ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Μακεδονίας. ἡ δὲ πρόφασις τῆς Επιστολῆς αὕτη. δεξάμενοι Κορίνθιοι τὴν προτέραν ἐπιστολὴν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυίαν. καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τὸ τοιοῦτον ἁμάρτημα. εἶτα ὑφηρπάζοντο παρά τινων καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσέχειν τοῖς ἐν προσώπῳ καυχωμένοις. ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστολος. καὶ πρῶτον μὲν ἀποδέχεται τοὺς ἐκβαλόντας τὸν παρανομήσαντα, ἔπειτα ἀξιώσασιν αὐτοῖς καθικετεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν ὅτι οὐ δεῖ λαμβάνειν τὰ γράμματα μόνον τοῦ νόμου, ἀλλὰ ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾶν, (οὐ γὰρ μόνον ῥῆμα ἐστὶν ὁ νόμος, ἀλλ’ ἐν τοῖς ῥητοῖς ἐστὶ καὶ ὁ νοῦς τοῦ πνεύματος.) ἔπειτα ὅτι τοῦ Χριστοῦ ἐλθόντος καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῆν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει, ἐν πᾶσιν ἀνανεοῦσθαι, καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. ἀναδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐτὴν πλεονάζειν. αἰτιώμενος δὲ τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα ἅπερ πέπονθε διὰ τὸν Κύριον. καὶ τὰς ὀπτασίας διηγεῖται ἅς περ ἑώρακεν, εἴς τε τὸν παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστείᾶ τελειοῖ τὴν Ἐπιστολήν. ὁ πᾶς τοίνυν λόγος ἐστὶν ἐν τῇ Ἐπιστολῇ, πέρι τε ἑαυτοῦ, καὶ περὶ Κορινθίων, καὶ τῶν ψευδαποστόλων. καὶ ἐκ ταύτης τῆς ὑποθέσεως πρόεισιν, εἴς τε τὰ τῆς χάριτος Θεοῦ, καὶ περὶ ἀγαθῆς πολιτείας, κατὰ τὸ εὐσυνείδητον καὶ τὸ ἐναγώνιον, καὶ τὸ ἀφιλοχρήματον, καὶ περὶ τῆς μεταδοτικῆς ἀρετῆς, καὶ περὶ τῆς τῶν ψευδαποστόλων ἀλαζονείας καὶ πονηρίας· Θεοδωρίτου. Τί δή ποτε δευτέραν τίθησιν Ἐπιστολὴν, ζητεῖσθαι ἄξιον. ὅτι ἐν τῇ πρώτῃ ἀπελθεῖν πρὸς αὐτοὺς ἐπαγγειλάμενος, καὶ μὴ ἀπελθὼν, τοῦ Πνεύματος εἰς ἕτερα αὐτὸν ἀπασχολοῦντος, καὶ διὰ τὸ πειρασμοῖς ἐμπεσεῖν, διὰ τῆς νῦν δευτέρας τὸ μὴ ἀπελθεῖν ἀπολογεῖται, καὶ ἵνα καὶ ἀπελθεῖν διὰ τῆς Ἐπιστολῆς δόξῃ. ἔπειτα καὶ ἦσαν βελτίους ἐκ τῆς πρώτης Ἐπιστολῆς γενόμενοι. εὔλογον οὖν ἦν δευτέραν αὐτοὺς ἀξιωθῆναι, ἵνα πλεῖον ἐπιδώσωσι πρὸς ἀρετήν. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. α΄. Εὐχαριστία περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν. β΄. Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς, καὶ φειδοῦς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧτ’ καὶ συγχωρεῖ. γ΄. Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις, δι’ ἧς καὶ συνίστασθαι φησίν. δ΄. Περὶ τῆς κατὰ πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον. ε΄. Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται. ς΄. Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως, καὶ ἐπαναλήψεως. ζ΄. Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν. η΄. Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς, καὶ ἀγάπης εὐφραινούσης αὐτὸν. ἠ’. Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο ἐρχομένων. ί Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάρι. τῆ πρὸς τὸ μὴ τοῖς ἐπιπλάστως προστίθεσθαι Κορινθίοις. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ TΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ B EΠΙΣTOΛΗN. ΚΕΦ. Α. Εὐχαριστlα περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν. ΠΑΥΛΟΣ ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἀγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαίᾳ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ πέμψας ἐκεῖ τὸν Τιμόθεον, νῦν ἀπολαβὼν βῶν αὐτὸν, ἑαυτῷ συνάπτει. Ὄρα δὲ, ποτὲ μὲν τέκνον αὐτὸν καλεῖ, “ὡς πάτρι’ γὰρ, φησὶ, “τέκνον ἐδούλευές μοι,” ποτὲ δὲ συνεργόν· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγὼ,” νῦν δὲ ἀδελφὸν, διὰ πάντων ἀξιόπιστον αὐτὸν ποιῶν. τοῖς ἁγίοις—. Ἁγίους αὐτοὺς καλεῖ, ἐμφαίνων ὅτι εἴ τις γεώδης, ταύτης ἐκτός ἐστι τῆς προσρήσεως. Δοκοῦσι δὲ οὗτοι κοινῇ σαλεύεσθαι, διὰ τοῦτο καὶ κοινὴν ποιεῖται τὴν ἴασιν· τοῦτο καὶ πρὸς Γαλάτας καὶ Ἑβραίους γράφων ποιεῖ. Χάρις ὑμῖν. τὴν συνήθη προσηγορίαν καὶ τούτοις ἐπεύχεται. Επαγγειλάμενος ἦν ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἀπιέναι πρὸς αὐτοὺς, ἀλλ’ ἐκωλύθη, πειρασμῶν μεγάλων αὐτὸν καταλαβόντων· “ Εὐλογητὸς “ ὁ Θεὸς,” ἐνταῦθα στικτέον, “καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν “Χριστοῦ,” ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ. ταύτην τὴν διαίρεσιν καὶ ὁ δεσπότης ἡμᾶς ἐδίδαξεν· ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, “ ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,” σαφῶς διδάσκων, ὡς αὐτοῦ μέν ἐστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ δεσπότης. Ἄρχεται οὖν εὐφυῶς καταβάλλειν ἀπολογίας σπέρματα. Εὐχαριστῶ γὰρ, φησὶ, τῷ Θεῷ, ὅτι παρεκάλεσεν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν. Εθος γὰρ τοῖς ἁγίοις ἐκ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν ὀνομάζειν τὸν Θεὸν ἐπιμένειν νίκης πολέμων· “ ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου.” νῦν δὲ θεὸν οἰκτιρμῶν καὶ παρακλήσεως ὀνομάζει. Ὅρα δὲ τὸ ταπεινὸν τοῦ ἁγίου τούτου· λυτρωθεὶς τῶν διὰ τὸ κήρυγμα πειρασμῶν, οὐ λέγει ὅτι κατ’ ἀξίαν ἐλυτρώθην, ἀλλὰ κατ’ οἰκτιρμοὺς καὶ ἔλεον. Ἐπὶ πάσῃ τῆ θλίψει ἡμῶν. Οὐκ εἶπεν, ὁ μὴ ἐῶν ἡμᾶς θλιβῆναι· οἶδε γὰρ τὰς θλίψεις συμφερούσας, ἀλλ’ ὁ παρακαλῶν· εἰπὼν δὲ, “ ἐν πάσῃ τῇ θλίψει,” δηλοῖ καὶ συνεχεῖς θλίψεις καὶ συνεχεῖς παρακλήσεις. Εἰς τὸ δύνασθαι. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, οὐ παρεκλήθην, φησὶ, διὰ τὸ εἶναι με ἄξιον παρακλήσεως, ἀλλ’ ἵνα ἐκ τοῦ ὑποδείγματος τῆς εἰς ἐμὲ παρακλήσεως ἄλλους ὄντας ἐν πειρασμοῖς δυνηθῶ παρακαλεῖν, ὥστε διὰ τὴν τῶν ἄλλων ὠφέλειαν οὐ δι’ ἐμὲ ἡ παράκλησις, ἣ ὅτι ἡ εἰς ἐμὲ, φησὶ, παράκλησις καὶ ἄλλους παρακαλεῖ τοὺς οἷον ἀλγοῦντας ἐπὶ ταῖς ἐμαῖς θλίψεσιν. Ὅτι καθὼς— Ἵνα μὴ δόξωσί τινες, ὡσανεὶ μὴ φροντιζομένων τῶν Ἀποστόλων παρὰ θεοῦ γίνεσθαι αὐτοῖς τὰς συνεχεῖς θλίψεις. Ὅρα πῶς ἐξαίρει τὸ πρᾶγμα, λέγων τοῦ Χριστοῦ εἰσιν αἱ θλίψεις καὶ τὰ παθήματα, ἃ ἡμεῖς ὑπομένομεν· αὗται δὴ τὰ περισσεύουσιν εἰς ἡμᾶς, ὡσεὶ ἔλεγεν, οὐχ ὅσα πέπονθεν ὁ Χριστὸς πάσχομεν, ἀλλὰ καὶ πλείω. τοῦτο καὶ ἀλλαχοῦ φησι, “ καὶ ἀναπληρῶν τὰ ὑστερή- “ μάτα τοῦ Χριστοῦ·” τοῦτο καὶ αὐτὸ καθ’ ἑαυτὸ ἄνευ τῆς ἀπὸ Θεοῦ παρακλήσεως ἀρκεῖ εἰς παραμυθίαν· τὸ δὲ εἰδέναι ὅτι τοῦ Χριστοῦ ἐστὶ τὰ πάθη ἃ αὐτοὶ πάσχουσι, μὴ ὅτι καὶ ἡ παράκλησις τοῦ Χριστοῦ περισσεύουσα ἦν εἰς αὐτοὺς, εὐθυμίας αὐτοῖς ἀφορμὰς ἐμποιεῖ, ὡσεὶ ἔλεγε, περισσαὶ μὲν αἱ θλίψεις, ἀλλὰ πολλῷ μᾶλλον ἡ παράκλησις. Περισσεύει ἡ παράκλησις. Οὐ κατ’ ἀναλογίαν φησὶ τῶν θλίψεων ἡ παράκλησις, ἀλλὰ πολλῷ μείζων· περισσεύει γὰρ ἡ παράκλησις. Εἴτε δὲ θλιβόμεθα. Εἰ θλιβόμεθα, ὑπὲρ τῆς ἡμῶν σωτηρίας καὶ παρακλήσεως θλιβόμεθα, πῶς; ὅτι ἐξῆν ἡμῖν ἀπαγορεύσασι τὸ κηρύσσειν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ εἶναι, ἀλλὰ μᾶλλον αἱρούμεθα θλίβεσθαι καὶ κινδυνεύειν, ἵνα ὑμᾶς διὰ τοῦ κηρύγματος σώσωμεν καὶ παρακαλέσωμεν πρὸς τὴν πίστιν οὐκοῦν ὑπὲρ τῆς ὑμῶν σωτηρίας τὰς θλίψεις ὑπομένομεν τῆς ἐνεργουμένης ἐν ὑμῖν. Ἐνεργουμένης. Ἐνεργεῖται ἐν ὑμῖν ἡ σωτηρία, φησὶν, ἐν ὑπομονῇ οὖσι τῶν ἴσων ἡμῖν παθημάτων· ὥσπερ γὰρ ἡμεῖς κηρύσσοντες Πειραζόμεθα, οὕτω καὶ ὑμεῖς μαθητεύοντες· πολλὴν δὲ ἀρετὴν αὐτοῖς μαρτυρεῖ, ὅτι μετὰ πειρασμῶν ἐδέχοντο τὸ κήρυγμα. Καὶ ἡ ἐλπίς. Τουτέστιν, ὅσα ἃν πάσχητε θαρροῦμεν ὅτι οὐ παρατραπήσεσθε, οὔτε ὑπὲρ ὧν ὑμεῖς πάσχετε, οὔτε ὑπὲρ ὧν ὑμᾶς πάσχοντας ὁρᾶτε. Ἄνω εἰπὼν ὅτι ὑπὲρ τῆς ὑμῶν σωτηρίας θλιβόμεθα, ἵνα μὴ δόξῃ ἐπαχθής τις εἶναι· νῦν λέγει, ὅτι καὶ ὑπὲρ τῆς ὑμῶν σωτηρίας παρακαλούμεθα, ἵνα μὴ ἀπαγορεύσαντες ἀμελήσωμεν τῆς σωτηρίας ὑμῶν, ἣ ἵνα παραβληθῆτε ὁρῶντες ἡμᾶς ὑπὸ τοῦ Θεοῦ παρακαλουμένους· ὥσπερ γὰρ φησὶ, κοινωνοί ἐστε τῶν παθημάτων ἡμῶν, οὕτως ἔδει κατὰ τὸ ἀκόλουθον κοινωνοὺς εἶναι καὶ τῆς παρακλήσεως. Ὥσπερ κοινωνοί ἐστε. Τοῦτο γὰρ εἰδότες ἐσμὲν, ὅτι ὥσπερ ἐστὲ τῶν πειρασμῶν κοινωνοὶ, οὕτως ὑμᾶς ἐπάναγκες εἶναι δεῖ καὶ τῆς παρακλήσεως. Οὐ γάρ. Εἶτα ἐπειδὴ ἀπροσδιορίστως θλίψεως ἐμέμνητο, νῦν λέγει ποίας, ἵνα μηδὲν ἀνοεῖτε τῶν κατ’ ἐμὲ, φησὶν, ὅπερ ἀγάπης ἐστὶν, ἣ ἵνα μὴ ἀγνοοῦντες τὰ συμβάντα ἡμῖν μέμνησθε διὰ τί κατὰ τὰς ὑποσχέσεις οὐκ ἤλθομεν πρὸς ὑμᾶς· τοῦτο καὶ ἐν τῇ ἔλεγεν Ἐπιστολῇ, ὅτι θύρα μοι ἀνέῳκται, καὶ ἀντικείμενοι πολλοί. Μέγας ἦν, φησὶν, ὁ πειρασμὸς καὶ τὴν ἐμὴν ὑπερβαίνων δύναμιν. Ἔνι γὰρ καὶ μέγαν ὄντα φέρεσθαι γενναίως παρά τινος. Ὥστε ἐξαπορηθῆναι. Καὶ οὕτως ἦν, φησὶ, μέγας, ὡς καὶ αὐτοῦ τοῦ ζῆν ἐκδιωχθῆναι ἡμᾶς· τὸν δὲ τοιοῦτον ὁ Δαυὶδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου. Ἀλλὰ αὐτοὶ— Tὸ ἀπόκριμα, τουτέστι, τὴν ψῆφον, τὴν κρίσιν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἄχρις ἡμῶν, φησὶ, καὶ τῆς ἡμῶν ἐννοίας ἔστη ἡ τοῦ θανάτου προσδοκία· ὁ γὰρ Θεὸς οὐκ εἴασεν αὐτὴν εἰς ἔργον προελθεῖν, διδάσκων ἡμᾶς μὴ πεποιθέναι ἐπ’ ἰδίᾳ δυνάμει ἣ βουλῇ, ἀλλ’ ἐπ’ αὐτῷ μόνῳ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ, φησὶ, τὸν Θεὸν πεποιηκέναι οὐχ ὡς αὐτοῦ Παύλου δεομένου μαθεῖ τίς γὰρ αὐτοῦ μᾶλλον ᾔδει τῷ ἐπὶ μόνῳ Θεῷ ἐλπίζειν ; ἀλλ’ ἵνα δι’ ἡμῶν οἱ ἄλλοι τοῦτο μάθωσι· καὶ οὕτως ἑαυτῶν, φησὶν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ Θεῷ σχῶμεν· ὁ δὲ ἑαυτοῦ προαπογινώσκων, πῶς ἂν οἰκείᾳ βουλῇ ἣ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐλπίσιν ὡς ἐξακολούθον τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῷ. Ἀλλὰ αὐτὸν ἐν ἑαυτοῖς. Tὸ ἀπόκριμα, τὴν ψῆφον, τὴν προσδοκίαν, τὴν κρίσιν· τοιαύτην ἠφίει τὰ πράγματα φωνήν· τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα ὅτι ἀποθανούμεθα πάντως, οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ὑμετέρας· ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τῇ διανοίᾳ ἡμῶν τοῦτο συμβῆναι συνεχώρησε· διὸ καὶ ἐν ἑαυτοῖς, φησὶ, τὸ ἀπόκρίμα τοῦ θανάτου ἐσχήκαμεν. Ἅμα μὲν ἐμφαίνει τὸ τοῦ κινδύνου μέγεθος, μονονουχὶ λέγων, ὅτι νεκροὺς γενομένους ἀνέστησεν, ἅμα δὲ καὶ τοῦ τῆς ἀναστάσεως αὐτοὺς ὑπομιμνήσκει λόγου, ὃν πολὺν ἐποιήσατο ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Οὐκ εἶπε κινδύνου, ἀλλὰ θανάτου, ὅπερ καὶ τὸ ὑπερέχον τῶν κινδύνων δηλοῖ, καὶ τὴν ἀνάστασιν πάλιν παρετίθει, ὡσεὶ ἔλεγε, τι ἀπιστοῦσί τινες τῇ ἀναστάσει ; ἤδη δι’ δῶσι δείγματα ταύτης ὁ Θεός· ἡμᾶς γὰρ τῷ ὅλῳ μέρει νεκρωθέντας ἤγειρεν. Ἔτι ῥύσεται. τοῦτο δείκνυσι τὸν αὐτοῦ βίον ἀεὶ ὄντα ἐν προσδοκίᾳ θλίψεων· τὸ γὰρ “ ῥύσεται εἰδότος ἢν ἀεὶ ἕξειν πειρασμούς. Ὄρα δὲ ταπεινοφροσύνην· Παῦλος τῆς Κορινθίων εὐχῆς τὴν συνέργειαν αἰτεῖ· τοῦτο δέ ἐστι καὶ διδάσκοντος τῆς εὐχῆς τὸ ἀναγκαῖον. Ῥύσεται δὲ ἡμᾶς ὁ Θεὸς, καὶ ὑμῶν εἰς τὴν εὐχὴν συνεργούντων, ἵνα, φησὶ, κοινὴν τὴν χάριν ἐμοὶ τε καὶ ὑμῖν παράσχῃ, ἵνα ἐν πολλῷ προσώπῳ, τουτέστι, διὰ πολλῶν προσώπων τῶν ὑμετέρων δηλονότι εὐχαριστηθῇ ὁ Θεὸς ὑπὲρ τῆς εἰς ἐμὲ χάριτος. Ἡ γὰρ καύχησις. Επειδὴ εἶπεν ἄνω διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ἠλεῆσθαι, ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ῥᾳθυμότερον ποιήσῃ, λέγει, δεῖ καὶ οἴκοθεν ἔχειν τῆς σωτηρίας τὰς ἀφορμὰς ἀπὸ συνειδότος Χριστοῦ· τὸ μαρτύριον γὰρ, φησὶ, τῆς συνειδήσεως ἡμῶν, ὡσεὶ ἔλεγε, τὸ συνειδὸς ἡμῶν μαρτυροῦν ἡμῖν ἀγαθὰ, καὶ ὅτι ἐν ἁπλότητι ἀνεστράφημεν ἐν τῷ κόσμῳ, μεγίστην παρακλήσεως πρόφασιν δέδωκεν ἡμῖν, μᾶλλον δὲ οὐ παρακλήσεως μόνον, ἀλλὰ καυχήσεως. Ἐν ἁπλότητι— Ανευ δόλου, ἄνευ ἐπικαλύμματός τινος καὶ ὑποκρίσεως. Οὐκ ἐν σοφίᾳ. Οὐκ ἐν δεινότητι καὶ στροφῇ λόγων, συσκιαζούσῃ τὴν ἀλήθειαν ἀνεστράφημεν· ὅρα δέ· ἐφ’ οἷς μέγα ἐφρόνουν οἱ ψευδαπόστολοι, ταῦτα αὐτὸς ἀποσείεται καὶ φεύγει· ἀλλ’ ἐν χάριτι Θεοῦ· τουτέστι σημείοις καὶ τέρασιν, ἅτινα ἦν χαρίσματα Θεοῦ. Περισσοτέρως. Πῶς ; ὅτι μετὰ τῶν σημείων ἔτι καὶ ἀδάπανον παρ’ αὐτοῖς τὸ εὐαγγέλιον ἐκήρυξε, καὶ ὅρα, ὅπερ ἢν αὐτοῦ κατόρθωμα, τοῦτο τῇ χάριτι τοῦ Θεοῦ ἀνατίθησιν. Οὐ γὰρ ἄλλα γράφομεν. Επειδὴ μέγα ἐφθέγξατο περὶ ἑαυτοῦ, ἵνα μή τις νομίσῃ κόμπον αὐτὰ ῥημάτων εἶναι χηρεύοντα τῶν ἔργων, αὐτοὺς τοῦ ἀληθεύειν παράγει μάρτυρας· οὐ γὰρ ἄλλα ἐγράφομεν ὑμῖν, τουτέστι ξένα καὶ ἀλλότρια ἡμῶν· ἐγεγραφήκει γὰρ πρότερον ὡς ἀδάπανον ἐκήρυξε τὸ Εὐαγγέλιον παρ’ αὐτοῖς, ἀλλ’ ἐκεῖνα, φησὶν, ὑμῖν ἐγράφομεν, “ ἃ ἀναγινώσκετε,” τουτέστιν, ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις· καὶ τι λέγω, φησὶν, ἅτινα ὑπομιμνήσκεσθε, ἅτινα μὲν οὖν ἐπιγιγνώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι διὰ τὸ πρόδηλον αὐτῶν, ἀλλὰ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως. Ἐλπίζω δὲ— Ὁρᾷς ὅτι οὐδὲν ἐπηρμένον λαλεῖ, ἀλλὰ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἐλπίζω γὰρ, φησὶν, εἰς τὸν Θεὸν, ὅτι ἕως τέλους ἐπιγνώσεσθε ἡμᾶς τοιούτους ὄντας, οἵους αἱ ἐπιστολαὶ δηλοῦσι, καὶ ὁ παρελθὼν δηλοῦται βίος· καθὼς φησὶν ἀπὸ μέρους, οἷον ἐκ μέρους ἔγνωτε· μετριάζει δὲ τοῦτο λέγων. Εἶτα ἵνα μὴ φορτικὸς εἶναι δόξῃ, περὶ ἑαυτοῦ λέγων, κοινὰ τὰ αὐτοῦ ποιεῖται κατορθώματα. Εἰ γὰρ τοιοῦτος, φησὶ, δειχθῶ, οἷον εἴρηκα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, οἷον ἐν τῇ κρίσει· οὐδὲ γὰρ δεῖ, φησὶ, τὰ παρόντα σκοπεῖν, οἷον τὰς ὕβρεις, τὰ ὀνείδη, ἃς ἀκούομεν οἱ Ἀπόστολοι· εἰ τοιοῦτοι γὰρ οὖν δειχθῶμεν, καύχημα ὑμῶν ἐσμεν· πῶς ; ὅτι τοιούτων ἠπορήσατε διδασκάλων τῶν οὐδὲν ἀνθρώπινον διδαξάντων· καὶ ἡμεῖς δὲ ἐν ὑμῖν καυχησόμεθα, ὅτι τοιούτων ἠπορήσαμεν μαθητῶν τῶν μὴ σαλευομένων ἢ σκανδαλιζομένων ἐν τῷ πάσχειν κακῶς τοὺς αὐτῶν διδασκάλους. ΚΕΦ. Β. Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς καὶ φειδοὺς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧ καὶ συγχωρεῖ. Καὶ ταύτῃ τῆ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον. Ποῖα ταύτῃ θαρρήσει ; ποίᾳ ; τὸ καυχᾶσθαι ἐφ’ ὑμῖν, τὸ καύχημα ἡμῶν εἶναι τὸ ἀγαπᾷν ὑμᾶς, τὸ μηδὲν ἑαυτῷ πονηρὸν συνειδέναι. Ἴνα δευτέραν χάριν ἔχητε. τήν τε διὰ τῆς προτέρας Ἐπιστολῆς καὶ διὰ τῆς παρουσίας. Καὶ δι’ ὑμῶν ἐλθεῖν— Καίτοι ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἰρήκει, “ἐλεύσομαι δὲ πρὸς “ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.” Ἐνταῦθα δέ φησιν, ὅτι ἐβουλόμην πρότερον ἐλθεῖν πρὸς ὑμᾶς· τι οὖν ἑαυτῷ ἐναντιοῦται ; μὴ γένοιτο, ἀλλὰ τοῦτο λέγει, τοσοῦτον, φησὶν, ἀπέσχον τοῦ ῥᾳθυμῆσαι ἐλθεῖν πρὸς ὑμᾶς, ὅτι ὅσον ἧκεν εἰς τὴν ἐμὴν γνώμην, καὶ πρὶν Μακεδονίαν ἴδω, ἐλθεῖν πρὸς ὑμᾶς ἤθελον· ἀλλ’ οὐκ ἀπέβη μοι, φησὶ, κατὰ γνώμην τὰ πράγματα. Ἴνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων καὶ τὴν διὰ τῆς παρουσίας· χάριν δὲ τὴν χαρὰν λέγει. Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἶπεν, ἵνα ὑμεῖς με προπέμπητε οὗ ἐὰν πορεύωμαι· νῦν λέγει ποῦ ἤμελλε πορεύεσθαι, ὅτι ἐν τῇ Ἰουδαίᾳ. καὶ γὰρ τότε ἠγνόει ποῦ κελεύεται ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν· νῦν δὲ ἠκηκόει· λοιπὸν ὁρᾷς αὐτὸν Πνεύματι πανταχοῦ ἀγόμενον. Μῆ τι ἄρα τῆ ἐλαφρίᾳ. τοῦτο οὖν βουλόμενος τὸ ἐλθεῖν πρὸς ὑμᾶς, τίνος ἕνεκεν οὐκ ἦλθον, ἀλλὰ ὡς ἐλαφρὸς καὶ εὐρίπιστος καὶ τοῖς οἰκείοις ἐναντιούμενος λόγοις ; μὴ γένοιτο· ἀλλὰ τι τὸ αἴτιον ; ὅτι ἃ βουλεύομαι, φησὶν, οὐ κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· καὶ τι βούλεται, ὁρ́α. Ὁ σαρκικὸς, φησὶν, ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευόμένος, οἷον ὁ μὴ ἀγόμενος πρὸς τὰ πρακτέα τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, κύριός ἐστιν ἑαυτοῦ ἀπιέναι ὅπου βούλεται· ὁ δὲ ἐκ Πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει· δεσπότῃ γὰρ ὑποτέτακται Παρακλήτῳ, καὶ τῷ αὐτοῦ νεύματι εἴκειν ἀναγκάζεται· ὥστε τὸ ἐλθεῖν οὐχ ὡς εὐρίπιστος καὶ ἐλαφρὸς καὶ ψευδολόγος ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος, ᾧ ἄγομαι ἡ αἰτία, τοῦ ἀλλαχοῦ ἤπερ ἐβουλόμην ἄξαντος. Ὅρα δὲ σοφίαν· ὅπερ οἱ διαβάλλοντες πρόφασιν λοιδορίας ἐποιοῦντο τὸ ὑποσχόμένον μὴ ἐλθεῖν, τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ δόξει. Ινα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναί. Τί οὖν ὁ Παῦλος ὑπισχνούμενος, οὐ μετὰ τῆς ἐνεργείας τοῦ Πνεύματος ὑπισχνεῖτο, ἀλλ’ ἀγνοῶν εἰ πληρώσει τὰς ὑποσχέσεις; φαμὲν ὅτι οὐ πάντα προῄδει ὁ Ἀπόστολος· τοιγαροῦν καὶ εὔχεται ἀσύμφορα ὡς ἐπὶ τοῦ σκόλοπος τῆς αὐτοῦ σαρκὸς, καὶ πάλιν, τὸ γὰρ “ τί προσεύξομαι καθὸ δεῖ, οὐκ οἶδα·” καὶ ἐν ταῖς Πράξεσι δὲ δείκνυται ἀπελθεῖν βουλόμενος ποῦ, καὶ κωλυόμενος ὑπὸ τοῦ Πνεύματος· τοῦτο δὲ συμφερόντως ἐγένετο, ἵνα μή τινες μείζους αὐτοὺς ὑπολάβωσι τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ἀποτυγχάνουσιν αὐτοῖς, πολλάκις θύειν ἠβούλοντο αὐτοῖς ὡς θεοῖς ἐν Λυκαονία. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Ἀνακύπτουσαν ἀντίθεσιν λύει· εἰ ἀγνοεῖς, φησὶν, εἰ ἔσται ἃ ἐπηγγέλη καὶ πολλάκις λέγεις ἐν πράγματι ναὶ, καὶ εὑρίσκεται οὔ· δεδοίκαμεν μή πὼς καὶ ὁ λόγος σου, τουτέστιν ὁ κηρυχθεὶς ἡμῖν περὶ τῆς πίστεως, ναὶ καὶ οὔ ἐστι· καὶ φησι, τὸ μὲν ἐπαγγείλασθαι ἐλθεῖν, ἐμὸν ἦν· διὸ καὶ ἀπέτυχε· τὸ δὲ κήρυγμα τοῦ Θεοῦ ἔστι, καὶ οὐκ ἀποτεύξεται· πιστοῖς γὰρ, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἀληθὴς, ὅτι ὁ λόγος ἡμῶν, ἐπειδή φησιν ὁ λόγος καὶ τὸ κήρυγμα ἡμῶν οὐ γέγονε ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἔσται καὶ ναί· διὰ τοῦτο γὰρ ἀληθὴς, ἐπειδὴ οὐ γέγονε ναὶ καὶ οὔ· καὶ λοιπὸν λέγει, ποῖος λόγος οὐ γέγονε ναὶ καὶ οὒ, ἀλλ’ ἀσάλευτος ἔμεινεν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ φησιν, ὁ ἐν ὑμῖν κηρυχθεὶς οὐ γέγονε ναὶ καὶ οὒ, τουτέστιν, οὐ νῦν μὲν ὧδε, ἄλλοτε δὲ τοιώσδε κεκήρυκται, ἀλλὰ ναὶ ἐν αὐτῷ, τουτέστιν, ἀπαρασάλευτα τὰ εἰς αὐτὸν κηρυχθέντα γεγένηται· διὰ τοῦτο δὲ τὸ πλῆθος τῶν κηρυξάντων καταλέγει· ταύτῃ ποιῶν ἀξίοπιστον τὸ κήρυγμα, καὶ ταπεινοφροσύνην ἐπιδεικνύμενος, ὅτι τοὺς ἑαυτοῦ μαθητὰς κοινωνοὺς τοῦ κηρύγματος ὀνομάζει· “ δι’ ἐμοῦ” γάρ, φησι, “ καὶ Σιλουανοῦ “ καὶ Τιμοθέου.” Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἄλλο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκ ἔστι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας· ἀλλὰ καὶ ἐν αὐτῷ γέγονε, τουτέστιν ὅπερ εἶπον ἀπαρασάλευτον καὶ βέβαιον μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ. Ἐν τῷ κηρύγματι πολλὰ ἐστὶ τὰ ἐπαγγελλόμενα, ἀνάστασις νεκρῶν, υἱοθεσία, ἐλπίδες τοῦ μέλλοντος αἰῶνος· φησὶν οὖν· οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει τε καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· Θεοῦ γάρ εἰσιν· ἢ τὰς ἐπαγγελίας, αὐτὸ τὸ κήρυγμα λέγει· ὁ γὰρ σύνδεσμος ὁ “ γὰρ” τοῦτο δηλοῖ· πρόπαλαι γὰρ ἡ εἰς Χριστὸν πίστις ἐπήγγελτο. Ἐν αὐτῷ τὸ ναὶ, καὶ ἐν αὐτῷ τὸ ἀμήν. Ὅσαι γὰρ, φησὶν, ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τῷ Θεῷ, τουτέστι δι’ αὐτοῦ τοῦ Θεοῦ τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσι· τὸ γὰρ πληροῦσθαι ἔχουσαι τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσιν εἰς τὸ γενέσθαι δόξαν τῷ Θεῷ δι’ ἡμῶν. Ἢ οὕτως. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ ἔχουσι τὸ ναὶ καὶ τὸ ἀμὴν δι’ ἡμῶν. ὡσεὶ ἔλεγεν αὐτὸς μὲν τὸ ναὶ ταῖς οἰκείαις δίδωσιν ἐπαγγελίαις· δι’ ἡμῶν δὲ τοῦτο ποιεῖ εἰς τὸ δοξασθῆναι τὸν Θεὸν, ὅτι δι’ ἀνθρώπων τὰ τοσαῦτα ποιεῖ. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν. Ἐπειδὴ εἶπε δι’ ἡμῶν πληροῦνται αἱ ἐπαγγελίαι, ἐπιδιορθοῦται αὐτῷ φησὶ, δι’ ἡμῶν μὲν ὡς διακόνων ποιεῖ· αὐτὸς δὲ ὁ Πατὴρ ὁ βεβαιῶν καὶ ὑμᾶς καὶ ἡμᾶς εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, αὐτὸς τὰς ἐπαγγελίας πληροῖ, ὀργάνοις ἡμῖν χρώμενος· τὸ γὰρ πληροῖ συνυπακουστέον, ἵνα ᾖ οὕτως, ὁ βεβαιῶν ἡμᾶς καὶ ὁ δοὺς, αὐτὸς πληροῖ τὰς οἰκείας ὑποσχέσεις. Καὶ χρίσας ἡμᾶς Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς. Οἱ χριόμενοι ἐν τῇ παλαιᾷ ἣ ἱερεῖς ἣ προφῆται ἣ βασιλεῖς ἐγίνοντο· καὶ νῦν φησι, χριόμεθα, ἵνα πάντα γενώμεθα, βασιλεῖς μὲν καὶ ἄρχοντες τῶν παθῶν, ἱερεῖς δὲ τὰ οἰκεῖα ἱερουργοῦντες σώματα, κατὰ τὸ “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν.” προφῆται δὲ τὰ μεγάλα μυστήρια διδασκόμενοι. χρίει δὲ καὶ σφραγίζει ὁ Πατὴρ διὰ τοῦ Ἁγίου Πνεύματος· ταῦτα γὰρ, φησὶν, ἡ χρίσις καὶ ἡ σφραγὶς ἀρραβών ἐστι τοῦ παρακλήτου. Διὰ τοῦτο δὲ οὐκ εἶπε τὸ Πνεῦμα δοὺς, ἀλλ’ ἀρραβὼν Πνεύματος, βεβαιῶν τὰς μελλούσας ἐλπίδας. Ὁ γὰρ ἀρραβὼν εἴωθε βεβαιοῦν τὸ πᾶν σύνταγμα· τοιγαροῦν καὶ ὁ νῦν ἀρραβὼν τοῦ Πνεύματος πιστοῦται ἡμῖν τὰ μέλλοντα, “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ “οὑς οὐκ ἤκουσε.” Καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἔξωθεν συνυπακουστέον αὐτός ἐστιν ὁ πληρῶν τὰς οἰκείας, φησὶν, ὑποσχέσεις. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Ἄνω εἰπὼν διὰ τὸ μὴ ἔχειν ἑαυτοῦ ἐξουσίαν, ἀλλαχοῦ ἀποσταλεὶς ὑπὸ τοῦ Πνεύματος· πῶς νῦν λέγει “ φειδόμενος ὑμῶν οὐκ “ ἦλθον ” καὶ φαμὲν, ὅτι ὅτε ἀφέθη ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι οὐκ ἀπῆλθεν· ἣ μετὰ τῆς κωλύσεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν, ἣ καὶ εἰς τοῦτο ὑπ’ αὐτοῦ ἐκωλύθη· ἤσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες, καὶ περιεμεινεν τὴν μετάνοιαν αὐτῶν, καὶ διὰ τοῦτο εἶπε “ φειδόμενος.” ἐπετέτραπτο γὰρ αὐτῷ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας· καὶ μαρτυρεῖ Ἐλύμας ὁ μάγος. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Επειδὴ ἀπονοίας ἐδόκει τὸ εἰπεῖν, φειδόμενος ὑμῶν· ἐκείνων γάρ τις φείδεται, ὧν ἔχει ἐξουσίαν, θεραπεύει αὐτὸ, καὶ φησιν, οὐ διὰ τὸ ἐξουσίαν ἔχειν τῆς πίστεως ὑμῶν εἶπον τὸ “ φειδόμενος·” γνώμης γὰρ ἡ πίστις καὶ προαιρέσεως, καὶ οὐδεὶς ἀναγκάζει πιστεῦσαι τὸν ἄκοντα· ἀλλ’ ἐπειδὴ, φησὶ, συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, διὰ τοῦτο εἶπον φειδόμενος ὑμῶν· τί δέ ἐστι τοῦτο, ὅρα· εὐφραινόμενος, φησὶν, εἰς ὑμᾶς, ἐγὼ συνεργῶ ὑμῖν εἰς τὸ καὶ ὑμᾶς χαίρειν ἐπὶ τῇ ἐμῇ δι’ ὑμᾶς εὐφροσύνῃ· εἰ οὖν ἦλθον διὰ τοὺς ἁμαρτήσαντας, μηκέτι μὲν εὐφραινόμενοι; πενθῶν δὲ, εἰς λύπην καὶ ὑμᾶς ἔβαλλον. Ἐφεισάμην οὗν ἐλθεῖν, ἵνα μὴ πρόφασις γένωμαι λύπης ὑμῖν. Τῇ γὰρ πίστει ἑστήκατε. Eἰπῶν, ὅτι τῇ πίστει ἑστήκατε, ἐμφαίνει ὅτι ἐν ἄλλοις ἐσφάλλοντο, ὃ καὶ παρακατιὼν σαφηνίζει ἐν τῷ τῆς Ἐπιστολῆς τέλει. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμὰς. Τὸ “ πάλιν” δείκνυσι καὶ ἤδη λυπηθέντα αὐτὸν ἐπ’ αὐτοῖς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς. Θεραπευτικὸς ὁ λόγος· φησὶ γὰρ, εἰ καὶ λυπῶ ὑμᾶς ἐν τῷ ἐπιτιμᾷν ἀποστρέφεσθαι ὑμᾶς· πλὴν εὐφραίνομαι δι’ αὐτὸ τοῦτο, ὅτι τοσοῦτον ὑμῖν ἐμοῦ μέλει, ὡς δάκνεσθαι ἐκ τῆς ἐμῆς ἀποστροφῆς καὶ λύπης. Θεοδωρίτου. Τί γὰρ μὲ, φησὶν, εὐφραίνει οὕτως, ὡς τῶν ἐγκαλουμένων ἡ αἴσθησις ; τεκμηριοῖ γὰρ αὕτη τὴν ἐκ τῶν ἐγκλημάτων γινομένην ὠφέλειαν. Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό. Πότε ἔγραψε, καὶ τι ; ἐν τῷ τέλει τῆς νῦν Ἐπιστολῆς· ἔγραψε δὲ τοὺς ἡμαρτηκότας ἐνάγων εἰς μετάνοιαν· μὴ ἐλθόντα γάρ με, φησὶ, πάλιν ταπεινώσει ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προαμαρτησάντων καὶ μὴ μετανοησάντων· τοῦτο οὑν, φησὶ, προέγραψα, ἵνα διορθώσωνται καὶ μὴ λύπην σχῶ ἀφ’ ὑμῶν ἀφ’ ὧν κατορθούντων χαίρειν ἔδει. Πεποιθὼς ἐπὶ πάντας ὑμᾶς. Καὶ τοῦτο βουλόμενος, φησὶν, οὐ χάριν τοῦ ἐμὲ μόνον εὐφρανθῆναι βούλομαι, ἀλλὰ καὶ ὑμᾶς· πέποιθα γὰρ, ὅτι ἡ διόρθωσις τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν· ἡ γὰρ ἐμὴ χαρὰ πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς· οὕτω με, φησὶν, άγαπατε. πατε. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Επεὶ οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς πρόξενος γίνεται, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης, ἀλγῶ καὶ τρύχομαι· τοιγαροῦν τὰς ἐγκλήσεις καὶ ἐπιτιμήσεις ἃς ἔγραψα, “ ἀπὸ θλί- “ ψεως καὶ συνοχῆς καρδίας ἔγραψα” οὐχ ἵνα λυπηθῆτε σπουδάζων· τοῦτο γὰρ καὶ ἄλλως ἀνόνητον· ἀλλ’ ἵνα πνευματικῶς καὶ ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, θεραπεῦσαι δὲ αὐτοὺς θέλων, φησὶν, ἵνα τὴν ἀγάπην μου γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν καὶ κατατρύχεσθαι ἐφ’ οἷς ἁμαρτάνετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης καθέστηκε. Ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Πλεῖον, φησὶ, τῶν λοιπῶν μου μαθητῶν· καὶ γὰρ πολλοὶ ἦσαν ἐν Κορίνθῳ πιστοὶ καὶ δόκιμοι. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν. βούλεται διὰ τούτων ἀγάπην κυρωθῆναι εἰς τὸν πεπορνεικότα, περὶ οὗ ἔγραψεν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· καὶ γὰρ πάντες αὐτὸν ἦσαν ἀποστραφέντες ταῖς τούτου κελεύσεσι· καὶ ὅρα τι ποιεῖ, κοινωνοὺς αὐτοὺς ποιεῖται τῆς λύπης ὡς κοινὴ πάντων λυπηθέντων τῶν ἔπι τῳ γενομένῳ, ἴνα καὶ τῆς διδομένης συγγνώμης γίγνωνται κοινωνοί. “ Εἰ δέ τις λελύπηκε,” φησὶ, τὸν πεπορνευκότα λέγων, οὐκ ἐμὲ λελύπηκε μόνον, ἀλλὰ καὶ ὑμᾶς ἐν μέρει· τοῦτο γὰρ οἱ τὸ ἀπὸ μέρους ἐν μέρει δὲ εἶπον, φησιν, ἴνα μὴ ἐπι- “ βαρῶ,” τουτέστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ πάντας ὑμᾶς. Ἢ οὕτως μεθ’ ὑπερβατοῦ· λελύπηκε πάντας ὑμᾶς ἐν μέρει, τοῦτο δὲ εἶπον, ἵνα μὴ ἐπιβαρήσω τὸν πεπορνευκότα ἐκ τοῦ λέγειν τοσοῦτον αὐτὸν λαὸν λελυπηκέναι. Θεοδωρίτου.: Εἰ καὶ τὶ εἰπεῖν ἠβουλήθην, καὶ δεῖξαι πᾶν τὰ σῶμα τῆς ἐκκλησίας κοινωνῆσαν τῆς λύπης, ἀλλὰ τοὺς ἄλλους καταλιπὼν αὐτῶν ἐμνημόνευσε μόνον· τοῦτο γὰρ δηλοῖ τὸ “ ἀπὸ “ μέρους,” καὶ “ἵνα μὴ ἐπιβαρῶ·” ε7τα τὴν πατρικὴν φιλοστομ γίαν γυμνοῖ λέγων, “ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη.” Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ οὔτε ἄνω οὔτε ὧδε τίθησιν, αὐτοῦ φειδόμενος, μή πὼς τῇ ὀνομασίᾳ αὐτοῦ πάλιν ἀναζέσῃ ὁ κατ’ αὐτοῦ τῶν Κορινθίων θυμός. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ πα- ρακάλεσαι. Μῆ μόνον, φησὶ, λύσητε τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παρακαλέσατε αὐτὸν, καὶ ἐν τῇ προτέρᾳ ἔχετε τάξει· ἐναντίον δὲ ἡ παράκλησις τῆς ἐπιτιμήσεως· ὁρ́α δὲ, ἵνα μὴ νομίσῃ ὁ πεπορνευκὼς ἱκανῶς μετανενοηκέναι καὶ τοῦ λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ, “ χαρίσασθαι,” εἰ καὶ μὴ ἄξιον, φησὶν, ἐστὶ λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην. Μήπως τῆ περισσοτέρᾳ λύπη καταποθῇ ὁ τοιοῦτος. Ὡς ὁ Ἰούδας ἀπὸ τῆς ἀμέτρου λύπης· ἣ “ καταποθῇ,” ὑπὸ τοῦ Σατανᾶ· δηλοῖ δὲ ἄφατον τὴν λύπην τοῦ πεπορνευκότος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ὡς διδάσκαλος κελεύει, ἀλλ’ ὡς συνήγορος δικαστὰς παρακαλεῖ. Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Μῆ ἁπλῶς, ἀλλὰ παγίως· μεγίστην δὲ τοῦτο δείκνυσι Κορινθίων ἀρετὴν, ὅτι οὕτω μετεβλήθησαν, ὥστε ἐφ’ ᾧ πρότερον ἐφυσιοῦντο, “ καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστὲ,” νῦν ἔχθραν ἄσπονδον ἔχειν. Ἴνα γνῷ τὴν δοκιμὴν ὑμῶν. Τὴν ἐν τῇ ἀκοῇ δηλονότι εἰς τοῦτο ἔγραψα, τουτέστι, διὰ τοῦτο, φησιν, ἔγραψα ὕμιν ταύτα, ἴνα γνῷ ἄρα ὡσπερ ἠκούσατε μου καὶ ἀπεκόψατε ἑαυτοὺς ἀπ’ αὐτοῦ, οὕτως μου ἀκούσεσθε καὶ εἰς τὸ δέξασθαι αὐτόν. καί τοι οὐ μόνον διὰ τὴν ἐκείνου σωτηρίαν, ἵνα μὴ ’* τῇ περισσοτέρᾳ λύπῃ καταποθᾒ” ἔγραψεν, ἀλλὰ προτρέψα- σθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται. Ὦι δέ τι χαρίζεσθε, καὶ ἐγώ. Ὅρα, αὐτοὺς μὲν ἐν πρωτοτύπῳ τέταχεν, ἑαυτὸν δὲ ἐν παρεπομένῳ. Εἶτα ἵνα μὴ ἀκούσαντες “ ᾧτ’ δέ τι χαρίζεσθε,” νομίσωσι κύριοι εἶναι τοῦ ἀπολύειν καὶ μὴ, καὶ ἑαυτὸν προστίθησι, τῷ εἰπεῖν “ καὶ ἐγὼ” δι’ ὑμᾶς, φησὶ, κεχάρισμαι. Ἤιδειν γὰρ χαριζόμενος καὶ ὑμῖν ἐκ τούτου. εἶτα ἵνα μὴ νομισθῇ δι’ ἀνθρώπους συγκεχωρηκέναι, ἐπάγει, “ ἐν προσώπῳ Χριστοῦ,” τουτέστι κατὰ Χριστὸν τοῦτο ποιήσας, ὡς καὶ ἐπ’ ὄψεσι Χριστοῦ πράττων, ἢ ἐν προσώπῳ Χριστοῦ, τουτέστιν, εἰς δόξαν Χριστοῦ, ἵνα αὐτοῦ τὸ ὄνομα καὶ οἷον τὸ πρόσωπον ἐπὶ φιλανθρωπίᾳ δοξασθῇ. καὶ γὰρ δόξα Χριστοῦ τὸ τῶν μαθητῶν αὐτοῦ φιλάνθρωπον. Εἰ οὖν εἰς δόξαν Χριστοῦ γίνεται τὸ γινόμενον, πῶς δύνασθε μὴ συγγνῶναι καὶ δέξασθαι αὐτόν ; Ινα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Τοῦτο δὲ λέγω, “ ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.” εἰ γὰρ εἰάθη οὗτος, καὶ ἐκ τῆς περισσοτέρας λύπης κατεπόθη, ἐμέλλομεν πλεονεκτεῖσθαι ὑπὸ τοῦ διαβόλου· τὰ μὴ αὐτοῦ γὰρ λαμβάνων, ἐμείου τὴν ποίμνην τοῦ Χριστοῦ, καὶ τοῦ σώματος ἡμῶν ἀφῄρητο· πάντες γὰρ ἀλλήλων μέλη ἐστὲ, φησίν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅτι ποικίλα καὶ δολερὰ καὶ κακομήχανα· οὐ γὰρ μόνον ἐκ τοῦ εἰς πορνείαν ἐμβάλλειν ὑποσκελίζει, ἀλλὰ καὶ ἐκ τῆς ἐπὶ τῇ μεταμελείᾳ λύπης δύναται εἰς ἀπόγνωσιν σκελίσαι, ὅταν ἄμετρος ἦ· ὅταν οὖν καὶ ἐξ ὧν ἁμαρτάνομεν καὶ ἐξ ὧν μεταμελώμεθα ἁλώσιμοι αὐτῷ ἐσμεν, πῶς οὐχὶ πλεονεκτώμεθα ; ΚΕΦ. Γ. Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις δι’ ἧς καὶ συνίστασθαι φησίν. Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τῖτον τὸν ἀδελφόν μου. Οὐχ ἁπλῶς ἀποδημήσας, ἀλλ’ εἰς τὸ Εὐαγγέλιον, τουτέστιν επι τὸ κήρυξαι. Θέλει εἰπεῖν ὅτι πρὸς τοῖς πειρασμοῖς, καὶ ἡ ἀπουσία Τίτου αὐτὸν ἔθλιβε· δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ στερεῖσθαι· πλὴν οὐκ εἶπεν, οὐκ ἐκήρυξα, ἤγουν τῆς σωτηρίας τῶν προσιόντων τῇ πίστει οