ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦ. Α. Περὶ τῆς ἐν Κυρίῳ ἐκλογῆς ἡμῶν καὶ εἰσαγωγῆς κα τελειώσεως. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ Θεοῦ. Ἐν τούτῳ κατὰ τὸ εἰωθὸς αὐτῷ τῆς Ἐπιστολῆς τὴν προγράφην συνεπέρανε· παραπλήσιόν τι τῇ παρ’ ἡμῖν συνηθείᾳ ποιῶν· ὡς ὅταν ἐπιστέλλοντες λέγομεν, ὁ δεῖνα, τῷ δεῖνι χαίρειν· προσέθηκε θῆκε δὲ τὸ “ διὰ θελήματος Θεοῦ,’’ ὁμοῦ τε συνδέων αὐτὰ, ὡς μηδὲν διακεκρίσθαι μηδὲ ἀπεσπάσθαι δοκεῖν τοῦ Θεοῦ τῶν διὰ τοῦ Χριστοῦ γενομένων· ὁμοῦ δὲ καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀναγκαιότατον ἑαυτῷ πανταχόθεν δεικνύς· πλήν γε δεία, ὅτι σύντομον τὴν προγραφὴν ἐποιήσατο· καταλλήλως καὶ τοῦτο τῇ προθέσει τοῦ λόγου ποιῶν· προκεῖται γὰρ αὐτῷ, τῆς τοῦ Χριστοῦ παρουσίας τὸ ὠφέλιμον εἰπεῖν ἐν εὐχαριστίας εἴδει συντόμως· οὐχ ὡς ἐπὶ τῆς πρὸς Ῥωμαίους ἐξεργαστικώτερον καὶ μετὰ τοῦ πρὸς τοὺς ἐναντίους λόγου. Σευηριανὸσ δέ φησι, κἀνταῦθα τὸ “ διὰ,’’ καὶ τῷ Θεῷ προσήκειν κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται Πατήρ. εἰκότως δὲ λέγει τὸ “ διὰ θελήματος Θεοῦ,’’ ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ Θεὸς Ἰωάννην εἶναι Ἀπόστολον, οὕτως κἀμέ· τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα. Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησιν, ἰδοὺ τὸ a Sic. νοεῖν aut simile verbum excidit. “ διὰ,’’ τῷ Πατρὶ δέδωκε· τί οὖν ; ἐλάττονα αὐτὸν ἐροῦμεν ; μηδα- μῶς. ἐπειδὴ δὲ δεῖ καὶ τῶν αἱρετικῶν μὴ ἀγνοεῖν τὴν πονηρίαν, ἀκούσωμεν τι καὶ Ὠριγένης φησι περὶ τούτου. Ὠριγένουσ. Εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει, ὥσπερ ἐπὶ πλεῖον ἐζητάσαμεν, διηγούμενοι τὸ “ πάντα δι’ αὐτοῦ “ ἐγένετο,’’ τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφορὰς, φορὰς, ζητητέον πῶς Ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ· οὐκ ἐκ θελήματος Θεοῦ, ἀλλὰ “ διὰ θελήματος Θεοῦ.’’ ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ’ ἄλλων σημαινο- μένων. ἄλλος δὲ, διαφορὰν εἰδὼς τοῦ διὰ Θεοῦ καὶ τοῦ “ διὰ θελή- “ μάτος Θεοῦ,’’ ἐρεῖ, ὅτι ἄτοπον ἂν ἦν, εἰ ἐγέγραπτο Παῦλος Ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ “ τοῦ θελήματος “ τοῦ Θεοῦ,” εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν ὥσπερ ἐστὶ “ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω, εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεως Θεοῦ, καὶ σοφίας Θεοῦ, καὶ λόγου Θεοῦ, καὶ ἀληθείας καὶ ἀναστάσεως καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ. ταῦτα μὲν Ὠριγενης. Ὅτι δὲ καὶ ἐπὶ Πατρὸς, τὸ δι’ οὑ εἴρηται ἐν πάσῃ τῇ γραφῇ καὶ οὐ τὸ ὑπηρετικὸν ἐμφαίνει, ἄκουσον πρὸς τὸ παρὸν αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ πρὸς Κορινθίους εἰπόντος· “ πιστὸς ὁ Θεὸς δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσω καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησι, ἰδοὺ ἁγίους καλεῖ ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ “ αἱ “ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε.” καὶ πάλιν “ τὰ “ τέκνα ὑπακούετε τοῖς πατράσιν ὑμῶν, καὶ οἱ δοῦλοι ὑπακούετε “ τοῖς δεσπόταις·” ἐννοήσωμεν ὅση κατέχει νῦν ῥαθυμία, καὶ ὅση τότε ἡ διαφορὰ ἦν τῶν ἐναρέτων· ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι. Ὠριγένησ δέ φησι, ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον, τὸ “ τοῖς ἁγίοις τοῖς οὖσι·’’ καὶ ζητοῦμεν εἰ μὴ παρέλκει προσκείμενον τὸ “ τοῖς ἁγίοις τοῖς οὖσι,’’ τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομα φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ ὣν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος, γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· “ ἐξελέξατο γὰρ ὁ “ Θεὸς τὰ μὴ ὄντα,’’ φησὶν ὁ αὐτὸς Παῦλος, “ ἵνα τὰ ὄντα “ καταργήσῃ·” καὶ ζητήσει τίς, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκούομεν ἐπιφέροντος αὐτοῦ τὸ “ ὅπως μὴ καυχήσηται πᾶσα “ σὰρξ ἐνώπιον τοῦ Θεοῦ·’’ ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἰναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ’ εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευιτικῷ καὶ Δευτερονομίῳ εὐλογίας, καὶ εἴπου ἄλλοθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμμέναι· πρὸς ἀντιδιαστολὴν ἐκείνων δὲ λέγεσθαι τὴν πνευματικὴν εὐλογίαν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦντος, οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικὴ· καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. Ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδονται αἱ εὐλογίαι, εἰ σωματικῶς νοηθεῖεν τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφὁτας, ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι, καθὼς προσέταξεν· ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμος πνευματικός ἐστι, καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς· οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρε εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνεισαν ἔθνεσι πολλοῖς, ἄνθρωποι περιελθόντες “ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐν “ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. οὐδὲ εὐλόγηνται ἐν πόλει ἣ ἐν ἀγρῷ· ἀλλ’ οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι, εἰ τήροιεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ, πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἐαυτοῦ. τοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματικὴ, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. Ἔπρεπε γὰρ τούτοις, ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, θησαυρίζουσιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐστὶν αὐτῶν ὁ θησαυρὸς, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν “ εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ “ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ὁ εὐλογήσων ἡμᾶς. καὶ ἅ εἰ δύνασαι τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι, ἀντὶ τοῦ ἐν τοῖς νοητοῖς, καὶ ἔξω αἰσθήσεων. οὕτω γὰρ καὶ θησαυρίζει τίς ἐν οὐρανοῖς· καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆς· τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ’ ἐν οὐρανῷ· τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς ἀμφότερα, εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἔστι πνευμα- τικὴ, καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις, καὶ πρὸς τούτοις, ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ἀληθείᾳ, καὶ τῇ δυνάμει· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ πυρίου Ἰησοῦ Χριστοῦ. (Τοῦ Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε. τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο· πῶς; ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· “ ὅτι δὲ ἐστὲ “ υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς “ καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ·’’ καὶ “ Κύριε Ἰησοῦ “ Χριστὲ,’’ δι’ ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Σευηριανόσ δέ φησιν, εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται καὶ τὸ Πατὴρ καὶ τὸ Κύριος, ὁμολογηθήσεται μείζων τοῦ Πατρὸς ὁ Υἱός· εἰ ὁ μὲν Πατρὸς ἔχει ὄνομα, ὁ δὲ Κυρίου· ἀλλ’ ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἰπε, “ Πατρὸς “ ἡμῶν,’’ Πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν κείμενον, ἣ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν “ Πατρὸς “ ἡμῶν,’’ καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγε, “ καὶ “ Κυρίου Ἰησοῦ Χριστοῦ.’’ οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα· διατί οὖν Κύριος μὲν τούτων ὁ Πατὴρ, οὐχὶ δὲ καὶ αὐτὸς Κύριος τοῦ Υἱοῦ, εἴπερ καταχρηστικὸν ἢν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων; Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· ἰδοὺ Θεὸς τοῦ σαρκωθέντος, εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου, Πατήρ. ΘΕόΔΩΡοΣ δέ φησι, τὸ “ εὐλογητὸς’’ ἀντὶ τοῦ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι ἄξιος· τὸ μέντοι “ ὁ Θεὸς καὶ Πατὴρ τοῦ “ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,’’ δύναται τὸ μὲν καὶ διῃρημένως λέγεσθαι, ἵν ᾖ τὸ μὲν “ Θεὸς,’’ κατὰ διαίρεσιν ἀπολύτως νοούμενον· τὸ δὲ “Πατὴρ,“ καθ’ ἑαυτό· εἰ δέ τις αὐτὸ ἐπισυμπλέκειν φιλονεικοίη, ὡσὰν καὶ τοῦ Θεὸς καὶ τοῦ Πατὴρ ἐπὶ τοῦ προσώπου νοεῖσθαι ὀφείλοντος τοῦ Χριστοῦ, οὐδὲ πρὸς τοῦτο μαχόμεθα· ἵν ᾖ κατ’ οἰκονομίαν αὐτοῦ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.’’ εὐλογίαν ἐκάλεσε πνευματικὴν, τοῦ Πνεύματος τὰ χαρίσματα, ἀντιδιαστέλλων ταῖς κατὰ τὸν νόμον εὐλογίαις· τὸ δὲ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἀντὶ τοῦ περὶ τῶν ἐπουρανίων, οὐχ ἵνα γῆν κληρονομήσωμεν κατὰ νόμο·ν, οὐδ’ ἵνα κατὰ γῆν πολιτευσάμεθα· καὶ οἱ λοιποὶ ὁμοίως ἐν Χριστῷ Ἰησοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως αὕτη ἡ εὐλογία, ὥστε οὐ μόνον τῇ παλαιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησὶ, “ καὶ Μώσης μὲν πιστὸς ἐν ὅλῳ “ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων. “ Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς, “ καθὼς καὶ ἐξελέξατο ἡμᾶς,’’ φησὶν, “ ἐν αὐτῷ, πρὸ καταβολῆς “ κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.’ ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δι’ οὗ ηὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. αὐτὸς τοίνυν ἡμῖν πάντα δώσει ἐκεῖνα· αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ, “ δεῦτε οἱ εὐλογῇ μένοι τοῦ Πατρός μου κληρο- “ νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “ κόσμου.’’ καὶ ἐν πάσαις σχεδὸν ταῖς ἐπιστολαῖς, τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ κἀς ἡμᾶς, ἀλλ’ ἄνωθεν τοῦτο τετύπωτο· οὐδὲ ἐκ μεταμελείας, ἀλλ’ οὕτως ᾠκονόμητο καὶ προώριστο. καὶ τοῦτο δὲ κηδεμονίας πολλῆς. τί ἐστιν “ ἐν αὐτῷ ἐξε- “ λέξατο ;’’ διὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς τοῦτο κατώρθωσε, πρὶν ἣ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἣ τὸν κόσμον καταβληθῆναι. καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους μεγάλου καταβεβλημένον αὐτὸ δεικνύς· καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως· τι ἐξελέξατο; ὥστε ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ γενέσθαι· ἵνα τοίνυν μὴ ἀκούσας ὅτι “ ἐξελέξατο,’ τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· διὰ τοῦτο ἐξελέξατο, φησι, καὶ ἔπι τοῦτο, ἴνα ἅγιοι ὦμεν καὶ ἄμωμοι· πάντως δὲ τοὺς δοκίμους ἐκλέγεται ὁ Θεός· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους διὰ τῆς πίστεως· ἅγιος γάρ ἐστιν ὁ τῆς πίστεως μετέ- χων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον ἔχων, ἀλλ’ ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Θεόδωροσ δέ φησι, πρόδηλον ὡς ἀπὸ τῶν μελλόντων ἔθος αὐτῷ τῶν κατὰ Χριστὸν ποιεῖσθαι τὴν ἀπόδειξιν. ἅτε δὴ τότε φαινομένων ἐπὶ τοῦ πράγματος· νῦν γὰρ ἐν ἐπαγγελίᾳ μόνον αὐτῶν ἐσμεν διὰ πίστεως. Ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν. Πἀλιν ἐπὶ τὴν χάριν αὐτοῦ ἄνεισιν· οὐ γὰρ ἀπὸ πόνων οὐδὲ κατορθωμάτων τοῦτο γίνεται, ἀλλ’ ἀπὸ ἀγάπης· οὔτε ἀπὸ ἀγάπης μόνον, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς· εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι. εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα· ἀνάγκη οὖν ἐξ ἀμφοτέρων. εἰπὲ γάρ μοι· τί Παῦλος ἃν ὠφελήθη; ποῦ δὲ ἃν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι, καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν καὶ ἡμέτερον. τὸ δὲ προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως ἀπὸ ἐχθρῶν εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης οὕτως ἀγάπης· “ ἐν ἀγάπῃ’’ φησὶ “ προορί- “ σὰς ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.’’ ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ, πῶς οὐδὲν ἄνευ τοῦ Πατρὸς, ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε, καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν· “ οὐ μόνον δὲ, ἀλλὰ καὶ “ καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.’’ μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται, τὸ διὰ τοῦ Χριστοῦ δοθῆναι, ὅτι οὐκ ἔπεμψε τινὰ τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν ’τον μονογενῆ. Σευηριανὸσ δέ φησιν, εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱὸς, ἀλλὰ φύσει Υἱός. Θεόδωροσ δέ φησι, τοῦτο ἐπίτασιν ἔχει τοῦ προκειμένου διχόθεν. ἐπείπερ ἡμῖν ἀγάπη τῆς ἐκλογῆς μείζων, καὶ τὸ τῆς υἱοθεσίας, τοῦ ἁγίους καὶ ἀμώμους· οἰκειότητος γὰρ ἀπόδειξιν ἔχει ταῦτα μεγίστην. τὸ δὲ “ εἰς αὑτὸν,’’ ἵνα αὐτοῦ υἱοὶ λεγοίμεθά τε καὶ χρηματίζωμεν. Ὠριγένησ φησὶ, ζητῆσαι δ’ ἄν τις πρὸς τὸ “ εἶναι τινὰς “ ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ,’’ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ, λέγον, “ οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς “ ζῶν.’’ εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶς ζῶν οὐ δικαιωθήσεται, πὼς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται καὶ δικαιωθήσονται, ἐπὶ τὴν ἀμφιβολίαν τίς καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα, τοιοῦτό τι σημαίνειν. οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου, οὐ δικαιωθήσεται κατενώπιον τοῦ Θεοῦ, τῷ πάντας ἡμαρτηκέναι ποτέ· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐ κωλύει τὸ εἶναι τινὰς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἣ καὶ τὸ μὴ πᾶς ζῶν, ἀλλ’ οὖν γέ τινας δικαιοῦσθαι. “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ “ Χριστοῦ εἰς αὑτόν·’’ ἤτοι τὸ ἐν ἀγάπῃ τῶ προορίσας συναπτέον· ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ, πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ Ἰησοῦ Χριστοῦ εἰς αὑτὸν, ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς υἱοθεσίας τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντὰς οῦκ οὐκ ἀν’ γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἔπι τοῦ Σωτῆρος, ἀλλ’ ἐπὶ τούτων, οἳ λαβόντες τὸ ὄνομα τῆς δουλείας εἰς φόβον, ἀποδόντες τὸν φόβον, ἄξιοι γίνονται ἐλευθερίας, καὶ τοῦ ἀκοῦσαι “ οὐκέτι ὑμᾶς λέγω δούλους,’’ οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεσίας. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει, οὐ πρότερον ἐσχηκὼς αὐτὸν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθε- σίας. οὕτω γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται, ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι “ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ “ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατε- “ νώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστο·” τούτοις γὰρ ἐπιφέρεται τὸ “ εις αυτον.” “ Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ.’’ τὸ τῆς εὐδοκίας ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων συνηθείᾳ νομίζω ὂν, ὠνοματοποιεῖσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδ ψαλμῷ, “ εὐδόκησας, “ Κύριε, τὴν γῆν σου.’’ καὶ ἐν ρε, “ μνήσθητι ἡμῶν, Κύριε, ἐν “ τῆ εὐδοκίᾳ τοῦ λαοῦ σου.’’ καὶ ἐν τῶ Ἀμβακοὺμ, “ καὶ ἐὰν “ ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ·’’ πλὴν ἡ εὐδοκία ἐμφαίνει, τὸ εὖ καὶ τὸ δοκεῖ; ὥστε μὴ ἃν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ’ ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων· ζητητέον οὖν, πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεὸς, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον, τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν, εὐδόκησεν αὐτοῦ τὸ θέλημα. Θεόδωροσ δέ φησιν, ἵνα εἴπῃ ὅτι σφόδρα ἤρεσεν αὐτῷ ταῦτα περὶ ἡμᾶς διαπράξασθαι· ὡς γὰρ ἐν εὐχαριστίας προσχήματι λέγων αὐτὰ, πανταχόθεν αὔξει τῶν γεγονότων τὴν χάριν τῷ μεγέθει τῶν πραγμάτων. Σευηγιανὸσ δέ φησι, εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστι, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἃν εἶπε θέλησιν θελήματος, “ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ·’’ προλαβὼν ἤδη εἶπον, ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον, τῷ ἀξιώματι τῆς οἰκονομίας. θεόδωροσ δὲ ὦδε λέγει· ὥστε, φησὶν, ὑπὲρ τούτων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι δίκαιον αὐτοῦ παρ’ ἡμῶν, ἀνθ’ ὧν οἰκείᾳ χάριτι τοσαύτης ἡμῖν μετέδωκε δόξης. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης οὕτω φησί· τουτέστι, διὰ τὸ σφοδρῶς θελῆσαι ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον· ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας· θέλημα δὲ δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι. οὐ γὰρ δὴ ἀνάγκῃ αὐτοὺς κολάζει, ἀλλὰ θέλων· τοιοῦτο καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ, “ θέλω “ πάντας ἀνθρώπους εἷναι ὡς καὶ ἐμαυτόν.’’ θέλω πάλιν νεωτέρας γαμεῖν, τεκνογονεῖν· εὐδοκίαν οὖν, τὸ πρῶτον θέλημα φησί· τὸ σφοδρὸν θέλημα, τὸ μετ’ ἐπιθυμίας θέλημα, ὃ ἐφ’ ἡμῶν· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι, σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων, ὃ λέγομεν ἡμεῖς πίσμα· κατὰ τὸ πίσμα ἡμῶν· τουτέστι σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας· τίνος οὖν ἕνεκα οὕτως ἡμᾶς ἀγαπᾷ, οὕτως ἡμᾶς φιλεῖ; ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις, ἀγαθότητος ἐστί· διὰ τοῦτο, φησὶν, εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ, φησι, δόξα δειχθῇ, “ ἐν ᾗ ἐχαρίτωσεν “ ἡμᾶς·” οὐκοῦν εἰ ε·ἰς τοῦτο ἡμᾶς ἐχαρίτωσεν εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μένωμεν ἐν αὐτῇ· εἰς ἔπαινον δόξης, φησὶν, ἰνα τίς αὐτὸν ἐπαινέσῃ καὶ δοξάσῃ, ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι· οὐδενὸς γὰρ ἐφίεται τῶν πη ἡμῶν, ἀλλ’ ἣ τῆς σωτηρίας ἡμῶν, καὶ πάντα διὰ τοῦτο ποιεῖ· ἣν ἐχαρίτωσεν ἡμᾶς φησι· τουτέστιν οὐ μόνον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησεν, ἐπιθυμοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τοιαύτην ψυχήν. Διὰ τοῦ ἠγαπημένου, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; οὐ μόνον ὅτι τὸν Υἱὸν δέδωκε, θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε καὶ σφάξαι αὐτόν· τὸν ἀγαπώμενον, ὑπὲρ τῶν μισουμένων. ὅρα πῶς ἡμᾶς τιμᾶται· εἰ ὅτε αὐτὸν ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, τὸν ἀγαπώμενον ἔδωκε, τί οὐ ποιήσει λοιπόν; πρότερον δὲ τὴν υἱοθεσίαν εἰπὼν, καὶ ἁγιασμὸν, καὶ ἀμώμους, τότε τὸ πάθος φησίν. οὐκ ἀπὸ μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλὰ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα· οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Υἱοῦ ὑπὲρ ἡμῶν· μέγα μὲν γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων, ἀλλὰ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ δεσποτικοῦ. Ὠριγένησ φησὶν, ἠγαπημένος ἁπλῶς λέγεται ὁ Σωτῆρ’· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιοσύνης κατάληψιν καὶ τῆς ἀληθείας καὶ τῆς σοφίας, πλὴν πάντες ἃν ὁμολογήσαιεν ἀγαπᾶν σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. διὰ τοῦτο ἠγαπημένος λέγεται ὁ μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ· ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ, ἣ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεὸν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. Ἀπολύτρωσις, ἡ λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενομένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις, τῶ ἄρχοντι τοῦ αἰῶνος τούτου καὶ ταῖς ὑπ’ αὐτὸν πονηραῖς δυνάμεσιν· καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος ἡμᾶς, ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ· ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον, τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμάτων· πρὶν ἀπολυτρωθῆναι τινὰ, οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων· πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ, καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι· ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν, ἵν᾽ οὕτως εἴπω, χειρῶν αὐτοῦ, ἐπ᾽ ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων, καὶ θεραπευθέντων ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας, ἐνεργῆσαι κατὰ εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. 8 Κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσενεἰς ἡμᾶς. Ὁ νοήσας τί ἐστι "χάριτι ἐστὲ σεσωσμένοι, καὶ οὐκ ἐξ ἔργων·" καὶ συγκρίνων παραπτώματα παραπτώματι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν, περὶ τῶν πεντακοσίων καὶ πεντήκοντα δηναρίων, τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ· ἔτι δὲ θεωρῶν πῶς "οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀνακαλυφθῆναι εἰς ἡμᾶς," τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἂν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτοὺς μάλιστα, τοὺς ἀλλοτρίους τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένους τῶν ἐπαγγελιῶν αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ, ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους, μεῖζον τίς κατανοῆσαι θεωρῶν τὸ "οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν," καὶ τὸ "εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·" καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι, "δὸς ἵνα ὡς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, ἵνα καὶ αὐτοὶ ἐφ᾽ ἡμῖν ἓν ὦσιν." οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενος καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα. Εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ’ ἃν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ’ αὐτοῦ ἀνελλιπῶς ποιῆσαι λέγοι ἃν τὸ ἀποστολικὸν “ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη.’’ (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὅτι τὸ τοῦ αἵματος τοῦ δεσποτικοῦ λυτρωθῆναι, πολλῷ μεῖζον ἁπάντων· ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε· “ κατὰ τὸν πλοῦτον τῆς χάριτος “ αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·’’ πλοῦτος μὲν γὰρ κἀκεῖνο, τὸ τῆς υἱοθεσίας, τὸ τῆς ἀφέσεως τῶν παραπτωμάτων· πολλῷ δὲ πλέον οὗτος καὶ πλοῦτος, καὶ ἐπερίσσευσε· τουτέστιν, ἄφατος ἐξεχὐθη· οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν· ὥστε πάντοθεν ἀμήχανον αὐτὸν λεχθῆναι. Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας, τὴν ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν. βαβαὶ πόση φιλία. τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει, τοῦ θελήματος αὐτοῦ φησιν· ὡς ἃν εἴποι τις, τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε· τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τι γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς ; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀγάγῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ· μακρὸς ἐνταῦθα λόγος δεῖξαι, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν “ κατὰ τὴν εὐδοκίαν αὐτοῦ,’’ φησιν, “ ἣν προέθετο ἐν “ αὐτῷ.’’ τουτέστι τοῦτο ἐπιθυμεῖ, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. ποῖον δὴ τοῦτο ; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων· οὐκ εἶχε μίαν κεφαλήν· κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον, εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως, οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυμένης· “ εἰς οἰκονομίαν’’ φησὶ “ τοῦ πληρώματος τῶν καιρῶν·’’ πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν· ὅρα πῶς ἀκριβῶς φθέγγεται· καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρμήν· τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν, διὰ τοῦ Χριστοῦ· οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει. Ὠριγένησ φησί· τι τὸ “ πάσῃ σοφίᾳ,’’ καὶ μετὰ τοῦτο, τί τὸ “ φρονήσει,’’ κέχρηται τῇ λέξει ; καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ “ πᾶσα σοφία παρὰ Κυρίου, καὶ μετ’ αὐτοῦ “ ἐστιν εἰς τὸν αἰῶνα·’’ εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἣ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ, ἴ’ δία τὰ ἀόρατα καὶ ἴ’ δία τὰ ὁρατὰ, ἐξετάζοι τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς “ πάντα γὰρ ἐν σοφίᾳ φησὶν ὁ Δαβὶδ “ ἐποίησας,’’ οὗτος τὴν παρὰ Κυρίου πᾶσαν ἐπιβλέποι σοφίαν· ἀλλ’ εἰκὸς τινὰ ἀπογνόντα, τὸ ἤδη δύνασθαι ἐν πάση σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ “ ἐκ μέρους γινώσκομεν καὶ “ ἐκ μέρους προφητεύομεν,’’ προσκόψειν τῷ “ ἐν πάσῃ σοφίᾳ “ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ·’’ ὡς κατακεχαρισμένως μᾶλλον, ἣ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ’ οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρους γινώσκοντι, καὶ ἐκ μέρους προφητεύοντι· ὅρα οὑν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην, ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ὁρμόζει τῶν κατὰ τὸν τόπον, οὕτως ἔχουσα· “ εἰς ἔπαινον δόξης τῆς χάρι- “ τος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς, ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν “ παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπε- “ ρίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.’’ Ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολὴν, ἀπ’ ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή- “ μάτος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ.’’ ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, μὴ ἐφαρμόζειν τῷ “ γνωρίσας ἡμῖν τὸ μυστήριον “ τοῦ θελήματος αὐτοῦ,’’ ἀλλὰ τοῖς ἀνωτέρω· “ ἐχαρίτωσε γὰρ “ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τῆ “ αὐτοῦ φρονήσει ὁ Θεός.’’ ἀλλὰ καὶ “ ἐν τῷ ἠγαπημένῳ ἔχοντες “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ,’’ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων· περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τοῦ πλούτου τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν “ εὐδοκίαν αὐτοῦ.” Ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιούμενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρους γινώσκειν. καὶ τοῦ δοκοῦντος καταλαμβάνειν, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, “ γνωρίσας τὸ μυστήριον τοῦ “ θελήματος αὐτοῦ.’’ ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, σώματα ταπεινώσεως περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρήζομεν· καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμ- βάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ, μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτὸν, καθὼς φησὶν ὁ Δαβὶδ, “ ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας “ τοῖς φοβουμένοις σε.” ἐπίστησον δὲ εἰ διαφέρει προορισμὸς καὶ πρόθεσις· ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν· κατὰ δὲ ταῦτα, ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πῶς ἐπακολουθεῖν, καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς “ υἱοθεσίαν,’’ δεύτερον δὲ, “ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν ἀυτῶ. Ἐξεταστέον δὲ, τί ἐστι “ τὸ πλήρωμα τῶν καιρῶν·’’ τούτῳ δὲ παράκειται, τὸ “ πλήρωμα τοῦ χρόνου,” παρὰ τῷ αὐτῷ λεγόμενον Παύλῳ· “ ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ “ Θεὸς τὸν Υἱὸν αὐτοῦ.’’ ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς, πληρωμα ἄν πὼς ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἣ τοῦ καιροῦ αὐτοῦ· οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ’ ἃν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύ- νᾶσθαι τὰ προωρισμένα καὶ προτεθειμένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν. Θεόδροσ. Καὶ Θεόδωρος δέ φησι, μυστήριον τοῦ θελήματος τοῦ Θεοῦ λέγει, τὸ ἀποκεκρυμμένον αὐτοῦ θέλημα καὶ ἄδηλον τοῖς πᾶσι μυστήριον αὐτὸ καλῶν· ὅπερ οὖν φησι, πόρρωθεν αὐτῷ δοκοῦν καὶ προωρισμένον ἢν, τοῦτο μετὰ πολλῆς σοφίας καὶ φρονήσεως ἐγώρισεν ἡμῖν· ἵνα εἴπῃ, ἐπ’ αὐτῶν ἔδειξε τῶν πραγμάτων· διατὶ δὲ νῦν εἰς οἰκονομίαν τοῦ πληρώματος· τῶν καιρῶν ; ἐπειδὴ κατὰ τάξιν πάντα οἰκονομεῖσθαι ἔδει. Ὅτε οὖν ἐπληρώθησαν οἱ καιροὶ τῶν λοιπῶν, τότε κατὰ τὴν ἄνωθεν οἰκονομουμένην τάξιν, ἐπὶ τῶν οἰκείων καιρῶν καὶ τὰ περὶ τὸν Χριστὸν ἐδείχθη. Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ὠριγένησ φησὶ, τὸ ὄνομα τῆς ἀνακεφαλαιώσεως εἴρηται ἐπὶ τῶν τραπεξητικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων, καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων. ὅθεν οἴομαι καὶ τὸν Ἀπόστολον ἐνταῦθα κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς πάντων, ἅτε ἑνὸς τοῦ συμπαντος κόσμου μερῶν τυγχανόντων συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ἀνακεφαλαίωσίς ἐστιν ἐν τῷ Χριστῷ. Οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονομουμένων καὶ οἱ καθ’ ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις, καὶ ὡσὰν εἴποι τίς συγκεφαλαίωσις πάντων. κεφάλαιον λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα. κεφάλαιον γ᾿ οὖν φησιν ἐπὶ τοῖς λεγομένοις· καὶ κεφαλαίωσον ἐν ὀλίγοις πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἰμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ, καὶ τὰ ὅλα ἡμῖν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ “ “ τῶν καιρῶν,’’ ἡ παρουσία αὐτοῦ ἦν. ἐπεὶ οὖν πάντα ἔπραξε, καὶ δι’ ἀγγέλων καὶ διὰ τῶν προφητῶν, καὶ διὰ νόμου· καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ’ ἐκινδύνευσεν εἰκῆ γεγενῆσθαι ὁ ἄνθρωπος· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ πάντων ἀπολλυμένων ἁπλῶς, καὶ μειξόνως ἣ ἐπὶ τοῦ κατακλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γεγενῆσθαι· τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει καὶ σοφίαν· ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε διεσώθησαν· καὶ τὰ διὰ μακροῦ χρόνου οἰκονομούμενα, ἀνεκεφαλαιώσατο ἐν αὐτῷ. τουτέστι, συνέτεμε· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. τοῦτό ἐστιν ἀνακεφαλαίωσις. ἔστι καὶ ἕτερόν τι δηλούμενον· μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸν Χριστὸν, καὶ ἀνθρώποις καὶ ἀγγέλοις· καὶ ὑπὸ μίαν ἤγαγε κεφαλήν· οὕτως γὰρ ἃν γένοιτο ἕνωσις ἀκριβὴς καὶ συνάφεια. Σευηριανὸσ δέ φησιν, ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων ἀνθρώπων, ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν, πάντα ἀνεκεφαλαιώσατο· καὶ τοῦτο, μετὰ ταῦτα ἑτέρως φησὶ, εἰπὼν “ εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρα- “ νοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· ὁ ποιήσας τὰ ἀμφότερα ἓν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πανταχοῦ ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκουσον τι φησὶν αὐτός· “ ὣ βάθος πλούτου καὶ σοφίας καὶ “ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ- “ ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.’’ πλὴν, ἀλλ’ ὡς οἷόν τε δείκνυσι· τί οὖν, φησίν ; εἰπεν “ ἐξελέξατο ἡμᾶς’’ ἀνωτέρω· ἐνταῦθα, “ ἐκλη- “ ρώθημεν·” ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμα ἐστὶν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται· καὶ τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς μέσον παρήγαγεν. ὅρα πῶς αὐτὸ διορθοῦται· “ προο- “ ρισθέντες” φησὶ “ κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος·’’ τουτέστιν, οὐχ ἁπλῶς ἐκληρώθημεν· ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγη- μὲν· Θεὸς γὰρ ὁ ἐκλεξάμενος καὶ κληρωσάμενος, ἀλλὰ κατὰ πρόθεσιν· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους, γράφων φησὶ, “ τοῖς “ κατὰ πρόθεσιν κλητοῖς οὖσιν· οὓς καὶ ἐκάλεσεν, οὓς καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε πρότερον εἰπὼν “ τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν,’’ ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος καὶ κλῆρον εἶπε. καὶ ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι, ὅπερ ἐστὶ μακαριότητος, μᾶνλον αὐτὸ τίθησιν. ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστὶν ἀλλὰ συντυχίας. ὡσανεὶ ἔλεγε, κλήρου γενομένου, ὑμᾶς ἐξελέξατο· τὸ δὲ ὅλον ἀπὸ τῆς προαιρέσεως· προόρισθέντας, τουτέστιν ἑαυτῷ ἐκλεξάμενος, ἀφώρισεν· οἷον, ἑώρα ὑμᾶς πρὶν ἣ γενέσθαι, κεκληρωμένους· θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως ἀυτῶν. Σὺ δὲ θέα, πῶς πανταχοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν τὰ πράγματα οὕτω τετύπωτο· ὥστε μηδὲν ἡμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο· διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. πῶς οὖν φησὶν αὐτὸς ὁ Χριστὸς, “ οὐκ ἀπε- “ στάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ ;" πάλιν ὁ Παῦλος ἔλεγεν· “ ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι “ τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους “ κρίνετε αὐτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη ;" διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τίς τοῦτο γεγενῆσθαι· “ κατὰ πρόθεσιν φησὶ τοῦ τὰ πάντα ἐνεργοῦντος “ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ·’’ τουτέστιν, οὐδὲν μετὰ ταῦτα ἐνήργησε· πάντα ἄνωθεν διατυπώσας οὕτως, αὐτὸς ἐπάγει “ πάντα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,’’ ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲν ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Σευηριανὸσ δέ φησι, φανερῶς ἐνταῦθα, ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν· εἰπὼν “ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν “ βουλὴν,’’ εἶπε “ τοῦ θελήματος,’’ ἵνα δείξῃ κεκριμένον τὸ θέλημα· ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσε, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. Ὠριγένησ φησὶν, ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτελεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ ἐνέργει· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸς ποιῆσαι πρᾶξαι τε παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων· ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσει τῶν ἐνεργείων τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν· πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ· διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, τουτέστι, “ “ οὗ.” ὅρα πανταχοῦ τὸν Χριστὸν πάντων αἴτιον γινόμενον, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ ἀλλαχοῦ φησὶν Ἑβραίοις γράφων· “ ὅτι πάλαι λαλήσας τοῖς “ πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’’ τουτέστιν, δι’ Υἱοῦ· τὸν λόγον φησὶ τῆς ἀληθείας, οὐκέτι τὸν τοῦ τύπου οὐδὲ τὸν τῆς εἰκόνος. “ τὸ “ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν·’’ καὶ καλῶς Εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ· τὸ μὲν, πρὸς τὸν νόμον αἰνιττόμενος· τὸ δὲ, πρὸς τὴν μέλλουσαν κόλασιν· οὐδὲν γὰρ ἄλλο ἐστι τὸ κήρυγμα, ἀλλ’ ἢ σωτηρίας Εὐαγγέλιον· ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι, οὐκέτι ἀπόλλυσιν. Θεόδωρόσ φησι, τῷ γὰρ αὐτῷ δὴ τρόπῳ, φησὶ, τῶν τοῦ Εὐαγγελίου ῥημάτων ἀκούσαντες, τῇτε πίστει προσεληλύθατε, καὶ τῇ τοῦ Πνεύματος μετουσίᾳ τὴν βεβαίωσιν ἐδέξασθε· τοῦτο γὰρ λέγει τὸ “ ἐσφραγίσθητε·” προσεγίνετο δὲ αὐτοῖς διὰ τῆς τοῦ Πνεύματος χάριτος, ἡ βεβαίωσις τῶν ἀκολουθούντων ὡς εἰκὸς θαυμάτων, μειζόνως εἰς τὴν πίστιν ἐπίσφιγγον αὐτούς· καλῶς δὲ αὐτὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐκάλεσεν· ἐπειδὴ πάντα τὰ προσδοκώμενα αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσέσθαι ἀγαθὰ, τῇ τοῦ Πνεύματος μετουσίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ὑμῶν. Κληρονομίαν τῶν τότε καλεῖ τὴν ἀπόλαυσιν· ἅτε δὴ βεβαίως αὐτοῖς διδομένων· ἀρραβῶνα δὲ τῆς κληρονομίας, τὴν ἐνταῦθα δόσιν τοῦ Πνεύματος· ἐπειδὴ τὰς περὶ τῶν μελλόντων ἐπαγγελίας δεχόμενοι, καὶ τὴν τελείαν τοῦ Πνεύματος προσδοκῶντες μετάδοσιν, βραχεῖαν τινὰ, ὥσπερ οὖν εἰπον, ἀπαρχὴν τοῦ παρόντος ἐλάμβανον. Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ· ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομιας ὑμῶν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, πάλιν προνοίας δεῖγμα, τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι· οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι· καθάπερ γὰρ εἴτις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα. Ὅρα πῶς προἰόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ. ἕως μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν· ἀλλ’ οὐχ ὡς ὑμεῖς. ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτομῇ, καθάπερ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ’ ὡς υἱοὶ Πνεύματι. τι ἐστι “ Πνεύματι ἐπαγγελίας ” ἤτοι ὅτι κατ’ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν· δύο γάρ εἰσιν ἐπαγγελίαι· μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ὑπὸ τοῦ Υἱοῦ. διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωήλ λέγοντος· “ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ “ πᾶσαν σάρκα,’’ καὶ τὰ ἑξῆς. ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· “ καὶ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος “ ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἰερουσαλὴμ καὶ ἐν “ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.’’ τεκμήριον οὖν ποιεῖται τῆς τῶν μελλόντων ἐπαγγελίας, τὰ ἤδη δεδομένα· διὰ τοῦτο καὶ “ ἀρραβῶνα’’ καλεῖ· ὁ γὰρ ἀρραβὼν, μέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε παρ’ ἡμῶν τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀρραβῶνα τέως. διατί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν ; ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. ἐπιστεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀρραβῶνα· ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι· μᾶλλον δὲ καὶ ὅλην ἔδωκε τιμὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέσχετο. (Σευηριανόσ.) Ἄλλος φησὶ, τῶν προεγνωσμένων, φησὶν, καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι’ ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως· παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας ; ἣ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ ; ἐκεῖ γὰρ ἐκήρυττε· διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται, ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις. Ὠριγένησ φησὶν, “ ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες.’’ ἐν ᾧ, δηλονότι Χριστῷ· πρὸς ἑτέροις ἀκούσασι, καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον· ὅσπερ ἀληθείας λόγος, τὸ Εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν· καὶ “ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύ- “ ματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ· δόξει δὲ ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον “ἐν ᾧ, παρέλκειν. ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει. ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι· καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ “ ἐν ᾧ” καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ὧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστὶ κεκοινωνηκότας ἀπορρήτων λόγων, ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν “ ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον “ τῆς ἀληθείας·’’ οὐκ οἰμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας, ἐν διηγήσει καὶ τρανεῖ ἀναπτύξει ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων· “ καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμα μου “ οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. κἀκεῖ γὰρ παρατηρητέον, ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ ἐν ἄλλη Ἐπιστολῇ, κατὰ τὸ ἀκηκόεναι τινὰς τὸν λόγον τῆς ἀληθείας· ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανὴ ἀλλὰ τοῦτο μὲν Εὐαγγέλιον ὀνομάζεται. Παρατηρητέον δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις· οἷον, “ κατὰ τὸ Εὐαγγέλιόν μου·’’ ἢ “ ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ ἢ Εὐαγγέλιον αἰώνιοι ἣ Εὐαγγέλιον τῆς σωτηρίας τῶν Ἐφεσίων· ἢ ἁπλῶς Εὐαγγέλιον· ὥσπερ ὅταν λέγῃ περὶ τοῦ Λουκᾶ ὁ Παῦλος, “ οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν “ ἐκκλησιῶν.’’ σφραγίζεται δὲ τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον ὄντα Εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡσεὶ ἀκούσας μὲν, μὴ πιστεύσας δὲ, οὐκ ἂν σφραγισθείη. Ἄλλος δέ τις ἐρεῖ, ὅτι εἰ καὶ πιστεῦσαι μὲν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι· ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐ οὕτως ἂν χωρῆσαι τὴν τοῦ Πνεύματος ἐπαγγελίαν τοῦ Ἁγίου αφραγίδα· εἴτις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων, ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι, ὑπὸ τοῦ τῆς ἐπαγγελίας Ἀγίου Πνεύματος. Ζητητέον δὲ καὶ εἴ που εἴρηται Πνεῦμα ἐπαγγελίας Ἅγιον· καὶ τί ἐκδεκτέον εἰς τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ Πνεῦμα τὸ Ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ Πνεῦμα τῆς σοφίας σοφὸν, καὶ τὸ Πνεῦμα τῆς συνέσεως συνετὸν, οὕτω καὶ τὸ Πνεῦμα τῆς ἐπαγγελίας εἶναι πὼς ἤδη ἐν τῇ ἐπαγγελίᾳ. Ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Ζητήσεις, εἰ πᾶς ὁ μετέχων Ἁγίου Πνεύματος, μετέχει τοῦ Πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγον ἀληθείας. ὄντος Εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας Πνεῦμα Ἅγιον. ἔτι δὲ τούτοις ἐπιστήσαμεν· εἰ πᾶς ὁ μετέχων ὁπώσποτε Πνεύματος Ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας· βέλτιον δὲ νοεῖν, ὅτι ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβὼν, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν, δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος· καὶ ἀρραβῶνος ἔδει ἃν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας, τῆς ἀποκειμένης τοῖς Χριστοῦ συγκληρονόμοις. Ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τί ἡμῶν ἐστιν, ἐν γὰρ ἑκάστῳ τὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ Ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας, οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ’ ἐν τῷ νῷ τοῦ κληρονομοῦντος, καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ, θεωροῦντος κάλλη σοφίας καὶ λόγου Θεοῦ καὶ ἀληθείας· τοῦτο μέντοι γε τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον, ὅπερ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δι’ δόται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι, περιποιηθῶσι, τῷ Θεῷ καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ “ εἰς ἔπαινον τῆς δόξης “ αὐτοῦ,’’ πρὸς τῷ ἀποδεδομένῳ, δύναται καὶ τοσοῦτο δηλοῦν· ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ· ἕκαστος νῦν μὲν τὸ Πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν· οὐ μέντοι ὡς ἄν τις ὑπονοῆσαι σημαίνεσθαι ἐκ τῆς λέξεως ὡς χρήζοντες τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ’ ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ, καὶ μὴ δυναμένων σιωπᾶν αὐτὸ, ἀλλ’ ἀεὶ πρὸς τὸ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομενοις. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οἱ ὄντως μετέχοντες, ἴσασιν ὁ τι ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ἐστί· τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι· ἐν ἑτέροις γὰρ ὀφθαλμοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ· οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις· εἰ μετείχομεν Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν, καὶ τῶν ἐκεῖσε κατάστασιν. ἀρραβὼν τίνος ἐστι ; τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται· νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει· καὶ μετὰ ἀσεβῶν ἐσμέν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅτε μήτε ἁμαρτήματα ᾖ μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ ὦμεν μετὰ πάντων, τότε ἐστί· νῦν δὲ ἀρραβών. καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστημεν· οὐ γὰρ ἔστιν ἡμῶν τὸ πολίτευμα ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν, πάροικοι γὰρ ἐσμέν· καὶ νῦν χωρὶς ἁμαρτημάτων οἱ ὄντες εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. συνεχῶς τοῦτο τίθησι· τί δήποτε ἱκανὸν ὄν ; πληροφορῆσαι τοὺς ἀκούοντας. εἰ μὲν γὰρ ἡμῶν, φησιν, ἕνεκεν ταῦτα ἐποίει, κἂν ἦν ἀμφίβολον· εἰ δὲ δι’ ἑαυτὸν, καὶ ὥστε δεῖξαι τὴν ἀγαθωσύνην αὐτοῦ ὧσπέρ τινα μαρτυρίαν αἰτίαν τίθησι, τοῦ μὴ ἃν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα, “ ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε, “ ποιῶ ἕνεκεν ἐμοῦ·’’ καὶ ὁ Μωϋσῆς· “ ποίησον ἡμῖν διὰ τὸ “ ὄνομά σου·’’ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου· πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας, καὶ ἀνίησι μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει ἅπερ ἐπαγγέλλεται. Θεόδωρόσ φησιν, “ ἀπολύτρωσιν περιποιήσεως,” τὸ διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τῶν ἐντεῦθεν ἀπαλλαττομένους κακῶν, τὴν πρὸς αὑτὸν οἰκείωσιν λαμβάνειν· ἀφ’ ὧν τῆς παρ’ αὐτοῦ μετασχόντες δόξης, εἰκότως θαυμαστὸν ἐκεῖνον ἐνδείκνυμεν, τὸν τοσούτων αἴτιον ἡμῖν τῶν ἀγαθῶν γεγονότα· τοῦτο γὰρ λέγει τὸ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ΚΕΦ. Β. Εὐχὴ περὶ γνώσεως τῶν ἐν Χριστῷ εἰσαχθέντων ἀγαθῶν εἰς ἡμᾶς. Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους ἀγάπην, οὐ παύομαι εὐχαρίστων ὑπὲρ ὑμῶν. τοῦτο ἀναγκαίως προτέθεικεν οὐκ αὐτῶν μόνον ἕνεκεν, ἀλλ’ ὥστε καὶ μὴ δοκεῖν ἐπιμεμφόμενον οἷς ἤδη παρέλαβον κεχρῆσθαι τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ· εἰ γὰρ καὶ μὴ Ἰωάννης, ἀλλ’ ἕτερός τις τῶν εὐσέβειαν κηρυττόντων ἦν ὁ τὰ τῆς ἀληθείας δόγματα αὐτοῖς παραδοὺς, ἀναγκαῖα ἡ προσθήκη. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν· ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων· διὰ τοῦτο φησὶ, τουτέστιν διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. ἄξιον μὲν οὖν εὐχαριστεῖν Θεῷ, ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ’ αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα. ἄξιον δὲ αὐτῷ εὐχαριστεῖν, καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων· ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ’ ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας ἁγίους· πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. οὐ τοὺς ἐπιχωρίους, φησὶ, μόνον, ἀλλὰ πάντας. “ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν “ ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.’’ τι δέῃ ; καὶ τί παρακαλεῖς ; “ ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ “ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. δύο ἀξιοῖ αὐτοὺς μαθεῖν ὡς χρή· ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων· φησὶ δὲ αὐτὸς ταύτα τρία εἶναι. πῶς οὖν ἐστι τρία ; περὶ τῶν μελλόντων ἵνα μάθωμεν· ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν, τὸν ἄρρητον καὶ ὑπερφυᾶ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντείαν· τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι· τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν· ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως ἀφ’ ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς αὐτὸν, καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπὲρ ἄνω πάσης ἀρχῆς, καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀπορρήτων ἡμᾶς ἐποίησε κοινωνούς· καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἀλλ’ ἣ Πνεύματος μετέχοντας χάριτος. διὰ τοῦτο καὶ Παῦλος εὔχεται· “ ὁ Πατὴρ “ τῆς δόξης’’ φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ· ὡς ὅταν λέγῃ “ ὁ “ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·” καὶ πάλιν ὁ προφήτης· “ Κύριος ἰσχύς μου καὶ βοήθειά μου.’’ Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ· ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προσηγορία. ἰδοὺ τῆς δόξης Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός· τί οὖν ἐλάττων τῆς δόξης ὁ Υ ἰός ; ἀλλ’ οὐδεὶς οὐδ’ ἃν οὐδὲ μαινόμενος εἴποι τοῦτο. Δώῃ ὑμῖν. Τουτέστιν, ἐπάραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερώσειεν· οὐ γάρ ἐστιν ἄλλως ταῦτα μαθεῖν· “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ “ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·’ ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν. Δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. Τουτέστιν, χάρισμα ὑμῖν παράσχῃ· εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστιν, οὐκ ἔστι λογισμῶν εὕρεσις· ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· διὰ τοῦτό φησιν, Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει· οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει· εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν ὅσα δύναται κατασκευάζει καὶ τῶν ἤδη ὑπαρξάντων· ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἤμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται· οἷόν τι λέγω· “ εἰς τὸ εἰδέναι ὑμᾶς,’’ φησι, “ τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή- “ σεως αὐτοῦ·” ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον· τί δὲ δῆλον; ὅτι ἐπιστεύσαμεν ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν, πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. καὶ ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν. ἄκουε γὰρ, εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, “ Λάξαρε δεῦρο ἔξω,’’ καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος, “ Ταβιθᾶ ἀνάστηθι,’’ καὶ οὐκ ἀντεῖπεν· ἐρεῖ αὐτὸς ἐν τῇ τελευταῖᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, “ ὡς “ ἐν ἀτόμῳ, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ’’ πάντα γενέσθαι καὶ συνδραμεῖν· ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλ’ ἄκουε αὐτοῦ πάλιν λέγοντος· “ ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ “ ἠθελήσατε·’’ ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον ; ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει· πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι, τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς· ὄντως εἰκότως εἶπεν “ ὑπερβάλλον τὸ μέγεθος “ τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι· ὅτε πᾶσα ἡ κτίσις ἡ ὁρατὴ καὶ ἀόρατος· ὁρατὴ μὲν, εἰς μέσον προκειμένη καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς, ὅτι θείας ἔχρηζε τὸ πρᾶγμα δυνάμεως. “ πλοῦτον δόξης·’’ τουτέστιν, ἄφατον δόξαν· ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μετέξουσιν ; ἀλλὰ χάριτος ὄντως δεῖ, πρὸς τὸ τὴν διάνοιαν μαθεῖν· ὅρα ὅσα εἰργάσατο· ἤγειρε τὸν Χριστόν· μικρὸν τόδε ; ἀλλ’ ὅρα καὶ πάλιν· ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται· τὸν ἀπὸ τῆς γῆς· τὸν τῶν ἰχθύων ἀφονώτερον· τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, ὅρα ποῦ ἀνήγαγεν· ὄντως “ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ· καὶ θέα ποῦ ἀνήγαγεν· ἐν τοῖς ἐπουρανίοις· πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν. Ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὄντως Πνεύματος χρεία, διανοίας σοφῆς, ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. ἐννόησον ὅσην ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· καὶ ἀπὸ ταύτης τῆς εὐτελείας, εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· καὶ οὐχ ἁπλῶς εἶπεν ἄνω, ἀλλ’ ὑπὲρ ἄνω·’’ τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός· ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε τὸν ἐξ ἡμῶν “ ὑπὲρ ἄνω πάσης ἀρχῆς’’ οὐ τῆς μὲν ναὶ, τῆς δὲ οὔ ἀλλὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνά- “ μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου·’’ εἴτι ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε· τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος, ὅπερ ἄξιον θαυμάσαι· περὶ γὰρ τοῦ Θεοῦ λόγος οὐδαμῶς· ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο ἡ πᾶσα κτίσις πρὸς τὸν Θεόν. Σχόλιον. τὴν σάρκα ἣν ἤνωσεν ἑαυτῷ κα ὑπόστασιν σταυρωθεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν· καθὸ γὰρ Θεὸς ἦν καὶ Θεοῦ Λόγος, πάσης κτίσεως ὑψηλότερος ἦν, καὶ πρὸ σαρκὸς, ἀσυγκρίτοις ὑπεροχαῖς. Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἄρα ἔστι δυνάμεων τινῶν ὀνόματα ἄσημα ἡμῖν καὶ οὐ γνωριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτὸν ἐκείνων, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων. Βαβαὶ φρικτὰ ὄντως τὰ πράγματα· ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστή δύναμις, διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον· διὰ τοῦτο εἶπεν “ ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ τὴν ἐσχάτην λέγων ὑποταγήν. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ. Βαβαὶ πάλιν, ποῦ καὶ τὴν ἐκκλησίαν ἀνήγαγεν ; ὥσπερ διά τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα. καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον· ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα. τι δέ ἐστιν “ ὑπὲρ πάντα”; οὐκ ἄγγελον· οὐκ ἀρχάγγελον· οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα· οὐχ ὡς ἄρχοντα μόνον, ἀλλ’ ὡς σώματος κεφαλήν. Ἄλλοσ δέ φησιν, ἔδειξεν ἡμῖν, φησιν, ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν, ὧν ἡμῖν ἐχαρίσατο· συνήγειρε μὲν γὰρ καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ζωοποιοῦ ἐνεργείας, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας καὶ τῆς ζωῆς καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν· καὶ τοῦτό ἐστι τὸ “ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουράνιος. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ. Ὡς μηκέτι τοὺς οὐρανίους δυνάμεις εἶναι κεφαλήν· καθὸ καὶ ὕπο ἐπιτρόπους καὶ οἰκονόμους ἦμεν, κατὰ τὴν ἱερὰν τοῦ Αποστόλου φωνήν· σῶμα δὲ αὐτοῦ ἡ Ἐκκλησία, κατὰ τὴν μετάληψιν τοῦ Ἁγίου αὐτοῦ Πνεύματος. Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶτα ὡς ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι ; τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα· καὶ πλήρωμα σώματος κεφαλή· οἷον ἡ κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος. τουτέστιν, διὰ πάντων τὸ σῶμα συνέστηκε, καὶ ἓν ὃν ἑκάστου· οὐχὶ κοινὴ μόνον αὐτὸν χρήζοντα εἰσάγει· ἃν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποὺς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα· διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ· τότε πληροῦται ὁ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι. Σευηριανόσ φησιν, ἡ ἀπολύτρωσις τῆς περιποιήσεως ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ Θεῷ, ἀπολυτρούμεθα· μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν· καὶ τῆς οἰκονομίας πάσης, φανερὸν ὅτι Θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας· ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι· δόξαν δὲ πολλάκις ἡ γράφη λέγει, αὐτὴν τοῦ Θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν· ἵνα μὴ λόγον ἀπαιτῇς, ἀλλὰ προσκυνῇς, πρῶτος τὴν οὐσίαν τοῦ Θεοῦ δόξαν λέγει Ἰεξεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν Θεὸν καθεζόμενον, καὶ ἐπάγων· “ τοῦτο ὁμοίωμα τῆς δόξης “ Κυρίου·’’ ὅπερ ἀλλαχοῦ ἑρμηνεύων “ ὁ Θεὸς’’ φησιν, “ ἐγὼ ὁρά- “ σεῖς ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.’’ ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιὴλ, ταύτην ὁ Θεὸς φησὶ τὸ ἐγώ· λέγει δὲ Παῦλος, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης·’’ ποίας δόξης ; “ καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ·’’ κἀνταῦθα ι τοίνυν τὸ μὲν Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν σάρκα λέγει· τὸ δὲ Πατὴρ τῆς δόξης, κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτω, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, ὀνομάζομεν θρόνους, ἀρχὰς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δέ ἐστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα, καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστά· καὶ λήψεται μέτα τῆς γνώσεως καὶ τὴν παρ’ ἤμων προσηγορίαν, οια τοῦτο εἶπε, “ καὶ ἐν τῷ μέλλοντι. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῆ Ἐκκλησίᾳ· ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Διὰ τούτου ἐδήλωσεν, ὅτι πλήρωμα τοῦ Θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ· τουτέστι τὴν Ἐκκλησίαν· διὰ τι δὲ πλήρωμα ; ἐπειδὴ πεπλήρωται Θεοῦ· ὥσπερ γάρ, φησιν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ Ἐκκλησίᾳ πληροῦται, κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ· Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ Θεοῦ ἡ Ἐκκλησία. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ἔστι γὰρ ἐν οὐρανῷ· τουτέστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ· καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν· καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ· ἀλλ’ ἐν ἑκάστῳ, κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ “ ἀφ’ ὧν “ μεταλαμβάνομεν’’ ἡ γραφὴ περὶ Θεοῦ, οὐκ ἀφ’ ὡν αὐτός ἐστι· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. Θεόδωροσ δέ φησιν εἰς τὸ “ δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ i ὁμοίως ὁμοίως καὶ Γρηγόριος ὁ Ναξιανξοῦ in marg. “ ἀποκαλύψεως” καὶ τὰ ἑξῆς· τοῦτο αἰτῶ, φησιν, ὡς ἃν παρασχεθείη ὑμῖν παρὰ τοῦ Θεοῦ Πνεύματος χάρις, εἰς τὸ σοφίας τὲ ὑμᾶς πλῆρωθῆναι καὶ ἐπιγνώσεως τοῦ Θεοῦ, δεξαμένους τῶν ἀπορρήτων τὴν ἀποκάλυψιν, ὥστε τὴν διάνοιαν ὑμῶν, φωτὸς δίκην τῇ ἀπὸ τοῦ Πνεύματος καταλάμπεσθαι γνώσει· τίνος ἕνεκεν ; “ εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἀντὶ τοῦ ἐπὶ ποίαις ἐλπίσι κεκλήμεθα παρ’ αὐτοῦ, “ καὶ τίς ὁ πλοῦ- “ τος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις·’’ καὶ ὅση τίς περίεσται κτῆσις ἀγαθῶν τῆς τοῦ Θεοῦ ἁγίοις, ἐπὶ τοῦ μέλλοντος αἰῶνος. καλῶς δὲ δόξαν μὲν κληρονομίας ἐκάλεσεν, ὡς ἃν ἐπιδόξων τότε γινομένων ἡμῶν· πλοῦτον δὲ δόξης, ἵνα εἴπῃ τῶν δωρεῶν τὴν ὑπερβολήν. τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Οὐκ εἶπεν ὅτι τὰ πάντα πληροῖ, ἅλ’ ὅτι αὐτὸς ἐν πᾶσι πληροῦται· τουτέστιν, ἐν πᾶσι πλήρης ἐστίν· ὅλος ὣν ἐν ἑκάστῳ διὰ τὸ τῆς φύσεως ἀπερίγραφον, οὐ κατὰ μέρη διαιρούμενος. ἀναγκαία δὲ καὶ ἡ τοῦ τὰ πάντα προσθήκη, δεικνύντος, ὅτι ἐν πᾶσίν ἐστιν· ὅλος ὣν ἐν ἑκάστω, καθότι ἄν τις ἐννοήσειεν, εἴτε οὐσίᾳ, εἴτε ἐνεργείᾳ, εἴτε δυνάμει, εἴτε ἐξουσίᾳ, εἴτε ὅτῳ δήποτε ἑτέρῳ, διὰ τὸ κατὰ πάντα εἶναι αὐτὸν ἀπερίγραφον, καὶ διὰ τοῦτο ἐν ἑκάστῳ ὅλον κατὰ πάντα θεωρεῖσθαι, τῷ πάντα ἐν πᾶσιν εἶναι τε αὐτὸν καὶ δύνασθαι, ὡς εἰκὸς τὸν ἑκάστω ὅλον ὄντα. Ὠριγένησ φησὶ, δόξει σόλοικον σόλοικον τὸ “ ἐν ἐπιγνώσει αὐ- “ τοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας,’’ εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· δι’ ὅπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα· “ διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν κἀς ὑμᾶς “ πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους “ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, “ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ “ τῶν προσευχῶν μου· ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- “ στοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο- “ καλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. Εἰ ὁ Πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστι Πατὴρ, λέγεται δὲ καὶ τῆς δόξης Πατὴρ, δηλονότι ἡ δόξα ὑποκείμενον τί ἐστι καὶ οὐσιωμένον, καὶ μήποτε ὁ Σωτῆρ’ ἡμῶν, ὧσπέρ ἐστι Λόγος καὶ σοφία καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ δικαιοσύνη, οὕτω καὶ δόξα. καὶ εἴποτε ὦφθαι ἀναγέγραπται δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι, ἣ τὸν Υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν Πνεῦμα τῆς σοφίας, σοφὸν ποιεῖ· τὸ δὲ Πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα· ἵνα ἀνακεκαλυμμένῳ τίς προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει Πνεῦμα σοφίας· καὶ οὐδεὶς τὸ ἡνίκα ἀναγινώσκηται Μώσης, κάλυμμα ἔστι g ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη, εἴληφε τὸ τῆς ἀποκαλύψεως Πνεῦμα. εἰ μὴ δρᾷ h τὸ Πνεῦμα τῆς σοφίας ποσότητι τῶν θεωρημάτων τῆς διαφόρως σοφοὺς ποίει καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἔπι τοῖς γράμμασι καλυμμάτων, οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν, ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον, τὸ “ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ- “ δίας·’’ εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ, ἀλλ’ ὁ ἐπιγνώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο· ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ, πάλαι ᾔδεσαν αὐτόν· δι’ ὅπερ “ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ “ πέρατα τῆς γῆς·’’ ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς, τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν. Ὠριγένουσ. Ἡ κλῆσις τοῦ Θεοῦ, ἐλπίδα ἔχει. ἣν χρὴ γνῶναι, ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις, g Leg. ἔτι. h Hæc corrupta esse ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται “ τὸ πνεῦμα τῆς σοφίας “ καὶ τῆς ἀποκαλύψεως,’’ αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις, καὶ θεωρήσει τὰ ἐλπιζόμενα ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. Ζητήσεις δὲ, εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία· ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ· ἵν ὥσπερ λέγομεν κληρονόμους χωρίων, καὶ κληρονόμους οἰκιῶν, τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος, “ τοῖς δὲ υἱοῖς Λευΐ, οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν λέγει Κύριος καὶ ἀλλαχοῦ “ Κύριος κληρονομία αὐτῶν·’’ γίνεται τοίνυν “ ὁ πλοῦτος τῆς δόξης “ τῆς κληρονομίας τοῦ Θεοῦ,’’ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ λόγου αὐτοῦ χωρησόντων, ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν, εἰς τὸ εἰδέναι τί ἐστιν “ ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος “ τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,’’ ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστευόντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ· ἥτις i κράτος ἰσχύος αὐτοῦ, παρὰ τῷ Παύλῳ νῦν ὠνόμασται· ταύτῃ δὲ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος, ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν· Καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πλῆρουμενου i Cod. ἥτι. Σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι· οὐχ ὡς καθεδρῶν τινῶν ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς, ἐφ’ ὧν καθέζεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· οὕτω γὰρ νοοὺντες, οὐκ ἃν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν· οὐδὲ γὰρ αὐτῷ τῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ, καθεζομένῳ ἐν οὐρανῷ ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύναται τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἡσαΐας, “ τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν “ σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ ” ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ, νοητά· πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ Πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ· τῶν δὲ ἀσεβῶν, πόρρω αὐτοῦ τυγχανόντων· περὶ ὧν φησὶν ὁ Προφήτης, “ ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ, καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους, ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι· τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς· ὥσπερ καὶ ὁ Σωτῆρ’ φησι· “ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων·’’ ἀλλὰ καὶ τὸ “ καθίσας ἐν δεξιᾷ, τοιοῦτόν ἐστιν· ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος, καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ ὁ ὑπὲρ ἄνω πάντων γενόμενος Ἰησοῦς, διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν. Πόλλα μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ’ αὐτοῦ ἐπιστασίας, καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα· πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα· τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα. οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ Υἱός· δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν, ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ· ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἀν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ Κυρίου τῶν κυριευόντων, κυριεύειν ὣν κυριεύει· ὅθεν “ ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν, ἐκάθισεν “ αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς “ καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος “ ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῶ “ μέλλοντι. εἰκὸς γὰρ εἶναι τινὰ καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν, οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πόθεν δὲ τῷ Ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἣ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ Ἁγίου Πνεύματος; Πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐξεταστέον. Φανεροῦ ὄντος, ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ λόγῳ τοῦ Θεοῦ· “ οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα, καὶ τὸ δεῖ δὲ αὐτὸν βασιλεύειν, ἄχρις οὑ ἃν θῇ “ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ δηλοῖ, τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι· Ὃ μὲν οὖν τις ἐρεῖ, ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο, ἕτερος δὲ τὴν κατάταξιν τοῦ Θεοῦ, ᾗ κατατάσσει ἕκαστον, εἴς τι τάγμα παριστὰς, ἐρεῖ· τὸ δὲ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὅσα τῆς τάξεως ἐστι τῶν ὑποτασσομένων, “ καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα “ τῆ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τοῦ τὰ πάντα ἐν πᾶσι “ πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν, πότερόν ποτε ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἣ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλὴ, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ, καὶ πληρούμενον ὑπὸ τοῦ Πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἣ ἄλλως πῶς δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέν τοι γε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικότερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος· τὸ δὲ θεῖον καὶ ζωοποιὸν πᾶσαν τὴν ἐκκλησίαν, ἢ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεῖα. Πῶς δὲ ἡ Ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος, ἀλλ’ αὐτοῦ πληρουμένου· δόξει γὰρ ἀκολουθότερον ἃν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον. Αὐτὸς ὃς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἀεὶ πλήρωμα, οὐκ ἃν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. Ὅρα δὲ, εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων, ὅτι καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ Υἱοῦ πρὸς τὰ λογικὰ, ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. Καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν· κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις τούτου τοῦ βασιλέως. οὐδὲν δὲ οὕτως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ λογικῶν καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πὼς ὂν, ὅτε λείπει τῶν εὐργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστὸς, λείπων τοὐτοις πρὶν προσέλθωσιν.