ΚΕΦ. Δ. Ὅτι διὰ πίστεως ὁ ἁγιασμὸς οὐ διὰ νόμου. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν τῆ ἀληθείᾳ μὴ πείθεσθαι ; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Ἐνταῦθα λοιπὸν, ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον· ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐχ ὑπ’ ἀνθρώπων ἦν Ἀπὀστολος οὐδὲ δι’ ἀνθρώπων· οὐδὲ ἐδεήθη τῆς τῶν Ἀποστόλων διδασκαλίας. Ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντείας διαλέγεται· πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. ἀρχόμενος μὲν οὖν φησὶ, “ θαυμάζω ὅτι “ οὕτω ταχέως μετατίθεσθε.’’ ἐνταῦθα δὲ “ ὦ ἀνόητοι Γαλάται·’’ τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀπορρήξας ἐξήνεγκε μετὰ τὴν ἀπόεδειξιν. εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ καλεῖν μῶρον τὸν ἀδελφὸν αὐτοῦ· ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν τοῦτο ποίει· οὐ γὰρ ἁπλῶς εἴρηται ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἀλλ’ ὁ εἰκῆ καλῶν· ὅτι γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν· καὶ οὐδὲ τότε κατ’ ἀξίαν· καὶ γὰρ πολλῶν χαλεπωτέρων ἤσαν ἄξιοι ῥημάτων. ὅρα δέ μοι πῶς εὐθέως καθυφίησι πλῆξας· οὐ γὰρ εἶπε, τίς ὑμᾶς ἠπάτησε ; τίς ὑμῖν ἀπεχρήσατο ; τίς ὑμᾶς παρελογίσατο ; ἀλλὰ “ τίς ὑμᾶς ἐβάσκηνεν ;" οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς· τοῦτο γὰρ δεικνύντος ἐστιν, ὅτι φθόνου ἕπραττον ’τον ἄξια πρότερον· καὶ δαίμονος ἐπήρεια τὸ γενόμενον ἦν· ταῦτα δὲ λέγει· οὐχ ὡς τοῦ φθόνου καθ’ ἑαυτῶν τὴν ἰσχὺν ἔχοντος, ἅλ’ ὡς τῶν ταῦτα διδασκόντων κοντῶν διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων· “ οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμενος. τοῦτο φησὶ τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν, καὶ τὰ πόρρωθεν δυναμένης ὁρᾶν· καὶ οὐκ εἶπεν ἐσταυρώθη· ἀλλὰ " προεγράφη “ έσταυρωμένος·” δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων· ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδιν, ἀκριβέστερον δὲ διὰ τῆς πίστεως εἶδον· ταῦτα δὲ λέγει, καὶ καθαπτόμενος αὐτῶν ὁμοῦ καὶ ἐπαινῶν· ἐπαινῶν μὲν ὅτι μετὰ τοσαύτης ἐδέξαντο πληροφορίας τὸ γεγενημένον· καυατόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, κωμῳδούμενον, ἐμπτυόμενον, ὄξος ποτιζόμενον, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον· ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, “ προεγράφη ἐν ὑμῖν ἐσταυτωμέονς·” τοῦτον ἀφέντες, εἰς τὸν νόμον ἀνέδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. σὺ δὲ μοὶ σκόπει, πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἀνε- κήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιστρέφων· τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως ; . . . . . . τοῖς μακροῖς . . . . . λόγοις φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι· ἐλάβετε, φησὶν, Πνεῦμα Ἅγιον· εἰργάσασθε δυνάμεις πολλάς· ἐτελέσατε σημεῖα· προφητεύοντες, γλώσσαις λαλοῦντες· τὴν τοσαύτην ἰσχὺν τίς ὑμῖν δέδωκεν ; ὁ νόμος ; καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον· ἀλλ’ ἡ πίστις ; πῶς οὑν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τούτων παρασχόντα νόμον αὐτομολῆσαι πάλιν ; Ἄλλοσ δέ φησι, δεξάμενοι τὸ Πνεῦμα ἐπ’ ἐλπίδι τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας, ὅτε χάριτι πάσης ἑκτὸς ἁμαρτίας ἐσόμεθα, αὖθις ὡς θνητοὶ τινες, ὑπὸ τὴν τοῦ νόμου φυλακὴν ἑαυτοὺς ποιεῖτε ; Οὕτως ἀνόητοι ἐστέ· ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε ; πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε· δέον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνον προἰόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προιόντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ μεγάλων ἀρξάμενοι, ἐπὶ τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικόν· τὸ δὲ περιτέμνεσθαι, σαρκικόν· ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε· μετὰ τὸ δράξασθαι τῆς ἀληθείας, ἐπὶ τοὺς τύπους κατεπέσετε. καὶ οὐκ ε7πε σαρκὶ τελεῖτε, ἀλλὰ " σαρκὶ ἐπιτελει-σθε.’’ δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκυπτον· τούτων ἑαυτοὺς ἐκδόντων εἰς τὸ πάσχειν, ὅπερ ἐβούλοντο ἐκεῖνοι. τοσαῦτα ἐπάθετε εἰκῆ ; Toῦ ΧΡΥΣοΣΥΏMoΥ. τοῦτο τοῦ προτέρου πολυπληκτικώτερον· οὐ γὰρ οὕτως ἠδύνατο δακεῖν ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγαθῶν ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ τὸν Χριστόν· πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται· ε7τα ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἐνέμενεν ἕως τῆς ἀποφάσεως, ἀλλ’ ἐπήγαγεν. Εἰ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητέ φησιν ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυ- τοὺς, οὐκ εἰκῆ. ποῦ νῦν εἰσὶν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες ; ἰδοὺ γὰρ οὗτοι, καὶ πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ μυ- ρίους ὑπομείναντες διὰ Χριστὸν κινδύνους καὶ διωγμοὺς, τῆς χάρι. τος ἐξέπεσον· ἀλλ’ ὅμως φησὶν, ἐὰν βούλεσθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν πνεῦμα, καὶ ἐνεργῶν δυνά- μεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἣ ἐξ ἀκοῆς πίστεως ; τοσαύτης ἠξιώθητε, φησὶ, δωρεᾶς διὰ τὴν πίστιν, ἣ διὰ τὸν νόμον ; δῆλον ὅτι διὰ τὴν πίστιν· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προκειμένου, δεικνὺς τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προτεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· τότε δὲ ἰσχύει ἡ πίστις, ὅταν μὴ προτέθῃ τὰ ἀπὸ τοῦ νόμου, καὶ ὅτε φησὶν οὐ προσείχετε τῷ νόμῳ ἀλλὰ τῇ πίστει, τότε πνεῦμα ἐλάβετε καὶ σημεῖα ἐπετελέσατε· εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον κινεῖ τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον εἰσά- γῶν, καὶ σφόδρα εὐκαίρως καὶ μετὰ πολλῆς τῆς περιουσίας οὕτω λέγων, Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θέῳ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Δῆλοί μὲν γὰρ τῆς πίστεως, φησὶν, τὴν δύναμιν, καὶ τὰ ὑφ’ ὑμῶν γινόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πεῖσαι δύναμαι διηγημάτων· εἰ ὁ πρὸ τῆς χάριτος, φησὶν, ἀπὸ πίστεως ἐδικαιώθη· καίτοιγε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ἡμεῖς· τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον ; οὐδέν· ἀλλ’ ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ· ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν ὁ νόμος, οὕτω καὶ νῦν δοθεὶς πέπαυται· εἶτα ἐπειδὴ μέγα ἐφρόνουν τῷ ἐς Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεσαν μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας, καὶ τοῦτον πάλιν εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα ἡ πίστις ἐργάζεται· καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται λέγων οὕτως, ΚΕΦ. Ε. Ὅτι καὶ Ἀβραάμ ἐκ πίστεως ἐδικαιώθη εἰς τύπον ἡμῶν. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοὶ εἰσὶν Ἀβραάμ. Εἰτα καὶ αὐτὸ τοῦτο, ἀπὸ μαρτυρίας παλαιᾶς συνίστησι. " Προσιδοῦσα γάρ’ φησὶν, " ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ . . . . . . . . . τῷ Ἀβραὰμ . . . . . . . . . πάντα τὰ ἔθνη.’’ Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν οὗτοι εἰσὶν υἱοὶ, ἀλλ’ οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι· τοῦτο γάρ ἐστιν " ἐν σοὶ τὰ ἔθνη,’’ δηλονότι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν. διὰ δὴ τοῦτο, καὶ ἕτερον δείκνυται μέγα· ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει, τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν αὐτῶν, δεικνὺς, ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἣ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη· σείκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο. Προιδοῦσα γὰρ ἡ γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προενηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν ; αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησι, καὶ πρὶν ἣ τὸν νόμον δοῦναι, τοῦτο ἦν ὁρίσας· ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη· καὶ οὐκ εἶπεν ἀπεκάλυψεν, ἀλλ’ εὐηγγελίσατο· ἵνα μάθῃς ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι· ἐπειδὴ δὲ φόβος εἶχε καὶ αὐτοὺς ἕτερος . . . . . . . . πᾶς ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·’’ καὶ τοῦτο λύει τὸ δέος ὁ σοφὸς καὶ συνετὸς σφόδρα, εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων καὶ δεικνὺς ὅτι οὐ μόνον εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφιέντες, ἀλλὰ καὶ εὐλογημέμοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Πῶς οὖν ταῦτα δείκνυσιν ; ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ γραφὴ εἶπε τῷ πατριάρχῃ " ὅτι ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη τότε δὲ νόμος οὐκ ἢν ἀλλὰ πίστις διὸ καὶ συλλογιζόμενος ἐπήγαγεν. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται, σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσιν καὶ εἴπωσιν· εἰκότως ἀπὸ πίστεως ἠδικαιώθη, οὔπω γὰρ ἦν ὁ νόμος, σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν, ἐπὶ τοῦτο ἕρχεται, καὶ πλέον ὧν ζητοῦσιν. Ἁποδείκνυσιν δὲ οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ ἐπικαταράτους τοὺς χρωμένους τῷ νόμῳ ποιοῦσαν.