ΚΕΦ. Γ. Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρός Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του ἀέρος του πνεύματος του νυν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦτες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ, ἢν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, συνεζωοποίησε τῷ Χριστῷ, ὁ Θεὸς, πλούσιος ὣν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἧμας νέκρους τοῖς παραπτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν ” δέ’ σύνδεσμον τὸν ὅπου, ” ὁ δὲ Θεὸς πλούσιος ” ἐλέει·’’ ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἣ ὡς ὑπὸ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα· ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ παράπτωμα, ἐξεταστέον εἰ διαφέρει τῆς ἁμαρτίας, καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ ” καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παρα- ” πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν, εἰ τὰ ἡμῖν ἤδη τετελεσμένα ἁμαρτίαι ἡμῶν λέγονται· αἱ δὲ ἀρχαὶ τούτων οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσα ἐπὶ τὸ πεσεῖν ἡμᾶς, παραπτώματα. καὶ τάχα διὰ τοῦτο, ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται ψαλμῷ, ” παραπτώματα τίς συνήσει ;” τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας παραπτώματα, δύνασθαι ἃν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ἁμαρτίαις. Τί ἐστι ” κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ’ ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται, τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μέχρι τέλους κατασκεύῃ· ἄλλος δὲ, ἐκ τοῦ ἑξῆς ὑπονοήσει, μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου· ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ” ἐν οἷς ποτὲ περιεπατήσατε κατὰ τὸν ” τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ” τοῦ πνεύματος καὶ ἐν τῇ πρὸς Γἀλάτας δὲ, τὸ ” ” λῆται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ,’’ νομίσει ὅτι ζῶον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰὼν, ὁ αὐτὸς ὣν τῷ ἄρ- χοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· πλὴν ἔχει ἀντεπεχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας Ἐπιστολῆς ῥητόν· ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι· ” ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι “εἰσι·” καὶ ” μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς ἐπὶ τῆς γῆς, φησὶν ὁ Τακώβ· καὶ τὸ ” δι’ οὑ ἐποίησε “ αἰῶνας” κείμενον, δόξει κτίσμα λέγειν τοὺς αἰῶνας· ὤν δύναται εἱς ἀποστατικῶς πονηρὸς γεγονέναι, καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ” ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, ” νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς ” πάντες ἀνεστράφημέν ποτε·’’ καὶ παρατηρητέον γε, ὅτι οὐκ κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵν οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης. Δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του πνεύματος· ὅπερ πνεῦμα ἀέρος ἐστι, τὸ πνεῦμα τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστι τῆς περὶ τὸν ἀέρα, ὁ νῦν λεγόμενος· ἥτις ἐνεργεῖ, διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς· καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς, δι’ αὐτοῦ τοῦ ἀπειθεῖν, υἱὸς ἀπειθείας ἀναφαίνεται. καὶ μή ποτε πρὸς ταύτης ἡμῖν τὰς ἐξουσίας ἡ πάλη· ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι λέγεσθαι· ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας ἐν τοῖς ἐπουρανίοις, τοῦ περὶ ἡμᾶς ἀέρος, κατά τινα συνήθειαν τῆς γραφῆς, οὐρανοῦ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ· σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. Τὸ δὲ ” καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημεν ποτε,’’ τίσιν, ἣ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκε τί πρὸς τὰ παραπτώματα, ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν ” καὶ ”ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν,’’ ἐπιφέρει τὸ ” ἐν οἷς ποτὲ περιεπατήσατε.’’ νῦν δὲ πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν, τὸ ” καὶ ἐν οἱς καὶ ἡμεῖς “πάντες ἀνεστράφημέν ποτε· ἵνα μὴ δόξῃ εἰπὼν τὸ ” ἐν οἷς ” περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,’’ δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν· οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκὸς, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων· ” ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ ” πνεῦμα κατὰ τῆς σαρκός.’’ ἀναστραφέντες δὲ ἐν τοῖς ἐπεὶ ἥμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι, ἀλλὰ πλείονα θελήματα· καὶ οὐ μόνον τῆς σαρκὸς, ἀλλὰ καὶ τῶν διανοιῶν. ζητοῦμεν δὲ, τίνα τὰ θελήματα τῶν διανοιῶν, ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς, καὶ φιληδονεῖν, ποιεῖ τίς τὰ θελήματα τῆς σαρκός· τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγίους δόξης καὶ τῆς ὀρθῆς διανοίας, ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν. Εἰς δὲ τὸ ἥμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, οὐκ οἴ δάμεν ὁ τι ποτε ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει Υἱὸς Θεοῦ, φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως, γεγονέναι τέκνα φύσει ὀργῆς· ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα ” οὐκ ἐστὶ δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ άμαρ- ἁμαρτησεται. (Χρυσόστομου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν ὁ Ἀπόστολος, μὴ βαρῶν αὐτόν· ἐπειδὴ γὰρ εἰπεν εἰς ἔσχατον κακίας ἠλάσατε· τοῦτο γάρ ἐστι νεκρωθῆναι· ὥστε μὴ σφόδρα βαρύναι αὐτοὺς, αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων· κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα, δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν· τίνα δήπου, τὸν διάβολον· διὰ τι δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν, ἑκόντες καὶ προτρεπόμενοι, καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τίς· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτο, ἀλλ’ εἰς γέενναν παραπέμποντι, πέμποντι, πάντες ὑπείκουσιν· ἀλλ’ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ· καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετεραν. Κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος τοῦ πνεύματος. τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα πάλιν ἀέρια, ἀσώματοι δυνάμεις εἰσὶν, αὐτοῦ ἐνεργοῦντος· ἔστι γὰρ αἰώνιος ἡ ἀρχή· τουτέστιν, τῷ παρόντι αἰῶνι συγκαταλυομένη· λυομένη· ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· ” οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ” τοῦ αἰῶνος τούτου.’’ ἵνα γὰρ μὴ κοσμοκράτορα ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῆς, εἶπε τοῦ ” αἰῶνος τούτου·’’ καὶ πονηρὸν αἰῶνα καλεῖ, τὸν καιρὸν τὸν διεστραμμένον· οὐ περὶ τῶν κτισμάτων λέγων· ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν, μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς καὶ μετὰ τὴν παράβασιν. τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ, οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ τοὺς πάντας ἐφέλκεται; καὶ οὐ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ’ ἐκείνων. “ καὶ ἦμεν φύσει ” τέκνα ὀργῆς·” τὸ φύσει, τὸ γνήσιον ἐνταῦθα παρίτησιν· “ ὡς καὶ ” οἱ λοιποὶ πάντες·’’ τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες· ἵνα μὴ τὴν σάρκα διαβάλῃ καὶ μὴ δὲ μέγα τις εἶναι νομίσῃ τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες· τουτέστιν τὰ τῆς ἡδονῆς πάθη· παρωξύναμεν τὸν Θεὸν καὶ παρωργίσαμεν· τουτέστιν, ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. ὥσπερ γὰρ ἀνθρώπου ὣν τέκνον φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς, ὡς καὶ οἱ λοιποί. Άλλόσ φησιν, ὑμᾶς φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτως ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε, ὑπὸ τοῦ πονηροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπνεομένων ἡμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξίωσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἀντὶ ἁμαρτίας νεκρότητα ἡμῶν μετέβαλεν εἰς ζωὴν, κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν. ὅπερ γάρ ἐστιν ἐν Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ· καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὁμοία τῶν ἐθνῶν πεπονθέναι φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσεν. Σευηριανὸσ δέ φησι, κόσμος, διττῶς λέγεται· καὶ ἡ σύστασις ἡ δημιουργικὴ, καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα· αἰῶνα καλέσας, τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν· κόσμον δὲ τὴν σύστασιν τοῦ παντός· καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει, ” ” ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.’’ τοῦτον νῦν αἰῶνα λέγει. τὴν οὑν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην, αἰῶνα ὠνόμασεν· ἧς μέρος ἦσαν ποτὲ, καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ- πνεύματος. Φανερῶς διὰ τούτου δείκνυσιν ὁ Ἀπόστολος, ὅτι οὐκ ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριον τὸ πονηρὸν πνεῦμα· κἂν ὁ Κύριος λέγῃ ” εἰδον τὸν Σατᾶναν ὡς ἀστραπὴν πεσόντα ἐκ οὐρανοῦ,” οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε, λέγων ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως ἔιδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. ” τοῦ νῦν “ γοῦντος.’’ ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. Ἀντὶ τοῦ ἀερίου πνεύματος. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. Ἐκ τούτου δείκνυται, ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ, συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν. Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. Ωσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. Ο δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς ἐλεήμων, ἀλλὰ πλούσιος· καθὰ καὶ ἐν ἑτέρῳ φη- σίν· ’• ἐν τῷ πλήθει τοῦ ἐλέου σου·’’ καὶ πάλιν· " ἐλέησόν με κατὰ τὸ μέγα ἔλεος σου. Διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς. Πόθεν ἡμᾶς ἠγάπησε ; ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ’ ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης ’ καὶ τοῦτο οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωο- ποίησε τῷ Χριστῷ. Πἀλιν ὁ Χριστὸς μέσος· καὶ τὸ πρᾶγμα ἀξιόπιστον· εἰ γὰρ ἡ ἀπαρχὴ ζῆ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται ; εἶδες τὸ ὑπερβάλλον μέγε- θος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας ; τοὺς νεκροὺς, τοὺς ὀργῆς υἱοὺς, τούτους ἐζωοποίησεν· εἶδες τὴν ἐλπίδα τῆς κλή- σεως ; συνήγειρε καὶ συνεκάθισεν· ε-ι’δες τὴν δόξαν τῆς κληρονο- μίας αὐτοῦ ; τὸ μὲν συνήγειρε δῆλον, τὸ δὲ συνεκάθισεν ἡμᾶς le^ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν ; ὡς τὸ συνή- γειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος· εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν· ὡς καὶ ἐκεῖ τοῦ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν 1ωσήφ· οὐκοῦν οὕτω *’ καὶ συνεκάθισε,’’ τῆς κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκά- θῆται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν, " ἐν Χριστῷ \r\aov’’’^ ἣ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ. πῶς οὖν συνεκάθισεν ; εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. ε-ι’τα ἵνα μὴ ἀπιστήσῃς, ὅρα τι ἐπάγει, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ· ἐν χρηστό- τητι ἐφ’ ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ ε7πε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς· τι γάρ, φησι, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη ; ἔδειξε μὲν οὑν, ὅτι καὶ πρὸς ἡμᾶς, εἴγε οὕτως ἡμῖν ἥνωται. πλὴν ἀλλὰ καὶ τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· " ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώ- “ μασι, συνήγειρε καὶ συνεκάθισεν·’’ ὥστε ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων, ἀπό τε τῆς κεφαλῆς, ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα, λαβὼν τὴν ἀπόδειξιν. πῶς γὰρ ἐνδείξηται, ἂν τοῦτο μὴ γένηται; καὶ ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Ὠριγένησ δέ φησι· τὸ “ συνήγειρε καὶ συνεκάθισεν,’’ ὃ μὲν ἁπλούστερον ἐκλαμβάνων, κατὰ πρόγνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἑπόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν, οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ, καὶ ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκὶ, οὕτως οὐκ εἶναι ἐπὶ γῆς, κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν Πνεύματι, οὐκ ἔστιν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἤδη ἐν Πνεύματι. ματι. αἱ γ᾿ οὖν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων γε καὶ τοιῶνδε κατάληψις οὐκ ἔστιν ἐπίγειος, ἀλλ’ ἐπουράνιος· πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων τῶν συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἐστιν, ἵν οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις, συγκαθήμενοι θήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ Θεοῦ. τῇ γὰρ χάριτι ἐστε σεσωσμένοι, διὰ πίστεως.] (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, ἵνα μὴ πάλιν αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὸ ἡμῶν, καὶ πάλιν αὐτὸ ἀνεῖλε, καὶ φησὶ, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, οὐδὲ ἡ πίστις φησὶν ἐξ ἡμῶν. εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Θεοῦ τοίνυν τὸ δῶρον· μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησὶν, ἀλλ’ ἵνα μὴ ἀργοὺς μηδὲ καινοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησί· τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, ἵνα μή τις καυχήσῃ τι, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. τί οὖν αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; οὐδαμῶς, ἀλλ’ οὐδεὶς ἐξ ἔργων, φησὶ ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία· οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων, ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς γένῃ, ὅρα τι ἐπήγαγεν. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται· ὄντως ἡ κτίσις ἑτέρα ἐστὶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τοῦτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ ἐγενόμεθα, οὐκ ἦμεν πρότερον· ἄρα ἡ κτίσις τὸ πρᾶγμά ἐστι καὶ τῆς ἑτέρας τιμιωτέρα. ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῆν, ἐκ δὲ ταύτης τὸ καλῶς ἡμῖν ζῆν περιγέγονεν· ” ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ “ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.’’ Διαρκοῦσι γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς, οὐχὶ ἵνα ἀρξώμεθα, ἀλλ’ ἵνα περιπατήσωμεν· οὐδὲ γὰρ εἰ βαδίζειν ὁδὸν ἔδει, εἰς πόλιν φέρουσαν βασιλικήν· εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἀν’ ἧμας ἀυτὴ η ἐλπὶς τῆς κλήσεως· επ ἔργοις γὰρ φησὶν, ἀγαθοῖς. οὐδὲν οὖν ἃν ὤνησεν ἡμᾶς τὸ πρᾶγμα. οὕτω δὴ καὶ ἐνταῦθα· οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, προστάττει, ἀλλ’ ἵνα πάντα. Θεόδωροσ δέ φησιν, ” εἰς τὸ αὐτοῦ γάρ ἐσμεν ποίημα, ” σθέντες ἐπ’ ἔργοις ἀγαθοῖς.” ἐνταῦθα οὐ κατὰ τὴν λέγει δημιουργίαν, ἀλλὰ κατὰ τὴν δευτέραν, καθ’ ἣν ἀνακτιζόμεθα διὰ τῆς ἀναστάσεως, ἵν, ἅπερ ἀπὸ τῆς οἰκείας προαιρέσεως κατορθῶσαι οὐδαμῶς οἷοί τε ἐγενόμεθα, τῷ τὴν φυσικὴν ἀντιπράττειν ἡμῖν ἀσθένειαν, ταῦτα δίχα πόνου παντὸς σὺν εὐμαρείᾳ πολλῇ χάριτι τοῦ πρὸς τοῦτο ἡμᾶς ἀνακτίζοντος, ἐπιτελέσαι ἡμῖν ἐγγένηται. Σευηριανόσ δέ φησιν, ἐπειδὴ κτισθέντες λέγει, ἡ κτίσις έστι· τὸ δὲ ” έπὶ ἔργοις ἀγαθοῖς” ἐπήγαγεν, ἵνα σαυτὸν οἰκοδομῇς . . . . . . Τῶν εἰς τὴν πρὸς Ἐφεσίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος ά. ΤΟΜΟΣ B. Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποίητου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλωτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι, ἐν τῷ κόσμῳ. (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, πολλὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· πρῶτον, ὅτι δι’ ἑαυτοῦ ἔσωσε, καὶ δι’ ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· πρῖτον, ὅτι ποῦ ἀνήγαγε· καὶ πάντα ταῦτα κινεῖ νῦν γράφων ὁ Παῦλος. εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τέκνα ὀργῆς ἔσωσε. νῦν λέγει, τίνων ἐποίησεν ἴσους. ” διὸ’’ ” μνημονεύετε,’’ ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς εὐτελείας εἰς ἀντίρροπον, εἰ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων. διὰ τοῦτό φησι· ” διὸ “διὶ” ποῖον; ἐπειδὴ ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς· τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι· ἐν ῥήμασιν ἦν ἡ τιμή· ἐν σαρκὶ τὸ προτέρημα·” οὐδὲν γάρ ἐστιν ἡ “ἀκροβυστία, οὐδὲν ἡ περιτομὴ, ” ὑπὸ τῆς λεγομένης “ τομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ “ Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, “ ἄθεοι ἐν τῷ κόσμῳ.’’ Ὑμεῖς ὑπὸ Ἰουδαίων τοῦτο καλούμενοι. τί δή ποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην· ἐν τῷ κοινωνῆσαι αὐτοῖς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτὸ ἐν τοῖς ἀναγκαίοις· ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. προϊὼν γὰρ, φησὶ, συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖον τοῦ Θεοῦ. ὁρᾷς πῶς οὐ καθαιρεῖ; ταῦτα, φησὶ, ἀδιάφορά ἐστι. μὴ νομίσητε ὅτι περιτομῆς οὐκ ἐτύχετε, ἀλλ’ ἀκροβυστία ἐστὲ, διαφοράν τινα εἶναι. τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς Χριστοῦ εἰναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι· τοῦτο δὲ οὐ πολιτεία. τὸ δὲ ξένους εἶναι τῶν διαιθηκῶν τῆς ἐπαγγελίας, τὸ ἐλπίδα μὴ ἔχειν τὴν μέλλουσαν, τὸ ἀθέους εἰναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει δὲ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην εἶχον περὶ αὐτὸν δόξαν οἱ Ἰουδαῖοι· οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν ὅτι “ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν “βασιλεία τῶν οὐρανῶν,’’ τὸ ἔλαττον τίθησιν· ” φησὶν, ” ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.’’ τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. ἄρα τοῦτο ἢν τὸ πολιτεύεσθαι· πολλὴ δὲ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν· “ ἀπηλλοτριωμένοι,’’ φησὶ, ” καὶ ξένοι “ διαθηκῶν,’’ ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτός· ἀλλ’ οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι καὶ τῶν διαθηκῶν ἐξέπεσον, οὐχ ὡς ξένοι. τίνες δὲ αἱ διαθῆκαι τῆς ἐπαγγελίας; ” σοὶ “ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην,’’ καὶ ὅσα ἕτερα “ ἐλπίδα,’’ φησὶ, ” μὴ ἔχοντες, καὶ ἄθεοι·’’ Θέους προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν. οὐ γὰρ ἐστί τι εἴδωλον. Ωπιγένησ φησὶ πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας, ἀλλὰ ἄλλην τινὰ καινὴν, καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν, “ ἦτε’’ γὰρ, φησὶν, ” ἐν “ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ “ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ, ἀλλ’ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον, καὶ κατ’ αὐτὸν βιοῦσι, πᾶσιν ὑπάρχει τὸ οἰκειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραήλ· καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων, ἀκόλουθόν ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ, μή ποτε διὰ τοῦτο εἴρηται ” ἄθεοι, “ τῷ κόσμῳ τούτῳ κ·” ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ ἦσαν ἄθεοι, οἷς γράφεται ἡ Ἐπιστολή. κ τοῦτο Cod. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγεννήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἣ ἐγγὺς; εἰς παράτασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως, καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς, καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. ” αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.’’ τηρητέον, ὅτι ὥσπερ ἐστὶ ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωὴ, οὕτω καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς, ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον· ὅτε αὐτὸν ζητήσας εὗρεν ὡς λόγον, τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει, οὕτω ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην· ἵνα αὐτὸν ἔχωμεν, καθώς ἐστιν εἰρήνη, καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν. Σευηπιανόσ δέ φησιν· οὐκ εἶπεν ἐγγύτερον τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς. Θεόδωποσ δέ φησι, νῦν ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀνάστασιν χαρισάμενος, καὶ ἕτερον ἀντὶ τοῦ παρόντος ἐπεισαγαγὼν βίον, συνῆψεν ὑμᾶς τοὺς ἀφεστῶτας πολύ· πῶς καὶ τίνα τρόπον; ” γάρ ἐστιν ἡ εἰρήνη ἡ ἡμῶν, καὶ τὰ ἑξῆς. ὁ Χριστὸς τὴν διὰ τῆς ἀναστάσεως ἀθανασίαν ἡμῖν παρασχὼν, κατέλυσε τὴν διαίρεσιν ταύτην. ἐν γὰρ ἀθανάτῳ φύσει περιτομὴ μὲν οὐκ ἃν γένοιτο. τούτου δὲ οὐκ ὄντος, οὐδὲ μία φανήσεται ἀκροβύστου καὶ περιτετμημένου διάκρισις, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ἐντολῶν τὸν νόμον ἐντεῦθεν ἔπαυσε· περιττὴ γὰρ τότε πᾶσα τοῦ νόμου διάταξις. (Χπυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγε, ἀλλ’ ὅτι καὶ ἡμᾶς κἀκείνους εἰς μείζονα· πλὴν ἡμῖν μείζων ἡ εὐεργεσία. τοῖς μὲν γὰρ καὶ ἐπήγγελτο, καὶ ἐγγυτέρω ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ πορρωτέρω ἦμεν. διό φησι, ” τὰ δὲ ” ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θέον.’’ ἐπηγγείλατο μὲν τοῖς ἀλλ’ ἀνάξιοι ἦσαν· τούτοις δὲ οὐδὲ ἐπήγγελτο, ἀλλὰ ξένοι ἦμεν, οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτούς· καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ. Ὑπόδειγμα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολύβδου, εἶτα ἀμφοτέρους καταχωσθέντας ἀνελθεῖν χρυσοῦς τοὺς δύο ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. ἔστω πάλιν ὁ μὲν δοῦλος ὁ δὲ υἱοποίητός, ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν· ὁ μὲν ἀποκήρυκτος ὣν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα. εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι καὶ γνήσιοι παῖδες. ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἕν, ὁ μὲν πόρρωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν. Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ποῖον ἔστι τὸ μεσότοιχον; τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. τινὲς φασὶ τὸ μεσότοιχον τῶν Ἰουδαίων πρὸς τοὺς Ἕλληνας, ὅτι οὐκ ἀφίησιν αὐτοὺς ἀναμίγνυσθαι. ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ, ἀλλὰ τὸ μεσότοιχον τοῦτο κοινὸν εἶναι τὴν ἔχθραν· τοῦτο μεσότοιχον ἦν διαφράσσον, καθὼς ὁ προφήτης φησίν· ” οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνάμεσον “ ὑμῶν καὶ ἐμοῦ·’’ μεσότοιχον ἦν, ἔχθρα ἦν, καὶ πρὸς καὶ πρὸς Ἕλληνας εἶχε· τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ ηὔξετο. ” ὁ γὰρ νόμος,’’ φησὶν, ” ὥσπερ οὖν ἐκεῖ λέγων ὁ νόμος, ὀργὴν κατεργάζεται, οὐκ αὐτὸ τὸ πᾶν ἐπιγράφει, ἀλλ’ ἐπειδὴ παρέβημεν, ὑπακούεται. οὕτω δὲ ἐνταῦθα μεσότοιχον αὐτὸν φησὶν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. φραγμὸς ὁ νόμος ἦν· ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν. διὸ καὶ φραγμὸς ὠνόμασται. ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, ” καὶ φραγμὸν αὐτῷ περιέθηκαν,’’ καὶ πάλιν ” “τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό- “ μένοι τὴν ὁδόν·’’ ἐκεῖ τὴν ἀσφάλειαν φησίν· ” “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα·’’ γέγονε δὲ οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζων αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτο γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ ὅπερ ἔλυσεν ὁ Χριστὸς, οἶον δὴ τοῦτό ἐστι τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. πῶς; σφαγεὶς καὶ λύσας ἐκεῖ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτὸν, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. βαβαὶ, ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάσσωμεν· ἐπειδὴ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι· τὸν νόμον κατέλυσεν, ὡς ἃν εἴ τις παιδίον ἴδιον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούῃ, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσῃ καὶ ἀπάγοι. τί ἐστιν, ” ἐν δόγμασι καταργήσας ;” πολλὴν γὰρ φησὶν ἐντολῆς καὶ δογμάτων, ἣ τὴν πίστιν αὐτήν φησιν δόγμα καλῶν, ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν, ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· ” ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ” ὅλως·’’ τουτέστιν, ἐὰν πιστεύσης, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν νεκρῶν, σωθήσῃ· καὶ πάλιν ” ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν ” στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. μὴ εἴπῃς, τίς ἀναβήσεται ” εἰς τὸν οὐρανὸν, ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἣ ” αὐτὸν ἀνήγαγε ἐκ νεκρῶν ;” ἀντὶ βίου πίστιν γὰρ μὴ εἰκῆ σώσῃ, ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων, ἵνα τοὺς δύο κτίση ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Ὁρᾷς οὐχὶ τὸν Ἕλληυνα γινόμενον Ἰουδαῖον, ἀλλὰ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας, οὐχὶ ἵνα τοῦτον ἕτερον ἐργάσηται, ἀλλὰ τοὺς δύο κτίσῃ. καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῶ κτίσει; καὶ οὐκ εἶπε, μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐναργὲς τοῦ γενομένου, καὶ ὅτι εἰς ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν. ἵνα τοὺς δύο κτίση, φησὶν, ἐν αὐτῷ, τουτέστι, δι’ ἑαυτοῦ· οὐκ ἄλλω τοῦτο ἐπέταξεν, ἀλλὰ δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς πρῶτος τοῦτο γινόμενος, ὅπερ τῆς προτέρας κτίσεως ἐστι μεῖζον, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, καὶ ἔνθεν τὸν Ἕλληνα, μέσος αὐτὸς γενόμενος καὶ συμμίξας αὐτοῖς, καὶ πᾶν αὐτῶν τὸ ἠλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος, οὐ δι’ ὕδατος καὶ γῆς. γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην, ἐκτὸς νόμου—καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους εἰς ἕνα καινὸν ἄνθρωπον, φησὶν, ποιῶν εἰρήνην, πρὸς τὸν Θεὸν, ἢ καὶ πρὸς ἀλλήλους, μᾶλλον δὲ πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; ” ” ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ ” σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. οὐκ εἶπε, ἀλλ’ ἀποκαταλλάξει, δεικνὺς, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων, καὶ πρὸ τοῦ νόμου· ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. πῶς τοῦτο γίνεται ; τὴν ὀφειλομένην φησὶν δίκην αὐτὸς ὑποστάς. “ Διὰ τοῦ σταυροῦ, “ ἀποκτείνας τὴν ἔχθραν ἐν ἑαυτῷ.’’ οὐδὲν κυριώτερον τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. πῶς οὐν ἀνίσταται ; ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας, ἕως ἃν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἃν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται, κἂν ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολύσαντα· σὺ δὲ ὠδίνεις ἑτέραν· τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ἃν μηδὲν φρονῶμεν σαρκικὸν, οὐ τεχθήσεται ἑτέρα. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Οὐ δι’ ἄλλου τινὸς ἐμήνυσεν ἡμῖν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσία.; ὑπηρέτου σχεδὸν καὶ διακόνου τάξιν ἐδείξατο ὁ δεσπότης. τοὺς Ἰουδαίους φησὶν ἐγγὺς, ὡς πρὸς τοὺς Ἕλληνας, “ ὅτι “ δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύ- “ ματὶ πρὸς τὸν Πατέρα·’’ εἰρήνην τὴν πρὸς Θεὸν φησὶν, οὐχ ὑμῖν ἔλαττον, ἐκείνοις δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι· τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος. Σευηριανόσ φησι, εἰς τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμὸν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός ; “ ἀφελῶ τὸν “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,’’ τουτέστι, τὴν ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον ; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον. κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες, καὶ τοῦτό ἐστιν ὃ λέγει Δαβίδ· “ ὁ Θεὸς “ κατοικίζει μονοτρόπους ἐν οἴκῳ.’’ ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἱν οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ· τὸν νόμον τῶν ἐντολῶν, τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν Μωσαϊκῶν· ἐν δόγμασι τοῖς ἰδίοις καταργήσας, ὧν ἐστιν, “ οὐ τὰ εἰσπορευόμενα “ κοινοῖ τὸν ἄνθρωπον·” τοῦτο δὲ ἔλυσε, τὸ τόδε φαγὲ, τὸ δὲ μὴ φάγῃς, τὸ μὴ διδόναι βιβλίον ἀποστασίου, τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα· τὸ ἡμέρας παρατη- ρεῖσθαι, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἐναντίον ἦν οἶς ἔδωκε Μωυσῆς· καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ, οἷς νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπὸν, τουτέστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς ε-ι’ναι ἔπλαττε μετὰ τὴν χάριν. Θεόδωροσ δὲ φησὶ, ἵνα εἴπῃ διὰ τῶν ἰδίων δογμάτων τῆς ἀναστάσεως, τῆς ἀφθαρσίας, τῆς ἀθανασίας, δόγματα καλέσας ταῦτα, ὡς ἐν πράγμασιν ὄντα, τῆς θείας χάριτος ἐν ἡμῖν κατα- πραττομένης, ὡς μηδὲ προσταγμάτων ἡμᾶς δεῖσθαι καὶ ἐντολῆς, τῆς τόδε ποιεῖν, ἣ μὴ ποιεῖν βουλομένης ἡμᾶς. Ἴνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Σευηριανόσ φησιν, ’ Ἓλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφι- στάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην. Ο γὰρ νόμος οὐ βούλεται εἰρήνη, ε-ι’ναι· διατὶ ; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. " ἀμφοτέρους ** καταλλάξει τῷ Θεῷ·’’ ἐπειδὴ οἱ μὲν Ἓλληνες ἐπλανῶντο, οἱ δὲ bυδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν 1ουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος· οὐχ ἑτέρως δὲ ἐπαύσατο, ἣ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος, ᾧτ’ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον. λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε, παύσας τὸν νόμον. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς καὶ τοῖς ἐγγύς. Τοῦτο δείκνυσιν, ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μώσεως ὡς τὸ ει’δώλολατρει-ν. μακρὰν γάρ φησιν ει-’ναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους· τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον. εἰ γὰρ εἰχον τὸ τέλειον, οὐκ ἠσαν ἐγγὺς, ἀλλ’ ἐν αὐτῷ· εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγὺς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. Ωριγένησ δέ φησι, ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν, καὶ πρότερον ἐγγὺς, τῶν δὲ ἀνθρώπων μακράν· ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων, τὸ ” εἰρηνοποιήσας διὰ τοῦ ” τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς “ νοῖς·” καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται, τῶν μὲν κρειττόνων δυνάμεων, ὅτι ἐν φιλία ἦν πρὸς τὸν Θεὸν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων, ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτὸν, καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ, κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο τοῦτο τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν Σωτῆρα ἡμῶν· καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ πρόσχες γε τῷ ἑξῆς· εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτω ἑρμηνεύοντος κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μώσεως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις. καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἣ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι τὸ καταλελύσθαι τὸ διατειχίζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστὸς, ἵνα νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ Σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως, συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις, καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσημέραι ἀνακαινοῦσθαι νοεῖται, καὶ κατοικισθήσεις 1 ἐν καινῷ κόσμῳ· ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ ” εἰς ἕνα καινὸν ἄνθρωπον,’’ τῇ ἑρμηνείᾳ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπλοῖται πολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ προφητῶν, ὄντως ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς οἰκοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Πρὸς τὸ προειρημένον “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας·’ νῦν λέγεται “ ἄρα οὐκέτι εἰσὶ ξένοι καὶ πάροικοι,’’ καὶ πρὸς τὸ “ ἀπηλ- “ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ·” νῦν τὸ “ ἀλλὰ συμπολῖ- “ τᾶι τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ·’’ τὰ δὲ ῥήματα ταῦτα προσακτέον ακτέον τοῖς εἰσάγουσι τὰς φύσεις. πῶς γὰρ ξένοι οἱ φύσει πολῖ- τᾶι τῶν ἁγίων, καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ ; τὰ δὲ ἀπὸ τοῦ “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ “ προφητῶν’’ δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ, τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσῃ δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θειότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας, καὶ ἄλλου τοὺς Ἀποστόλους. εἰ γὰρ “ οἱ μηκέτι ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων “ καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν Ἀπο- “ στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, “ ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον “ ἐν Κυρίῳ,’’ φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λίθους τῆ πάση οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ, χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, φησὶ πάλιν τὸ “ ἐν’’ διά ἐστι· διὰ Υἱοῦ καὶ Πνεύματος, τουτέστι, προσήγαγε τῷ Πατρί. “ Ἄρα οὖν οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται “ τῶν ἁγίων.’’ ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζόμεθα· “ καὶ οἰκεῖοι τοῦ Θεοῦ,’’ ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ἡμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη. Ἐποικοδομηθέντες, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, θεμέλιος οἱ Ἀπόστολοι καὶ οἱ προφῆται. καὶ πρῶτον τίθησι τοὺς Ἀποστόλους, ἐσχάτους ὄντας τοῖς χρόνοις. Ἤ τοι οὖν τοῦτο δεικνύς φησι· τουτέστι, θεμέλιός εἰσιν ἐκεῖνοι, μία οἰκοδομὴ τὸ πᾶν, καὶ ῥίζα μία. εἶτά φησιν· ὁ τὸ πᾶν συνέχων, ὁ Χριστός. ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος τοὺς τοίχους συνέχει καὶ τοὺς θεμελίους. “ ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογεῖται.’’ ὅρα πῶς αὐτὸ συνῆψε· ποτὲ μὲν ἄνωθεν κατάγοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν καὶ ῥίζαν ὄντα. τὸ ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοίχους, ὅτι ἐν αὐτῷ ἐκτίσθη· καὶ πρωτότοκός φησι πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει, “ ἐν ᾧτ’ πᾶσα οἰκοδομὴ συναρμολογου- “ μένη,’’ κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει. ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· “ θεμέ- “ λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς “ ἐστιν Ἰησοῦς Χριστός.’’ ” ἐν ᾧ πᾶσα,’’ φησὶν, “ οἰκοδομὴ συναρ- “ μολογουμένη.’’ δείκνυσι καὶ τὸ ἀκριβὲς, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. “ αὔξει εἰς ναὸν,’’ φησὶν, “ ἅγιον ἐν Κυρίῳ· ἐν ᾧτ’ καὶ ὑμεῖς,’’ φησὶ, “ συνοικοδομεῖ- “ σθε.’’ τι δὴ βούλεται ἡ οἰκοδομή ; ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ· καὶ ἕκαστος ὑμῶν ναός ἐστι, καὶ κοινὴ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῶς οἰκεῖ. Θεόδωροσ δέ φησιν, ἐπειδὴ εἰς ναὸν τοῦ Θεοῦ τελοῦμεν ἀμφότεροι, τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος διὰ τῆς ἀναγεννήσεως τοῦ συντελεῖν εἰς μίαν οἰκοδομὴν δεξάμενοι. τὸ δὲ “ ἐν ᾧ πᾶσα “ ἁφὴ συναρμολογομένη·” ἵνα εἴπῃ, πᾶς λίθος ὑπὸ ἁφὴν πίστεως· ἀπό τινος ἰδιώματος οὕτως εἰπών· ἐν τάξει δηλονότι ἀνθρώπου τὸν λίθον λέγων. ΚΕΦ. Δ. Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν, καὶ ἔλεγχον δαιμόνων. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγρψα ἐν ὀλίγῳ. Βούλεται εἰπεῖν, ὅτι πάντως που ἠκούσατε τὴν παρασχεθεῖσάν μοι τῆς εἰς ὑμᾶς χάριτος κοινωνίαν, καὶ ὅτι κατὰ ἀποκάλυψιν ἐδεξάμην τοῦ μυστηρίου τούτου τὴν γνῶσιν, περὶ οὗ δὴ καὶ γεγράφηκα ὑμῖν ὡς ἐνῆν διὰ βραχέων, ἐπὶ τὸ γνῶναι καὶ ὑμᾶς τοῦ μυστηρίου τὴν σύνεσιν· Σευηριανὸσ δέ φησι, ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπὸ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς, ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ Κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατὰ ἀποκάλυψιν. ἠνίξατο δὲ, ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. Ὠριγένησ δέ φησιν, ὡς πρὸς τὴν φράσιν καὶ τὸ δυνατὸν ζητήσαντες σαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν, ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ “ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα, ἣ τί μοι γεγένηται, οὐ πάνυ τι παρέστησεν. εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀποπέπτωκε, τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἃν, “ τούτου χάριν ἐγὼ Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, ἐγνώρισα τὸ μυστήριον, ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα. ὀφείλει δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. Σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ. δέον γὰρ αὐτὸν εἰρηκέναι, τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον. ὃ δέ φησι, “ τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη “ μοι τὸ μυστήριον.’’ εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ, καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον· ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῶ Παύλῳ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, τὴν πρόρρησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε, “ πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστιν οὕτος, τοῦ “ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.’’ οἰκονομίαν χάριτος φησὶ τὴν ἀποκάλυψιν, τουτέστιν, οὐ παρὰ ἀνθρώπου ἔμαθον, καὶ κατηξίωσεν ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. αὐτὸς γάρ μοι εἶπε, φησὶ, “πορεύον, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.” οἰκονομία γὰρ ἦν μεγάλη τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι καὶ εἰπεῖν, “ Σαῦλε, Σαῦλε, τι με διώκεις ” καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀπορρήτῳ. μυστήριον δὲ καὶ τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀγαγεῖν, καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων, πρὸς ὃ δύνασθε ἀναγι- νώσκοντες νοῆσαι, ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν· ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’ Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. “πρὸς “ ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου,’’ φησὶν, “ ἐν “ τῷ μυστηρίῳ τοῦ Χριστοῦ,’’ τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἤτοι αὐτὰ ἃ εἶπεν ὁ Θεός. ἢ ὅτι κάθηται ἐκ δεξιῶν. εἶτα καὶ τὸ ἀξίωμα· “οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει·’’ καὶ ποῖον ἔθνος τοῦτο, ᾧτ’ ἐποίησεν οὕτως ὁ Θεός. “ ὃ ἑτέραις, φησὶ, “ γενεαῖς οὐκ ἐγνωρίσθη “ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀπο- “ στόλοις αὐτοῦ, καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν ; εἰπέ μοι οὐκ ᾔδεσαν οἱ προφῆται ; πῶς οὖν φησιν ὁ Χριστός ; “ ὅτι “ Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἂν τοῦτό φησιν, ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, “ ὃ “ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν “ ἀπεκαλύφθη. ἣ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. ἐννόησον γάρ· ὁ ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἃν ἐπορεύθη εἰς τὰ ἔθνη. ἄκουσον γὰρ, τι φησιν· “ ἄρα ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς “ καὶ ἡμῖν “ τουτέστιν, ἐν Πνεύματι ἐξελέξατο ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν· ὅπου γε οὐδὲ οἱ Ἀπόστολοι μετὰ τὸ ἀκοῦσαν πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινὴν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι. ὅτι μὲν γὰρ κληθήσονται, ᾔδεσαν, ὅτι δὲ καὶ τοσοῦτον, ὥστε γενέσθαι σύσσωμα, οὐκέτι. τοῦτο καλεῖ μυστήριον τῆς ἐπαγγελίας. μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, τουτέστι, τὸ πεμφθῆναι πρὸς αὐτοὺς καὶ τὸ πιστεῦσαι. οὐ γὰρ ἁπλῶς, ἀλλὰ διὰ τοῦ εὐαγγελίου. καὶ ἄλλο δὲ μεῖζον ἡμῖν ἀποκαλύπτει· ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχαὶ, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο μυστήριον γὰρ ἦν, καὶ οὐκ ἀπεκαλύφθη. Οὗ ἐγενήθην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι δέσμιός εἰμι. ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ φησι, κατὰ τὴν δωρεὰν τῆς χάριτος, κατὰ δύναμιν δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης, ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Θεοῦ, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ ἐκ τούτων ἐστὶ μαθεῖν τῆς ταπεινοφροσύνης Παύλου τὴν Χ 2 ὑπερβολήν. ἐπειδὴ γὰρ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ταῦτα φησί· καὶ οὐκ εἶπεν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων Ἀποστόλων, ἀλλὰ “τῶν ἁγίων,’’ ὥστε κἀκεῖνο τούτου ἔλαττον. εἶτα φησὶν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἐν γὰρ τῷ Θεῷ, φησὶν, ἐκέκρυπτο “τῷ τὰ πάντα κτίσαντι διὰ “ Ἰησοῦ.’’ πόθεν οὖν τοῖς Ἀγγέλοις δῆλον γέγονε ; διὰ τῆς ἐκκλησίας. καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλὰ “ πολυποίκιλος·’’ ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. ἄκουσον γὰρ τοῦ Ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσὴφ, “ καλέσεις τὸ “ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν “ ἁμαρτιῶν αὐτῶν.’’ αὐτὸς γὰρ ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνος δὲ εἰς τὴν περιτομήν· ὥστε τὸ θαυμασιώτερον καὶ ἔκπληκτον ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, οὐχ ὡς μείζονι, οὐδ’ ὡς θαυμασιωτέρῳ. καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τῷ μικρῷ τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τοῦτον εὐαγγελιστήν· ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστὶν, “εὐαγγελί- “ σασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ· εἰ ὁ πλοῦτος αὐτοῦ ἐξιχνίαστος καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία· “ καὶ φωτίσαι πάντας, φησί· “ τίς ἡ οἰκονομία “ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, “ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ”. Ὅτι μὲν οὖν ἐκλήθη τὰ ἔθνη, ᾔδεισαν καὶ Ἄγγελοι, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησεν ἣ ἐπίστευσεν ; καλῶς δὲ εἶπε, διὰ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει. εἰπὼν δὲ ἀρχὰς, ἐξουσίας, καὶ τοὺς ἄνω, καὶ τοὺς κάτω εἶπε, κατὰ πρόθεσιν τῶν αἰώνων. νῦν μὲν, φησὶ, γέγονεν· οὐκοῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύπωτο, κατὰ πρόθεσιν τῶν αἰώνων, ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, προειδὼς τὰ μέλλοντα, τοὺς μέλλοντας αἰῶνας. ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Σευηριανόσ φησιν εἰς τὸ “ ἵνα γνωρισθῇν ὗν ταῖς ἀρχαῖς—” εἰκότως. εἰ γὰρ ἐν τῷ Θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ “ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προρῆται ἦρξαν τοἀποκαλύπτειν τὰ ἐσόμενα. “ ἐν ᾧτ’ ἔχομεν,’’ φησὶ, “ τὴν παρρησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐχ ὡς αἰχμάλωτοι προσήχθημεν, φησὶν, οὐδὲ ὡς ἡμαρτηκότες καὶ συγγνώμης ἀξιούμενοι, ἀλλὰ “ παρρησίαν ἔχομεν ἐν πεποιθήσει·’’ τουτέστι, μετὰ τοῦ θαρρεῖν διὰ τῆς πίστεως αὐτοῦ. Ὠριγένησδέ φησιν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, “ παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· ” μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ’ ” ἐν πεποιθήσει παρρησίαν καὶ προσαγωγὴν, διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς, ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν, ὅτι ὁ πάντα λόγῳ ποιῶν, πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον. καὶ ὁ τὴν σοφίαν καταλαμβάνων, πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν σοφίαν· καὶ ὁ τὴν ἀλήθειαν τρανῶν, πεπίστευκεν εἰς Χριστὸν τὴν ἀλήθειαν· καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς, πεπίστευκεν εἰς Χριστὸν τὴν δικαιοσύνην. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ἐμοῦ, ἥτις ἐστὶν δόξα ὑμῶν. Ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων, πολλὰ ἔχει τὰ θλίβοντα, “ διὸ αἰτοῦμαι,” φησὶ, ” μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί “ μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τῷ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν, τίνι ἐφαρύοσομεω τὸ, “ἥτις ἐστὶδόζαὑμῶν.” τις ἔρειο πρὸς τὰς θλίψεις ἀποδέδωκε, τὸ “ ἥτις ἐστὶ δόξα ὑμῶν,’’ ὡσεὶ ἔλεγεν, αἵτινές εἰσι δόξα ὑμῶν. διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ λόγῳ ἀποδέδωκεν ἀντὶ τοῦ αἵτινες τὸ ἥτις. Ἄλλος δὲ τὸ ἥτις “ ἐστὶ δόξα ὑμῶν, ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι· καὶ ἡ προσαγωγὴ, δόξα τοῦ προσαγομένου Θεῷ· καὶ ἡ πίστις, δόξα τοῦ πιστεύοντος ἃν εἶναι λέγοιτο. δύναται δὲ τὸ “ διὸ “ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, τοιοῦτο εἶναι. διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα. καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν. Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι. Χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχε θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτοῦ μὴ ἐκκακεῖν· γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους, ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον, “ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου οὐκ “ ἐξουθενήσατε, οὔτε ἐξεπτύσατε.’’ ἐμφαίνεται γὰρ διὰ τούτων, ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν, εἰ μὴ τὸ μάλιστα τὸ πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἐστὶν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιωτάτοις ὁρῶσι θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας, τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσω καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν. ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος “ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “ Ἐφέσω, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται ” καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους· “ οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, “ περὶ τῆς θλίψεως ὑμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι κἀς “ ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς “ καὶ τοῦ ζῆν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου “ ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὠμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ “ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐρ- “ ῥύσατο ἡμᾶς καὶ ῥύεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν, “ ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πῶς ἐστι αὐτῶν ; ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι καὶ τοὺς δούλους κακοῦν. ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης. πῶς δὲ ἐξεκάκουν ἄλλου θλιβομένου ; τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. ταῦτα καὶ Θεσσαλονικεῦσι γράφει, “ ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.” οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή.