ΚΕΦ. Ι. Ὅτι ἡ κλῆσις ἡμῶν οὐχ ὑπόκειται περιτομῇ καὶ νόμῳ διὰ τὸ Χριστοῦ πόθος. Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει ; αὐτὸς μὲν τοῦτο οὐ κατεσκεύασεν, ἀλλ’ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπόν· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν· ” ὅπερ ἦν θαρροῦν. τος οἷς λέγει· ὑμεῖς δὲ ὅσον οἷόν τε ᾖ, τὰ παρ’ ἑαυτῶν προσθήσετε. Πῶς οὖν οὐδὲν ὠφελεῖ τὸν περιτεμνόμενον ὁ χριστός ; ὁ περιτεμνόμενος ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δεδοικὼς ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος· ὁ δὲ ἀπιστῶν οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης· πάλιν ἑτέρως ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουόμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι ; Εἶτα εἰπὼν “ οὐδὲν ὠφελήσει·” αἰνιγματωδῶς καὶ διὰ βραχέων, καὶ τὴν ἀπό δεῖξιν τίθησιν οὕτω λέγων, Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἴνα γὰρ μὴ νομίσῃς κα ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω φησὶν, ἀλλὰ καὶ “ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι “ ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” ἀλλήλων γὰρ ἔχονται τὰ νόμιμα· καὶ καθάπερ τις ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρων, οὐκέτι κύριός ἐστι τὸ ἣ τὸ ποιεῖν· ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις, οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἃν δέξῃ μι- κρὸν τοῦ νόμου· καὶ ὑπαγάγῃ ἑαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λειπόμενον λοιπὸν, ἀλλ’ ἡ κόλασις ἀπαραίτητος· τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν ; κατασείσας τοίνυν αὐτῶν τῷ φόβῳ τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον ὃ μέλλουσιν ὑπομένειν, ἐγγύθεν ἀνοίγνυσιν αὐτοῖς τῆς χάριτος τὸν λιμένα· διὸ καὶ ἐπάγει λέγων, Ἡμεῖς γὰρ διὰ πίστεως ἐν Πνεύματι, ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων δεόμεθα τῶν νομίμων φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι’ αὐτοῦ δικαιοσύνην καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. Ὅρα πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παρρησίας· ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω φησίν· ὅρα δὲ ποῦ τὴν περιτομὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν· τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστί· τὸν γὰρ μέλλοντα ἀπογράφεσθαι εἰς τὴν καινὴν διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ, ἅσπερ οὖν οὔτε ὀνίνησι. τί δέ ἐστι ”δι᾿ ἀγάπης ἐνερ- “ γουμένη ; μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν· ἐμφήνας, ὅτι ἐκ τοῦ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι, αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαι ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας· ὡσανεὶ ἔλεγεν· εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν· οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε· οὐκ ἃν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ’ ἀποροῦντος καὶ ὀλοφυρομένου· πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος ; τίς τοσοῦτον ἴσχυσεν, ὥστε ὑμᾶς ἀπατῆσαι τῇ ἀληθείᾳ μὴ πείθεσθαι, ἀλλὰ τοῖς τύποις ἐμμένειν; ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε, “ τίς ὑμᾶς ἐβάσκηνεν ; ” ἡ πεισμονὴ, οὐκ ” ἐκ τοῦ καλοῦντος ὑμᾶς·’’ οὐκέτι τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν ὥστε οὕτως σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν ὥστε Ἰουδαίζειν. (Θεόδωροσ.) Ἄλλος δέ φησι, τῆς χάριτος Θεοῦ ἦν τὸ τὸ δοῦναι τοῦ Πνεύματος τὴν χάριν, ὑποσχέσθαι τὰ μέλλοντα· τὸ μέντοι μένειν βεβαίους ἐπὶ τῆς πίστεως, οὐκ ἢν ἐκείνου ἀλλ’ ὑμέτερον· εἶτα ἵνα μήτις λέγῃ, τί τὸ πρᾶγμα ἐπαίρεις ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον καὶ τοσαῦτα θορυβεῖς· ἄκουσον πῶς φοβεῖ· οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ’ ἀπὸ τῶν μελλόντων, λέγων οὕτως, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτως καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Τουτέστι, ὅτι διορθωθήσεσθε, πιστεύω τῷ Θεῷ, καὶ τῇ ἐκείνου συμμαχίᾳ πρὸς τὴν ὑμετέραν διόρθωσιν θαρρῶ· καὶ οὐχ ἁπλῶς εἰπε πέποιθα τῷ Κυρίῳ, ἀλλὰ “πέποιθά εἰς ὑμᾶς ἐν Κυρίῳ·’’ πανταχοῦ γὰρ μετ’ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡσανεὶ ἔλεγε· τοὺς ἐμοὺς μαθητὰς οἶδα· οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαρρῶ, τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολύεσθαι οὐδὲ τὸ τυχόν· τοῦτο δὲ δι’ ὑμᾶς, τοὺς δυναμένους ἑαυτοὺς ταχέως ἀνακτήσασθαι. Ὁ δέ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις αν ῃ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάρρυνε, καὶ ἐξ ὧν ἐκείνους ἣ ἐπαράσατο, ἣ προεφήτευσε· σὺ δέ μοι σκόπει, πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. καὶ οὐχ ἁπλῶς εἶπεν οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον, εἰπὼν, “ ὅστις ἃν ” οὐ γὰρ αἰδεῖται πρόσωπον, ὅταν ἡ ἀλήθεια κρίνηται. Ἐγὼ· ἀδελφοὶ εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώ- κομαι ; Θεοδώρου. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ ουδαΐζοντα ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν· οἴδατε γὰρ, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τι δίωκομαι ; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἣ τοῦτο· τί οὖν οὐκ ἐκήρυξε περιτομήν; οὐ περιέτεμε τὸν Τιμόθεον ; οὐκ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλ’ οὐ κηρύσσω· τουτέστιν, οὐχ οὕτως κελεύω πιστε΄νειν· μὴ γάρ μοι τὴν πρόσκαιρον οἰκονομίαν εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ, τουτέστι τὸ ἐμπόδιον· τὸ κώλυμα ἀνῄρηται εἰ τοῦτό ἐστιν ὁ φατε· οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰονδαίους ὡς τὸ μηδὲν πείθεσθαι τοῖς πατρῴοις νόμοις. καὶ γὰρ Στέφανον προενεγκόντες, οὐκ εἶπον ὅτι οὗτος ἐσταυρωμένον προσκυνεῖ, ἄλλ’ ὅτι κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου· καὶ τῷ Ἰησοῦ τὸ αὐτὸ ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει· διό φησιν ὁ Παῦλος, εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ἡμᾶς, οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν φονῶσι καθ’ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ; ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν. Ἀρ’ οὑν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῇ καὶ μάτην τοσαύτὴν ἀναδείξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ ; ὁρᾶτε γοῦν ὅτι δι’ οὐδὲν ἡμῖν πολέμους ἱν οὕτως ὡς διὰ τὴν περιτομήν· οὕτως ἀνόητος ἤμην ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι καὶ σκανδαλίζειν ἑτέρους ; σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε. καὶ τοῦτο ἢν μάλιστα τὸ σκανδαλίζον Ἰουδαίους καὶ κωλύου τὸν σταυρὸν καταδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἐξίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ἐπειδὴ καλῶς ἐπαίδευσε τοὺς ἠπατημένους καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν. δεῖ δὲ ἡμᾶς συνιδεῖν αὐτοῦ καὶ ἐντεῦθεν τὴν σοφίαν· πῶς τοὺς μὲν ὡς παῖδας οἰκείους καὶ δυναμένους λαβεῖν διόρθωσιν νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας ἐκκόπτει, ἐπαρώμενος αὐτούς· καὶ καλῶς εἶπεν “ οἱ ἀναστατοῦντες ὑμᾶς.” τὴν γὰρ πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντας τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, καθάπερ αἰχμαλώτους καὶ μετανάστας. εἰ βούλονται τοίνυν, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποκοπτέσθωσαν. Ποῦ νῦν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι ταύτην, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες ; ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα φασὶν, ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν. Ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκοκόπτουσι τὸ μέρος· οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν ; Διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψύχην κάτεισιν ἡ ἐπιθυμία· ἀλλ’ οὔτε ὀφθαλμὸς οὔτε ἄλλο μέλος αἴτιον, ἀλλ’ ἡ πόνηρα προαίρεσις μόνον. ΚΕΦ. ΙΑ. Ὑπογραφὴ τῆς κατὰ Πνεῦμα ἐλευθέριος. γὰρ γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῆ σαρκί. Ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν μίγνυσι τὸν δογματικὸν, ὅπερ ἐν οὐδεμιᾷ τῶν ἄλλων ἐπιστολῶν πεποίηκε. καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. τι δέ ἐστιν, ὁ φησιν ; ἀπήλλαξεν, ὑμᾶς ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας· κυρίους ἀφῆκε τοῦ πράττειν ὅ, τι βούλεσθε· οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ’ ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον καὶ κατάρας ἀπαλλαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῆν, διορθοῦται τὴν ὑπόνοιαν λέγων, οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ’ ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμὰ, ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. εἶτα καὶ δείκνυσι τρόπον, δι’ οὓ ῥᾳδίως ἃν τὸ τοιοῦτο κατορθωθείη. τίς οὖν ὁ τρόπος ; Αλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Πάλιν