ΚΕΦ. Η. ὅτι ὑπὸ κτίσιν ἦσαν οἱ ἐν νόμῳ. Λέγω δὲ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ’ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτι ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Νήπιον ἐνταῦθα, οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην· δεικνὺς ὅτι ὁ Θεὸς μὲν ἐβούλετο ἐξ ἀρχῆς ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμον εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου ἡλίου καὶ σελήνης γίγνονται· εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ’ ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τουπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα, ἐν ὑπηρέτου καθίστησι τάξει. (Θεόδωροσ.) Ἄλλος φησὶ, οὐσίᾳ μὲν ὑπέθετο τὴν ἀρετὴν ὁ Ἀπόστολος, τῇ περὶ τὸν Θεὸν ἀγάπῃ καὶ τῇ περὶ τὸν πλησίον γνωριζομένῃ· χρῆσιν δὲ αὐτῆς οὐκ εἰς δέον, τῷ τἀναντία διαπραττομένους ἀφανίζειν αὐτῆς τὴν ὑπόστασιν· ὑπὸ ἐπιτρόπους τοίνυν καὶ οἰκονόμους γεγόναμεν, ἴνα η συνεχὴς τούτων παρατήρησις εἰς ὑπόμνησιν ἄγῃ πάντοτε ἡμᾶς τοῦ δεδωκότος Θεοῦ τοὺς νόμους· καὶ οὕτω σωφρονέστερον βιοῦντες, μὴ τὴν παραδοθεῖσαν ἡμῖν παραφανίζωμεν οὐσίαν· ἄχρις ἂν ἡ τότε ἐπιστᾶσα τελειότης, βεβαίαν καὶ ὁλοτελῆ τῆς οὐσίας παράσχῃ τὴν ἀπόλαυσιν· ἅτε δὴ καὶ φυλάττειν τότε ἀκέραιον τὴν πατρῴαν δυναμένοις κληρονομιαν. Ὅτε δὲ καὶ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Τοῦ Χρυσόστομου. Δύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως· κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν· ἅπερ οὐδενὶ δυνατὸν ἦν ἢ αὐτῷ κατορθώσειν μόνῳ. τίνα δὲ ταῦτα ἦν; ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι· ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ φησὶ, καὶ “ ἵνα τὴν υἱοθεσίαν “ ἀπολάβωμεν·” καλῶς εἶπεν “ ἀπολάβωμεν·” δεικνὺς ὁφειλομένην· ἄνωθεν γὰρ ταῦτα ἐπήγγελτο, καθὼς καὶ αὐτὸς διὰ πολλῶν ἔδειξε, τὰς πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γεγενημένας· καὶ πόθεν δῆλον ὅτι γεγόναμεν υἱοὶ φησί; εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ Πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν· οὐ γὰρ ἂν ἐδυνήθημεν καλέσαι πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν· εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης, ἀφεῖναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τὰ ὀπίσω; (Θεόδωροσ.) Ἄλως φησὶ, ἠκολούθει τότε τῇ δόσει τοῦ Πνεύματος τὰ γινόμενα θαύματα· ὅπερ ἀναμφίβολον αὐτοῖς τὴν δόσιν ὡς εἰκὸς ἐποίει τοῦ Πνεύματος· ἐντεῦθεν δὲ καὶ τὸ τῆς υἱοθεσίας μετειληφέναι ἐπίστευον· ὅθεν καὶ αὐτὸς θαρρήσας τῷ ἰσχυρῷ τῆς ἀποδείξεως, ὡς ἅτε δὴ ἀπὸ τῶν πραγμάτων εἰλημμένων τῶν καὶ παρ’ αὐτοῖς ἀναμφιβόλων ἐπάγει, Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὕτως οὐδὲ μία σοι, φησὶ, πρὸς τοὺς ὑπὸ νόμον ζῶντας κοινωνία λοιπόν. Ἀλλὰ τότε οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε, Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενος φησὶ, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακή· καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν. νῦν δὲ καὶ Θέους οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι τότε μὲν ἐσκοτισμένοι καὶ ἐν πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ ὅτε ἔγνωτε Θεὸν, μᾶλλον δὲ ὅτε ἐγνώσθητε παρ’ αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς καμόντες εὕρετε τὸν Θεὸν, ἀλλ’ ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο· ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μὴ δὲ μίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. (Σευηριανοῦ.) Ἄλλος φησὶ, νῦν βούλεται δεῖξαι, ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτὰς, ὥσπερ εἰδωλολατρεῖ ταῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὢν, ἄλλως δουλεύων· καὶ οὐ νόμον τηρεῖ, πέπαυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν, οὐ κατηγόρησεν ὡς πονηρῶν, ἀλλ’ ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν. (Εὐσέβιοσ.) Ἄλλος πάλιν ὧδε φησὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, τὸ γνήσιον τηρῶν· μετ’ ἄρθρου εἶπε τὸν υἱὸν αὐτοῦ· τὸν ὄντα υἱὸν, γενόμενον ἐκ γυναικός. ἐπειδὴ γὰρ γυνὴ προεξένηκεν κεν ἁμαρτίαν, ἐκ γυναικὸς ὁ σώζων· ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι· στοιχεῖα δέ φησι, τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ’ αὐτοῦ, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις· κατεχομένην δὲ, ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων· πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, ᾧ ἀπέκειτο ταῦτα· εἰ οὖν καλεῖς ὁ Πατὴρ, δηλονότι γέγονας υἱὸς, καὶ μαρτυρεῖ σοι τὸ Πνεῦμα· “ εἰ δὲ υἱὸς, καὶ κληρονό- “ ’μὸς Θεοῦ διὰ Χριοτοῦ.” τουτέστιν, ἐκ χαρίσματος οὐκ ἐκ φύσεως. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ὦ Γαλάται, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. τοῖς εἰδώλοις· πῶς πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην ἐπιστρέψαι ἐπὶ τὰ στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθεν; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε· ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι, “ ἀλλὰ “ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι “ θεοῖς, δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· “ μᾶλλον δὲ γων- “ σθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ; πάλιν νομίζει τις, ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται. τὸ γὰρ πάλιν ἐπιστρέψαι, ἀναδραμεῖν ἐστιν ἐπ’ ἐκεῖνα ἀφ’ ὧν τις ἐξῆλθεν· οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, στοιχεῖα, κατὰ ταύτην τὴν ἀκολουθίαν, Ἑλληνικοῦ νομίζεται· εἰδῶμεν τι λέγει τὰ ἑξῆς· “ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε·” ἑρμήνευσε τί ἐστι τὸ “ ἐπιστρέφετε·” τὸ “ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε.” Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς μή πὼς εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ ἸουδαΪσμόν ; ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας· καὶ πρὸς τὰ δύο ταῦτα μεταχειρίζεται τὰ φάρμακα· ἔστω φησίν· ἦτε ἀγνοοῦντες Θεόν· νῦν δὲ γνόντες αὐτὸν, μᾶλλον δὲ γνωθέντες ὑπ’ αὐτοῦ, πῶς πῶς πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος· οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ αὐτῶν τοῦ ποτὲ, καὶ περὶ ἀναδρομῆς τῶν Ἰουδαϊζόντων ἐπὶ ’τον νόμον. (Χρυσοστόμου.) Ἄλλος φησὶ, ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον αὐτοῖς περιτομὴν ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ νουμηνίας· “ φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς·” ὡσανεὶ ἔλεγεν, ἀναμνήσθητέ μου τῶν κόπων, τῶν πόνων τῶν εἰς ὑμᾶς· μὴ κενώσητέ μου τοὺς τοσούτους ἱδρῶτας· εἰπὼν δὲ “ φό- “ βουμαι” καὶ τὸ “ μήπως” προσθεὶς, καὶ εἰς ἀγωνίαν αὐτοὺς ἐνέκαλε, καὶ εἰς ἐλπίδας χρηστάς· οὐ γὰρ εἶπεν εἰκῆ ἐκοπίασα, ἀλλὰ μήπως· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην· εἶτα ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει λέγων, Γίνεσθε ὡς ἐγώ· ὅτι κἀγὼ ὡς ὑμεῖς. ταῦτα πρὸς τοὺς ἐξ ουδαίων· κἀντεῦθεν πείθων αὐτοὺς ἀποστῆναι τῶν παλαιῶ εἰ γὰρ καὶ μηδένα ἕτερον ἔχετε ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαρρῆσαι ῥᾳδίως· ἴστε γὰρ σαφῶς φησὶ, πῶς μεθ’ ὑπερβολῆς πολλῆς λῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος σφοδρότητος αὐτὸν εἴασα μετὰ ταῦτα· καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται· καὶ ὅταν ἕτερον ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. (Εὐσέβιοσ.) Ἄλλος φησὶ, καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην, οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλὰ ἐπειδὴ Ἰουδαΐζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθε, λέγει, Ἀδελφοὶ δέομαι ὑμῶν. Ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ· ἀδελφοὺς δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ’ αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός. Σευηριανόε. Μῆ γὰρ ἄλλην τινὰ ἔσχον λύπην πρὸς ὑμᾶς καὶ διὰ τοῦτο ἐπιπλήττω. Χρυσοστόμου. Καὶ δηλῶν, ὅτι οὐ μίσους οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει κεἰ τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτὸν, καὶ μετ’ ἐγκωμίων τὴν ἀπολογίαν τίθησι· διὸ φησὶ, Δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε· οἴδατε δὲ, ὅτι δι’ ἀσθένειαν τῆς σαρκός μου, εὐαγγελισάμην ὑμῖν καὶ τὸν πειρασμόν μου τὸν ἐν τῆ σαρκί μου οὐκ ἐξουθενήσατε. Οὐ μόνον οὐκ ἠδικήσατέ με φησὶν, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε περὶ ἐμὲ εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοσαύτης ἀπολαύσαντα θεραπείας ἐκ κακονοίας ταῦτα λέγειν· εἰ τοίνυν μἠ δι’ ἐπάχθειαν ταῦτα λέγω, λείπεται διὰ φιλοσοφίαν καὶ κηδεμονίαν· ἠλαυνόμην γάρ φησιν· ἐμαστιγούμην· μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου· τοῦτο γάρ ἐστι “ τὸ πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενή- “ σατε οὐδὲ διεπτύσατε·” ἀλλ’ ὅμως, οὐδὲν ὑμᾶς τούτων ἐσκανδάλισε φησίν· οὐδὲ διεπτύσατε τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πείρας . . . . . . . . . . . καλεῖ. Ἄλλην γραφὴν παρέθετο Εὐσέβιοσ ὁ Ἐμίσης, ἔχουσαν οὕτως, “ Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου, οὐκ ἐξουθενή “ σατε·” καὶ φησίν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς ἐπειράζεσθε δοκιμαζόμενοι, εἴγε προσίεσθέ με καὶ τὸν δι’ ἐμοῦ κηρυττόμενον λόγον, ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις· τὰ οὖν ἐμὰ πάθη, καὶ οἱ διωγμοὶ, ὤ Γαλάται, ὑμέτερος ἦν πειρασμός. Ἀλλ᾿ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με. Χρυσοστόμου. Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον μὲν καὶ ἔλαυνόμενον ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; τίς οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν, ἐδώκατέ μοι· ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν. τίς ὑμᾶς φησὶν, ἐξαπάτησε καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ὑμᾶς; οὐχ ὑμεῖς ἐστὲ οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; διὰ τοῦτο μὲν οὖν μειζόνως ἐχρῆν τιμᾶν καὶ θεραπεύειν· ἐγὼ γάρ φησι, οὐκ οἰδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. καὶ ὅρα μεθ’ ὅσης ἀπολογεῖται ταπεινοφροσύνης· οὐ γὰρ ἀφ’ ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι· οὐδὲ γὰρ εἶπεν οὕτως· καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία πάσχοντα δι’ ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ’ ἀφ’ ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων, πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ’ ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα, τοῖς ἐναντίοις ἀμεί- ψασθαι; Θεόδωροσ. Τὸ οὖν “τίς” ἐνταῦθα, ἀντὶ τοῦ ποῦ ὁ μακαρισμός; οἴχεται, ἀπώλετο· καλῶς οὐκ ἀποφηνάμενος, ἀλλὰ δι’ ἐρωτήσεως ἐνδειξάμενος. Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Τοῦ Χρυσοστόμου. Ἔστι ζῆλος καλὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὅταν τις οὕτως ζηλοῖ, ὥστε ἐκκαλεῖν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ οὗτοι νῦν ἐπιχειροῦσι· τῆς μὲν τελείας γνώσεως ἐκκαλεῖν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν· δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθηνται διδασκάλων, ὑμᾶς δὲ τοὺς ὑψηλοτέρους αὐτῶν ὄντας, ἐν τάξει καταστήσωσι μαθητῶν· τῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ ἵνα αὐτοὺς ζηλοῦτε· ἐγὼ δὲ, τοὐναντίον βούλομαι φησὶν, ὑμᾶς αὐτῶν κανόνα καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων· ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων, Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ . . . . . . . . . . . . . . τοῦτό ἐστι, τὸ μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν γνώμην ἔχειν, ἀλλὰ καὶ ἀπόντος. Ἐπειδὴ δὲ ἐκεῖνοι, οὐδέπω πρὸς τοῦτο ἦσαν τελειότητος ἀφιγμένοι, πάντα ποιεῖ ὥστε εἰς τοῦτο αὐτοὺς ἐμβιβάσαι. (Σερηριανόε) Ἄλλος δέ φησι εἰς τὸ “τίς οὖν ὁ μακαρισμός; ἀντὶ τοῦ οὐδείς· ἣ οὕτως· τὸ τηρεῖν νόμον, ἢ τὸ πίστει ζην· καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως, μὴ τηροῦντες νόμον, ἀλλ’ αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν, ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς, ὄφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἢν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς· καὶ ὑμεῖς οὐν τοιαῦτα πράττετε, ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ· ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με, τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε. Παιδία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦ Χρυσοστόμου. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις· εἶδες ἀθυμίαν Ἀποστόλῳ πρέπουσαν; διεφθείρατε φησὶ, τὴν εἰκόνα· ἀπωλέσατε τὴν συγγένειαν· τὴν μορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ διαπλάσεως· ἀλλ’ ὅμως ἐπεὶ τέκνα καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα· καὶ τοῦτο μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ’ ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον οὐχ ὑφ’ ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνουσιν, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτως καὶ ὁ μακάριος οὗτος· καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι· ὅσῳ καὶ φιλοστοργία μείζων· καὶ τὸ ἁμαρτηθὲν, οὐ τὸ τύχον ἢν. Θεόδωροσ. Τὸ δὲ πάλιν, ὥστε τῶν παλαιῶν ὠδίνων ἀγαγεῖν εἰς μνήμην· τὸ δὲ “ ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,” ἐπίτασιν ἔχει τοῦ πάθους, οὐδὲ γὰρ εἰδότος ἐστι ποῦ ποτε στήσεται αὐτῷ τὰ τῶν ὠδινῶν. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Χρυσοστόμου. Οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ’ ἐπιξητεῖ καὶ τὴν παρουσίαν· τοιοῦτον γὰρ ἡ ἀγάπη· τίνος δὲ ἔνεκεν ζητεῖ τὴν παρουσίαν; ὥστε “ ἀλλάξαι τὴν φωνήν μου” φησίν· ὀλοφυρμὸν κινῆσαι καὶ δάκρυα, καὶ πάντας εἰς θρῆνον ἐπισπάσασθαι· διὰ γὰρ ἐπιστολῆς, οὐκ ἦν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ζητῶν. (Εὐσέβτοσ.) Ἄλλος φησὶν, ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ, τὸ “ ἤθελον ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι “ τὴν φωνήν μου·’’ αὐτὰ ταῦτα νῦν ὑμῖν κηρύττειν, ἃ οἱ ταράττοντες λέγουσί με κηρύττειν ἀλλαχοῦ· καὶ ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰ νόμιμα τηρεῖν· ἄρα οὐκ ἃν αὐτοὶ ὑμεῖς οἱ τότε μὲν παρ’ ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ’ ἐμέ· θαυμάζω γὰρ εἰ ἐκεῖνα ἀκούσαντες παρ’ ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ, ἄλλα δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι. Οτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γάρ φησι, τί εἴπω οὐκ ἔχω τί λογίσομαι πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ διὰ τῶν κινσύνων οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἄθροον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαίζειν ἀναγκαζόντων ἐκκρέμασθαι. ἐπειδὴ οὖν ὠλοφύρατο, καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον· καὶ δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι· τότε μὲν οὖν ἀπὸ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε· νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν ἀλλ’ ἀναχωρεῖν· ὅπερ ἢν ἰσχυρότατον. Θεόδωροσ. Καλὴ δὲ καὶ ἡ πρὸς ἐκείνους ἀποστροφὴ τῶν λόγωι διὰ γὰρ πάντων φαίνεται ὁ Ἀπόστολος ὑπὸ τῆς τῶν γεγονότων ὀργῆς συνεχεῖς τὰς μεταβολὰς δεχόμενος, καὶ τὰ μὲν πρὸς τούτους ἀγανακτῶν, τὰ δὲ πρὸς ἐκείνους, τὸ δὲ καὶ ἀλγῶν ὡς ἐπὶ τέκνοις ἀπολωλόσι· καὶ ὅλως ἀκριβῶς τίς σκοπούμενος, πολλὴν ἴδοι ἃν ἐν τοῖς γεγραμμένοις τῶν παθῶν τὴν ἐναλλαγήν. ΚΕΦ. Θ. Ὅτι ἐν τῇ ἐλευθέρᾳ γυναικὶ τοῦ Ἀβραὰμ καὶ τῷ γνησίῳ παιδὶ ὑποτυπωθέντας, οὐ χρὴ δουλοῦσθαι νόμῳ. Λέγετέ μοι ὑμεῖς οἱ ὑπὸ νόμου θέλοντες εἶναι. Χρυσοστόμου. Καλῶς εἰπεν “ οἱ θέλοντες·” οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν· νόμον δὲ ἐνταῦθα, τὸ βιβλίον τῆς κτίσεως καλεῖ· ὅπερ πολλάκις ποιεῖ, τὴν παλαιὰν πᾶσαν οὕτως ὀνομάζων. “ ὅτι “ Ἀβραὰμ, δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ “ τῆς ἐλευθέρας·” πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, ἐπειδὴ πολλὴ παρὰ τοῖς Ἰουδαίοις τοῦ πατριάρχου ἦν ἡ δόξα· ἣν δείκνυσιν, ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο· καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραάμ· ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν υἱοὶ τοῦ πατριάρχου· ἀλλ’ ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσιν ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής· τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, κατ’ ἐπαγγελίαν. Επειδὴ ἔλεγεν ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου τούτους φησὶ υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο, ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενόμενος, καὶ υἱὸς καὶ γνήσιος ἦν· ἀπὸ νεκρῶν σωμάτων φὺς καὶ ἀπὸ τῆς μήτρας ἐκείνης· οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσατο, ἀλλ’ ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν· ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ’ ἐκεῖνος τοῖς τῆς φύσεως θεσμοῖς καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται· ἀλλ’ ὅμως ὁ μὴ κατὰ σάρκα, τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα, καὶ πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων· ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ’ ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὣν γνήσιος καὶ ἐλεύθερος, κύριος πάντων ἦν. Ἁτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· ἡ μὲν ἱστορία αὕτη· οὐ τοῦτο δὲ μόνον παραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει, διὸ καὶ ἀλληγορία κέκληται· τί δὲ ἀνηγόρευεν ἕτερον ἣ τὰ παρόντα πάντα ; (Θεόδωροσ.) Καὶ ἄλλος δὲ ἀλληγορίαν, φησὶν, ἐκάλεσε, τὴν ἐκ παραθέσεως τῶν ἤδη γεγονότων πρὸς τὰ παρόντα σύγκρισιν· ὥσπερ γάρ, φησιν, ὁ Ἰσμαὴλ κατὰ σάρκα γεγέννηται, οὕτως καὶ ἐνταῦθα ὁ νόμος τοὺς ὑπ’ αὐτὸν ἐβούλετο πολιτεύεσθαι καὶ τὴν ἐκεῖθεν δικαίωσιν δέχεσθαι· καὶ ὥσπερ ὁ Ἰσαὰκ κατὰ χάριν γεγέννηται· τοῦτο γὰρ ἡ ἐπαγγελία τῆς ἀκολουθίας τοῦτο μὴ βουλομένης, οὕτως καὶ τῶν κατὰ Χριστὸν ὁ σκοπὸς οὗτος ἦν καὶ τὸ τέλος· λυθῆναι μὲν τὸν θάνατον, ἀναστάντας δὲ ἅπαντας τοὺς πώποτε γεγονότας ἀνθρώπους, ἐν ἀθανάτῳ διάγειν τῇ φύσει, μηδαμῶς ἁμαρτεῖν ἐπιδεχομένους ἔτι, διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἔτι τότε χάριν τοῦ πνεύματος. ἔστι δὲ ἀκολουθία μὲν γινομένη φύσεως, ἡ εἰς τόνδε τὸν βίον τῶν τικτομένων πάροδος· ἐφ’ οὗ τὴν κατὰ νόμον πολιτείαν χώραν ἔχειν συμβέβηκε· χάριτος δὲ ἡ γέννησις ἐκείνη, καθ’ ἣν ἀνιστάμενοι πάντες, εἰς τὴν μέλλουσαν ζωὴν ἀποτίκτονται. (Σευηριανόε.) Καὶ ἄλλος δὲ ὧδε φησὶ, νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία, οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει· οἷόν ἐστι, τὸ “ φιλη- “ σάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, τοῦ ἐν τοῖς ἄσμασι τῶν ἀσμάτων. ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροί· ἕτερόν τι, ἀλλὰ ἄλλα δι’ ἄλλων εἰσάγεται καὶ τοῦτό ἐστι ἀλληγορίας εἶδος κύριον· ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγηται καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται· ἡ οὖν δι’ . . . προφητεία, ἀλληγορία νῦν ὠνόμασται· τῶν γὰρ προφητειῶν, αἱ μὲν εἰσὶ διὰ λόγων μόνον, ὡς τὸ “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται·” ἡ δὲ δι’ ἔργων μόνον, ὡς Μωῦσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ ἡ δὲ καὶ δι’ ἔργων καὶ διαλόγων, ὡς τὸ πρὸς Ἱερεμίαν ῥηθὲν, τὸ “ λάβε περίζωμα καινὸν, καὶ περιθοῦ, εἶτα θάψον αὐτὸ παρὰ τὸν “ Εὐφράτην· καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό” φησιν “ ἐκεῖθεν.” Ἕως γὰρ τούτου, δι’ ἔργων ἡ προφητεία· τὸ δὲ ἑξῆς, καὶ διὰ λόγων ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ “ περιεθέμην, καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους, καὶ σαθρωθέντας καὶ φθαρέντας “ ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ·” νῦν οὖν τὴν δι’ ἔργων προφητείαν, ἀλληγορίαν ὠνόμασεν. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. Χρυσοστόμου. Αὗται τίνες ; αἱ μητέρες τῶν παιδίων ἐκείνων, ἡ Σάρρα καὶ ἡ Ἅγαρ. τι εἰσι δύο διαθῆκαι ; δύο νόμοι· ἀλλ’ ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινε τῇ προσηγορίᾳ τοῦ γένους· καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν· πῶς ἀπὸ τῶν ὀνομάτων ; Τὸ γὰρ Ἅγαρ Σινὰ ὄρος ἐστὶ ἐν τῆ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινὰ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ, ὥστε τοὺς ἀπὸ παλαιᾶς τικτομένους πάντας, ἀνάγκη δούλους εἶναι· τὸ γὰρ ὄρος ἐκεῖνο ἔνθα ἡ παλαιὰ διαθήκη ἐδόθη ὁμώνυμον τῇ δούλῃ, περιλαμβάνει καὶ τὴν Ἱερονσαλήμ· τοῦτο γάρ ἐστι “ συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ· τουτέστι, γειτνιάζει, ἅπτεται· τι οὖν ἐκ τούτου ; ὅτι οὐ μόνον ἐκείνη δούλη ἦν καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, Τουτέστιν ἡ διαθήκη, ἧς τύπος ἡ δούλη· καὶ γὰρ Ἱερουσαλήμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ οὖν τῷ ὄρει, καὶ ἡ διαθήκη δέδοται. ποῦ οὖν καὶ τῆς Σάρρας τύπος ; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μητὴρ ἤμων. Ἡ ἄνω ποία ; ἡ ἐν τῷ οὐρανῷ· αὐτὴ γὰρ οὐχ ὑπόκειται νόμῳ, τοῦτο γάρ ἐστιν ἐλευθέρα ἐστίν. οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμενοι, οὐ δοῦλοι. (Θεόδωροσ.) Καὶ ἄλλος δέ φησιν, Ἀραβία τὸ παλαιὸν, οὐχ νῦν οὕτως ὀνομαζομένη μόνον ἐλέγετο, ἀλλ’ Ἅγαρ ἥτε ἔρημος πᾶσα καὶ τὰ περὶ αὐτὴν οἰκούμενα μέρη· καὶ μὴν καὶ τῆς Αἰγύπτου μέρος οὐκ ἐλάχιστον· τοῦτο οὖν θέλει εἰπεῖν περὶ τῆς λγαρ, ὅτι τῇ παρ’ ἡμῖν Ἱερουσαὴμ, τουτέστι τῇ κατὰ τὸν βίον τοῦτον θεωρουμένῃ ἰσοδυναμεῖ ἡ Ἅγαρ· ταύτην ἡμῖν τὴν τάξιν ἐπεχούσης τῆς νῦν Ἱερουσαὴμ, ἐφ’ ἧς τὰ τῆς διαθήκης ἐκείνης νόμιμα πληροῦται πρὸς τὰ προσδοκώμενα· ὧν δεῖ καὶ τεύξεσθαι ἐπὶ τοῦ μέλλοντος ἐλπίζομεν αἰῶνος, ἣν ἐπεῖχεν ἡ Ἅγαρ πρὸς τὴν Σάρραν κρινομένη· τὸ μέντοι “ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς’’ οὐ περὶ τῆς Ἅγαρ λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ Σινᾶ δοθείσης Θιαθήκης. Καὶ ἄλλοι δὲ πάλιν φησὶν, οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ’ ἐπειδὴ οἱ Σαρακηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. Ἐν δὲ τῷ Σῆ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν. ἀπὸ δὲ τοῦ Σινὰ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραὴλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. Διὰ τοῦτο ἐπήγαγεν “ συστοιχεῖ τῇ νῦν Ἱερουσαλὴμ’’ “ δουλεύει δὲ “ μετὰ τῶν τέκνων αὐτῆς,” ὅπου γῆς ἐπαγγελία καὶ κτῆσις καὶ γάμος, καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ. Ὅπου δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία. Οὐ γὰρ h ἀρ’ κεῖται τοῖς τύποις. Ἀλλὰ καὶ τὸν Ἠσαίαν προστίθησι μαρτυροῦντα τοῖς εἰρημένοις. Εἰπὼν γὰρ ὅτι ἡ ἄνω Ἰερουσαὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον. “ Εὐφράνθητι γὰρ, στεῖρα,” φησιν, ἡ “ οὐ τίκτουσα ῥῆξον, καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ “ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.’’ τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου ; οὐκ ἄδηλον ὅτι ἡ τῶν ἐθνῶν ἐκκλησία τῆς τοῦ Θεοῦ γνώσεως ἀπεστερημένη. τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα ; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή ; ἀλλ’ ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα· ἐκείνη μὲν γὰρ, ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς ἐκκλησίας τέκνα τὴν Ἐλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἐνέπλησεν ἅπασαν. εἰδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάρρα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλλοντα ὑμῖν ὑπέγραψε ; σκόπει δέ· στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην· ταῦτα τυπικῶς ἐπὶ τῆς Σάρρας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μητήρ· τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη· ἀλλὰ καὶ πῶς ἐγένετο μητὴρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν προσαγάγῃ τῇ ἀληθείᾳ τὸν τύπον. διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς δὲ ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ ἐκκλησία ὥσπερ ἡ Σάρρα· οὐδὲ μόνον πολύπαις ἐγένετο ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν h Cod. οὐ γὰρ κεῖται δεῖ corr. ex Edd. ὥσπερ ἡ Σάρρα· καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις, ἀλλ’ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκεν· ὁ γὰρ λόγος τοῦ Θεοῦ ὁ ει'ρηκὼς “ κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῆ Σάρρα “ υἱὸς,’’ οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν, οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας· φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ τὰ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων καθάπερ ἐν νηδύι τινὶ διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον· οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροι ἐσμεν· καὶ ποία αὕτη ἐλευθερία ἴσως εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδα-ιοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστούς· οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται· ταῦτα γὰρ τότε συνέβαινε τῶν πιστῶν διωκομένων· ἀλλὰ μὴ δὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ Πνεῦμα, οὕτω καὶ νῦν· ἀλλὰ τί λέγει ἡ γραφή ; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν· αὕτη ἡ παράκλησις πᾶσα, τὸ δειχθῆναι ὅτι δεῖ τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι ; οὐχί φησι· ἄκουσον γὰρ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανήν· οὐ μικροψυχῶν τοῖς διωγμοῖς ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· “ οὐ γὰρ μὴ κληρονομήσῃ “ μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας·” εἶδες τὰ ἐπίχειρα τῆς προκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου ; ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός· σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων· οὐ γὰρ εἶπεν ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο μόνον, ἀλλ’ ἵνα μὴ κληρονομήσῃ· δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς, τοῦτο ἄνωθεν τετυπωμένον ἦν· ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; ὥσπερ γὰρ ἐν ὀλίγοις τοῖς ἔμπροσθεν ἔτεσι μὴ τίκτουσα ἡ Σάρρα, ἐν ἐσχάτῳ γήρᾳ γίνεται μητὴρ, οὕτω καὶ αὕτη ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου τίκτει. (Θεόδωροσ.) Ἄλλος δέ φησι, οὐ τὸ τῆς πίστεως καὶ ἐπαγγελίας μόνον ἐντίθησιν ὄνομα, ἀλλὰ γὰρ καὶ τὸ τοῦ Πνεύματος· ἅτε δὴ προσδοκώντων ἡμῶν τῇ μετουσίᾳ τοῦ Πνεύματος τὴν ἀπόλαυσιν δέξασθαι τῶν μελλόντων· οὑτωσὶ δὲ καὶ ἐπὶ τῶν κατὰ νόμον τὸ τῆς σαρκὸς, ἅτε δὴ κατὰ τὸν παρόντα τουτονὶ υἱὸν χρησιμεύειν τοῦ νόμου δυναμένου· σάρκα γὰρ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον λέγει, ὅταν μὴ τὴν ἡμετέραν ὀνομάζῃ φύσιν. οἱ τοίνυν τοῦ νόμου προεστάναι δῆθεν βουλόμενοι, τὰ τῆς χάριτος ἀπελαύνουσιν, ὥσπερ καὶ ὁ Ἰσμὴλ τὸν Ἰσαάκ· “ ἀλλὰ τί λέγει ἡ “ γραφή ;" καὶ τὰ ἑξῆς· οὐδὲ γάρ ἐστι τίς κοινωνία τῶν παρόντων καὶ τῶν μελλόντων· οὐδ’ ἔχει χώραν τὰ νόμιμα ἐπὶ τῆς καθ’ ἡμᾶς διαίτης, ἣν κατὰ τύπον πληροῦμεν τῆς ἀναστάσεως· καὶ λοιπὸν ὡς ἀπὸ τῶν προκειμένων ἐπισυλλογίζεται, Ἄρα ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Χρυσοστόμου. ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν ἀλλ’ ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων· πῶς οὖν οὐκ ἄτοπον τοὺς πρὸ τοσούτων ἐτῶν ἀφορισθέντας, καὶ ἐλευθερίας τυχόντας, ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; εἶτα καὶ ἄλλην αἰτίαν τίθησι, τὴν πείθουσαν αὐτοὺς μένειν ἐπὶ τῶν δογμάτων. Τῇ ἐλευθερίᾳ οὖν ἧ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε. Μῆ γὰρ ἑαυτοὺς ἠλευθερώσατε ὅτι πάλιν ἐπὶ τὴν προτέραν τρέχετε δεσποτείαν ; ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακὼς, ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν· ὁρᾷς δι’ ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης ; πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους, δούλους ἀντ’ ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀχάριστοι καὶ ἀγνώμονες δειχθήσονται· τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐδὲ δυνατὸν τοῦτο· οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὑμῶν ὁ νόμος ἅπαξ, ἑτέρου παρ’ αὐτοῦ πάντας ὑμᾶς πριαμένου· “ στήκετε’’ δὲ εἰπὼν, τὸν σάλον ἔδειξεν. Καὶ μὴ ζυγῷ δουλείας πάλιν ἐνέχεσθε. τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι, τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῶ δὲ “ πάλιν’’ εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσιν ἀναισθησίαν· εἰ μὲν γὰρ ἄπειροι νῦν ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· εἰ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτίον τοῦ ζυγοῦ, εἶτα ὑποτίθετε ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἃν ἦτε δίκαιοι συγγνώμης τυχεῖν ; ΚΕΦ. Ι. Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πόθος. Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει ; αὐτὸς μὲν τοῦτο οὐ κατεσκεύασεν, ἀλλ’ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπόν· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν· ” ὅπερ ἦν θαρροῦν. τος οἷς λέγει· ὑμεῖς δὲ ὅσον οἷόν τε ᾖ, τὰ παρ’ ἑαυτῶν προσθήσετε. Πῶς οὖν οὐδὲν ὠφελεῖ τὸν περιτεμνόμενον ὁ χριστός ; ὁ περιτεμνόμενος ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δεδοικὼς ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος· ὁ δὲ ἀπιστῶν οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης· πάλιν ἑτέρως ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουόμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι ; Εἶτα εἰπὼν “ οὐδὲν ὠφελήσει·” αἰνιγματωδῶς καὶ διὰ βραχέων, καὶ τὴν ἀπό δεῖξιν τίθησιν οὕτω λέγων, Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἴνα γὰρ μὴ νομίσῃς κα ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω φησὶν, ἀλλὰ καὶ “ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι “ ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” ἀλλήλων γὰρ ἔχονται τὰ νόμιμα· καὶ καθάπερ τις ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρων, οὐκέτι κύριός ἐστι τὸ ἣ τὸ ποιεῖν· ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις, οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἃν δέξῃ μι- κρὸν τοῦ νόμου· καὶ ὑπαγάγῃ ἑαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λειπόμενον λοιπὸν, ἀλλ’ ἡ κόλασις ἀπαραίτητος· τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν ; κατασείσας τοίνυν αὐτῶν τῷ φόβῳ τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον ὃ μέλλουσιν ὑπομένειν, ἐγγύθεν ἀνοίγνυσιν αὐτοῖς τῆς χάριτος τὸν λιμένα· διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς γὰρ διὰ πίστεως ἐν Πνεύματι, ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων δεόμεθα τῶν νομίμων φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι’ αὐτοῦ δικαιοσύνην καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. Ὅρα πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παρρησίας· ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω φησίν· ὅρα δὲ ποῦ τὴν περιτομὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν· τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστί· τὸν γὰρ μέλλοντα ἀπογράφεσθαι εἰς τὴν καινὴν διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ, ἅσπερ οὖν οὔτε ὀνίνησι. τί δέ ἐστι ”δι᾿ ἀγάπης ἐνερ- “ γουμένη ; μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν· ἐμφήνας, ὅτι ἐκ τοῦ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι, αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαι ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας· ὡσανεὶ ἔλεγεν· εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν· οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε· οὐκ ἃν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ’ ἀποροῦντος καὶ ὀλοφυρομένου· πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος ; τίς τοσοῦτον ἴσχυσεν, ὥστε ὑμᾶς ἀπατῆσαι τῇ ἀληθείᾳ μὴ πείθεσθαι, ἀλλὰ τοῖς τύποις ἐμμένειν; ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε, “ τίς ὑμᾶς ἐβάσκηνεν ; ” ἡ πεισμονὴ, οὐκ ” ἐκ τοῦ καλοῦντος ὑμᾶς·’’ οὐκέτι τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν ὥστε οὕτως σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν ὥστε Ἰουδαίζειν. (Θεόδωροσ.) Ἄλλος δέ φησι, τῆς χάριτος Θεοῦ ἦν τὸ τὸ δοῦναι τοῦ Πνεύματος τὴν χάριν, ὑποσχέσθαι τὰ μέλλοντα· τὸ μέντοι μένειν βεβαίους ἐπὶ τῆς πίστεως, οὐκ ἢν ἐκείνου ἀλλ’ ὑμέτερον· εἶτα ἵνα μήτις λέγῃ, τί τὸ πρᾶγμα ἐπαίρεις ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον καὶ τοσαῦτα θορυβεῖς· ἄκουσον πῶς φοβεῖ· οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ’ ἀπὸ τῶν μελλόντων, λέγων οὕτως, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτως καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Τουτέστι, ὅτι διορθωθήσεσθε, πιστεύω τῷ Θεῷ, καὶ τῇ ἐκείνου συμμαχίᾳ πρὸς τὴν ὑμετέραν διόρθωσιν θαρρῶ· καὶ οὐχ ἁπλῶς εἰπε πέποιθα τῷ Κυρίῳ, ἀλλὰ “πέποιθά εἰς ὑμᾶς ἐν Κυρίῳ·’’ πανταχοῦ γὰρ μετ’ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡσανεὶ ἔλεγε· τοὺς ἐμοὺς μαθητὰς οἶδα· οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαρρῶ, τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολύεσθαι οὐδὲ τὸ τυχόν· τοῦτο δὲ δι’ ὑμᾶς, τοὺς δυναμένους ἑαυτοὺς ταχέως ἀνακτήσασθαι. Ὁ δέ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις αν ῃ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάρρυνε, καὶ ἐξ ὧν ἐκείνους ἣ ἐπαράσατο, ἣ προεφήτευσε· σὺ δέ μοι σκόπει, πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. καὶ οὐχ ἁπλῶς εἶπεν οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον, εἰπὼν, “ ὅστις ἃν ” οὐ γὰρ αἰδεῖται πρόσωπον, ὅταν ἡ ἀλήθεια κρίνηται. Ἐγὼ· ἀδελφοὶ εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώ- κομαι ; Θεοδώρου. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ ουδαΐζοντα ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν· οἴδατε γὰρ, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τι δίωκομαι ; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἣ τοῦτο· τί οὖν οὐκ ἐκήρυξε περιτομήν; οὐ περιέτεμε τὸν Τιμόθεον ; οὐκ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλ’ οὐ κηρύσσω· τουτέστιν, οὐχ οὕτως κελεύω πιστε΄νειν· μὴ γάρ μοι τὴν πρόσκαιρον οἰκονομίαν εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ, τουτέστι τὸ ἐμπόδιον· τὸ κώλυμα ἀνῄρηται εἰ τοῦτό ἐστιν ὁ φατε· οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰονδαίους ὡς τὸ μηδὲν πείθεσθαι τοῖς πατρῴοις νόμοις. καὶ γὰρ Στέφανον προενεγκόντες, οὐκ εἶπον ὅτι οὗτος ἐσταυρωμένον προσκυνεῖ, ἄλλ’ ὅτι κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου· καὶ τῷ Ἰησοῦ τὸ αὐτὸ ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει· διό φησιν ὁ Παῦλος, εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ἡμᾶς, οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν φονῶσι καθ’ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ; ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν. Ἀρ’ οὑν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῇ καὶ μάτην τοσαύτὴν ἀναδείξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ ; ὁρᾶτε γοῦν ὅτι δι’ οὐδὲν ἡμῖν πολέμους ἱν οὕτως ὡς διὰ τὴν περιτομήν· οὕτως ἀνόητος ἤμην ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι καὶ σκανδαλίζειν ἑτέρους ; σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε. καὶ τοῦτο ἢν μάλιστα τὸ σκανδαλίζον Ἰουδαίους καὶ κωλύου τὸν σταυρὸν καταδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἐξίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ἐπειδὴ καλῶς ἐπαίδευσε τοὺς ἠπατημένους καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν. δεῖ δὲ ἡμᾶς συνιδεῖν αὐτοῦ καὶ ἐντεῦθεν τὴν σοφίαν· πῶς τοὺς μὲν ὡς παῖδας οἰκείους καὶ δυναμένους λαβεῖν διόρθωσιν νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας ἐκκόπτει, ἐπαρώμενος αὐτούς· καὶ καλῶς εἶπεν “ οἱ ἀναστατοῦντες ὑμᾶς.” τὴν γὰρ πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντας τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, καθάπερ αἰχμαλώτους καὶ μετανάστας. εἰ βούλονται τοίνυν, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποκοπτέσθωσαν. Ποῦ νῦν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι ταύτην, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες ; ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα φασὶν, ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν. Ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκοκόπτουσι τὸ μέρος· οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν ; Διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψύχην κάτεισιν ἡ ἐπιθυμία· ἀλλ’ οὔτε ὀφθαλμὸς οὔτε ἄλλο μέλος αἴτιον, ἀλλ’ ἡ πόνηρα προαίρεσις μόνον. ΚΕΦ. ΙΑ. Ὑπογραφὴ τῆς κατὰ Πνεῦμα ἐλευθέριος. γὰρ γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῆ σαρκί. Ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν μίγνυσι τὸν δογματικὸν, ὅπερ ἐν οὐδεμιᾷ τῶν ἄλλων ἐπιστολῶν πεποίηκε. καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. τι δέ ἐστιν, ὁ φησιν ; ἀπήλλαξεν, ὑμᾶς ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας· κυρίους ἀφῆκε τοῦ πράττειν ὅ, τι βούλεσθε· οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ’ ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον καὶ κατάρας ἀπαλλαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῆν, διορθοῦται τὴν ὑπόνοιαν λέγων, οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ’ ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμὰ, ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. εἶτα καὶ δείκνυσι τρόπον, δι’ οὓ ῥᾳδίως ἃν τὸ τοιοῦτο κατορθωθείη. τίς οὖν ὁ τρόπος ; Αλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Πάλιν ἐνταῦθα αἰνίττεται, ὅτι φιλονεικία καὶ στάσις καὶ δφιλαρχία καὶ ἀπόνοια ταύτης αἰτία τῆς πλάνης αὐτοῖς ἐγένετο. ἡ γὰρ τῶν αἱρέσεων μητὴρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. εἰπὼν γὰρ δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου, τοῦτο ἔλαβεν ἡ ἀρχὴ τὸ κακόν· ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἀμάρτημα· φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι’ αὐτῆς κακεῖνο μάθωσιν· ὁ γὰρ ἀγαπῶν ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ, παντὸς δούλου ταπεινότερον. Διὰ τοῦτο οὐκ εἶπεν· ἀγαπᾶτε ἀλλήλους ἁπλῶς, ἀλλὰ, “ δουλεύετε,’’ τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ χὰρ τὸν τοῦ νόμου ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τῆς ἀγάπης· ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα φησὶν, Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ’ ἐν τῇ ἀγάπῃ πληροῦται. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται ἵνα μὴ βαρήσῃ· οὐ γὰρ εἶπεν, ἐπειδὴ ἀλλήλους δάκνετε, ἀλλ’ , “ εἰ ἀλλήλους δάκνετε·’’ καὶ τὸ ἑξῆς ὁμοίως οὐκ ἀπεφήνατο, ὅτι ὑπὸ ἀλλήλων ἀναλωθήσεσθε, ἀλλὰ “ βλέπετε “ μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.” ὅπερ ἐστι φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος· καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο· οὐ γὰρ εἶπε, δάκνετε μόνον, ὅπερ ἐστι θυμουμένου, ἀλλὰ καὶ, κατεσθίετε, ὅπερ ἐστιν ἐμμένοντος τῇ πονηρίᾳ. δήγματα δὲ καὶ βρώσεις, οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας· πωτέρας· οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσῳ γὰρ τιμιωτέρα ψυχὴ σώματος, τοσούτῳ χαλεπωτέρα ἡ ταύτης βλάβη. βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν, καὶ τῶν δεχομένων αὐτὴν καὶ τῶν εἰσαγόντων. (Θεόδωροσ.) Ἄλλος δέ φησιν, εἰ μέλλετε, φησὶν, πρὸς οὕτω φιλονεικεῖν ἀνενδότως, οὐ μόνον οὐδὲν ὠφελεῖτε τοὺς ἁμαρτάνοντας, ἀλλὰ γὰρ τοὐναντίον ἔξω παντελῶς γενέσθαι αὐτοὺς τῆς εὐσεβείας παρασκευάζετε, ὃ καὶ καλῶς ἀναλίσκεσθαι ἐκάλεσεν· ἅτε δὴ μείωσιν ἐργαζομένων τῷ κοινῷ τῶν τῆς εὐσεβείας ἀποχωρούντων. Λέγω δὲ Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγίειαν χαριζόμενον φάρμακον. ποῖον δὲ τοῦτό ἐστι ; καὶ τίς ἡ λύσις τῶν εἰρημένων κακῶν ; τὸ Πνεύματι ζῆν· οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, Πνεύματι δὲ τῷ ἄγοντι τέκνα Θεοῦ. