ΚΕΦ. Δ. Ὅτι διὰ πίστεως ὁ ἁγιασμὸς οὐ διὰ νόμου. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν τῆ ἀληθείᾳ μὴ πείθεσθαι ; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Ἐνταῦθα λοιπὸν, ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον· ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐχ ὑπ’ ἀνθρώπων ἦν Ἀπὀστολος οὐδὲ δι’ ἀνθρώπων· οὐδὲ ἐδεήθη τῆς τῶν Ἀποστόλων διδασκαλίας. Ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντείας διαλέγεται· πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. ἀρχόμενος μὲν οὖν φησὶ, “ θαυμάζω ὅτι “ οὕτω ταχέως μετατίθεσθε.’’ ἐνταῦθα δὲ “ ὦ ἀνόητοι Γαλάται·’’ τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀπορρήξας ἐξήνεγκε μετὰ τὴν ἀπόεδειξιν. εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ καλεῖν μῶρον τὸν ἀδελφὸν αὐτοῦ· ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν τοῦτο ποίει· οὐ γὰρ ἁπλῶς εἴρηται ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἀλλ’ ὁ εἰκῆ καλῶν· ὅτι γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν· καὶ οὐδὲ τότε κατ’ ἀξίαν· καὶ γὰρ πολλῶν χαλεπωτέρων ἤσαν ἄξιοι ῥημάτων. ὅρα δέ μοι πῶς εὐθέως καθυφίησι πλῆξας· οὐ γὰρ εἶπε, τίς ὑμᾶς ἠπάτησε ; τίς ὑμῖν ἀπεχρήσατο ; τίς ὑμᾶς παρελογίσατο ; ἀλλὰ “ τίς ὑμᾶς ἐβάσκηνεν ;" οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς· τοῦτο γὰρ δεικνύντος ἐστιν, ὅτι φθόνου ἕπραττον ’τον ἄξια πρότερον· καὶ δαίμονος ἐπήρεια τὸ γενόμενον ἦν· ταῦτα δὲ λέγει· οὐχ ὡς τοῦ φθόνου καθ’ ἑαυτῶν τὴν ἰσχὺν ἔχοντος, ἅλ’ ὡς τῶν ταῦτα διδασκόντων κοντῶν διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων· “ οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμενος. τοῦτο φησὶ τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν, καὶ τὰ πόρρωθεν δυναμένης ὁρᾶν· καὶ οὐκ εἶπεν ἐσταυρώθη· ἀλλὰ " προεγράφη “ έσταυρωμένος·” δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων· ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδιν, ἀκριβέστερον δὲ διὰ τῆς πίστεως εἶδον· ταῦτα δὲ λέγει, καὶ καθαπτόμενος αὐτῶν ὁμοῦ καὶ ἐπαινῶν· ἐπαινῶν μὲν ὅτι μετὰ τοσαύτης ἐδέξαντο πληροφορίας τὸ γεγενημένον· καυατόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, κωμῳδούμενον, ἐμπτυόμενον, ὄξος ποτιζόμενον, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον· ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, “ προεγράφη ἐν ὑμῖν ἐσταυτωμέονς·” τοῦτον ἀφέντες, εἰς τὸν νόμον ἀνέδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. σὺ δὲ μοὶ σκόπει, πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἀνε- κήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιστρέφων· τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως ; . . . . . . τοῖς μακροῖς . . . . . λόγοις φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι· ἐλάβετε, φησὶν, Πνεῦμα Ἅγιον· εἰργάσασθε δυνάμεις πολλάς· ἐτελέσατε σημεῖα· προφητεύοντες, γλώσσαις λαλοῦντες· τὴν τοσαύτην ἰσχὺν τίς ὑμῖν δέδωκεν ; ὁ νόμος ; καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον· ἀλλ’ ἡ πίστις ; πῶς οὑν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τούτων παρασχόντα νόμον αὐτομολῆσαι πάλιν ; Ἄλλοσ δέ φησι, δεξάμενοι τὸ Πνεῦμα ἐπ’ ἐλπίδι τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας, ὅτε χάριτι πάσης ἑκτὸς ἁμαρτίας ἐσόμεθα, αὖθις ὡς θνητοὶ τινες, ὑπὸ τὴν τοῦ νόμου φυλακὴν ἑαυτοὺς ποιεῖτε ; Οὕτως ἀνόητοι ἐστέ· ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε ; πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε· δέον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνον προἰόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προιόντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ μεγάλων ἀρξάμενοι, ἐπὶ τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικόν· τὸ δὲ περιτέμνεσθαι, σαρκικόν· ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε· μετὰ τὸ δράξασθαι τῆς ἀληθείας, ἐπὶ τοὺς τύπους κατεπέσετε. καὶ οὐκ ε7πε σαρκὶ τελεῖτε, ἀλλὰ " σαρκὶ ἐπιτελει-σθε.’’ δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκυπτον· τούτων ἑαυτοὺς ἐκδόντων εἰς τὸ πάσχειν, ὅπερ ἐβούλοντο ἐκεῖνοι. τοσαῦτα ἐπάθετε εἰκῆ ; Toῦ ΧΡΥΣοΣΥΏMoΥ. τοῦτο τοῦ προτέρου πολυπληκτικώτερον· οὐ γὰρ οὕτως ἠδύνατο δακεῖν ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγαθῶν ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ τὸν Χριστόν· πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται· ε7τα ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἐνέμενεν ἕως τῆς ἀποφάσεως, ἀλλ’ ἐπήγαγεν. Εἰ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητέ φησιν ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυ- τοὺς, οὐκ εἰκῆ. ποῦ νῦν εἰσὶν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες ; ἰδοὺ γὰρ οὗτοι, καὶ πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ μυ- ρίους ὑπομείναντες διὰ Χριστὸν κινδύνους καὶ διωγμοὺς, τῆς χάρι. τος ἐξέπεσον· ἀλλ’ ὅμως φησὶν, ἐὰν βούλεσθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν πνεῦμα, καὶ ἐνεργῶν δυνά- μεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἣ ἐξ ἀκοῆς πίστεως ; τοσαύτης ἠξιώθητε, φησὶ, δωρεᾶς διὰ τὴν πίστιν, ἣ διὰ τὸν νόμον ; δῆλον ὅτι διὰ τὴν πίστιν· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προκειμένου, δεικνὺς τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προτεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· τότε δὲ ἰσχύει ἡ πίστις, ὅταν μὴ προτέθῃ τὰ ἀπὸ τοῦ νόμου, καὶ ὅτε φησὶν οὐ προσείχετε τῷ νόμῳ ἀλλὰ τῇ πίστει, τότε πνεῦμα ἐλάβετε καὶ σημεῖα ἐπετελέσατε· εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον κινεῖ τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον εἰσά- γῶν, καὶ σφόδρα εὐκαίρως καὶ μετὰ πολλῆς τῆς περιουσίας οὕτω λέγων, Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θέῳ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Δῆλοί μὲν γὰρ τῆς πίστεως, φησὶν, τὴν δύναμιν, καὶ τὰ ὑφ’ ὑμῶν γινόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πεῖσαι δύναμαι διηγημάτων· εἰ ὁ πρὸ τῆς χάριτος, φησὶν, ἀπὸ πίστεως ἐδικαιώθη· καίτοιγε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ἡμεῖς· τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον ; οὐδέν· ἀλλ’ ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ· ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν ὁ νόμος, οὕτω καὶ νῦν δοθεὶς πέπαυται· εἶτα ἐπειδὴ μέγα ἐφρόνουν τῷ ἐς Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεσαν μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας, καὶ τοῦτον πάλιν εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα ἡ πίστις ἐργάζεται· καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται λέγων οὕτως, ΚΕΦ. Ε. Ὅτι καὶ Ἀβραάμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον ἡμῶν. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοὶ εἰσὶν Ἀβραάμ. Εἰτα καὶ αὐτὸ τοῦτο, ἀπὸ μαρτυρίας παλαιᾶς συνίστησι. " Προσιδοῦσα γάρ’ φησὶν, " ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ . . . . . . . . . τῷ Ἀβραὰμ . . . . . . . . . πάντα τὰ ἔθνη.’’ Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν οὗτοι εἰσὶν υἱοὶ, ἀλλ’ οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι· τοῦτο γάρ ἐστιν " ἐν σοὶ τὰ ἔθνη,’’ δηλονότι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν. διὰ δὴ τοῦτο, καὶ ἕτερον δείκνυται μέγα· ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει, τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν αὐτῶν, δεικνὺς, ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἣ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη· σείκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο. Προιδοῦσα γὰρ ἡ γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προενηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν ; αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησι, καὶ πρὶν ἣ τὸν νόμον δοῦναι, τοῦτο ἦν ὁρίσας· ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη· καὶ οὐκ εἶπεν ἀπεκάλυψεν, ἀλλ’ εὐηγγελίσατο· ἵνα μάθῃς ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι· ἐπειδὴ δὲ φόβος εἶχε καὶ αὐτοὺς ἕτερος . . . . . . . . πᾶς ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·’’ καὶ τοῦτο λύει τὸ δέος ὁ σοφὸς καὶ συνετὸς σφόδρα, εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων καὶ δεικνὺς ὅτι οὐ μόνον εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφιέντες, ἀλλὰ καὶ εὐλογημέμοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Πῶς οὖν ταῦτα δείκνυσιν ; ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ γραφὴ εἶπε τῷ πατριάρχῃ " ὅτι ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη τότε δὲ νόμος οὐκ ἢν ἀλλὰ πίστις διὸ καὶ συλλογιζόμενος ἐπήγαγεν. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται, σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσιν καὶ εἴπωσιν· εἰκότως ἀπὸ πίστεως ἠδικαιώθη, οὔπω γὰρ ἦν ὁ νόμος, σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν, ἐπὶ τοῦτο ἕρχεται, καὶ πλέον ὧν ζητοῦσιν. Ἁποδείκνυσιν δὲ οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ ἐπικαταράτους τοὺς χρωμένους τῷ νόμῳ ποιοῦσαν. ΚΕΦ. ς. ὅτι ὁ νόμος οὐ δικαιοῖ ἀλλ’ ἐλέγχει. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα· τίς οὖν ἡ ἀπόδειξις ; ἐξ αὐτοῦ τοῦ νόμου. Ἐπικατάρατος γὰρ πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιὴ- σαι αὐτά· ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Πάντες γὰρ ἥμαρτον καὶ ὑπὸ κατάραν εἰσίν· ἀλλ’ οὕτω μὲν οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτοὺς ἀποφαίνεσθαι. πάλιν δὲ ἀπὸ μαρτυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ· καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε· διὸ καὶ ἐπικατάρατοι ἦσαν, καὶ ὅτι ἡ πίστις δικαιοῖ. τίς οὖν ἡ μαρτυρία ; ἀπὸ τοῦ προφήτου Ἀμβακοὺμ οὕτω λέγοντος ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην μόνον, ἀλλ’ ὅτι καὶ διὰ νόμου σωθῆναι οὐκ ἔνι· ἐπειδὴ γάρ, φησι, νόμον ἐτήρησεν οὐδείς· ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν, διὰ τὴν παράβασιν, ἐπενοήθη ῥᾳδία τίς ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ σημεῖον μέγιστόν ἐστιν, τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκτὸς νόμου· οὐ γὰρ εἶπεν ὁ προφήτης, ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ’ ἐκ πίστεως. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως· ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. Οὐ γὰρ πίστιν ἐζήτει μόνον ὁ νόμος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ· ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν, πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι’ ἀύτης. Εἰ τοίνυν καὶ ἡ γραφὴ λέγει ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογιγνώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη, δηλονότι τῆς πίστεως πολλὴ ἡ ἰσχύς· ἀλλ’ ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον· ὅτι δὲ οὐχ ἕστηκεν ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἡμῖν ἀποδεῖξαι, φησι; ὁ μὲν γὰρ Ἀβραὰμ, πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τὶς οὑν ὁ τὴν κατάραν λύων ἐκείνην; ἱκανὰ μὲν καὶ τὰ εἰρημένα· ὁ γὰρ δικαιωθεὶς καὶ ἀποθανὼν τῷ νόμῳ καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἃν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτοις· ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται γράφων οὕτως. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ὑμῶν κάταρα· γέγραπται γὰρ, επικαταρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ μὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ, “ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις “ τῷ βιβλίῳ τοῦ νόμου.” οὐ γὰρ ἦν τίς ὁ πεπληρωκὼς τὸν νόμον ἅπαντα· ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν, “ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·” ἐπεὶ οὖν ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος· μέλλοντα δὲ ἐκείνην τὴν κατάραν λύειν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν, ἀντ’ ἐκείνης ταύτην ἐδέξατο καὶ διὰ ταύτης ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινός καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ἀποθανεῖν ἇπέρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς . . . . . . . . ὑπέκειτο κατάρᾳ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ’ ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· “ ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι “ αὐτοῦ.” ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτως καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; “ ἐν τῷ σπέρματι σου,” φησὶν, “ ἐνευλο- “ γηθήσονται τὰ ἔθνη·” τουτέστιν ἐν τῷ Χριστῷ. εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται· ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ σπέρμα ἦν τοῦ Ἀβραὰμ, καὶ δι’ αὐτοῦ τὰ ἔθνη εὐλόγηνται καὶ οὕτω πρόεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία· ὅπερ καὶ αὐτὸ δηλῶν ἔλεγεν, “ ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος “ λάβωμεν διὰ τῆς πίστεως·” ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν· ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις, τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη, τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. Ἀλλοσ δέ φησι, ἄλλωστε καὶ περιττὴ λοιπὸν ἡμῖν ἡ τοῦ τήρησις, φησίν· ὃ γὰρ ὠφείλετο τῷ νόμῳ χρέος τῆς φυλακῆς τἆρά τῶν ἀνθρώπων, τοῦτο ὁ Χριστὸς κατέβαλεν ὑπὲρ ἡμῶν μετὰ γὰρ πάσης αὐτὸν τῆς ἀκριβείας πληρώσας, καὶ ὧσπέρ τινα λύτρα καταβαλὼν ὑπὲρ ἡμῶν, ἐξηγόρασέ τε ἡμᾶς τῆς ἐκεῖθεν δουλείας, καὶ τῆς ἀπὸ τοῦ νόμου κατάρας ἀπήλλαξε· πῶς καὶ τινί τρόπῳ; γενόμενος ὕπερ ἤμων κάταρα. τέλος τόμου τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν. ΚΕΦ. Ζ. Ὅτι οὐκ ἐκ νόμου, ἀλλ’ ἐξ ἐπαγγελίας τὰ ἀγαθά· ὁ δὲ νόμος παρασκευαστὴς δι’ ἐλέγχου Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου προ- κεκυρωμένην διαθήκην, οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τί ἐστι “ κατ’ ἄνθρωπον λέγω;” ἐξ ἀνθρωπίνων παραθειγμάτων ἐπειδὴ γὰρ καὶ ἀπὸ γραφῶν, καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ’ ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐμβαίνει συνήθειαν· ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καταγλυκαίνειν τὸν λόγον καὶ εὐπαράδεκτον καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν. οὕτω καὶ Κορινθίοις διαλεγόμενος φησὶν “ “ Τίς “ ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς “ φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ” καὶ Ἑβραίοις πάλιν, “ διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε “ ἰσχύει ὅτε ζῇ ὁ διατιθέμενος.” καὶ ὁ Θεὸς ἐν τῇ παλαίᾳ, συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· “ μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου “ αὐτῆς; καὶ πάλιν, “ μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ τι “ ποιεῖς ;” τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; ὅτι ἡ ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος, νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει·” διό φησιν· “ ἀδελφοὶ κατὰ ἄνθρωπον λέγω·” ἀνωτέρω ἀνοήτους εἰπὼν, ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ καὶ παραμυθούμενος. Ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τόλμᾳ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναι τι· τοῦτο γάρ ἐστιν “ ἐπιδιατάσσεται. οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ· καὶ πρὸς τινὰ διέθετο ὁ Θεός; τῷ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρ- ματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός· τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστόν· ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. εἰ γὰρ ἐκ νόμου ἣ κληρονομία, οὐκέτι ἐξ ἐπαγγε- λίας· τῷ γὰρ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἴδου τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ διαλεγόμενος, εἰς τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε, “ κατὰ ἄνθρωπον λέγω,’’ μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν παραβλαβείς. σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα. ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός· ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν· εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; εἰ γὰρ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δὲ δίδωσιν, ἀλλ’ ἕτερος ἀντ’ ἐκείνης, ἐκβέβληται ἐκείνη· καὶ πῶς ἃν ἔχοι λόγον ταῦτα; τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε; φησὶ, τῶν παραβάσεων χάριν· οὐδὲ γὰρ οὗτός ἐστι περιττός. ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίους κέκτηται ὀφθαλμούς; ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῇ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη τῶν παραβάσεων χάριν, τουτέστιν ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῆν καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ’ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ἦ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ’ ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. ἀλλ’ ἄχρι τίνος; “ ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται,” περὶ Χριστοῦ λέγων. εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις. Ἄλλοσ φησὶ, μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γέγονεν ὁ νόμος, οὐχὶ τῆς ἐξόδου τῆς ἀπ’ Αἰγύπτου, ἀλλὰ τῆς καταρχῆς ταύτης τῆς ἐπαγγελίας· ὥστε οἱ δοκοῦντες φιλονεικεῖν τῇ ἐκκλησίᾳ περὶ πρωτείων, ἑκατοντάσι καὶ δεκάσιν ἐτῶν εὑρίσκονται ὕστεροι μέτα τὴν πίστιν· (Θεόδωροσ.) Ἄλλος πάλιν φησὶν, ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ἐστὶ φησὶν, ὁ δὲ νόμος κατορθῶσαι ἀπαιτεῖ, καὶ τότε δίδωσι τὸν μισθόν· ὥστε εἰ μὲν ἀπὸ τοῦ νόμου ταῦτα περιμένομεν περιττὴ ἡ ἐπαγγελία· ὁ γὰρ ἡμέτερος κάματος καὶ οὐχ ἡ τοῦ Θεοῦ ἐπαγγελία, τὸν μισθὸν ἡμῖν ἀποδίδωσιν· εἰ δὲ ἡ ἐπαγγελία γεγένηται τὴν τοῦ ὑποσχομένου χάριν ἐμφαίνουσα, οὐκ ἄρα ἡ τοῦ νόμου κατόρθωσίς ἐστιν, ἀλλ’ ἡ τοῦ Θεοῦ ὑπόσχεσις ἡ τὴν κοινωνίαν ἡμῖν τῆς εὐλογίας χαριζομένη· τὸ δὲ τῷ σπέρματι αὐτοῦ εἰρημένον, οὕτως ἁπλῶς εὑρίσκομεν ἐπὶ τοῦ Χριστοῦ ἀκριβῶς πληρούμενον· οὗτος γὰρ σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν, ὡς οὖν καὶ οἱ λοιποὶ οἱ τὸ γένος ἐκεῖθεν κατάγοντες· πιστεύομεν δὲ ἐπ’ αὐτόν. εἶτα καὶ τὸν Ἀβραὰμ πατέρα ἐπιγραφόμεθα, καὶ οὕτω τῆς εὐλογίας τὴν κοινωνίαν δεχόμεθα, ὥστε τὸ εἰρημένον ὡς ἐφ’ ἑνὸς, δυνάμενον δὲ κατὰ κοινοῦ ὡς ἐπὶ πολλῶν νοεῖσθαι, τῷ σπέρ- ματι αὐτοῦ εἶναι πάντας τοὺς ἐκεῖθεν τὸ γένος κατάγοντας, ἐπὶ τοῦ Χριστοῦ κυρίως ἐπ’ αὐτῶν πληρούμενον τῶν πραγμάτων εὑρί- σκομεν. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη. Τοῦ Χρυσοστόμου. Καθ’ ὑπόκρισιν ἀναγνωστέον φησὶν, ἀλλὰ τοῦτο ἐρωτᾷς, τίς ἡ τοῦ νόμου χρεία; εἴπερ δὴ τὴν ἐπαγγελίαν καὶ τὴν χάριν ἔδει κρατεῖν, “ τῶν παραβάσεων χάριν προσετέθη.’ Ἄχρις οὗ ἔλθη τὸ σπέρμα ᾧ ἐπήγγελται. τοῦτο δὲ παρέγκειται· ἡ γὰρ ἀκολουθία· τι οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη, διαταγεὶς δι’ ἀγγέλου ἐν χειρὶ μεσίτου; ἵνα ἦ διαταγεὶς, ἐπὶ τοῦ νόμου νοούμενον. Σευηριανοῦ. Καὶ μὴν ὡς ἄλλος φησιν, ἐβάρει πλέον ὁ νόμος, καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παραβάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστι· πρὸ νόμου, καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδούλευε τῇ ἁμαρτίᾳ, καὶ ἔστεργε τὸ κακόν· δοθέντος τοῦ νόμου, ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει· ὁ δὲ γνοὺς ὅτι κακὸν, τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει καὶ ἐπιθυμεῖ τῷ Θεῷ ὑπακοῦσαι, διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη φησὶ κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ἀλλ’ οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο. Θεόδωροσ δέ φησιν, εἰ γὰρ τοιαύτη τις δύναμις τῷ νόμῳ προσῆν, ὥστε τοὺς ὑπ’ αὐτῷ πολιτευομένους καὶ δικαιοῦσθαι καὶ τῆς αἰωνίου δύνασθαι τυγχάνειν ζωῆς, ἀναιρετικὸς ἦν τῆς ἐπαγγελίας ὁ νόμος αὐτὸς, ἀντ’ ἐκείνης τὴν δικαίωσιν παρέχων· νυνὶ δὲ τὸ ἐναντίον, ἀπαγορεύων μὲν τὴν ἁμαρτίαν, ἀπαλλάττειν δὲ αὐτῆς οὐκ ἰσχύων τοὺς διὰ τὴν τῆς φύσεως ἀσθένειαν καταπίπτοντας εἰς αὐτὴν, καὶ διὰ τούτου μειζόνως ἐλέγχων ἡμῶν τὸ πρὸς δικαίωσιν ἄτονον, μᾶλλον δὲ πάντῃ ἀδύνατον, ἀναγκαίως τῆς τοῦ Χριστοῦ χάριτος δεομένους δείκνυσιν ἡμᾶς. Διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἣ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ· μεσίτην δὲ ἐνταῦθα τὸν Χρι- ’στὸν φησὶ, δεικνὺς ὅτι πρώην καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. Ἄλλοχ φησὶ, τοῦτο λέγει, ὅτι ἡ διαταγὴ " δι’ ἀγγέλων ἐν ** χειρὶ μεσίτου,’’ τουτέστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵνα ἀκούσωμεν τὴν μὲν ἐπαγγελίαν, αὐτὸς δι’ ἑαυτοῦ· τὸν δὲ νόμον οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διέταξε δι’ ἀγγέλων μεσιτευόντων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἰς ἐστιν. ToT ΧΡΥΣοΣΥόMΩΥ T/ ἐνταῦθα ἂν εἴποιεν οἱ αἱρετικοὶ ; εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν διὰ τὸ λέγεσθαι " ὁ δὲ Θεὸς εἷς ἐστιν·’ εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἔστι Θεὸς καὶ ὁ Υἱὸς, εὔδη- λον ὅτι καὶ ἀληθινοῦ μόνου λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός· ὁ δὲ μεσίτης φησὶ, δύο τινῶν γίνεται μεσίτης. τίνος οὖν μεσίτης ἦν ὁ Χριστός ; εὔδηλον ὅτι ἀνθρώπων καὶ Θεοῦ· ὁρᾷς πῶς δείκνυσιν ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; εἰ τοίνυν αὐτὸς ἔδωκε, Κύριος ἃν εἴη καὶ λύσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ ἐπαγγελίαι καὶ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν εὐπαγγελιῶν τοῦ Θεοῦ. πῶς οὖν λύει τὴν ἀντίθεσιν ; πρῶτον μὲν ἀπαγορεύει εἰπὼν, " μὴ γένοιτο,’’ ἔπειτα κατασκευάζει οὕτω λέγων, Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Εἰ ἐν αὐτῷ φησὶ τὴν ἐλπίδα τῆς ζωῆς ἔχομεν, καὶ αὐτὸς ἦν τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως καλῶς ταῦτα ἔλεγες, εἰ δὲ ἀπὸ πίστεως σώζῃ κἂν ἐπικαταράτους ποιήσῃ· οὐδὲν βῆς ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης· εἰ δὲ διὰ τοῦτο ἐδόθη ἵνα συγκλείσῃ πάντας, τουτέστιν ἵνα ἐλέγξῃ καὶ διδάξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τυχεῖν τῆς ἐπαγγε- λίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν· τοῦτο γοῦν ἐδήλωσε λέγων, Ἁλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν ἐδόθη; εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες ἃν εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, ἀρετήν τε σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, προθυμοτέρους ἐποίησε πρὸς τὸ ζητεῖν τὸν Χριστόν. οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἐπίστευσαν, καὶ τοῦτο δηλῶν, ἔλεγεν· “ ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν “ δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; τὸ γὰρ “ ἐφρουρούμεθα” καὶ ” συγκεκλεισμένοι,” οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν. Εὐσεβίου.) Ἕτερος δέ φησι, τὸ προηγεῖσθαι νῦν λέγω, οὐχὶ ἐπιλαθόμενος τῆς ἐπαγγελίας πρωτευούσης, ἀλλ’ ὅτι καὶ Γαλάταις χρήσιμον ἐν καιρῷ, καὶ οὐ χρήσιμον εἰς τὰ ἑξῆς· τὸ οὖν πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα, τοῦ νόμου παρεντεθέντος μεταξὺ τῆς ἐπαγγελίας καὶ αὐτῆς τῆς παρουσίας τῆς πιστεως. Θεοδώρου. Ἐπισημαντέον ἐκεῖνο, ὅτι τῶν κατὰ Χριστὸν ποιεῖται μὲν ἀπὸ τῶν μελλόντων ὡς εἰκὸς τὴν ἀπόδειξιν, ἐπειδὴ πᾶσα τῶν παρ’ αὐτοῦ κατορθωμάτων ἡμῖν ἡ φανέρωσις ἐπὶ τῶν πραγμάτων γίνεται τότε. κάλει δὲ πίστιν μὲν, ἐπειδὴ μηδέπω γεγονότες ἐπὶ τῶν πραγμάτων, μάτων, πιστεύομεν τέως περὶ αὐτῶν. ἐπαγγελίαν δὲ, ὡς ἂν τὴν περὶ αὐτῶν ὑπόσχεσιν ἤδη κεκομισμένων ἡμῶν· καὶ χάριν δὲ εἰκότως αὐτὰ ὀνομάζει μάλιστα, ἐπειδὴ δωρεὰ σαφής τις τοῦ Θεοῦ ἐστι τὰ διδόμενα· οὐκ ἀπὸ τῆς ἡμετέρας ἀξίας, ἀλλ’ ἀπὸ τῆς αὐτοῦ φιλοτιμίας ἔχοντα τὴν ἀρχήν· ἀντιπαρεξετάζει δὲ τὸν νόμον πᾶσιν εἰκότως. (Σερηριανοῦ.) Ἄλλος δέ φησι, εἰ καὶ μηδὲν ἕτερον κατώρθου ὁ νόμος, ἀλλὰ τὸ τὸν Θεὸν εἰδέναι παρεῖχε· τὸ δὲ τὸν Θεὸν εἰδέναι, ἕτοιμον ἐποίει πρὸς τὴν τῆς χάριτος ὑποδοχήν. Ὥστε ὁ μὲν νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Τοῦ Χρυσοστόμου. Ὁ δὲ “ παιδαγωγὸς,” οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει· πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ’ ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός· διὰ τοῦτό φησι, Ἐλθούσης δὲ τῆς πίστεως. τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης. Οὐκ ἔτι ὑπὸ παιδαγωγὸν ἐσμὲν, πάντες γὰρ υἱοὶ Θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Θεοδώρου. Ἀντὶ τοῦ εἰπεῖν τέλειοι· τοῦτο γὰρ ἀκόλουθον πρὸς τὸ ὑπὸ παιδαγωγὸν τὸ υἱοὶ Θεοῦ εἰπεῖν· τῷ γὰρ Υὶῷ τοῦ Θεοῦ οὐδὲν λείπει πρὸς τελειότητα. βαβαὶ g πόση τῆς πίστεως ἡ δύναμις; καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών; πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· γινώσκετε γάρ φησιν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νυνὶ δὲ ἀποφαίνει ὅτι καὶ τοῦ Θεοῦ· εἶτα λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας· “ Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν· ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν· εἰ γὰρ ὁ Χριστὸς Υἱὸς g Hæc Chrysostomi Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι τὸν υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ἅπαντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. Εἰπὼν, ὅτι αὐτὸν ἐνεδύσασθε τὸν Χριστὸν, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει· ἀλλ’ ἑρμηνεύων αὐτὴν ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καὶ φησὶν, ὅτι “ πάντες εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ.” τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τοῦ Χριστοῦ. τί τούτων γένοιτο φρικωδέστερον τῶν ῥημάτων ; ὁ Ἕλλην, καὶ Ἰουδαῖς, καὶ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ’ αὐτοῦ τοῦ πάντων δεσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Χριστόν. (Σευηριανοῦ.) Ἄλλος, οὐχ ἡ τοῦ νόμου τήρησις, φησὶ, βελτίονας ποιεῖ τοὺς πιστεύσαντας τῶν ἀπὸ τῶν ἐθνῶν τοὺς Ἰουδαίους, ἀλλ’ ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέχουσα, κοινὴν ποίει τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ιουδαίων, θήλεος, ἄρρενος· οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν ὅσον γὰρ εἰς τὸ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον· ἀλλ’ εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον ; (Θεόδωροσ.) Ἄλλος τίς τὸ αὐτὸ ῥητὸν ὧδε λέγει· τῆς παρούσης ζωῆς ἀρχὴ μὲν τοῖς πᾶσιν ὁ Ἀδὰμ, εἷς δὲ ἄνθρωπος οἱ πάντες ἐσμὲν, τῷ λόγῳ τῆς φύσεως· πρὸς γὰρ δὴ τὸ κοινὸν ὡσπερεὶ μέλους τάξιν ὁ μαθεὶς ἡμῶν ἐπέχει· οὕτω δὴ καὶ ἐπὶ τῆς μελλούσης λούσῃς ζωῆς ἀρχὴ μὲν ὁ Χριστός· πάντες δὲ οἱ κοινωνοῦντες αὐτῷ τῆς ἀναστάσεως καὶ τῆς μετὰ τὴν ἀνάστασιν ἀθανασίας, ὥσπερ εἷς γινόμεθα πρὸς αὐτὸν, τῇ ὁμοιότητι τοῦ πράγματος μέλους τάξιν πρὸς τὸ κοινὸν τοῦ καθ’ ἕνα ἡμῶν ἐπέχοντες· τότε τοίνυν οὔτε ἄρσεν, οὔτε θῆλυ θεωρεῖται· οὐ γάρ ἐστι γαμῆσαι ἣ γαμηθῆναι· οὔτε Ἰουδαῖος οὔτε Ἕλλην οὐδὲ γὰρ περιτομὴ ἐν ἀθανάτῳ φύσει χώραν ἔχει, ὥστε διακριθῆναι περιτετμημένον, ἀκρόβυστον· οὔτε δοῦλος, οὔτε ἐλεύθερος· πᾶσα γὰρ ἀνωμαλία πραγμάτων ἀνῄρηται· ἐπειδὴ τοίνυν κατὰ τύπον διὰ τοῦ βαπτίσματος ἓν ἐκείνοις γινόμεθα, τοῦτο λέγει, Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα ταῦ Ἀβραὰμ σπέρμα ἐστὲ, κατ’ ἐπαγγελίαν κληρονόμοι. Εἰ γὰρ ὑμεῖς τοῦ Χριστοῦ σῶμα διὰ τὴν ἐπὶ τοῦ βαπτίσματος ἀναγέννησιν τύπον ἔχουσαν τῆς τότε παρεσομένης ὑμῖν πρὸς αὐτὸν ὁμοιότητος, ὁ δὲ Χριστὸς τοῦ Ἀβραὰμ σπέρμα, ἀνάγκη καὶ ὑμᾶς τὸ ἐκείνου σῶμα, τούτου εἶναι σπέρμα οὗπερ δὴ κἀκεῖνος· ὅθεν εἰκότως καὶ τῆς ἐπαγγελίας κληρονόμοι. εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δβόμεναι.