ἐνταῦθα αἰνίττεται, ὅτι φιλονεικία καὶ στάσις καὶ δφιλαρχία καὶ ἀπόνοια ταύτης αἰτία τῆς πλάνης αὐτοῖς ἐγένετο. ἡ γὰρ τῶν αἱρέσεων μητὴρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. εἰπὼν γὰρ δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου, τοῦτο ἔλαβεν ἡ ἀρχὴ τὸ κακόν· ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἀμάρτημα· φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι’ αὐτῆς κακεῖνο μάθωσιν· ὁ γὰρ ἀγαπῶν ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ, παντὸς δούλου ταπεινότερον. Διὰ τοῦτο οὐκ εἶπεν· ἀγαπᾶτε ἀλλήλους ἁπλῶς, ἀλλὰ, “ δουλεύετε,’’ τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ χὰρ τὸν τοῦ νόμου ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τῆς ἀγάπης· ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα φησὶν, Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ’ ἐν τῇ ἀγάπῃ πληροῦται. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται ἵνα μὴ βαρήσῃ· οὐ γὰρ εἶπεν, ἐπειδὴ ἀλλήλους δάκνετε, ἀλλ’ , “ εἰ ἀλλήλους δάκνετε·’’ καὶ τὸ ἑξῆς ὁμοίως οὐκ ἀπεφήνατο, ὅτι ὑπὸ ἀλλήλων ἀναλωθήσεσθε, ἀλλὰ “ βλέπετε “ μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.” ὅπερ ἐστι φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος· καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο· οὐ γὰρ εἶπε, δάκνετε μόνον, ὅπερ ἐστι θυμουμένου, ἀλλὰ καὶ, κατεσθίετε, ὅπερ ἐστιν ἐμμένοντος τῇ πονηρίᾳ. δήγματα δὲ καὶ βρώσεις, οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας· πωτέρας· οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσῳ γὰρ τιμιωτέρα ψυχὴ σώματος, τοσούτῳ χαλεπωτέρα ἡ ταύτης βλάβη. βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν, καὶ τῶν δεχομένων αὐτὴν καὶ τῶν εἰσαγόντων. (Θεόδωροσ.) Ἄλλος δέ φησιν, εἰ μέλλετε, φησὶν, πρὸς οὕτω φιλονεικεῖν ἀνενδότως, οὐ μόνον οὐδὲν ὠφελεῖτε τοὺς ἁμαρτάνοντας, ἀλλὰ γὰρ τοὐναντίον ἔξω παντελῶς γενέσθαι αὐτοὺς τῆς εὐσεβείας παρασκευάζετε, ὃ καὶ καλῶς ἀναλίσκεσθαι ἐκάλεσεν· ἅτε δὴ μείωσιν ἐργαζομένων τῷ κοινῷ τῶν τῆς εὐσεβείας ἀποχωρούντων. Λέγω δὲ Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγίειαν χαριζόμενον φάρμακον. ποῖον δὲ τοῦτό ἐστι ; καὶ τίς ἡ λύσις τῶν εἰρημένων κακῶν ; τὸ Πνεύματι ζῆν· οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, Πνεύματι δὲ τῷ ἄγοντι τέκνα Θεοῦ. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος· τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Σάρκα ἐνταῦθα οὐ τὸ σῶμα λέγει· εἰ γὰρ τοῦτο φησὶ, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον ; ἐπιθυμεῖ γάρ, φησι, κατὰ τοῦ Πνεύματος, καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων. ἡ γὰρ ἐπιθυμία, οὐ σαρκὸς ἀλλὰ ψυχῆς· καὶ γὰρ ἀλλαχοῦ ποῦ φησι “ κατεπίθυ- “ ’μός ἐστιν ἡ ψυχή μου·’’ καὶ “ τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ποιήσω “ σοι·’’ καὶ “πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν “ οὕτως ἐπιθυμεῖ ἡ ψυχή μου. οἶδεν οὖν σάρκα καλεῖν οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ καὶ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ, “ ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. καὶ πάλιν, “οι δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλὰ καὶ αὐτὸ τοῦτο φησι κατηγορία του σώματος τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς σαρκὸς ὀνόματι καλεῖσθαι. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ αὐτὴν δὲ καλήν· τὸ γὰρ ἔλαττον τοῦ καλοῦ καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ’ ἐναντίον· σὺ δὲ εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος μόνον κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σε καὶ τῆς ψυχῆς κατηγορεῖν. Καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνευματικὰ πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ γραφὴ, καὶ τὴν ἐκκλησίαν πᾶσαν σῶμα λέγουσιν εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα μαθεῖν τὰ δι’ αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ δὲ λέγει, “ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ νεύματος, περὶ δύο φησὶ λογισμῶν. Οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα, εἰ γὰρ ταῦτα ἀλλήλοις ἀντίκεινται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, καὶ τὸ φῶς τοῦ σκότους· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖται πρόνοιαν, καὶ μυρία πάσχει ὥστε αὐτὸ μὴ καταλιπεῖν, πῶς ἂν ἐναντία ταῦτα εἴη ; οὐ τοίνυν περὶ τούτων φησὶν, ἀλλὰ λογισμῶν πονηρῶν καὶ ἀγαθῶν μάχην εἰσάγει· τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς. Διὰ τοῦτό φησι· “ ταῦτα δὲ ἀλλήλοις “ ἀντίκεινται,’’ ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. (Θεόδωροσ.) Ἄλλος δέ φησιν, ἀναιρετικὸν μὲν ἀθανασία, ἀθανασία δὲ θνητότητος· οὐδὲ γὰρ συμφωνεῖ ταῦτα ἀλλήλοις· ὅθεν οὐδὲ ἡμῖν ἔξεστι ποιεῖν ἅπερ βουλόμεθα, ἐπεὶ μηδὲ δυνατὸν ἐν ἐκείνοις ὄντας τὰ τῆς θνητότητος πράττειν· τὸ γὰρ ἵνα οὐκ ἐπὶ αἰτίας εἰπεν, ἀλλ’ ὡς ἀκόλουθον κατὰ τὸ οἰκεῖον ἰδίωμα. (Σευηριανόσ.) Ἄλλος πάλιν ὧδε λέγει, ζητεῖται διατί νόμον ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας· ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος· διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία, καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει, τούτου ἕνεκεν ὅτε νόμου ἢν μνήμη, ταῦτα λέγει· καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων, καὶ τῆς διὰ τοῦ Κυρίου διορθώσεως, εἰσήγαγε τὸ “ οἱ γάρ “ κατὰ σάρκα ζῶντες, Θεῷ ἀρέσαι οὐ δύνανται· “ διατί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν ; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ, οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης, ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν· τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τι καλὸν καὶ τι κακὸν, καὶ τι τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθεὶς, λέγω δὴ τὸ μὴ κατὰ σαρκὶ περιπατεῖν, ὡς λέγει ὁ Παῦλος Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Χρυσοστόμου. Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος· ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, “ οὐ φονεύσεις ; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρήζει τοῦ παιδεύοντος μὴ μοιχεύειν ; τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζων αὐτὴν ἀνασπάσαντι ; ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου μέγα εἰρηκέναι καὶ θαυμαστὸν, εἴγε ἐν τάξει τοῦ Πνεύματος ὁ νόμος ἦν, κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ· τίς γὰρ χρεία νόμου, τῷ οἴκοθεν κατορθοῦντι τὰ μείζω ; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρμακεία,εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· τοῖς· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Τί λέγεις ἐνταῦθα λοιπὸν, ὁ τῆς σαρκός σου κατηγορῶν, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι ; ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία σαρκὸς καθ’ ἡμᾶς· αἱ ἔχθραι καὶ αἱ ἔρεις καὶ οἱ ζῆλοι, καὶ οἱ ἐρέθειαι, καὶ αἱ φορμακεῖαι, τίνος ἂν εἶεν ; προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον· ὥσπερ οὖν καὶ τὰ ἄλλα, πῶς ἃν εἶεν σαρκός ; ὁρᾷς ὅτι οὐ τὴν σάρκα λέγει ἐνταῦθα, ἄλλα τὸν γεώδη λογισμόν ; διὸ καὶ φοβεῖ λέγων, ὅτι “ οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.’’ εἰ δὲ φύσεως ταῦτα πονηρᾶς καὶ οὐ προαιρέσεως πονηρᾶς, περιττῶς εἶπε “ πράσσουσιν,” οὐ γὰρ πράσσουσιν, ἀλλὰ πάσχουσι. τίνος δὲ ἕνεκεν βασιλείας έκπιπτεύουσιν ; οὐδὲ γὰρ τῶν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις· διὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Καὶ οὐκ εἶπε τὸ ἔργον τοῦ Πνεύματος, ἀλλ’ “ ὁ καρπός·” οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ Πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή ; οὐδαμῶς περιττὴ ἡ ψυχὴ, καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης, καὶ περὶ αὐτήν· καὶ ἐν μέσῳ κειμένη κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματιὸν αὐτὸ κατειργάσατο· ἂν δὲ καὶ ἀποστῇ μὲν τοῦ Πνεύματος, ἐκδῷ δὲ ἑαυτὴν τοῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν· ὁρᾷς πανταχόθεν πῶς οὐ περὶ οὐσίας ὁ λόγος αὐτῷ νῦν σαρκὸς, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς καὶ οὐ τοιαύτης ; διατὶ δὲ καρπὸν καλεῖ τοῦ Πνεύματος; ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνον· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν οὕτω λέγων, Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγα- θωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιύτων, οὐκ ἐστι νόμος· Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ’ ἑαυτῷ, καὶ διδάσκαλον καλὸν ἀπηρτισμένον κεκτημένῳ τῆς φιλοσοφίας τὴν αλὰπην ; ὡσπερ γᾶρ οί τῶν ἵππων εὐήνιοι καὶ ἀφ’ ἑαυτῶν ἀπἁντα πράττοντες οὐκ ἂν δεηθεῖεν μάστιγος, οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ Πνεύματος, οὐ δεῖται τοῦ νουθετ(??)ῦντος νόμου· πάνυ δὲ καὶ ἐνταῦθα θαυμαστῶς τὸν νόμον ἐξέβα εν· οὐχ ὡς φαῦλον, ἀλλ’ ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἵνα γὰρ μὴ λέγωσι, καὶ τίς ἐστι τοιοῦτος ; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας· σάρκας πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν· οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλεν· ἐπεὶ πῶς ἔμελλον ζῆν; τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλῶν· ἐπεὶ οὖν τοῦ Πνεύματος τοσαύτη ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκούμεθα· διὸ καὶ αὐτὸς ἐπάγει λέγων, Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι· τοῦτο γάρ ἐστι τὸ “ στοιχῶμεν” τουτέστιν, ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην· εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο ποιοῦντας, φησι, Μῆ γινώμεθα κενόδοξοι· ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Εἰς φιλονεικίαν δηλονότι καὶ ἔρεις ἀλλήλοις φθονοῦντες· ἀπὸ γὰρ κενοδοξίας φθόνος, καὶ ἀπὸ φθόνου, τὰ μυρία ταῦτα κακά. Ἀδελφοὶ ἐὰν καὶ προλήφθῃ ἄνθρωπος ἔν τινι τινι ματι. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὐτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν· τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησὶν, “ ἀδελφοὶ, ἐὰν καὶ “ προληφθῇ·” οὐκ εἶπεν ἐὰν πράξῃ, ἀλλ’ “ ἐὰν καὶ προληφθῇ·” τουτεστιν, ἔαν συναρπαγῇ· Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε μὴ καταδικάζητε, ἀλλὰ διορθοῦτε· καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ δεικνὺς ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν. Ἐν Πνεύματι πραΰτητος. Οὐκ εἶπεν ἐν πραότητι, ἀλλ’ “ ἐν Πνεύματι πραότητος” δηλῶν, ὅτι καὶ τῷ Πνεύματι τοῦτο δοκεῖ· καὶ τὸ δύνασθαι μετὰ ἐπεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ· εἶτα ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν οὕτως εἰπὼν, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὠσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν· ἵνα εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν, οὕτω καὶ ἡμᾶς ποιεῖν χρή· διὸ καὶ τὴν αἰτίαν ἀναγκαίαν τίθησι λέγων, “ σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·” καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος· πρῶτον μὲν εἰπὼν, “ ἐὰν καὶ προ- “ ληφθῇ·’’ δεύτερον, “ καὶ ἄνθρωπος·” τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα· εἶτα “ μὴ καὶ σὺ πειρασθῇς·’’ δαίμονος ἐπήρειαν μᾶλλον, ἣ ψυχῆς ῥαθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον χωρὶς ἁμαρτήματος εἰναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς γίνεσθαι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ’ ἑτέρων· ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησιν. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Τουτέστι, κοινὴ πάντες πληρώσατε δι’ ὧν ἀλλήλους φέρετε· οὕτως γὰρ ἀλλήλοις χεῖρα ὀρέγοντες, ἐν οἷς μέλλετε καταπίπτειν, δι’ ἀλλήλων κοινὴ πληρώσατε τὸν νόμον· τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς· ὥσπερ γὰρ ἐν τῷ σώματι, εἰ τὴν αὐτὴν τίς ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται, οὕτως καὶ ἐπὶ τῶν ἀδελφῶν πολὺς ἔσται πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοίημεν. (Θεόδωροσ.) Ἄλλος δέ φησι, νόμον Χριστοῦ τὴν φησίν· ἀλλὰ καὶ κοινωνῆσαι αὐτῷ τοῦ φορτίου ὀφείλεις· τοῦτο δὲ γίνεται, ὅταν διὰ παραινέσεως καὶ χρηστότητος ἐπικουφίζῃς αὐτῷ τὴν ψυχὴν, ὑπὸ τῆς τοῦ ἁμαρτήματος συνειδήσεως βεβα ρημενην. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὣν, ἑαυτὸν φρεναπατα. Πάνυ ἐνταῦθα τὴν ἀπόνοιαν κατακόπτει· ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι· πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα φέρων τὴν τοιαύτην ὑπόνοιαν. Τὸ δὲ ἔργον δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ἡμῖν· καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου· τηρίου· ὅρν δὲ αὐτὸ παραδῷς τῷ πυρὶ, τότε ἀκριβῶς τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου, οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὑπευθύνους ὄντας ἐγκλημάτων, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἔχει, καὶ οὐκ εἰς τὸν ἕτερον· ταῦτα οὐ νομοθετῶν φησὶν, ἀλλὰ συγκαταβαίνων· ὡσανεὶ ἔλεγεν, ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἶδ’ ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον ὡς ὁ Φαρισαῖος· ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως· διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ περιττὸν κατὰ μικρὸν ἐξέλῃ· ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι καὶ μὴ κατὰ ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα· ὅταν