῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύπωτο, κατὰ πρόθεσιν τῶν αἰώνων, ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, προειδὼς τὰ μέλλοντα, τοὺς μέλλοντας αἰῶνας. ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Σευηριανόσ φησιν εἰς τὸ “ ἵνα γνωρισθῇν ὗν ταῖς ἀρχαῖς—” εἰκότως. εἰ γὰρ ἐν τῷ Θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ “ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προρῆται ἦρξαν τοἀποκαλύπτειν τὰ ἐσόμενα. “ ἐν ᾧτ’ ἔχομεν,’’ φησὶ, “ τὴν παρρησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐχ ὡς αἰχμάλωτοι προσήχθημεν, φησὶν, οὐδὲ ὡς ἡμαρτηκότες καὶ συγγνώμης ἀξιούμενοι, ἀλλὰ “ παρρησίαν ἔχομεν ἐν πεποιθήσει·’’ τουτέστι, μετὰ τοῦ θαρρεῖν διὰ τῆς πίστεως αὐτοῦ. Ὠριγένησδέ φησιν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, “ παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· ” μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ’ ” ἐν πεποιθήσει παρρησίαν καὶ προσαγωγὴν, διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς, ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν, ὅτι ὁ πάντα λόγῳ ποιῶν, πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον. καὶ ὁ τὴν σοφίαν καταλαμβάνων, πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν σοφίαν· καὶ ὁ τὴν ἀλήθειαν τρανῶν, πεπίστευκεν εἰς Χριστὸν τὴν ἀλήθειαν· καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς, πεπίστευκεν εἰς Χριστὸν τὴν δικαιοσύνην. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ἐμοῦ, ἥτις ἐστὶν δόξα ὑμῶν. Ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων, πολλὰ ἔχει τὰ θλίβοντα, “ διὸ αἰτοῦμαι,” φησὶ, ” μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί “ μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τῷ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν, τίνι ἐφαρύοσομεω τὸ, “ἥτις ἐστὶδόζαὑμῶν.” τις ἔρειο πρὸς τὰς θλίψεις ἀποδέδωκε, τὸ “ ἥτις ἐστὶ δόξα ὑμῶν,’’ ὡσεὶ ἔλεγεν, αἵτινές εἰσι δόξα ὑμῶν. διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ λόγῳ ἀποδέδωκεν ἀντὶ τοῦ αἵτινες τὸ ἥτις. Ἄλλος δὲ τὸ ἥτις “ ἐστὶ δόξα ὑμῶν, ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι· καὶ ἡ προσαγωγὴ, δόξα τοῦ προσαγομένου Θεῷ· καὶ ἡ πίστις, δόξα τοῦ πιστεύοντος ἃν εἶναι λέγοιτο. δύναται δὲ τὸ “ διὸ “ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, τοιοῦτο εἶναι. διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα. καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν. Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι. Χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχε θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτοῦ μὴ ἐκκακεῖν· γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους, ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον, “ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου οὐκ “ ἐξουθενήσατε, οὔτε ἐξεπτύσατε.’’ ἐμφαίνεται γὰρ διὰ τούτων, ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν, εἰ μὴ τὸ μάλιστα τὸ πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἐστὶν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιωτάτοις ὁρῶσι θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας, τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσω καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν. ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος “ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “ Ἐφέσω, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται ” καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους· “ οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, “ περὶ τῆς θλίψεως ὑμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι κἀς “ ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς “ καὶ τοῦ ζῆν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου “ ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὠμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ “ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐρ- “ ῥύσατο ἡμᾶς καὶ ῥύεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν, “ ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πῶς ἐστι αὐτῶν ; ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι καὶ τοὺς δούλους κακοῦν. ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης. πῶς δὲ ἐξεκάκουν ἄλλου θλιβομένου ; τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. ταῦτα καὶ Θεσσαλονικεῦσι γράφει, “ ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.” οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή. ΚΕΦ. Ε. Εὐχὴ ὑπὲρ τῆς Ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Χρυσοστόμου. τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ “ κάμπτω τὰ γόνατα ἐδήλωσεν. “ ἐξ οὗ πᾶσα “ πατρία,’’ οὐκέτι κατὰ ἀριθμὸν Ἀγγέλων φησίν· ἀλλ’ ὅταν καὶ τὰς ἄνω, καὶ τὰς κάτω ποιῇ πάντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Σευηριανόσ φησιν, ἐν οὐρανοῖς, φησιν, ἡ τῶν δικαίων διαγωγή· γωγή· ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων. οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι οἱ μετὰ ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ Θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά· ἡ δὲ τῶν λοιπῶν γηίνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ Ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ Πατρὸς, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὃν, καὶ οὐκ ὀνόματι μόνον 1. δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν· καὶ τῶν φυσικῶν πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ, ὅτι πατριὰν εἶπεν, ὡς ἐπὶ συγγενείας, οὐ φρατρίαν. πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει. Θεόδωροσ δέ φησι· τινὲς πατριὰν ἀνέγνωσαν, οὐ συνιέντες τὸ κείμενον. ἔστι δὲ φρατρία. πατριὰ μὲν γὰρ ἡ συγγένεια λέγεται, 1 ὁ Χρυσόστομος πατριαὶ, οἱονεὶ φυλαί. Ὠριγένης ὁμοίως. Σευηριανὸ“ πατριὰν, ὡς ἐπὶ συγγενείας. Θεόδωρος φρατρίαι, τὰ συστήματα. φρατρία δὲ τὸ σύστημα. ἐν δὲ τοῖς οὐρανοῖς συγγένεια οὐδεμία, συστήματα δὲ καὶ πολλά. τὸ τοίνυν “ τούτου χάριν ἄνωθεν μὲν ἀποδεδωκὼς πρὸς τὰ προκείμενα διήγησιν ἔχοντα τοῦ μεγέθους τῆς περὶ ἡμᾶς χάριτος τοῦ Θεοῦ· ἐνταῦθα δὲ αὐτῷ μετὰ τὰ παρεντεθέντα ἀναλαβὼν τοῦτο λέγει, ὅτι ὑπὲρ τούτων ἁπάντων, ὧν ἡμῖν παρεῖχε, καὶ ὡς προειπὼν οὕτως ὄντων μεγάλων καὶ θαυμαστῶν, στῶν, ἑκάστοτε προσπίπτω τῷ Πατρὶ τοῦ Χριστοῦ, ὃν ἅπαν σύστημα, εἴτε ἐν οὐρανοῖς, εἴτε ἐπὶ γῆς, οἰκεῖον καλεῖται καὶ ἡγεῖται δεσπότην. Ὠριγένησ φησὶ, τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας, τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ, καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ Ἀπόστολός φησιν· “ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων “ καὶ ἐπιγείων καὶ καταχθονίων. καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα· ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως. πρὸς τούτοις οὐδὲ τὰς ἀπηλλαγμένας τούτου τοῦ σώματος ψυχάς. πατριὰς δὲ καὶ αὐτὸς ἐξέδωκεν, οὐ φρατρίας κατὰ Θεόδωρον m. Ἵνα δώῃ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν δόξα αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου, ἀπὸ τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδοὺς οἷς κρίνει μεταδιδόναι δεῖν δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ Πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν· καὶ τὸ παραδοξότατον, ὅλος ὣν ὁ Χριστὸς κἀς ἑαυτὸν ζῶν, κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ. ἐπάγει γὰρ, “ ἐν ταῖς καρδίαις ὑμῶν.’ πῶς ; Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ m Ultima verba Scholiastæ sunt, πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. τι δὲ ἔλεγεν ἐν ἀρχῇ ; “ ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς “ δόξης δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει “ αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ “ εἰδέναι ὑμᾶς τι ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ· καὶ τίς ὁ “ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις· καὶ τι “ τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς “ πιστεύοντας·’’ καὶ νῦν τὸ αὐτό φησι, τουτέστι τὸ μυστήριον τὸ ὑπὲρ ὑμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι, “ καὶ τὸ πλάτος καὶ “ τὸ μῆκος καὶ τὸ βάθος καὶ τὸ ὕψος, τουτέστι τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον, περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. εἶπον μὲν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. “ δυνάμει κραταιωθῆναι, ” φησὶ, πρὸς τοὺς πειρασμοὺς καὶ τὸ μὴ παραφέρεσθαι, ὥστε οὐκ ἔνι ἄλλως κραταιωθῆναι, ἀλλὰ διὰ Πνεύματος Ἁγίου, καὶ πειρασμῶν ἕνεκεν καὶ λογισμῶν. πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, “ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ “ ποιήσομεν, ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐρριζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ωριγένησ φησὶ, δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίῳ εἰρῆσθαι, ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ “ δώῃ ὑμῖν,’’ ἀκόλουθον ἦν εἰπεῖν ἐρριζωμένοις καὶ τεθεμελιωμένοις, ὥστε εἰναι τὸ ἑξῆς, ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον λέγω, κατὰ τὰς καρδίας ὑμῶν, τουτέστι τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας. σκέψαι, εἰ μὴ βιάσεται οὕτω τὴν φράσιν ἀποκαταστάς· “ τού του χάριν κάμπτω τὰ γόνατά μου “ πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς “ ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, “ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω “ ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ- “ δίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε “ καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα, ἀπὸ τοῦ ἵνα ἐξισχύσητε, ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι· ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν· δηλονότι ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν, ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ, τεθεμελίωνται ἐν ἀγάπῃ. ἔφη δὲ ὁ αὐτὸς Παῦλος, “ Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.’’ ἔργον δὲ ἰδεῖν, ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ αὐτὰ πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι’ οὗ ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. καὶ κατέβη εἰς τὰ κατώτατα τῆς γῆς. εἶχε γὰρ καὶ ὕψος καὶ βάθος, καὶ εἰς πᾶσαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριστῷ γε συνεσταυρωμένος καὶ συνεκτεινόμενος αὐτῷ, καταλαμβάνει τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναται τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλλόντως ἀγαπωμένης γνωσεως. Σευηριανόσ φησιν, ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον. βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος, τί ἕτερον ἂν εἴη, ἢ τοῦ σταυροῦ φύσις ; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς· ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ Κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν, καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα ἀποστολικὸν διέτεινεν ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, καὶ ἀπὸ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ Κυρίου τὴν οἰκονομίαν καὶ τῶν Ἀποστόλων ὑπηρεσίαν· τὸ διπλοῦν τῆς οἰκονομίας, ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος, οὕτως εἶπεν. οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμὴν, τὸ πλάτος καὶ τὸ μῆκος “ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ “ Θεοῦ,” τουτέστι, τὴν ἐκκλησίαν. πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει. Θεόδωρόσ φησι, τὸ “ γνῶναι” ἀντὶ τοῦ ἀπολαῦσαι λέγει, ἐπὶ πραγμάτων εἰπὼν τὴν γνῶσιν, ὡς ἐν τῷ ψαλμῷ τὸ “ ἐγνώρισάς “ μοι ὁδοὺς ζωῆς, ἀντὶ τοῦ ἐν ἀπολαύσει με τῆς ζωῆς κατέστησας· ὁμοίως δὲ καὶ τὸ “ ἐξισχύσητε καταλαβέσθαι,’ τὸ ἐν ἀπολαύσει καταστῆναι τοῦ πράγματος λέγει· καὶ τοῦτο δείκνυσι διὰ τοῦ “ σὺν τοῖς ἁγίοις. τὸ δὲ “ πλάτος καὶ μῆκος, καὶ βάθος καὶ “ ὕψος,” ἵνα εἴπῃ τῆς χάριτος τὸ μέγεθος ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομάτων. εὔχομαι τοίνυν ὥστε ὑμᾶς συναπολαῦσαι τοῖς ἁγίοις, τῆς οὕτω μεγάλης καὶ θαυμαστῆς δωρεᾶς τοῦ Θεοῦ, ἣν ἡ πολλὴ τοῦ Χριστοῦ περὶ ἡμᾶς ἀγάπη παρέσχεν ἡμῖν. Tῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ σοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἥμιν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, κατὰ τὴν τὴν ἐνεργοῦσαν ἐν ἡμῖν, ὅτι ἐκ περισσοῦ ὧν αἰτούμεθα ἣ νοοῦμεν ἐποίησε. δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. ἐγὼ μὲν γὰρ, φησὶ, εὔχομαι, αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων· οὐχ ἁπλῶς μείζονα, ἀλλ’ ἐκ περισσοῦ, οὐχ ἁπλῶς ἐκ περισσοῦ, ἀλλ’ ὑπὲρ ἐκ περισσοῦ. καὶ δῆλον ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης ἐν ἡμῖν· οὔτε γὰρ ᾐτήσαμεν ποτὲ αὐτὰ, οὔτε προσεδοκήσαμεν, οὔτε ἐνενοήσαμεν. Αὐτῷ ἡ δόξα, ἐν τῆ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. ἔδει γὰρ τὸν τὰ τοσαῦτα ἡμῖν παρασχόντα δοξασθῆναι καὶ εὐλογηθῆναι, ὥστε καὶ τοῦτο μέρος ἡμῖν τοῦ μεγέθους παρὰ τοῦ Θεοῦ τὸ δοξάζειν διὰ Ἰησοῦ Χριστοῦ. ἡ δόξα αὐτοῦ ἐστιν ἐν τῇ Ἐκκλησίᾳ· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές. ΚΕΦ. ς. Ποραίνεσις περὶ ἀγάπης ἑνωτικῆς εἰ καὶ τὰ χαρίσματα διῄρηνται, πρὸς ὠφέλειαν. I Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. Ὅρα τὸν Παῦλον τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθεγγόμενον, καὶ οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον καὶ καθιέμενον. καίτοι γε οἱ παρακαλοῦντες ὑπὲρ τῶν αὐτῶν αὐτοῖς διαφερόντων παρακαλοῦσιν· ἀλλ’ ἐμοὶ καὶ τοῦτο, φησὶ, διαφέρει· καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· “ νῦν ζῶμεν, “ ἐὰν ὑμεῖς ἐστήκετε ἐν Κυρίῳ·’’ σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. “ ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.’’ οὐδὲν οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστόν. εἰ τις φιλεῖτόν Χριστὸν, ἔγνω τὸ λεγόμενον· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον· εἰ αὐτὸς δι’ ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; ἄκουε γὰρ αὐτοῦ λέγοντος, “ δόξασόν με Πάτερ. τοῦτο δόξαν καλεῖς ; ναὶ, φησὶν, ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω. οὐ μάτην οὖν ὡς ἔοικε ταύτην ὁ Παῦλος τὴν ἅλυσιν προβάλλεται, ἀλλ’ ὡς δι’ αὐτῆς δυσωπῶν, “ ἀξίως,’’ φησὶ, “ περιπατῆσαι τῆς “ κλήσεως, ἧς ἐκλήθητε.’’ πῶς ; “ μετὰ πάσης ταπεινοφροσύνης, “ μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν “ ἀγάπῃ· Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. διὰ τοῦτό φησι, παρακαλῶ ὑμᾶς ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. ποίας δὴ ταύτης ; σῶμα ἐκλήθητε, φησὶ, κεφαλὴν ἔχετε τὸν Χριστὸν, συνήγειρε καὶ συνεκάθισε ὑμᾶς ἐχθροὺς ὄντας καὶ μυρία ὅσα ἐργασαμένους κακά. μεγάλη ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ’ ἐκείνων μόνον, ἀλλὰ καὶ ἐπὶ τοιαῦτα καὶ τοιούτῳ τρόπῳ. πῶς δέ ἐστιν ἀξίως περιπατῆσαι ; μετὰ πάσης ταπεινοφροσύνης, ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς ἁπάσης ὑπόθεσις· μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνης, ἀλλὰ καὶ ἐν σχήματι, καὶ ἐν φθέγμασι καὶ ἐν τοῖς κατορθώμασιν. ἕσο ταπεινὸς ὁμοίως δὲ καὶ πρᾷος· ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ’ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἃν ὀργίλος ᾖ, ἃν κακηγόρος ; εἶπε τὸν τρόπον “ ἐν ἀγάπῃ·’’ εἰ σὺ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σου ἀνέξεται ὁ Θεός; Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Τί ἐστιν ἑνότης Πνεύματος ; καθάπερ ἐν σώματι Πνεῦμά ἐστι τὸ πάντα συνέχον, καίτοιγε ἐν διαφόροις μέλεσιν, οὕτω καὶ ἐνταῦθα· διὰ γὰρ τοῦτο, Πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ωριγένησ φησὶ, τηρεῖ τὴν ἑνότητα τοῦ Πνεύματος ὁ κατηρ- τισμένος τῷ αὐτῷ νοὶ, καὶ τῇ αὐτῇ γνώμῃ τῆς ἀληθείας καὶ τοῦ λόγου καὶ τῆς σοφίας πρὸς τὸν πλησίον. Ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντες καὶ διὰ τοῦτο μὴ] ᾖ ἐν ἡμῖν σχίσματα, οὐ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, διακόπτομεν αὐτὴν εἰς πλείονα· εἰ μέντοι γε ὁ Θεὸς δίδωσι διαιρέσεις χαρισμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ Πνεῦμα. καὶ εἰ χαρίζεται διαιρέσεις διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν Κύριον· καὶ εἰ δωρεῖται διαιρέσεις ἐνεργημάτων, ἀλλ’ αὐτὸς μένει Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τητα τοῦ Πνεύματος, καὶ δεομένοις τηρεῖν ταύτην, λέγεται “ ἐν “ ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος·’’ τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ Πνεύματος, λέγοιτο, σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ Πνεύματος. τηρεῖται δὲ ἡ ἑνότης τοῦ Πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ Πνεῦμα ἑνουμένους, καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ. Θεόδωροσ δέ φησι, Πνεῦμα τὸ ἀναγεννῆσαν σῶμα, εἰς ὅπερ διὰ τῆς ἀναγεννήσεως κατέστητε. Κὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Μία πρόκειται ἡ τῶν προσδοκωμένων ἐλπίς. (Χρυσοστόμου.) ὉΜακάριοςδὲ Ἰωάννης Φησὶν, οἱ πανταχοῦ οἰκουμένης πιστοὶ, καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι πάλιν, καὶ οἱ πρὸ τῆς Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμα εἰσί· πῶς ; ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. πόθεν δῆλον ; “ Ἀβραάμ,’’ φησιν, “ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴ’ δῇ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδε καὶ ἐχάρη·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε,’’ φησὶ, “ Μωσεῖ, “ ἐπιστεύετε ἃν ἐμοῖ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.’’ καὶ οἱ προφῆται οὐκ ἃν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν· οὐ γὰρ ἠγνόουν ὃ ἔλεγον· εἰδότες δὲ αὐτὸν καὶ προσεκύνουν· ὥστε κἀκεῖνοι ἓν σῶμα. οὐ διέστηκεν σῶμα Πνεύματος· ἐπεὶ οὐκ ἃν εἴη σῶμα· καὶ γὰρ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων, λέγειν, ἓν σῶμά ἐστιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν. μία κεφαλὴ καὶ ἓν σῶμα· εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν· πλὴν ἀλλ’ οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνου διαφθονεῖται· καίτοιγε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ μὲν τὸν τῆς ἀνάγκης λόγον, καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους,‘πάντα ὁμότιμα· εἰσὶ δὲ τὰ μὲν καιριώτατα, τὰ δὲ ἥττονα. Ἀγάπην οὖν ζητεῖ παρ’ ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν καὶ ἀδιασπάστως πρὸς ἀλλήλους ἔχειν ποιοῦσαν· καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη· διὰ τοῦτό φησιν, “ ἓν σῶμα.’’ καλῶς δὲ εἶπε “ καὶ ἓν Πνεῦμα·’’ δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος, ἓν Πνεῦμα ἔσται· ἣ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ Πνεῦμα· ὡσανεί τις καὶ αἱρετικῶν φίλος εἴη· ἣ ὅτι ἀπ’ ἐκείνου δυσωπεῖ· τουτέστιν οἱ ἓν Πνεῦμα λαβόντες καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἣ Πνεῦμα ἐνταῦθα, τὴν προθυμίαν φησιν. εἶτα “ καθὼς ἐκλήθητε,” φησὶν, “ ἐν μία ἐλπίδι τῆς κλήσεως “ ὑμῶν.’’ ὁ Θεὸς ἡμᾶς, φησὶν, ἐπὶ τοῖς αὐτοῖς ὑμᾶς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν· πᾶσιν ζωὴν αἰώνιον· πᾶσιν δόξαν ἀθάνατον· πᾶσιν ἀδελφότητα· πᾶσι κληρονομίαν ἐχωρίσατο· κοινὴ πάντων ἐγένετο κεφαλή· πάντας συνήγειρε καὶ συνεκάθισεν· οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε καὶ κατεπαίρεσθε ; Εἷς Κύριος· μία πίστις· ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως· “ εἷς Θεὸς καὶ Πατὴρ πάντων· ὁ “ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν” αὐτός· μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεβλήθη· μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη· μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὐδέν. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Τί δέ ἐστι “ πάντων καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν “ πᾶσιν ἡμῖν ” ἐπὶ πάντων, τουτέστιν ὁ Κύριος· καὶ ἐπάνω πάντων, των, τουτέστιν ὁ προνοῶν καὶ διοικῶν· καὶ ἐν πᾶσι, τουτέστιν ὁ οἰκῶν· καίτοι τοῦ Υἱοῦ τοῦτο εἶναι φασὶν, ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Σωτῆρος ἐρρήθη. τί οὖν φησι ; πόθεν τὰ χαρίσματα τὰ διάφορα ; ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῆ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησι· κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· τὰ πάντων κεφαλαιωδέστερά φησι, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα· τὸ διὰ πίστεως σωθῆναι· τὸ τὸν Θεὸν ἔχειν πατέρα· τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. εἰ δέ τι ὁ δεῖνα πλέον ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει· ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστιν, καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου· διὰ τοῦτο ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα· “ πρὸς καταρ- “ τισμὸν τῶν ἁγίων,’’ φησι, “ εἰς ἔργον διακονίας· εἰς οἰκοδομὴν “ τοῦ σώματος τοῦ Χριστοῦ.’’ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔλαβεν· ἕκαστος γὰρ, πρὸς τὴν οἰκοδομὴν συντελεῖ· καὶ δι’ ἑτέρους ἔλαβεν, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· “τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον, " καθὼς αὐτὸς ἠθέλησεν· καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων· διὸ λέγει, Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδω κεν δόματα τοῖς ἀνθρώποις. Tουτέστιν, τι μέγα φρονεῖς ; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν· ὁ μὲν προφήτης φησὶν ἐν τῷ ψαλμῷ, *’ ἔλαβες δόματα ἐν ’’ αὐτὸς δὲ φησὶν, ἔδωκες δόματα ἐν ἀνθρώποις τοῦτό ἐστιν ποίων ταὐτὸν. Τὁ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς ; ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώση τὰ πάντα. Tαῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε· ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολὴ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν, παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα. ἀπὸ δὲ τοῦ ἀναβῆναι, τὴν κατάβασιν αἰνίττεται· τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατον φησὶν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας· καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· ** κατάξετε " τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ᾅδου·’’ καὶ πάλιν ἐν τῷ ψαλμῷ· " καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον·’’ τουτέστιν, τοῖς ἀποθανοῦσιν ἐνταῦθα. ποίαν αἰχμαλωσίαν φησι ; τὴν τοῦ διαβόλου· αἰχμάλωτον τὸν τύραννον ἔλαβε τὸν διάβολον καὶ τὸν θάνατον καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν· ὁρᾷς σκύλα καὶ λάφυρά ; “ τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη;” τοῦτο πρὸς τοῦς Παύλου τοῦ Σαμωσάτεως. εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς, με ὃ οὐκ ἔστιν ἑτέρα· " καὶ ἀνέβη ὕπερ ἄνω πάντων τῶν οὐρά- " νῶν, ἵνα πληρώσῃ τὰ πάντα,’’ μεθ’ ὃ οὐκ ἔστιν ἕτερόν τι· τουτέστιν τῆς δεσποτείας αὐτοῦ καὶ τῆς ἐνεργείας· καὶ γὰρ πάλαι πάντα πεπλήρωτο. Θεόδωροσ δέ φησι, μήτε τὸ εἷς Κύριος ἐπ’ ἀναιρέσει Πατρὸς νοητέον, μήτε τὸ ε7ς Θεὸς ἐπ’ ἀναιρέσει τοῦ Υἱοῦ· ἀλλ’ ἵνα εἴπῃ, οὐ διαφόρους Κυρίους· οὐ δὲ διαφόρους νομίζομεν θεούς. ἀδιάσπαστος γὰρ ἡμῖν τῆς θεότητος καὶ τῆς κυριότητος ἡ ὁμολογία· οὐ διαιρουμένων τῶν γνώμων ἡμῶν κατὰ τὸν τῶν προσώπων ἀριθμὸν, ἀλλὰ τὴν ὁμοίαν ἀποδιδόντων προσκύνησιν. “ ὁ ἐπὶ πάντων δὲ, ἵνα εἴπῃ ὁ πάντων ὑπερέχων, καὶ διὰ πάντων ἡμῶν, τὴν οἰκείαν ἐπιδεικνύμενος πρόνοιαν, ἐν πᾶσι τὲ ἡμῖν εἶναι καὶ οἰκεῖν πιστευόμενος. καὶ ἐπειδὴ διὰ πάντων ἔδειξεν αὐτοῖς τὴν ὁμόνοιαν, ἐδόκει δέ τις αὐτοῖς εἶναι διαφορὰ ἀπὸ τῆς τῶν χαρισμάτων ποικιλίας, ἐπιφέρει, Ενὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Εἰ δὲ ἴδιόν τι χάρισμα ἕκαστος ἡμῶν ἔχει, ἡ διαφορὰ γέγονε, καθὼς τὴν ἑαυτοῦ δωρεὰν ἑκάστῳ ἡμῶν ὁ δεσπότης ἐπεμέτρησε Χριστός. Ὅ τε γὰρ δεδωκὼς ἡμῖν εἷς, καὶ τὸ δοθὲν ἡμῖν Πνεῦμα ἕν· ὑπαλλάξας δὲ τὸ “ ἔλαβε δόματα’’ οὕτως ἐν τῳ ψαλμῷ κείμενον, “ ἔδωκε δόματα’’ εἶπε, τῇ ὑπαλλαγῇ περὶ τὴν οἰκείαν χρησάμενος ἀκολουθίαν· ἐκεῖ μὲν γὰρ πρὸς τὴν ὑπόθεσιν τὸ ἔλαβεν ἥρμοττεν, ἐνταῦθα δὲ τῷ προκειμένῳ τὸ ἔδωκεν ἀκόλουθον ἦν. βούλεται δὲ εἰπεῖν, ὅτι ἀγῶνα ὑπὲρ ἡμῶν ἐνστησόμενος πρὸς τὸν διάβολον, καὶ ὥσπερ πολέμου νόμῳ νικήσας αὐτόν· ἐπειδὴ ἀφεῖλεν ἑαυτὸν τοῦ θανάτου, πρότερος ἀναστὰς, κοινὴν ἐπὶ πάντων ἡμῶν τοῦ θανάτου τὴν λύσιν ἐποιήσατο· ὥσπερ αἰχμαλώτους τινὰς τοὺς ἀνθρώπους καὶ ὑπὸ τὴν τοῦ διαβόλου τυραννίδα κατεχομένους, τῆς ἐκείνου καταδυναστείας αὐτοὺς ἀφελὼν, ἀνῆλθεν εἰς τοὺς οὐράνους. Ωριγένησ δέ φησι· διὰ τοὺς συγχέοντας Πατέρα καὶ Υἱὸν, τὸ μὲν Κύριος τέτακται ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ εἷς Θεὸς, ἐπὶ τοῦ Πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ, “ ἓν βάπτισμα·’’ πάντων δέ ἐστιν ὁ Θεὸς καὶ Πατήρ· τὸ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ Πατὴρ, τινῶν δὲ Θεὸς καὶ Πατήρ· ὡς εἴτις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους· ὧν οἱ μὲν πέντε τοῦδε τινὸς υἱοὶ εἰσὶν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν οὗτος τῶν δέκα κύριος ἐστὶ καὶ πατήρ· πρὸς τούτοις, ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς “ ἐπὶ’’ καὶ τῆς “ διὰ,’’ καὶ τῆς “ ἕν·’’ καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τὸ πῶς ὁ ἥλιος ἐπὶ πάντων ἐστὶ, φέρε εἰπεῖν, τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτ’ ἃν εἶναι διὰ πάντων· εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου στου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ, ἐλέγετο ἃν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητά· τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ “ ἐπὶ πάντων·’’ “ τὸ δὲ διαρκὲς πρὸς ἕκαστον, ἐν “ τῷ διὰ πάντων· τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι, τῆς δυνάμεως ἐστι τοῦ Θεοῦ· ὥστε μηδένα εἶναι κενὸν πάντη αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν n. Καὶ τῷ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Οὕτω νενοῆσθαι νομίζομεν· οὐκ ἐκ μέτρου μὲν δίδωσι τὸ Πνεῦμα καὶ τὴν χάριν ὁ Θεὸς “ οὗ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ “ ἔστι πέρας·’’ μέτρον δὲ δίδωσι, φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον, οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη, καὶ οὐκ ἐξ ἔργων ἐστὶν, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις, δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ εἰ καὶ μὴ ἐξ ἔργων δὲ, ἀλλ’ ἐπὶ τινός γε τῶν ἐφ’ ἡμῖν· ἐκ πίστεως γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν· “ καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐκ εἰς κενὸν “ ἐγενήθη, ἀλλὰ τοσόνδε ἐκοπίασα·’’ Παῦλος δὲ ἔλεγεν τὸ “ ἀλλὰ “ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.” Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστου. Ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἐστὶν ὁ Χριστὸς, ἀλλ’ ἑκάστων στων ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χρι-30 στοῦ, ὥστε τοὺς μέν τινας εἶναι Ἀποστόλους, τοὺς δὲ καὶ ἄλλους εὐαγγελιστὰς, καὶ μετὰ τούτους ποιμένας, καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμένον, n Ultima hæc mutila sunt. κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ δηλονότι, καὶ ποιμένα ποιμαίνοντα μετὰ ἐπιστήμης χρὴ, πῶς δὲ καὶ εὐαγγελιστὴς τίς ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι ἵν οὕτως εἴπω, οἱ πόδες τῆς ψυχῆς; ἀλλὰ καὶ προφήτην ἀπίστους ἐλέγχοντα καὶ ἀνακρίνοντα. τοιοῦτος γάρ ἐστιν ὁ τῆς κοινῆς διαθήκης προφήτης, ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῆ Ἐκκλησίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ Ἐκκλησίᾳ, μή ποτε καὶ Ἀποστόλους, οἶς δίδοται τὰ σημεῖα τοῦ Ἀποστόλου κατεργάζεσθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν· χρεία δὲ Ἀποστόλων καὶ προφητῶν, καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδομῆται, ἐνεργεῖται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦνμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῆ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλὴ Χριστοῦ. Τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως. ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνόμους εἶναι τῆς διδασκαλίας, τοὺς κλυδωνίζοντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἣ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι, καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως γενέσθαι, καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡν ἓν γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι, ἄνδρες χρηματίσωμεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας, ἄκρως ἀπειληφότες, ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων, τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστὸν καὶ ἀμφίβολον περὶ αὐτῶν ἐν νηπίων ἕξει πατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι, καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων ο οὐ διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ συντρεχείας ἀπατώντων τῶν τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ’ ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες, ἐν αὐτῇ αὐξήσωμεν εἰς τὸν Χριστόν· πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα Χρώμενοι, ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ. Ἐπειδὴ δέ φησιν, ” ἵνα μηκέτι ὦμεν νήπιοι, ” ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἣ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων τῆς τελειότητος, ἀλήθω ςφησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ νηπιότητα ταῦτα εἰρηκέναι, χρήσεται τὸ ” ὅτε ἤμην ὡς νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς ” ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα καὶ τοῦ νηπίου.’’ ὁ δὲ πρὸς τοῦτο ἀποκρίνεται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν, ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ· πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη, ἔτι νήπιος ἦν. καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων· ” ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναι φησὶν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδασκαλίας, καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων, μὴ ἀπὸ μετριότητος αὐτὸ εἰρῆσθαι φήσει, ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος, καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπᾶσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας. διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν. ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικειμένων λόγους, οἱονεὶ ἐν κυβείᾳ δμδάσκοντας, οὐκ ὄντας εὐκαταφρονήτους, ἀλλὰ πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι, καὶ ἤλπιζε τάξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέσθαι πάντα περισπασμὸν Ο ædam videntur excidisse hic et καὶ ἀληθεῦσαι ἀπερισπάστως, καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστὸν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησιας σώματος. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, “ “ ἑνότητα,” φησὶ, ” τῆς πίστεως,” τουτέστιν, ἕως ἂν πάντες τὴν πίστιν ἔχοντες, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν, μέχρι τότε ἐργάζεσθαι χρή· ἀλλαχοῦ δὲ νηπίους ἡμᾶς φησὶ, καὶ ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν, νηπίους ἐκάλεσεν· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ ἀμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· “ τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.’’ ὅρα γὰρ κἀκεῖ πῶς τελείους. ὥσπερ οὖν καὶ ἐνταῦθα, ὡς διὰ τῶν ἐπαγομένων δηλοῖ, ” ἵνα μηκέτι ὦμεν νήπιοι.” αὐτὸ φησι τὸ μέτρον τὸ ὀλίγον, ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στερρότητος καὶ βεβαιώσεως. “ ἵνα μηκέτι” τὸ μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας. καὶ τίθησι καὶ ἑαυτὸν, καὶ ἐν τάξει διηγήσεως διορθοῦται. ἐπεξῆλθε δὲ τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς, ἐν οἵῳ κινδύνῳ εἰσίν, παντὶ “ ἀνέμῳ, φησὶν, ἐν τῆ κυβείᾳ τῶν ἀν- “ θρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν πλάνης.’’ κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. τοιοῦτοί εἰσιν οἱ πανοῦργοι· ἐπειδὰν ἀφελεστέρους λάβωσι· καὶ γὰρ κἀκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον, διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπη. Ο φησι, τοῦτό ἐστι. καθάπερ τὸ σῶμα τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον τὸ διὰ τῶν νεύρων, τὸ αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον· τῷ δὲ ἔλαττον, ἔλαττον· οὕτω καὶ ὁ Χριστὸς, καθάπερ μελῶν, τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. τι δέ ἐστι ” διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας ;” τουτέστι, διὰ τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ, ὡς ἄν τις εἴποι, τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν. ἢ ἑτέρως· τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται. ἢ καὶ ἑτέρως· τὸ πνεῦμα ἄνωθεν ἐπιρρεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν ” ἀγάπῃ ;” οὐ γὰρ ἐκεῖνο τὸ πνεῦμα, μὴ οὔσης ἀγάπης. καθάπερ γὰρ εἰ τύχοι, χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ἐπιζητοῦν, καὶ μὴ εὑρὸν οὐκ ἀπάλλεται τοῦ σώματος καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἔρχεται, ἀλλ’ ἐὰν μὴ εὕρῃ κείμενον οὐχ ἅπτεται, οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. τί γά(??) φησι ; εἰ πλέον λαμβάνει ὁ δεῖνα, τὸ αὐτὸ πνεῦμα ἔλαβεν ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ” ἁπτόμενον, συναρμολογούμενον καὶ συμβιβαζόμενον,’’ τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας· οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ, ἀλλὰ καὶ τοῦ οἰκείου τόπου ἐπέχειν· ὡς ἂν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνευμα. ΚΕΦ. Ζ. Περὶ σωφροσύνης κὼ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς. τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῆ διανοίᾳ· ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς· διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ· εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὠριφένησ φησὶν, ὅτε μὲν οὖν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος· ἣ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητι ἐστίν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ, καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀληθείᾳ ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογικὴ ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα, οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο· οὔτ’ οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ, οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ· ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ πωρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπιπλέον νεμηθῇ τὴν ψυχὴν ἡμῶν, λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ, καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ P πώρωσίν τε τῆς καρδίας ἐπιτρέπονται τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ παραδώσομεν ἑαυτοὺς, οὐδὲ κατὰ ποσὸν ἀνθιστάμενοι, ταῖς σαρκικαῖς ἐπιθυμίαις, τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης μετὰ τοῦ πλεονεκτεῖν· ἐκείνους δὲ, ὧν τοὺς γάμους νοθεύομεν. Εἰ δὲ θέλομεν νοῆσαι τὸ ” οἵτινες ἀπηλγηκότες ἑαυτοὺς ” δῶκαν τῇ ἀσελγείᾳ,’’ συγκρίνομεν τοὺς δυσσυνειδητοῦντας βασανιζομένους, ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον, τοῖς μετὰ πάσης ἀδείας πολλὰ πλασίονα πταίουσιν. οἱ μὲν γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ’ ἔτι ἀλγοῦσιν· διόπερ δύνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς, θεραπευθῆναι· ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπὶ ποσὸν ἀντιτείνοντες, μὴ δὲ ἐγκρατευόμενοι, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ· πλὴν, εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν, παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ. ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον. ἵνα ἡ μὲν διανοία ἦ πεφωτισμένη· λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς, ὅπερ ἐστιν ὁ τοῦ Θεοῦ λόγος· ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος, προηγεῖτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς σοφίας. Εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ πώρωσιν τῆς καρδίας ἀπολλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ αἰτιῶν τῶν παρ’ ἡμῶν γινομένων, ἐκ τοῦ ἐφ’ ἡμῖν, ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριούμενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ, τὴν μοιχείαν οἴομαι εἴομαι ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· ” τοῦτό γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεσθαι “ ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ “ κτᾶσθαι, ἐν ἁγιασμῷ καὶ τιμῇ· μὴ ἐν πάθει ἐπιθυμίας, “ περ καὶ τὰ ἔθνη, τὰ μὴ εἰδότα τὸν Θεόν·’’ τὸ μὴ “ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος “ ὁ Κύριος περὶ πάντων τούτων καθὼς προείπομεν ὑμῖν καὶ “ μαρτυράμεθα· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ “ ἀλλ’ ἐν ἁγιασμῷ καὶ τιμῇ· τοιγαροῦν ὁ ἀθετῶν, οὐκ “ ἀθετεῖ, ἀλλ’ ἆτόν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον “ εἰς ὑμᾶς.’’ παρατήρει δὲ, ὅτι προτρεπόμενος ἐπὶ τὴν ἡμᾶς, πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν, εἴτις τὴν τοῦ ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικος Κύριος περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων. Χρυσοσυόμωσ. Ὁ μακάριος Ἰωάννης φησὶν, εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τι ἐγκαλοῦνται; τὸν γὰρ ἀγνοοῦντα, οὐ κακῶς πάσχειν δεῖ, οὐδὲ ἐγκαλεῖσθαι· ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. ἀλλ’ ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης· ” οἵτινες,” φησὶν, ” ἀπηλγηκότες, “ ἀσελγείᾳ·’’ δείκνυσιν ἐνταῦθα, ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος, ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας· “ οἵτινες,” φησὶν, ·‘ ἀπηλγηκότες ἑαυτῶν, ἑαυτοὺς “ δωκαν.’’ Οταν οὖν ἀκούσῃς ὅτι παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ” ἑαυτοὺς παρέδωκαν·’’ εἰ γὰρ ” ἑαυτοὺς παρέδωκαν,’’ πῶς ὁ Θεὸς αὐτοὺς παρέδωκεν; εἰ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ” ἑαυτοὺς παρέδωκαν ;” παρέδωκε, τουτέστι συγκεχώρηκεν. ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖς συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; οὐ παραπέσοντες, φησὶν, ἥμαρτον, ἀλλ’ εἰργάζοντο αὐτὰ τὰ δεινὰ καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. ἐν πάσῃ ἀκαθαρσίᾳ· ποίας λέγει ἀκαθαρσίας; πᾶσα πορνεία, μοιχεία, παιδεραστία, φθόνος· πᾶσα ἁμαρτία, ἀκαθαρσία ἐστιν. Θεόδωροσ δέ φησι· τοῦτο λέγει συντόμως. οὐ δίκαιον ὑμᾶς ἀκόλουθα πράττειν τοῖς ἔθνεσιν, οἳ μηδὲν ἐπιστάμενοι τῶν δεόντων, ὥσπερ ἐν σκότῳ διάγουσι, τῆς εὐσεβείας μακρὰν τυγχάνοντες, καὶ τῆς τοῦ Θεοῦ ζωῆς ἀλλότριοι καθεστῶτες· ἵνα εἴπῃ, τῆς προσδοκωμένης ἀναστάσεως· τὸ δὲ ” ἀπηλγηκότες,’’ ὥσπερ τῶν πάθους τινὸς μέρη πολλάκις τοῦ σώματος νενεκρωμένων· οἷς οὐ μόνον ἄλγος οὐδὲν ἐκεῖθεν ἐγγίνεται, ἀλλ’ οὐδὲ ἡ τοῦ μέρους ἀφαίρεσις αἴσθησιν ἐμποιεῖ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε. Tοῦτο λέγει, ὅτι πάντως ποῦ καὶ ἠκούσατε καὶ ἐδιδάχθητε περὶ τοῦ Χριστοῦ ταῦτα, ἅπερ δὴ καὶ ἀληθῆ καθέστηκε καὶ οὕτως ἔχει· ποῖα; Ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. Επειδὴ τοῖς θνητοῖς ἕπεται τὸ ἁμαρτάνειν, ἀθάνατοι δὲ γενόμενοι ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα· σύμ- βολον δὲ ἐκείνου ἡ τοῦ Πνεύματος ἀναγέννησις, ἣν ἐν τῷ βαπτίσματι πληροῦμεν, ὥσπερ ἀνακτιζόμενοι ἐντεῦθεν ἤδη καὶ ἀναγενωώμενοι κατὰ τύπον ἐλπίδι τῶν προσδοκωμένων, τοῦτο λέγει· ὅτι πάντως οὐκ ἀγνοεῖτε ὅτι λέλυται μὲν ὁ παλαιὸς ἄνθρωπος ὁ θνητὸς ἐκεῖνος, καινὸς δέ τις ἀντεπεισῆκται ἄφθαρτος, οὗπερ εἰς τύπον ἐπὶ τοῦ βαπτίσματος ἀνακαινισμὸν ἐδέξασθε τὴν τοῦ Πνεύματος ἀπαρχὴν κομισάμενοι· ὥστε δίκαιον ὑμᾶς ἀκόλουθα τούτοις καὶ φρονεῖν καὶ πολιτεύεσθαι. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης ὧδε λέγει, ἄρα καὶ τοῦτο μαθεῖν ἐστιν τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν· ὁ γὰρ πονηρῶς βιοὺς, ἀγνοεῖ Θεὸν, καὶ ἀγνοεῖται παρ’ αὐτοῦ· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος, “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις “ ἀρνοῦνται.” Καθώς ἐστιν ἀληθεία ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστν, οὐκ ἐπὶ τούτοις συνέθου· οὐ γὰρ ματαιότης τὰ παρ’ ἡμῖν, ἀλλ’ ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος· ματαιότης γὰρ, ἡ ἁμαρτία ἐστὶν καὶ ψεῦδος· οὗ δὲ βίος ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ· “ τὸν φθειρόμενον” φησὶ “ κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός. πῶς αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται ; τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀπολοῦνται " πάντες οἱ διαλογισμοὶ αὐτοῦ· καὶ οὐ τῷ θανάτῳ μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον· τὸ κάλλος καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανεν καὶ ἐφθάρη· ἡ ῥώμη τῆς ἰσχύος, τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ, οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονὴν οὐδὲ τὴν αὐτὴν ἰσχύν· ἣ ἑτέρως. πάλιν τοῦτο αὐτὸν φθείρει καὶ ἀπόλλυσιν, ἡ ἐπιθυμία· καθάπερ γὰρ τὸ ἔριον, ἀφ’ ὧν τίκτεται, ἀπὸ τούτων ἀπόλλυται, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος· καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν· τέσσαρας δὲ ἀνθρώπους ἡμῖν ἐνταῦθα ὑπογράφει· δύο μὲν, οὕτω λέγων ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν· καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. ἐν δὲ τῇ πρὸς Ῥωμαίους, ἄλλους δύο· ὡς ὅταν λέγῃ· “ βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσι μου, ἀντιστρατευόμενον “ τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσι μου·’’ ὁ νοῦς καὶ ἡ σάρξ· καὶ οὗτοι πρὸς ἐκεῖνα ἔχουσι τὴν συγγένειαν· πρὸς μὲν ’τον ἔσω, ὁ καινός· πρὸς δὲ τὸν ἔξω, ὁ παλαιός. ἀλλ’ ὅμως οἱ τρεῖς διεφθάρησαν· μᾶλλον δὲ τρεῖς εἰσὶ, καινὸς καὶ παλαιός· καὶ οὗτος, οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ ὅτι ἐπεισάγει ἄνθρωπον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· “ ἀνανεοῦσθαι·’’ ἀνανεοῦσθαι δέ ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεοῦται ἄλλο ἐξ ἄλλου γενόμενον· ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτό· ἡ δὲ μεταβολὴ πρὸς τὸ συμβεβηκός· πῶς δ’ ἃν γένοιτο ἡ ἀνανέωσις; ” ἐν τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν’’ φησιν· ὃς ἐὰν οὖν ἔχῃ πνεῦμα παλαιὸν, οὐδὲν ἐργάζεται· οὐ γὰρ ἀνέχεται τὸ πνεῦμα παλαιῶν πράξεων. ” Τῷ πνεύματί” φησιν ” τοῦ νοὸς ὑμῶν, τουτέστιν, τῳ ἐν τῳ νῷ· Καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, μεταβολὴ δὲ τὸ ἐκδυόμενον καὶ ἐκδυόμενον; ” τὸν καινὸν ἄνθρωπον φησὶ, ” “ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. διατί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετήν; καὶ διατί ἄνθρωπον τὴν κακίαν; ὅτι χωρὶς ἐνεργείας οὐδ’ ἃν δειχθείη ἄνθρωπος· ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν εἴτε καλὸν εἴτε πονηρόν· ὥσπερ δὲ τὸ ἀποδύσασθαι καὶ ἐνδύσασθαι εὔκολον, οὕτως καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν· ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων· τὴν κτίσιν ὅρα τί φησι· τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν· τι δὲ, ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; οὐδαμῶς· ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργος τῆς ἁμαρτίας πῶς; ὁ γὰρ ἄνθρωπος οὐκ ἄπο ὕδατος οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· τί ἐστι τοῦτο; υἱὸν εὐθέως αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστιν ἡ οὐσία ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· ἦν ποτε δικαιοσύνη καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ’ οὐ τῆς ἀληθείας· ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη· τὸ γὰρ καθαρὸν εἶναι σώματι, τύπος καθαρότητος ἦν· καὶ τύπος δικαιοσύνης, οὐχὶ ἀληθεία· καὶ πρὸς τὸ ψεῦδος φησὶν, ὅτι πολλοί εἰσι παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς· δικαιοσύνη δὲ ἡ καθολικὴ ἀρετὴ λέγεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος “ ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον ” τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα- ” σιλείαν τῶν οὐραανῶν.” καὶ πάλιν δίκαιος λέγεται, ὁ ἔχων λαβήν. ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις, ἐκεῖνον φαμὲν δίκαιον, τὸν ὀδυνηθέντα καὶ μὴ ἀνταδικήσαντα. Ὠριγένησ φησὶ τὸ μαθεῖν τὸν Χριστὸν, ταὐτόν ἐστι τῷ μαθεῖν τὴν ἀρετήν· καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συνεῖναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ. εἴτις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγου, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδὲ ἔσται τῆ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν, καὶ ἀκούσωμεν αὐτὸν καὶ διδαχθῶμεν ἐν αὐτῷ. οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμένον λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινὸν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξέ τι τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν, ” καθώς ἐστιν ἀλήθεια ” ἐν τῷ Ἰησοῦ·’’ ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία, ἐν Ἰησοῦ μόνῳ λέγοντι, ” ἐγώ εἰμι ἡ ἀλήθεια. τὸ δὲ ” ” ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἀσυνάρτητον ὂν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰηποῦ. ἵνα ὁ νοῦς ᾖ· ὅτι ὡς ἔστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν, καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τὲ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· “ παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι, τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τί ποιεῖν, ἀλλ’ ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ, ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν· καὶ οὐδέπω ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ, οὐ φθείρει ἀλλ’ ἀποκτείνει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποινσαι· “ ἐγὼ γάρ, ’’φησιν, ” ἀποκτενῶ καὶ ζῆν ποιήσω·’’ καὶ ” ἀπέκτενεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ετι ζητήσεις, πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετὴ, οὕτως ἡ ἐναντία αὐτὴ κακία παλαιοῖ· ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν, οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίστησι τὴν Ἐκκλησίαν Χριστὸς, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἣ τι τῶν τοιούτων. ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον ἅπαντα, ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται· ἀπάτης δέ ἐστιν ἐπιθυμία, ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. ” ἀνανεοῦσθαι δὲ ” πνεύματι τοῦ νοὸς ὑμῶν. Εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ” τὴν οὔτε ἁπλῶς ἐν τῷ πνεύματι, οὔτε ἐν τῷ νοὶ, ἀλλ’ ἐν τῷ ” ματι τοῦ νοὸς ὑμῶν,” ζητητέον ἰδίᾳ, τίς ὁ νοῦς ἡμῶν, καὶ τι τὸ πνεῦμα αὐτοῦ· πρόσχες δὲ καὶ τῷ ” ψαλῶ τῷ πνεύματι, ψαλῶ ” καὶ τῷ νοί·· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ ἐπιστήσει οὑν εἰ ὥσπερ ἐστὶ πολλὰ πνεύματα, καὶ ἕκαστον τινὶ ᾠκείωται, οὕτως ἐστὶν τί πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοί· ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν, ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. εἰ θέλομεν ” ἐνδύσασθαι τὸν ” ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα,’’ νοήσωμεν τὸ “ ” μοῦ γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· καὶ τὸ ” ζῶ δὲ ” ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς,’’ καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ. Οἱ μὲν ἁπλούστεροι, πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δὲ ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι, ὅπέ ἐστιν ἡ ψευδοδοξία· ἔργον δὲ οὐ τυχόν ἐστιν πρὸς τὸ ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος, καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι· καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανὸν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπεχώμεθα· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια· τὸ δὲ “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ,’’ εἴληπται ἀπὸ τοῦ Ζαχαρίου. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Οτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται, δῆλον ἐστίν· δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινες ἐκάλεσαν προπάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν ρποσκαλούμενα συμπτώματα· ἕτερον δὲ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν δεῖν τιμωρεῖσθαι τὸν ἠδικημένον νομιζόμενον· ὅπερ ὡς ἐφ’ ἡμῖν τυγχάνον, κελεύει ἀποθέσθαι ὁ Ἀπόστολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ “ὀργί- “ζεσθε καὶ μὴ ἁμαρτάνετε,’’ ἀντὶ τοῦ εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργὴν, ἀλλ’ ἄπρακτον καταλείψατε· τοῦτο γὰρ καὶ ὁ ἅγιος φησὶν Ἀθανάσιος. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμᾷ ὑμῶν. Εὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα, ὅτι ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν, τοῦ ἡλίου δύνοντος· ὅπερ ἄτοπον εἰναι νομίζω. μήποτ’ οὖν ὁ ἀληθινὸς ἥλιος ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον, “δύσεται ὁ “ ἥλιος ἐπὶ τοὺς προφήτας ὑμῶν μεσημβρίας,’’ οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν, ὡς ἐπιδύναι ἡμῖν τὸν ἥλιον, καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, μὴ εἰς ἀναξίους λάμψας ὁ ἥλιος· εἰ γὰρ ὁ μὲν δεσπότης ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψεν, καὶ ἀφῆκεν σοι τὰ ἁμαρτήματα· σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν; Μῆ δὲ δίδοτε τόπον τῷ διαβόλῳ. Τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ· οὐδέποτε γὰρ οὕτως τόπον ἔχει ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις· τὰ μυρία ἐντεῦθεν τίκτεται κακά· καὶ καθάπερ ἕως μὲν ὠσιν ἡρμοσμένοι λίθοι καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀρραγεῖς· ἐὰν δὲ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἃν ᾦμεν πεπυκνωμένοι, καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὐτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάμρονς ἐπεισχέεται· πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης. Ωριγένησ δέ φησιν, ὅμοιον τοῦτο ἐστὶ, τῶ ἐν τῷ Ἐκκλησιαστῇ εἰρημένῳ, ” ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἔπι “ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσῃ ἁμαρτίας μεγάλας.” τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῶ ἐξουσιάζοντι πνεύματι ἀναβάντι ἐφ’ ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως, καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου] Ζαχαρίαν, ” ἐπὶ τὰ κλίματα τῆς ψυχῆς ἐπισκηνοῖ ὁ Σατανᾶς,’’ καὶ αἱ τοιαίδε συγκαταθέσεις, τοῖς χείροσιν αἱ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς· καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, ” “ τέρον μὲν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα ” παραδῷ αὐτὸν Ἰούδα Σίμωνος Ἰσκαριώτου·” μετὰ δὲ ταῦτα ὅτι ” μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς.’’ ὡς τοῦ διαβόλου εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ τὸν Κύριον. πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἃν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰσελθεῖν ὁ Σατανᾶς Ρ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχη μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι, προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων, καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ βλέπειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγματεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν ὡς ἔτι κλεπτόντων καὶ ταῦτα ἐν Ἐφέσῳ τινῶν οἱονεὶ ἐλέγξαι, ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτοῦ, τὸ “ ἐργαζόμενος τὸ ἀγαθόν·’’ τῶν μὲν ἀδίκως ποριζόντων, . οὐ τὸ ἀγαθὸν, ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων· τῶν δὲ μετ’ εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα, καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, ποῦ οἱ καθαροὶ οἱ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες ; ἔτι γάρ ἐστιν ἀπολύσασθαι τὸ ἔγκλημα· οὐ τὸ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τὸ ἀγαθόν τι ἐργάσασθαι· ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα χρή ; ἔκλεψαν ; τοῦτο ἔστι τὸ ἁμάρτημα· οὐκ ἔκλεψαν ; τοῦτο οὐκ ἔστι τὸ ἁμάρτημα λῦσαι· ἀλλὰ πῶς ; ἐκοπίασαν καὶ ἑτέροις μετέδωκαν, οὕτως ἔλυσαν τὰ ἁμαρτήματα· οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ’ ὥστε κοπιᾶν· ὥστε καὶ ἑτέροις μεταδιδόναι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τί ἐστι σαπρός ; ὅν φησι καὶ ἀργόν· καταλαλία, αἰσχρολογία, εὐτραπελία, μωρολογία· ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν· τὸ δὲ “ μηκέτι “ κλεπτέτω,’’ οὐκ ἐκείνοις συγγινώσκων τοιοῦτό φησιν, ὅσον τοὺς ἠδικημένους πρᾴους καθιστῶν, καὶ τὸ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας. Ὠριγένησ φησὶν, ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας, διδοὺς “ χάριν τοῖς ἀκούουσιν,” ὁ διδασκαλικὸς, καὶ ἐπ’ ἀρέτην μὲν προτρεπτικὸς, κακίας δὲ ἀποστερητικός· “ σαπρὸς δὲ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα. Καὶ μὴ λυπεῖτε τὸ νεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Εἴπερ ἡ λύπη πάθος ἐστὶ, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς, ὅτι ἔστι δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ’ ᾧ καθήκει συστέλλεσθαι· οὔτε δὲ δοξάζει τὸ Ἅγιον Πνεῦμα, οὔτε ἵνα δοθῇ δοξάζειν, δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὓ λυπήσεται τὸ Ἅγιον Πνεῦμα. μήποτ’ οὖν τὸ ὅσον ἐφ’ ἡμῖν τάδε πράττοντες, λυποῦμεν τὸ Ἅγιον Πνεῦμα τοῦ Θεοῦ. καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ· “ καὶ ” ἐν πᾶσι τούτοις ἐλύπησέ με τάδε πολλάκις ἡμῖν ἃ περὶ ὀργῆς καὶ θυμοῦ, ὕπνου τὲ καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα. καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ ” μὴ λυπεῖτε τὸ ” τὸ Ἅγιον τοῦ Θεοῦ.” ἐσφραγίσθημεν δὲ τῷ Ἁγίῳ ἵνα τὸν τύπον τοῦ Ἁγίου Πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ Ἁγίου Πνεύματος, ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου Καθέκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται· οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ Πνεύματι μὲν οὖν τῷ Ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ Πατρὸς τῷ Ἁγίῳ Πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ σφραγίσας ὅτι ἀληθής ἐστιν ὁ Θεός· καὶ σφραγίζεται, ἵνα τηρήσας τὴν σφραγίδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον, τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τοῦτο ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας, φησὶν, ἐν Ἐπιστολῇ· ” ὁ ” ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ οὕτω καὶ ἐνταῦθα· ἃν εἴπῃς ὑβριστικὸν ῥῆμα· ἃν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας· εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία· ” καὶ μὴ ” τὸ Πνεῦμα τὸ Ἅγιόν,’’ φησιν, ” ἐν ᾧ ἐσφραγίσθητε ” ἀπολυτρώσεως.” τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε· τοῦτο οὐκ ἀφῆκεν ὑποκεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; ὁρᾷς πῶς ἐκεῖ μὲν φοβερῶς, ” ὁ γὰρ ἀθετῶν,” φησὶν, οὐκ ” ” θρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ ἐνταῦθα δὲ ἐντρεπτικῶς δυσωπητικῶς, ” μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἁγιον,’’ φησὶν, ” ” ἐσφραγίσθητε ;” ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος ἀνέλῃς τὰ σήμαντρα. στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται ἀνάξιον τοῦ χαρίσματος. ὁ Θεὸς δὲ τῆς εἰρήνης, φυλάξει ἡμῶν καὶ τὸν νοῦν καὶ τὴν γλῶσσαν, καὶ τειχίσει ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ· ἐν Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην· τριὰς μονὰς, ἐλέησον. τόμος β'. ΤΟΜΟΣ Γ. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάση κακίᾳ. Ὠριγένησ φησὶ, γενικὸν μὲν τινὲς πάθος ᾠήθησαν εἶναι τὴν ὀργὴν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν. καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον. ὀργή ἐστιν ἐπιθυμία πονηρίας τοῦ δοκοῦντος οὐ προσηκόντως ἠδικηκέναι. εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς, τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον, ἢ παραχρῆμα ἐκρηγνυμένην. εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι· θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ ” Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με·” ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ, καὶ τὸν θυμὸν διαρ- θῆναι ἀφ’ ὑμῶν· οὐδὲ τὴν παιδεύουσαν ὀργὴν Κυρίου, καὶ τὴν ἡμετέραν τροπικώτερον εἴρηται· τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἰερεμίᾳ, ” καὶ ἡ πικρία γάρ σου,” ἀνέβη πρός με.” οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ Ἀποστόλῳ, καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι· καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς. θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινα γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ. ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου. καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις ἡ κραυγὴ, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούντων, καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις κεκραυ- γητέον q, ἀσκητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἣν προσφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις, οἱ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὗτινος οὖν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ. βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους, οὓς λέγουσι κακῶς, ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς. Λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν· εἰ μέντοι γε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστήσεως δυσφημούντων τῶν ἀνθρώπων, ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων. βλασφημεῖ δὲ καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι, ἣ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμος τραπεζίτης, ὡς εἰδέναι πάντα δοκιμάζειν, καὶ τὸ μὲν καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργὴν, μὴ καλῶς προστιθέντες τῷ Εὐαγγελίῳ τὸ “ εἰκῆ” κατὰ τὸ ῥητὸν, ” ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, ” ἔσται τῇ κρίσει·” ἀνέγνωσαν γάρ τινες, ” ὃς ἐὰν ὀργισθῇ τῷ ” ἀδελφῷ αὐτοῦ εἰκῆ,’’ δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ ῥητοῦ, λέγοντες, ” πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ, καὶ ” καὶ βλασφημία ἀρθήτω ὑφ’ ὑμῶν·” σαφῶς γὰρ ἐνθάδε ἡ φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης, μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου, μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης, ὁμοίως δὲ καὶ θυμοῦ, λέγεται, ” παῦσαι ” ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν.” οὐκοῦν οὐκ ἔστι ποτὲ ὀργισθῆναί τινι, καὶ οὐ μόνον γε πᾶσαν κακίαν καὶ πάντα q Forsan rep. καὶ κραυγήν. θυμὸν, καὶ πᾶσαν ὀργὴν, καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ τῇ κακίᾳ. κακίαν δὲ ἐκλαμβάνομεν, ἣ τὴν ἐναντίαν ἕξιν τῇ ἀρχῇ, ἣ τὴν πονηρίαν. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πικρίαν τὴν ὕπουλον καὶ δολερὰν κατάστασιν, ὡς ἐπὶ τῶν κυνῶν τῶν ὑλακτούντων, ἀλλὰ καὶ περισαινόντων καὶ λαθραίως δακνόντων. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, Χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἥμιν. Ὠριγένησ φησὶ, ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν. ἔοικε δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ “ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ,’’ ἀντὶ τοῦ εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς. τοῦτο δὲ γίνεται εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι, εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα· διὰ τούτων οὐ μόνον τοῖς πέλας, ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα Χαριζόμενοι· ἑαυτοῖς ἑτέρου ὄντος, παρὰ τὸ χαριζόμενοι ἀλλήλοις, ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ συσσώμους ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται, ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα, ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παραδεχόμενοι αὐτὰ καὶ τηροῦντες· καὶ μιμούμενοι τὸν χαρισάμενον, καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν. Άλλος δέ τις, μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ χαριζόμενοι ἀλλήλοις, ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τὸ χαριζόμενοι ἀλλήλοις, μάλιστα διὰ τὸ “ καθὼς ὁ Θεὸς ἐν Χριστῷ “ ἐχαρίσατο ἡμῖν,’’ καὶ ἔνεγκε ταῦτα, ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων, δεῖν ἡμᾶς ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν, ὡς καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὣν ὁ Πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα· ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά· εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν, ἣν ἐχαρίσατο ἡμῖν, καὶ ἀλήθεια καὶ δικαιοσύνη. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησὶ, καὶ τοῦτο ἔχει αἴνιγμα, οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. ἵνα σοὶ συγγνῷ, τὸν Υἱὸν ἔθυσε. σὺ δὲ πολλάκις τὸ ἀδάπανον καὶ ἀκίνδυνον ὁρῶν, τὴν συγχώρησιν οὐ ποιῇ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ πρᾶγμα, ἄκουσον τί φησιν, ὅτι ἑαυτὸν παρέδωκεν. ὡς ὁ δεσπότης σε ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον, μᾶλλον δὲ οὐδὲ οὕτως δυνήσῃ, πλὴν ἀλλ’ ὡς δύνασαι. ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα, “ ὡς τέκνα ἀγαπητὰ,’’ φησί· καὶ ἄλλην ἔχετε ἀγάπην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τὸ παθεῖν δὲ μόνον, ἀλλὰ καὶ τὸ τέκνα καλεῖσθαι, καὶ ἀγαπητά. ἐπειδὴ γὰρ οὐ πάντες τοὺς πατέρας μιμοῦνται, ἀλλὰ τὰ ἀγαπητὰ,’’ διὰ τοῦτό φησιν, “ ὡς τέκνα ἀγαπητά·’’ καὶ “ περιπατεῖτε ἐν ἀγάπῃ.’’ ἰδοῦ πάντων ἡ ὑπόθεσις ταύτης οὔσης οὐκ ὀργὴ, οὐ θυμὸς, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. διὸ ὕστερον τὸ κεφάλαιον τίθησι· διὰ ταύτης ἐσώθης, διὰ ταύτης Υἱὸς γέγονας, “ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς,’’ σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν. οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ δεσπότου γενόμενον; τὸ γὰρ καθὼς ποῦ σώζεται, ἣ δηλονότι ἐὰν τοῖς ἐχθροῖς καὶ ἡμεῖς εὖ ποιῶμεν. “ καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν “ καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.” ὁρᾷ, τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστι, θυσία εὐπρόσδεκτος; κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία. τοῦτο μιμήσασθαι ἐστὶ τὸν Θεόν. Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρότης, καὶ μωρολογία, ἀλλὰ μᾶλλον εὐχαριστία. Μῆ εἴπῃς ἀστεῖα, μὴ αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατέσβεσας τὴν φλόγα· “ μηδὲ ὀνομαζέσθω παρ’ ὑμῖν,’’ φησί· τουτέστι, μη- δαμοῦ μηδὲ φαινέσθω· οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν τὰ μὴ ἀνήκοντα· ταῦτα οὐδὲν πρὸς ἡμᾶς, φησὶν, “ ἀλλὰ μᾶλλον εὐχαριστία.’’ τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; γέλωτα ἐκίνησας μόνον· μηδεὶς ἔστω λόγος ἀργός· οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους. ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς; Ὠριγένησ δέ φησιν, ἡ μὲν πρὸς πόρνην κοινωνία, κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα, ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία, ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον, ἣ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν· ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκαστὸν τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλαξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις· αἰσχρότης δέ τίς ἐστι, καθ’ ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. Τδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὁνμάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. καὶ ὁ μὲν οὖν τις φήσει ἁπλούστερον τὴν λέξιν ἐξειληφὼς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν μωρολόγων καὶ γελωτοποιῶν· ὅρα δὲ μὴ μωρολογεῖν λεκτέον, καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένον πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ’ αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν, ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἰδιωτῶν συνήθεια τάσσει, ἀπὸ τῶν οὐ μόνον ἀπὸ μωρολογίας, ἀλλὰ καὶ ἀφ’ οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὐτὴ, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχαριστία. ἥγ᾿ οὖν εὐχαριστία, καθ’ ἣν εὐχαρίστους καὶ χαρίεντας τινὰς φαμέν. μωρολόγον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εὐχάριστον εὐχάριστον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν, “ ἀλλὰ μᾶλλον εὐχαριστία·’’ τάχα ἀντὶ τούτου ἐχρήσατο τῇ ἐπ’ ἄλλου κειμένῃ λέξει, καὶ εἶπεν, “ ἀλλὰ μᾶλλον εὐχα- “ ριστία·’’ καὶ μή ποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς εὐχαριστίας, καὶ τοῦ εὐχαρίστου τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι, ἀντὶ τῆςεὐχα- ριστίας καὶ εὐχαρίτου· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον, “ γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ “ δόξαν,’’ ἀντὶ τοῦ εὐχάριτος γυνή· ὀνομάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ “ γυνὴ εὐχάριστος” ἀντὶ τοῦ εὐχάριτος ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσε· “ γυνὴ χάριτος ἀντέχεται δόξης.” Θεοδοτίων δὲ καὶ Σύμμαχος, “ γυνὴ χάριτος ἀνθέξεται δόξης.” Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῆ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν, καὶ πλεονεξίαν, καὶ αἰσχρότητα, καὶ μωρολογίαν, καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει, ὥστε τὸν ἐνεχόμενον τινὶ αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν, καὶ ἀκαθαρσίαν πᾶσαν, καὶ πλεονεξίαν. εἰ γὰρ μὴ ε-ι’χον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελία ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκε, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ· λείπει καὶ περὶ τῆς αι'σχρότητος ἐπιστῆσαι δόξαις ἀρὰν εὔλογον εἶναι τὸ λέγεσθαι, πᾶς πόρνος ἣ ἀκάθαρτος, ἢ πλεονέκτης, ἣ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστιν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθεὶς τίς ἀνέστειλε τὴν ἐπὶ τὴν πορνείαν, ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ, τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ τοῦ Θεοῦ, κατ’ ἰδίαν ὀνομάσας φησὶ, " μηδὲ ὀνομαζέσθω ἐν ὑμι-ν.’’ Εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητοῦμεν ἐκ τοῦ “ ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης·” πότερον ἀνατρέπεἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλάχου τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ “ἐπόρνευον ὀπίσω τῶν εἰδώλων αὐτῶν.’’ δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας, ἐκ τοῦ λέγειν, “πνεύ “ματι πορνείας ἐπλανήθησαν.’’ ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία, οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις· καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα, οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. (Χρυσόστομοσ.) Ὁ μακάριος Ἰωάννης φησι, ἦσαν, ὡς τινὲς καὶ παρὰ τοῖς Ἐφεσίοις, οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ Ἐζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, “ οἳ δρακὸς κριθῶν ἐκφαυλίζοντες “τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ,’’ καὶ λέγοντες, ὑπερβολῆς ἔχεσθαι τὸ ῥῆμα· ὅταν εἴπωμεν ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται, καὶ ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐκφαυλίζοντες· τούτους αἰνιττόμενος ὁ Ἀπόστολος φησὶ, “τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος “ἤ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει “ κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.’’ ἔλα ἐπάγει, “μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·” κενοί εἰσιν οὗτοι οἱ λόγοι. “Οἱ πρόσχαιρον ἔχοντες χάριν,’’ καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πνεῦμα ἐστί. Διὰ τοῦτο ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ τὴν πορνείαν φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή ἐστιν ἀπατεῶνος. υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς κάλει. Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὄρα πῶς συνετῶς προέτρεψεν· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους καὶ μηδένα ἀδικεῖτε προτρέπει· πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· “ἦτε γάρ ποτε σκότος,’’ φησί· “ νῦν δὲ “φῶς ἐν Κυρίῳ·’’ ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε;” καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, ἐννοήσατε τί ἦτε ποτε ὑμεῖς, καὶ τί γεγόνατε· μὴ πάλιν δρομεῖτε πρὸς τὴν προτέραν κακίαν· μὴ δὲ ἐνυβρίζετε τοῦ Θεοῦ τὴν χάριν· ἦτε ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστιν, καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτε ποτὲ, ἀλλ’ οὐκέτι. ΚΕΦ. Η. Περὶ τοῦ ζῆν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληρουμένους διὰ ψαλμῶν, μὴ οἴνῳ. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δέ ἐστι “ τέκνα φωτός ;" τὸν καρπὸν τοῦ Πνεύματος φησίν· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάση δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθεία. Δοκιμάζοντες, τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. “ Ἐν πάσῃ,’’ φησὶν, “ ἀγαθωσύνῃ·’’ τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· καὶ “ δικαιοσύνῃ πρὸς τοὺς πλεονεκτοῦντας· καὶ “ ἀληθείᾳ,’’ πρὸς τὴν ψευδῆ ἡδονήν· οὐκ ἐκεῖνα ἃ εἷπον φησὶν, ἀλλὰ τὰ ἐναντία· ἐν πᾶσι, τουτέστιν, καρπὸν φέρειν πνευματικόν· “ δοκιμάζοντες τι ἐστιν εὐάρεστον τῷ Κυρίῳ·’’ ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Ωριφένησ φησὶ, κενοὺς ἔοικε φάσκειν λόγους, τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ᾿ οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενοὺς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς· οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς, ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἵους καὶ τέκνα πορνείας, καὶ υἵους θανάτου, καὶ υἱοὺς γεέννης, καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν. Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Τηρήσεις τὴν μέτοχος καὶ συμμέτοχος φωνήν· μήποτε ὁ μὲν μέτοχος, ἐπὶ κρείττονος εἴρηται· ὁ δὲ συμμέτοχος, ἐπὶ χείρονος· οἷον, “ διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ “ τοὺς μετόχους σου.’’ καὶ “ μέτοχοι γὰρ Χριστοῦ γεγόναμεν, “ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν “ κατάσχωμεν.’’ οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν συμμέτοχον εἰρῆσθαι· πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστιν ο συμμέτοχος· Ἦτε γάρ ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ. Εἰ δυνατὸν τὸν ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶς εἰσὶ τοῦ κόσμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἃν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες, ἐν φωτὶ ὄψονται φῶς· οἱ δὲ ἄδικοι οκότος τυγχάνοντες, λαός εἰσι καθήμενος ἐν σκότει, μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν, ἐπιγνωσόμεθα τοὺς ὄντας φῶς ἣ σκότος· πᾶς μὲν γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ μὴ ἐρχόμενος πρὸς τὸ φῶς, σκότος ἐστι καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενος πρὸς τὸ φῶς, φῶς ἐστι, καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις, εἰ μὴ ὡς ὄντων τινῶν φώτων, ἀλλ’ οὐκ ἐν Κυρίῳ, λέγεται περὶ τῶν δικαίων τὸ “ νῦν δὲ φῶς ἐν Κυρίῳ·’’ καὶ μάλιστά γε τοῖς πεφωτισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ “ νῦν δὲ φῶς ἐν “ Κυρίῳ·’’ “ ὡς τέκνα φωτὸς περιπατεῖτε.’’ εἴπερ “ ὁ Θεὸς φῶς “ ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία,’’ τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός· “ ὁ γὰρ καρπὸς τοῦ φωτὸς, ἐν πάσῃ “ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.’’ πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον· ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεὸν, χρήσιμα τὰ ῥητά. ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς, καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιωσύνῃ καὶ ἐν ἀληθείᾳ· ὅπου οὖν ἀγαθωσύνη, ἐκεῖ δικαιοσύνη· καὶ ὅπου ἀλήθεια, ἐκεῖ δικαιοσύνη· παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ, ἀγαθωσύνη καὶ ἀλήθεια· παρ’ αὐτῷ ἄρα καὶ οὐ παρ’ ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς, καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοσύνην· ἐν μὲν οὖν τῷ εὐεργετικῷ, ἐμφαίνεται ἡ ἀγαθωσύνη· ἐν δὲ τῷ κατ’ ἀξίαν ἀπονεμητικῷ, ἡ δικαιοσύνη· ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου, ἡ ἀλήθεια. Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως, τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παραδεξώμεθα ὡς δόκιμοι τραπεζίται· τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώμεθα· ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἃν ἀποκαταστῆναι· “ μὴ οὖν “ γίνεσθε συμμέτοχοι αὐτῶν· δοκιμάζοντες τί ἐστιν εὐάρεστον “ τῷ Κυρίῳ.’’ εἰ καὶ ἦτε ποτὲ σκότος· νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ, ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτός· ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· καὶ μὴ “ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·’’ καὶ ἐν ἄλλοις, τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ Πνεύματος· τὸ δὲ τοῦ ἔργου, ἐπὶ τῆς σαρκός· εἰπὼν, “ φανερὰ δέ ἐστι τὰ ἔργα “ τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία,’’ καὶ τὰ ἑξῆς· “ ὁ δὲ καρπὸς “ τοῦ Πνεύματος ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη,’’ καὶ τὰ ἑξῆς· νῦν μέντοι γε τὰ τοῦ σκότους ἔργα, ἄκαρπα εἶναι φησὶν, οἷς κοινωνεῖ ο ποίων ἀυτὰ. Μαλλὸν δὲ καὶ ἐλέγχετε. Ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον, καὶ τὸ ἐλέγχειν. ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἃν, “ ὑποκριτὰ, ἔκβαλε πρῶτον ἐκ τοῦ “ ὀφθαλμοῦ σου τὴν δοκὸν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ “ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου·’’ δι’ ὅπερ καὶ οἱ προφῆται μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας. Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τίνων αὐτῶν οὐ πάνυ σαφῶς προεῖπεν, εἰ μὴ ἄρα τίς ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν· ὥστε οὕτως αὐτὴν ἔχειν· τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας, αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. (χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· εἷπεν ὅτι ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει γινόμενα· ἃν ἦτε, φησὶν, ὑμεῖς ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί· καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ὑπεισέλθοι· οὕτως τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι· ἄρα δὲ ἐλέγχειν δεῖ· πῶς οὖν φησι, “ μὴ κρίνετε ἵνα μὴ κριθῆτε ” περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων τημάτων εἶπεν· ἀμέλει ἐπήγαγεν· “ τί βλέπεις τὸ κάρφος τὸ “ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ “ δοκὸν οὐ κατανοεῖς.” τί δέ ἐστιν ὁ φησιν ; ὥσπερ τὸ τραῦμα, ἕως ἃν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν καὶ διὰ βάθους τρέχει, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας, οὕτως καὶ ἁμαρτία· ἕως μὲν ἃν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὑτὴ ἡ ἁμαρτία· πῶς γάρ ; ἀλλ’ ὁ ἐργασάμενος, ὅταν εἰς μέσον ἐνεχθῇ, ὅταν κολασθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ· ἢ τοῦτο φησὶν, ἢ ἐκεῖνο· ὅτι ὁ μὲν ὑμέτερος βιὸς φανερὸς ὢν, φῶς ἐστιν· οὐδεῖς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. Διὸ λέγει ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσεις τοῦ Χριστοῦ. Kαθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσῳδίας πνεῖ ὡς ὁ νεκρός· καὶ ἀνενέργητός ἐστιν ὡς ὁ καθεύδων· καὶ οὐδένα ὁρᾷ ὡς ἐκεῖνος, ἀλλ’ ὀνειρώττει καὶ φαντάζεται. “ καὶ “ ἐπιψαύσεις,’’ φησὶ, “ τοῦ Χριστοῦ.’’ οἱ δὲ φασὶν, “ ἐπιφαύσει “ σοι ὁ Χριστός·” μᾶλλον δὲ τοῦτό ἐστιν· ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν· ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται καὶ ἐπιψαύσει τοῦ Χριστοῦ. ἀλλ’ οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ καὶ τῶν πιστῶν οὐδὲν ἧττον τῆς κακίας ἔχονται· εἰσὶ δὲ οἱ καὶ πολλῷ μᾶλλον· διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν, “ ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ “ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σοι ὁ Χριστός·’’ πρὸς τούτοις ἁρμόττει καὶ τοῦτο εἰπεῖν· “ ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων.” Ωριγένησ δέ φησιν, ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι, τὸ “ ἔγειραι “ ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ “ Χριστός.’’ ζητήσαι δ᾿ ἄν τις, τί λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον, “ διὸ λέγει, ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν.” ὁ μὲν οὑν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν Ἀπόστολον, ἐνθάδε αὐτὸν ἀναγεγραφέναι· ἕτερος δὲ αὐτὸν τὸν Ἀπόστολον προσωποποιεῖν τινὰ ἐκ τοῦ Πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν· ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι “ ἔγειρε ὁ καθεύδων·” ὡς δὲ τεθνηκότι, τὸ “ ἀνάστα ἐκ τῶν νεκρῶν·” μήποτ’ οὖν ἐπείπερ ἐστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι· ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ, τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικὸν, τὸ μὲν “ ἔγειρε “ ὁ καθεύδων’’ λέγεται διὰ τὸ πνεῦμα· τὸ δὲ “ ἀνάστα ἐκ τῶν “ νεκρῶν,’’ διὰ τὴν ψυχήν· ἐπείπερ “ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη “ ἀποθανεῖται·’’ τοῦ δὲ πνεύματος, οὐδαμοῦ εὕρομεν θάνατον· φῶς δὲ ὢν ἀληθινὸν ὁ Χριστὸς, ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκοῶν. Σευηριανὸσ δέ φησι· τὸ “ ἔγειρε ὁ καθεύδων,” καὶ τὰ ἑξῆς, οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον· τί οὖν ἐστιν ; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν, ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν “ ψαλμὸν ἔχει, προσευχὴν ἔχει· τι οὖν ἐστι προσ- “ εὔξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοί· ψαλῶ τῷ πνεύ- “ ματι, ψαλῶ καὶ τῷ νοΐ;” δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν, ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Ὠριγένησ φησὶν, ὁ δοκιμάζων καθ’ ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς, πῶς περιπατήσει· ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει, πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσιν τινὲς ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ, “ μὴ ὡς “ ἄσοφοι, ἀλλ’ ὡς σοφοί.’’ σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ εὐθικὰ r, “ ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί “ εἰσιν·’’ οἱονεὶ, ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ. οὐδεὶς δὲ βιωτικώτερον ζῶν, καὶ ἐν φροντίσιν ἣ μερίμναις τυγχάνων, ἐώνηται ἑαυτῷ τὸν καιρὸν, ἀλλ’ ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν· ἐξαγοραζόαενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς, οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς· καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι, οὐ τοῦ ἐνστῶτος αἰῶνος ἡμέρας πονηρὰς, ἀλλὰ τοῦ μέλλοντος αἰῶνος ἡμέρας ἀγαθάς. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Διὰ ποῖον τοῦτο ἣ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί ; “ μὴ γίνεσθε ἄφρονες·” εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατήσετε, οὐδὲ ὡς σοφοί· προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα, καὶ συνιέναι αὐτὸ, ἵν ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου· ὅπου δὲ πάσχουσι, φέρουσιν αὐτὸ ὡς θέλημά τι γινόμενον Κυρίου. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τι φησιν ; οὐκ ἔστιν ὑμέτερος καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι, καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ πάθετε, πᾶν ὁ τι οὖν θέλωσιν. ἐννόησον τινὰ οἰκίαν ἔχοντα λαμπρὰν, εἶτα τινὰς ἐπεισερχομένους. ὥστε αὐτὸν ἀνελεῖν, κἀκεῖνον πολλὰ διδόντα καὶ ἐξαιρούμενον ἑαυτὸν, τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. οὕτω r An ἠθικά ? καὶ σὺ οἰκίαν ἔχεις μεγάλην καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁ τι οὖν ἀπαιτήσει τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. “ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·’’ οὐ τὴν οὐσίαν ἣ τὰ κτίσματα διαβάλλει, ἀλλὰ τὰ ἐν αὐτοῖς γινόμενα, καθάπερ ἡμῖν ἔθος λέγειν, χαλεπὴν ἡμέραν διήγαγον. Σευηριανὸσ δέ φησιν, ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον, ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτὸν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν. Καὶ μὴ μεθύσκεσθε οἴνω, ἐν ὧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ωριγένησ φησὶ, δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος, ἐν ᾧ ἐστιν ἀσωτία, νοεῖσθαι, περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται· “ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς “ ἀσπίδων ἀνίατος,’’ ὅν τινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι, πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος, ἐν ᾧ ἐστιν ἀσωτία, ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι, καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τῷ ὀνόματι τοῦ πνεύματος χωρὶς προσθήκης γεγραμμένον, ὅτι ἐπὶ κρείττονος εἴρῃται, ὅπερ καὶ ἐνθάδε σημαίνεται. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καὶ τούτου ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους τε καὶ χαλεπούς· εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην. “ δότε γάρ’ φησὶν, “ οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. εἰκότως τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν· “ ὀλὸς γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.’’ οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ’ ἐκ τῆς ἀμετρίας. ὁ οἶνος δι’ οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἣ δι’ ὑγίειαν σώματος, ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία· ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος Τιμοθέῳ “ ὀλίγῳ “ οἴνῳ χρῶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε- “ νείας. Ἀλλὰ πληροῦσθε Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι ; βούλει τὴν ἡμέραν ἀναλίσκειν ; ἐγώ σοι δίδωμι πότον πνευματικόν. μάθε ψάλλειν, καὶ ὄψει τοῦ Πνεύματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ νεύματος πληροῦνται Ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ῲδὰς πνεύματος ἀκαθάρτου. τί ἐστιν ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ ; τουτέστι, μετὰ συνέσεως προσέχοντες. οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι· “ πάν- “ τότε, φησὶν, “ ὑπὲρ πάντων εὐχαριστοῦντες·’’ “ ἐν ὀνόματι,’’ φησὶ, “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·’’ “ τὰ αἰτήματα “ ὑμῶν,’’ φησὶ, “ μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν.’’ οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπον. “ ἀλλὰ πληροῦσθε,’’ φησὶν, “ ἐν Πνεύματι.” ἄρα ἐν ἡμῖν τοῦτο· καὶ γὰρ ἐν ἡμῖν· ὅταν γὰρ ψεῦδος, ὅταν ὀργὴν, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καὶ πᾶσαν ἀρετὴν ἐπιτηδεύσωμεν, τί τὸ κωλῦον τὸ Πνεῦμα τὸ Ἅγιον ἐπελθεῖν καὶ πληρῶσαι τὴν καρδίαν ἡμῶν ; Ωριγένησ δέ φησιν, οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ· καὶ εἴη ἃν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων, καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν· οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς. ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως, καὶ τῶν λοιπῶν δημιοργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς· καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν, καὶ ψάλλει, κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ, διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί· “ πάντοτε “ χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.” ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ β ἀσσαρίων πωλούμενα πέντε στρουθία, ὠτὶ ἓν οὐ πίπτει εἰς παγίδα, χωρὶς τοῦ ἐν οὐρανοῖς Πατρός. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον· ἔπει περ καὶ αὑται τῶν ἐφ’ οἷς δεῖ εὐχαριστεῖν εἰσί· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμβάνειν τοῦ κόσμου, καὶ καταθεᾶσθαι τοῦ κάλλους αὐτοῦ καὶ θεωρεῖν ὅσα n “ διὰ τὸ λογικόν· οὕτω καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ Πατρὶ, ἐν τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρὴ, ὥστε ἡμᾶς ποιῆσαι τὸ ο ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστεῖν τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι, φη- “ σὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.’’ πάνυ τοῦτο καθαιρετικόν ἐστιν τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ ἀυτὴ οεδοται ἐντολή· “ ἐλεύθερος γὰρ ὣν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, “ ἵνα πάντας κερδήσω.’’ ἀλλὰ καὶ ἢ λέγουσα ἐντολὴ “ δουλεύετε “ ἀλλήλοις,” προτάσσει τοῦτο. διόπερ διὰ τῆς ἀγάπης ἐδούλευσαν ταῖς ἐκκλησίαις οἱ Ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ· καὶ αὐτὸς δὲ ὁ Σωτῆρ’ τὴν δούλου μορφὴν ἀνείληφεν, οὐ τοσοῦτον δι’ ἄλλο τι, ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰς τὸν νιπτῆρα πλύνειν τοὺς πόδας τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ “ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔσται πάντων δοῦλος,’’ ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοι γε τὸν δουλεύοντα ποιεῖν τὰ ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρ’ αὐτὸ μὴ ἐπίστασθαι τὰ n Duo verba hic legi non possunt. ο Fors. τοῦτο. συμφέροντα οἱ δουλευόμενοι, ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς· πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧτ’ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ, “ ἐν φόβῳ ριστοῦ.