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος· τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Σάρκα ἐνταῦθα οὐ τὸ σῶμα λέγει· εἰ γὰρ τοῦτο φησὶ, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον ; ἐπιθυμεῖ γάρ, φησι, κατὰ τοῦ Πνεύματος, καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων. ἡ γὰρ ἐπιθυμία, οὐ σαρκὸς ἀλλὰ ψυχῆς· καὶ γὰρ ἀλλαχοῦ ποῦ φησι “ κατεπίθυ- “ ’μός ἐστιν ἡ ψυχή μου·’’ καὶ “ τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ποιήσω “ σοι·’’ καὶ “πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν “ οὕτως ἐπιθυμεῖ ἡ ψυχή μου. οἶδεν οὖν σάρκα καλεῖν οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ καὶ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ, “ ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. καὶ πάλιν, “οι δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλὰ καὶ αὐτὸ τοῦτο φησι κατηγορία του σώματος τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς σαρκὸς ὀνόματι καλεῖσθαι. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ αὐτὴν δὲ καλήν· τὸ γὰρ ἔλαττον τοῦ καλοῦ καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ’ ἐναντίον· σὺ δὲ εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος μόνον κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σε καὶ τῆς ψυχῆς κατηγορεῖν. Καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνευματικὰ πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ γραφὴ, καὶ τὴν ἐκκλησίαν πᾶσαν σῶμα λέγουσιν εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα μαθεῖν τὰ δι’ αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ δὲ λέγει, “ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ νεύματος, περὶ δύο φησὶ λογισμῶν. Οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα, εἰ γὰρ ταῦτα ἀλλήλοις ἀντίκεινται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, καὶ τὸ φῶς τοῦ σκότους· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖται πρόνοιαν, καὶ μυρία πάσχει ὥστε αὐτὸ μὴ καταλιπεῖν, πῶς ἂν ἐναντία ταῦτα εἴη ; οὐ τοίνυν περὶ τούτων φησὶν, ἀλλὰ λογισμῶν πονηρῶν καὶ ἀγαθῶν μάχην εἰσάγει· τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς. Διὰ τοῦτό φησι· “ ταῦτα δὲ ἀλλήλοις “ ἀντίκεινται,’’ ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. (Θεόδωροσ.) Ἄλλος δέ φησιν, ἀναιρετικὸν μὲν ἀθανασία, ἀθανασία δὲ θνητότητος· οὐδὲ γὰρ συμφωνεῖ ταῦτα ἀλλήλοις· ὅθεν οὐδὲ ἡμῖν ἔξεστι ποιεῖν ἅπερ βουλόμεθα, ἐπεὶ μηδὲ δυνατὸν ἐν ἐκείνοις ὄντας τὰ τῆς θνητότητος πράττειν· τὸ γὰρ ἵνα οὐκ ἐπὶ αἰτίας εἰπεν, ἀλλ’ ὡς ἀκόλουθον κατὰ τὸ οἰκεῖον ἰδίωμα. (Σευηριανόσ.) Ἄλλος πάλιν ὧδε λέγει, ζητεῖται διατί νόμον ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας· ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος· διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία, καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει, τούτου ἕνεκεν ὅτε νόμου ἢν μνήμη, ταῦτα λέγει· καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων, καὶ τῆς διὰ τοῦ Κυρίου διορθώσεως, εἰσήγαγε τὸ “ οἱ γάρ “ κατὰ σάρκα ζῶντες, Θεῷ ἀρέσαι οὐ δύνανται· “ διατί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν ; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ, οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης, ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν· τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τι καλὸν καὶ τι κακὸν, καὶ τι τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθεὶς, λέγω δὴ τὸ μὴ κατὰ σαρκὶ περιπατεῖν, ὡς λέγει ὁ Παῦλος Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Χρυσοστόμου. Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος· ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, “ οὐ φονεύσεις ; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρήζει τοῦ παιδεύοντος μὴ μοιχεύειν ; τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζων αὐτὴν ἀνασπάσαντι ; ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου μέγα εἰρηκέναι καὶ θαυμαστὸν, εἴγε ἐν τάξει τοῦ Πνεύματος ὁ νόμος ἦν, κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ· τίς γὰρ χρεία νόμου, τῷ οἴκοθεν κατορθοῦντι τὰ μείζω ; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρμακεία,εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· τοῖς· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Τί λέγεις ἐνταῦθα λοιπὸν, ὁ τῆς σαρκός σου κατηγορῶν, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι ; ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία σαρκὸς καθ’ ἡμᾶς· αἱ ἔχθραι καὶ αἱ ἔρεις καὶ οἱ ζῆλοι, καὶ οἱ ἐρέθειαι, καὶ αἱ φορμακεῖαι, τίνος ἂν εἶεν ; προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον· ὥσπερ οὖν καὶ τὰ ἄλλα, πῶς ἃν εἶεν σαρκός ; ὁρᾷς ὅτι οὐ τὴν σάρκα λέγει ἐνταῦθα, ἄλλα τὸν γεώδη λογισμόν ; διὸ καὶ φοβεῖ λέγων, ὅτι “ οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.’’ εἰ δὲ φύσεως ταῦτα πονηρᾶς καὶ οὐ προαιρέσεως πονηρᾶς, περιττῶς εἶπε “ πράσσουσιν,” οὐ γὰρ πράσσουσιν, ἀλλὰ πάσχουσι. τίνος δὲ ἕνεκεν βασιλείας έκπιπτεύουσιν ; οὐδὲ γὰρ τῶν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις· διὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Καὶ οὐκ εἶπε τὸ ἔργον τοῦ Πνεύματος, ἀλλ’ “ ὁ καρπός·” οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ Πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή ; οὐδαμῶς περιττὴ ἡ ψυχὴ, καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης, καὶ περὶ αὐτήν· καὶ ἐν μέσῳ κειμένη κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματιὸν αὐτὸ κατειργάσατο· ἂν δὲ καὶ ἀποστῇ μὲν τοῦ Πνεύματος, ἐκδῷ δὲ ἑαυτὴν τοῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν· ὁρᾷς πανταχόθεν πῶς οὐ περὶ οὐσίας ὁ λόγος αὐτῷ νῦν σαρκὸς, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς καὶ οὐ τοιαύτης ; διατὶ δὲ καρπὸν καλεῖ τοῦ Πνεύματος; ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνον· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν οὕτω λέγων, Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγα- θωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιύτων, οὐκ ἐστι νόμος· Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ’ ἑαυτῷ, καὶ διδάσκαλον καλὸν ἀπηρτισμένον κεκτημένῳ τῆς φιλοσοφίας τὴν αλὰπην ; ὡσπερ γᾶρ οί τῶν ἵππων εὐήνιοι καὶ ἀφ’ ἑαυτῶν ἀπἁντα πράττοντες οὐκ ἂν δεηθεῖεν μάστιγος, οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ Πνεύματος, οὐ δεῖται τοῦ νουθετ(??)ῦντος νόμου· πάνυ δὲ καὶ ἐνταῦθα θαυμαστῶς τὸν νόμον ἐξέβα εν· οὐχ ὡς φαῦλον, ἀλλ’ ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἵνα γὰρ μὴ λέγωσι, καὶ τίς ἐστι τοιοῦτος ; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας· σάρκας πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν· οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλεν· ἐπεὶ πῶς ἔμελλον ζῆν; τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλῶν· ἐπεὶ οὖν τοῦ Πνεύματος τοσαύτη ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκούμεθα· διὸ καὶ αὐτὸς ἐπάγει λέγων, Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι· τοῦτο γάρ ἐστι τὸ “ στοιχῶμεν” τουτέστιν, ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην· εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο ποιοῦντας, φησι, Μῆ γινώμεθα κενόδοξοι· ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Εἰς φιλονεικίαν δηλονότι καὶ ἔρεις ἀλλήλοις φθονοῦντες· ἀπὸ γὰρ κενοδοξίας φθόνος, καὶ ἀπὸ φθόνου, τὰ μυρία ταῦτα κακά. Ἀδελφοὶ ἐὰν καὶ προλήφθῃ ἄνθρωπος ἔν τινι τινι ματι. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὐτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν· τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησὶν, “ ἀδελφοὶ, ἐὰν καὶ “ προληφθῇ·” οὐκ εἶπεν ἐὰν πράξῃ, ἀλλ’ “ ἐὰν καὶ προληφθῇ·” τουτεστιν, ἔαν συναρπαγῇ· Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε μὴ καταδικάζητε, ἀλλὰ διορθοῦτε· καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ δεικνὺς ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν. Ἐν Πνεύματι πραΰτητος. Οὐκ εἶπεν ἐν πραότητι, ἀλλ’ “ ἐν Πνεύματι πραότητος” δηλῶν, ὅτι καὶ τῷ Πνεύματι τοῦτο δοκεῖ· καὶ τὸ δύνασθαι μετὰ ἐπεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ· εἶτα ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν οὕτως εἰπὼν, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὠσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν· ἵνα εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν, οὕτω καὶ ἡμᾶς ποιεῖν χρή· διὸ καὶ τὴν αἰτίαν ἀναγκαίαν τίθησι λέγων, “ σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·” καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος· πρῶτον μὲν εἰπὼν, “ ἐὰν καὶ προ- “ ληφθῇ·’’ δεύτερον, “ καὶ ἄνθρωπος·” τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα· εἶτα “ μὴ καὶ σὺ πειρασθῇς·’’ δαίμονος ἐπήρειαν μᾶλλον, ἣ ψυχῆς ῥαθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον χωρὶς ἁμαρτήματος εἰναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς γίνεσθαι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ’ ἑτέρων· ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησιν. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Τουτέστι, κοινὴ πάντες πληρώσατε δι’ ὧν ἀλλήλους φέρετε· οὕτως γὰρ ἀλλήλοις χεῖρα ὀρέγοντες, ἐν οἷς μέλλετε καταπίπτειν, δι’ ἀλλήλων κοινὴ πληρώσατε τὸν νόμον· τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς· ὥσπερ γὰρ ἐν τῷ σώματι, εἰ τὴν αὐτὴν τίς ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται, οὕτως καὶ ἐπὶ τῶν ἀδελφῶν πολὺς ἔσται πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοίημεν. (Θεόδωροσ.) Ἄλλος δέ φησι, νόμον Χριστοῦ τὴν φησίν· ἀλλὰ καὶ κοινωνῆσαι αὐτῷ τοῦ φορτίου ὀφείλεις· τοῦτο δὲ γίνεται, ὅταν διὰ παραινέσεως καὶ χρηστότητος ἐπικουφίζῃς αὐτῷ τὴν ψυχὴν, ὑπὸ τῆς τοῦ ἁμαρτήματος συνειδήσεως βεβα ρημενην. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὣν, ἑαυτὸν φρεναπατα. Πάνυ ἐνταῦθα τὴν ἀπόνοιαν κατακόπτει· ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι· πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα φέρων τὴν τοιαύτην ὑπόνοιαν. Τὸ δὲ ἔργον δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ἡμῖν· καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου· τηρίου· ὅρν δὲ αὐτὸ παραδῷς τῷ πυρὶ, τότε ἀκριβῶς τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου, οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὑπευθύνους ὄντας ἐγκλημάτων, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἔχει, καὶ οὐκ εἰς τὸν ἕτερον· ταῦτα οὐ νομοθετῶν φησὶν, ἀλλὰ συγκαταβαίνων· ὡσανεὶ ἔλεγεν, ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἶδ’ ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον ὡς ὁ Φαρισαῖος· ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως· διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ περιττὸν κατὰ μικρὸν ἐξέλῃ· ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι καὶ μὴ κατὰ ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα· ὅταν γὰρ μὴ νομίσῃ τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα· τοῦτο γάρ ἐστιν οὐκ εἰς τὸν ἕτερον· ἀλλ’ ἑαυτὸν καθ’ ἑαυτὸν ἐξετάζων ἁβρύνηται, παύσεται ὕστερον καὶ τοῦτο τποῖων· καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν “ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπάγων, Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Δοκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ’ ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ αὐτὸν μέγα φρονεῖν· εἰς ἐννόησιν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας· καὶ τίνος ἕνεκεν οὕτως ἐνομοθέτησεν ὁ Χριστός ; καὶ γὰρ ἐν τῇ καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς εὐαγγελίου καταγγέλλοντας, ἐκ τοῦ εὐαγγελίου ζῆν· καὶ ἐν τῇ παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχομένων ἤσαν αἱ πρόσοδοι· τινος οὑν ἕνεκεν ταῦτα διεπράξατο ; ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέμενος· ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνεσθαι· γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ, καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι, ὅπερ καὶ ἀγάπην οὐ μικρὸν εἰργάζετο ἑκατέρῳ τῷ μέρει· διὰ τοῦτο δὲ καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν, " εἰ “ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν “ τὰ σαρκικὰ θερίσωμεν ” μείζονα γὰρ ὁ μαθητὴς λαμβάνει ἣ δίδωσι· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τῶν γηίων τὰ ἐπουράνια ἀμείνω. εἷτα, ἵνα μὴ πονηρία διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα παρατρέχῃ πολλάκις διὰ τὸν τρόπον, προϊὼν μέν φησι· “ τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμιας δείκνυσιν οὐτῶ λέγων, Μῆ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων, δεῖ τοῦ αὐτοῦ γένους εἶναι καὶ τὸν σπόρον καὶ τὸν ἄμητον, οὕτως καὶ ἐν τοῖς ἔργοις ὁ καταβάλλων εἰς τὴν σάρκα, τρυφὴν, μέθην, ἐπιθυμιᾶν ἄτοπον, τὰ ἐκ ταύτης ἀμήσει· τίνα δέ ἐστι ταῦτα ; κόλασις, τιμωρία, αἰσχύνη, γέλως, φθορά· τῶν γὰρ πολυτελῶν τραπεζῶν οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὸ φθείρεται καὶ συμφθείρει τὸ σῶμα· τὰ δὲ τοῦ Πνεύματος, οὐ τοιαῦτα· ἀλλ’ ἀπεναντίας ἅπαντα τούτοις. (Σευηριανόσ.) Ἄλλος δέ φησι, ἐδήλωσεν ἐκ τούτου, ὅτι ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν, οὐδὲν παρεῖχον· διὸ φησὶν, “ ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ· ” ὁ γὰρ νόμῳ ὑποκείμενος, ἐν τοῖς σαρκικοῖς ζῇ· ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι παρέχων, εἰς τὴν σάρκα σπείρει μόνον· Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. ἄρ οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ μηδεὶς νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ, καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσιν αὐτοῖς τὴν θύραν τῆς τοιαύτης ἀνοίγνυσι φιλοτιμίας· καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἓλληνας κελεύειν ἐλεεῖν· μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ’ οὖν ὅμως. τίς δὲ ἡ τάξις ; τὰ πλείονα περὶ τοὺς πιστοὺς ἐπιδείκνυσθαι τὴν πρόνοιαν φιλοτίμως καὶ διηνεκῶς· καὶ γὰρ τοῦ καιροῦ τὸ ὄνομα, καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται· εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν ἀμήτου μεμνημένος καινοῦ τινὸς καὶ παραδόξου. ἐπὶ μὲν γὰρ τῶν γηπόνων, οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ, οὐδὲν τούτων ἔνι φησίν· ὃ καὶ παραδηλῶν ἔλεγε· “ καιρῷ “ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.” καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται, ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ λέγων, “ ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν.” ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι· οὕτως οὐδὲ τοῦ ἐλεεῖν· ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον· διό φησιν, “ ὡς καιρὸν ἔχομεν, ἐργαζώ- “ μέθᾳ τὸ ἀγαθὸν,” πρὸς πάντας, καὶ ταύτῃ μάλιστα ἀπαλλάττων λάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος· ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν· εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. ΚΕΦ. ΙB. Ἀποτροπὴ ἀπὸ τῶν ἑλκόντων ἐπὶ τὴν περιτομὴν, καὶ προτροπὴ πρὸς νέαν ζωὴν τὴν ὑπὸ Πνεύματι. Ἴδετε, πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Εἰπὼν ὀλίγα περὶ αὐτῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττεν. αἰνίττεται δὲ οὐδὲν ἕτερον, ἀλλ’ ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν, ὃ πολλῆς γνησιότητος σημεῖον ἦν· ἐποίησε δὲ τοῦτο ἐνταῦθα, οὐ δι’ ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν· ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι ὡς καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος· τὸ δὲ “ πηλίκοις,’’ ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων h. ὅτι οὐδὲ ἄριστα γράφειν εἰδὼς, ὅς ἠναγκάσθην δι’ ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὰ στόματα· (Θεόδωροσ.) Ἄλλος δέ φησι, μέλλων καθάπτεσθαι τῶν ἄγαν μείζοσιν ἐχρήσατο γράμμασιν, ἐμφαίνων ὅτι οὔτε αὐτὸς ἐρυθριᾷ, οὔτε ἀρνεῖται τὰ λεγόμενα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτεμνόμενοι νόμον φυλάσσουσιν· ἀλλὰ θέλουσι περιτέμνεσθαι ὑμᾶς, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν, οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ’ ἀναγκαζομένους· παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος. τί δὲ ἐστὶν εὐπροσωπεῖν ἐν σαρκί ; εὐδοκιμεῖν παρ’ ἀνθρώποις. ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ h ὁμοίως καὶ Εὐσέβιος in marg. τοῖς Ἰουδαίοις, ὡς τῶν πατρῴων ἀποστάντες ἐθῶν, ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι διὰ τῆς ὑμετέρας σαρκὸς, ἐκείνοις ἀπολογούμενοι· ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ Θεὸν ταῦτα ἔπραττον· εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι’ οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάττοντας· διὸ καὶ ἐπήγαγεν, “ ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυ- “ χήσωνται,’’ ὡς μαθητὰς ἔχοντες. καὶ τίς ἡ τούτων ἀπόδειξις; οὐδὲ γὰρ αὐτοί, φησι, νόμον φυλάττουσι· μάλιστα μὲν γὰρ εἰ καὶ ἐφύλαττον, καὶ οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. (Σὐσέβιοσ.) Ἄλλος δέ φησι, τοῦ νόμου ἔχοντος τὴν ὅτι ἐπικατάρατος ὁ μὴ ἐμμένων πᾶσιν· ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν, “ ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ “ σαρκὶ καυχήσωνται·’’ τουτέστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσι συνεθέμεθα, ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι· ἐγὼ δὲ τῇ ἐμὴ χειρὶ γράφω. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὲν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ’ ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα μεγίστη· καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ’ ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ’ ἡμεῖς ἁβρυνόμεθα τούτῳ· οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. καὶ οὐκ εἶπεν, ἐγὼ δὲ οὐ καυχῶμαι· ἢ ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ’ “ ἐμοὶ δὲ μὴ “ γένοιτο·’’ ὥσπερ τι τῶν ἀτόπων ἀπηύξατο, καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ ; ὅτι Χριστὸς δι’ ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθεν· ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ’ οὕτω με ἠγάπησεν, ὥστε καὶ ἑαυτὸν ἐκδοῦναι ἀρᾷ· τί τούτου γένοιτ’ ἃν ἴσον ; πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ δεσπότης, ὁ ἀληθὴς Θεὸς, μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν ; μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ. Κόσμον νῦν οὐ τὸν οὐρανὸν φησὶν, οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, καὶ ὅσα τοιαῦτα. ταῦτα γάρ μοι νεκρὰ γέγονεν. τοιοῦτον εἰναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν· οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπὼν, “ κἀγὼ κόσμῳ·’’ διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος καὶ λέγων, ὅτι ἐκεῖνα ἐμοὶ νεκρὰ, κἀγὼ ἐκείνοις· οὐδὲν τῆς νεκρότητος ταύτης μακαριώτερον· αὕτη γὰρ τῆς μακαρίας ζωῆς ἐστὶν ὑπόθεσις. Οὔτε γὰρ περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; οὐ γὰρ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησε· τί ταύτης τῆς ἰσχύος ἴσον; τὸν γὰρ ὑπὲρ τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους σφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα· καινὴν γὰρ κτίσιν ταύτην καλεῖ, τὴν καθ’ ἡμᾶς πολιτείαν ταύτην, διά τε τὰ γενόμενα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα τῷ γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίο·ματος ἀνενεώθη· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· τὰ ἐσόμενα δὲ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. μὴ τοίνυν μοι λέγε περιτομὴν, φησὶ, λοιπὸν, τὴν οὐδὲν δυναμένην· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τὰ τῆς χάριτος· οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται· καὶ τῷ τοῦ Ἰσ ραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· οἱ γὰρ κυρίως Ἰσραὴλ τὸ δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντες εἰσὶν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι καὶ τὰ τῆς χάριτος διώκοντες. (Σευγριανόσ.) Ἄλλος δέ φησι, ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσι, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, “ ὅτι οὔτε περι “ τομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία·’’ καινὴν δὲ κτίσιν εἶπε, περὶ ἧς ἀλλαχοῦ, “ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·’’ εἰ καινή, φησι, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον, ἐν κόσμῳ ζῇ· ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται· ἐσταύρωται οὖν ἐμοὶ κόσμος, κἄγω κόσμῳ· Ἄλλοσ δὲ πάλιν φησὶν, οὐ περιτέμνεται ὁ Χριστιανὸς, οὐδὲ ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα· μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων, “ καινὴ κτίσις, καὶ “ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσι ” τῷ τῆς καινῆς κτίσεως, ὅσοι οὐδὲ Ἰουδαΐζοθσιν οὐδὲ Ἑλληνίζουσιν, ἀλλὰ Χριστιανίζουσιν, “ εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος.’’ ἔλεος εἰς συγχώρησιν ἁμαρτημάτων· εἰρήνη εἰς συνάφειαν τὴν πρὸς Θεὸν, “ καὶ ἐπὶ τὸν Ἰσραὴλ “ τοῦ Θεοῦ·’’ ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα. ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ Θεοῦ; ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος, μηκέτι ὄντος τοῦ Θεοῦ. Ἄλλοσ δὲ ὧδε λέγει· “ καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχή “ σουσιν,’’ ἵνα εἴπῃ ὅτι πάντες οἱ κατὰ ταῦτα προῃρημένοι τυγχάνουσι τῶν παρ’ αὐτοῦ καλῶν· τὴν μὲν εἰρήνην εἰπὼν, ὡς ἃν τότε πάσης λυομένης διαστάσεως, τὸ δὲ “ ἔλεος,’’ ἐπειδὴ φιλανθρωπίᾳ ἅπαντα ἡμῖν τὰ παρ’ αὐτοῦ προσγίνεται ἀγαθά. ὅμοιον δέ ἐστι τὸ “ χάρις ὑμῖν καὶ εἰρήνη,’’ ἐπεὶ μηδὲ διαφέρει τὸ ἔλεος τῆς χάριτος. τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ὡς γὰρ εἰς πολλοὺς καμάτους ἀπὸ τῆς ἐκείνων ἐμπεπτωκὼς κακίας, ἀπαλλασσέσθωσάν, φησι, καὶ μὴ γινέσθωσαν πρόξενοι καμάτων· ἐμὲ γὰρ ἀποστῆναι τῆς τοῦ Χριστοῦ ὁμολογίας, τῶν ἀδυνάτωι ὑπὲρ ἧς πολλὰ παθὼν, μικροῦ κατέστιγμαι τὸ σῶμα. Ἀλλοσ δέ φησιν· ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακήσας ταῦτα φθέγγεται. ὁ γὰρ πάντα ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν μαθητῶν αἱρούμενος, πῶς ἃν ἐξελύθη καὶ ἀνέπεσε νῦν; τίνος οὖν ἕνεκεν ταῦτα φησίν; ἀναστέλλων αὐτῶν τὴν ῥάθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ’ αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἰπεν ἔχω, ἀλλὰ “ βαστάζω.’’ καὶ καθάπερ οἱ σημειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ αὐτὸς ἀγάλλεται τραύματα περιφέρων· διατί δὲ τοῦτο λέγει; παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον, διὰ τούτων ἀπολογοῦμαι, φησὶ, πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαι με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειαν τί λέγειν· οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ἐλθόντα ᾑμαγμένον καὶ μυρία τραύματα ἔχοντα, δειλίας κρίνειν καὶ προδοσίας ἠνείχετο, τὸν ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. ἀρχόμενος μὲν οὖν τῆς Ἐπιστολῆς ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς, τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ’ ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων, Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. ἀμήν. Οὐκ εἶπεν ἁπλῶς μεθ’ ὑμῶν ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ “ μετὰ “ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσ κῶν τῆς χάριτος ἧς ἀπήλαυ σν· δι’ ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης· τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας οὐκ ἀπὸ περιτομῆς, ἀλλ’ ἀπὸ χάριτος ἐγένετο· πάλιν διὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε χάριτος, καὶ Πνεύματος ἀναμνήσας ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν, τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν. καὶ διπλῶ τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γενομένη· ἥτε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν, μᾶλλον κατεῖχεν ἐν τοῖς τῆς ἐκκλησίας δογμασιν· ἥτε εὐχὴ, καλοῦσα τὴν χάριν καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ Πνεῦμα αὐτῶν ἀποστῆναι· τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα ὥσπερ κόνις ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη. τριὰς μονὰς ἐλέησον. τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος β.