γὰρ μὴ νομίσῃ τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα· τοῦτο γάρ ἐστιν οὐκ εἰς τὸν ἕτερον· ἀλλ’ ἑαυτὸν καθ’ ἑαυτὸν ἐξετάζων ἁβρύνηται, παύσεται ὕστερον καὶ τοῦτο τποῖων· καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν “ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπάγων, Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Δοκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ’ ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ αὐτὸν μέγα φρονεῖν· εἰς ἐννόησιν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας· καὶ τίνος ἕνεκεν οὕτως ἐνομοθέτησεν ὁ Χριστός ; καὶ γὰρ ἐν τῇ καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς εὐαγγελίου καταγγέλλοντας, ἐκ τοῦ εὐαγγελίου ζῆν· καὶ ἐν τῇ παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχομένων ἤσαν αἱ πρόσοδοι· τινος οὑν ἕνεκεν ταῦτα διεπράξατο ; ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέμενος· ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνεσθαι· γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ, καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι, ὅπερ καὶ ἀγάπην οὐ μικρὸν εἰργάζετο ἑκατέρῳ τῷ μέρει· διὰ τοῦτο δὲ καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν, " εἰ “ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν “ τὰ σαρκικὰ θερίσωμεν ” μείζονα γὰρ ὁ μαθητὴς λαμβάνει ἣ δίδωσι· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τῶν γηίων τὰ ἐπουράνια ἀμείνω. εἷτα, ἵνα μὴ πονηρία διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα παρατρέχῃ πολλάκις διὰ τὸν τρόπον, προϊὼν μέν φησι· “ τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμιας δείκνυσιν οὐτῶ λέγων, Μῆ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων, δεῖ τοῦ αὐτοῦ γένους εἶναι καὶ τὸν σπόρον καὶ τὸν ἄμητον, οὕτως καὶ ἐν τοῖς ἔργοις ὁ καταβάλλων εἰς τὴν σάρκα, τρυφὴν, μέθην, ἐπιθυμιᾶν ἄτοπον, τὰ ἐκ ταύτης ἀμήσει· τίνα δέ ἐστι ταῦτα ; κόλασις, τιμωρία, αἰσχύνη, γέλως, φθορά· τῶν γὰρ πολυτελῶν τραπεζῶν οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὸ φθείρεται καὶ συμφθείρει τὸ σῶμα· τὰ δὲ τοῦ Πνεύματος, οὐ τοιαῦτα· ἀλλ’ ἀπεναντίας ἅπαντα τούτοις. (Σευηριανόσ.) Ἄλλος δέ φησι, ἐδήλωσεν ἐκ τούτου, ὅτι ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν, οὐδὲν παρεῖχον· διὸ φησὶν, “ ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ· ” ὁ γὰρ νόμῳ ὑποκείμενος, ἐν τοῖς σαρκικοῖς ζῇ· ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι παρέχων, εἰς τὴν σάρκα σπείρει μόνον· Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. ἄρ οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ μηδεὶς νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ, καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσιν αὐτοῖς τὴν θύραν τῆς τοιαύτης ἀνοίγνυσι φιλοτιμίας· καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἓλληνας κελεύειν ἐλεεῖν· μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ’ οὖν ὅμως. τίς δὲ ἡ τάξις ; τὰ πλείονα περὶ τοὺς πιστοὺς ἐπιδείκνυσθαι τὴν πρόνοιαν φιλοτίμως καὶ διηνεκῶς· καὶ γὰρ τοῦ καιροῦ τὸ ὄνομα, καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται· εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν ἀμήτου μεμνημένος καινοῦ τινὸς καὶ παραδόξου. ἐπὶ μὲν γὰρ τῶν γηπόνων, οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ, οὐδὲν τούτων ἔνι φησίν· ὃ καὶ παραδηλῶν ἔλεγε· “ καιρῷ “ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.” καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται, ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ λέγων, “ ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν.” ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι· οὕτως οὐδὲ τοῦ ἐλεεῖν· ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον· διό φησιν, “ ὡς καιρὸν ἔχομεν, ἐργαζώ- “ μέθᾳ τὸ ἀγαθὸν,” πρὸς πάντας, καὶ ταύτῃ μάλιστα ἀπαλλάττων λάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος· ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν· εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. ΚΕΦ. ΙB. Ἀποτροπὴ ἀπὸ τῶν ἑλκόντων ἐπὶ τὴν περιτομὴν, καὶ προτροπὴ πρὸς νέαν ζωὴν τὴν ὑπὸ Πνεύματι. Ἴδετε, πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Εἰπὼν ὀλίγα περὶ αὐτῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττεν. αἰνίττεται δὲ οὐδὲν ἕτερον, ἀλλ’ ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν, ὃ πολλῆς γνησιότητος σημεῖον ἦν· ἐποίησε δὲ τοῦτο ἐνταῦθα, οὐ δι’ ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν· ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι ὡς καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος· τὸ δὲ “ πηλίκοις,’’ ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων h. ὅτι οὐδὲ ἄριστα γράφειν εἰδὼς, ὅς ἠναγκάσθην δι’ ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὰ στόματα· (Θεόδωροσ.) Ἄλλος δέ φησι, μέλλων καθάπτεσθαι τῶν ἄγαν μείζοσιν ἐχρήσατο γράμμασιν, ἐμφαίνων ὅτι οὔτε αὐτὸς ἐρυθριᾷ, οὔτε ἀρνεῖται τὰ λεγόμενα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτεμνόμενοι νόμον φυλάσσουσιν· ἀλλὰ θέλουσι περιτέμνεσθαι ὑμᾶς, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν, οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ’ ἀναγκαζομένους· παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος. τί δὲ ἐστὶν εὐπροσωπεῖν ἐν σαρκί ; εὐδοκιμεῖν παρ’ ἀνθρώποις. ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ h ὁμοίως καὶ Εὐσέβιος in marg. τοῖς Ἰουδαίοις, ὡς τῶν πατρῴων ἀποστάντες ἐθῶν, ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι διὰ τῆς ὑμετέρας σαρκὸς, ἐκείνοις ἀπολογούμενοι· ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ Θεὸν ταῦτα ἔπραττον· εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι’ οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάττοντας· διὸ καὶ ἐπήγαγεν, “ ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυ- “ χήσωνται,’’ ὡς μαθητὰς ἔχοντες. καὶ τίς ἡ τούτων ἀπόδειξις; οὐδὲ γὰρ αὐτοί, φησι, νόμον φυλάττουσι· μάλιστα μὲν γὰρ εἰ καὶ ἐφύλαττον, καὶ οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. (Σὐσέβιοσ.) Ἄλλος δέ φησι, τοῦ νόμου ἔχοντος τὴν ὅτι ἐπικατάρατος ὁ μὴ ἐμμένων πᾶσιν· ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν, “ ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ “ σαρκὶ καυχήσωνται·’’ τουτέστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσι συνεθέμεθα, ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι· ἐγὼ δὲ τῇ ἐμὴ χειρὶ γράφω. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὲν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ’ ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα μεγίστη· καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ’ ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ’ ἡμεῖς ἁβρυνόμεθα τούτῳ· οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. καὶ οὐκ εἶπεν, ἐγὼ δὲ οὐ καυχῶμαι· ἢ ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ’ “ ἐμοὶ δὲ μὴ “ γένοιτο·’’ ὥσπερ τι τῶν ἀτόπων ἀπηύξατο, καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ ; ὅτι Χριστὸς δι’ ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθεν· ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ’ οὕτω με ἠγάπησεν, ὥστε καὶ ἑαυτὸν ἐκδοῦναι ἀρᾷ· τί τούτου γένοιτ’ ἃν ἴσον ; πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ δεσπότης, ὁ ἀληθὴς Θεὸς, μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν ; μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ. Κόσμον νῦν οὐ τὸν οὐρανὸν φησὶν, οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, καὶ ὅσα τοιαῦτα. ταῦτα γάρ μοι νεκρὰ γέγονεν. τοιοῦτον εἰναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν· οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπὼν, “ κἀγὼ κόσμῳ·’’ διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος καὶ λέγων, ὅτι ἐκεῖνα ἐμοὶ νεκρὰ, κἀγὼ ἐκείνοις· οὐδὲν τῆς νεκρότητος ταύτης μακαριώτερον· αὕτη γὰρ τῆς μακαρίας ζωῆς ἐστὶν ὑπόθεσις. Οὔτε γὰρ περιτομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; οὐ γὰρ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησε· τί ταύτης τῆς ἰσχύος ἴσον; τὸν γὰρ ὑπὲρ τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους σφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα· καινὴν γὰρ κτίσιν ταύτην καλεῖ, τὴν καθ’ ἡμᾶς πολιτείαν ταύτην, διά τε τὰ γενόμενα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα τῷ γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίο·ματος ἀνενεώθη· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· τὰ ἐσόμενα δὲ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. μὴ τοίνυν μοι λέγε περιτομὴν, φησὶ, λοιπὸν, τὴν οὐδὲν δυναμένην· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τὰ τῆς χάριτος· οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται· καὶ τῷ τοῦ Ἰσ ραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· οἱ γὰρ κυρίως Ἰσραὴλ τὸ δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντες εἰσὶν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι καὶ τὰ τῆς χάριτος διώκοντες. (Σευγριανόσ.) Ἄλλος δέ φησι, ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσι, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, “ ὅτι οὔτε περι “ τομὴ τί ἰσχύει, οὔτε ἀκροβυστία·’’ καινὴν δὲ κτίσιν εἶπε, περὶ ἧς ἀλλαχοῦ, “ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·’’ εἰ καινή, φησι, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον, ἐν κόσμῳ ζῇ· ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται· ἐσταύρωται οὖν ἐμοὶ κόσμος, κἄγω κόσμῳ· Ἄλλοσ δὲ πάλιν φησὶν, οὐ περιτέμνεται ὁ Χριστιανὸς, οὐδὲ ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα· μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων, “ καινὴ κτίσις, καὶ “ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσι ” τῷ τῆς καινῆς κτίσεως, ὅσοι οὐδὲ Ἰουδαΐζοθσιν οὐδὲ Ἑλληνίζουσιν, ἀλλὰ Χριστιανίζουσιν, “ εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος.’’ ἔλεος εἰς συγχώρησιν ἁμαρτημάτων· εἰρήνη εἰς συνάφειαν τὴν πρὸς Θεὸν, “ καὶ ἐπὶ τὸν Ἰσραὴλ “ τοῦ Θεοῦ·’’ ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα. ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ Θεοῦ; ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος, μηκέτι ὄντος τοῦ Θεοῦ. Ἄλλοσ δὲ ὧδε λέγει· “ καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχή “ σουσιν,’’ ἵνα εἴπῃ ὅτι πάντες οἱ κατὰ ταῦτα προῃρημένοι τυγχάνουσι τῶν παρ’ αὐτοῦ καλῶν· τὴν μὲν εἰρήνην εἰπὼν, ὡς ἃν τότε πάσης λυομένης διαστάσεως, τὸ δὲ “ ἔλεος,’’ ἐπειδὴ φιλανθρωπίᾳ ἅπαντα ἡμῖν τὰ παρ’ αὐτοῦ προσγίνεται ἀγαθά. ὅμοιον δέ ἐστι τὸ “ χάρις ὑμῖν καὶ εἰρήνη,’’ ἐπεὶ μηδὲ διαφέρει τὸ ἔλεος τῆς χάριτος. τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ὡς γὰρ εἰς πολλοὺς καμάτους ἀπὸ τῆς ἐκείνων ἐμπεπτωκὼς κακίας, ἀπαλλασσέσθωσάν, φησι, καὶ μὴ γινέσθωσαν πρόξενοι καμάτων· ἐμὲ γὰρ ἀποστῆναι τῆς τοῦ Χριστοῦ ὁμολογίας, τῶν ἀδυνάτωι ὑπὲρ ἧς πολλὰ παθὼν, μικροῦ κατέστιγμαι τὸ σῶμα. Ἀλλοσ δέ φησιν· ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακήσας ταῦτα φθέγγεται. ὁ γὰρ πάντα ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν μαθητῶν αἱρούμενος, πῶς ἃν ἐξελύθη καὶ ἀνέπεσε νῦν; τίνος οὖν ἕνεκεν ταῦτα φησίν; ἀναστέλλων αὐτῶν τὴν ῥάθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ’ αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἰπεν ἔχω, ἀλλὰ “ βαστάζω.’’ καὶ καθάπερ οἱ σημειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ αὐτὸς ἀγάλλεται τραύματα περιφέρων· διατί δὲ τοῦτο λέγει; παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον, διὰ τούτων ἀπολογοῦμαι, φησὶ, πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαι με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειαν τί λέγειν· οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ἐλθόντα ᾑμαγμένον καὶ μυρία τραύματα ἔχοντα, δειλίας κρίνειν καὶ προδοσίας ἠνείχετο, τὸν ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. ἀρχόμενος μὲν οὖν τῆς Ἐπιστολῆς ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς, τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ’ ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων, Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. ἀμήν. Οὐκ εἶπεν ἁπλῶς μεθ’ ὑμῶν ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ “ μετὰ “ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσ κῶν τῆς χάριτος ἧς ἀπήλαυ σν· δι’ ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης· τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας οὐκ ἀπὸ περιτομῆς, ἀλλ’ ἀπὸ χάριτος ἐγένετο· πάλιν διὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε χάριτος, καὶ Πνεύματος ἀναμνήσας ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν, τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν. καὶ διπλῶ τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γενομένη· ἥτε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν, μᾶλλον κατεῖχεν ἐν τοῖς τῆς ἐκκλησίας δογμασιν· ἥτε εὐχὴ, καλοῦσα τὴν χάριν καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ Πνεῦμα αὐτῶν ἀποστῆναι· τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα ὥσπερ κόνις ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη. τριὰς μονὰς ἐλέησον. τῶν εἰς τὴν πρὸς Γαλάτας ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος β.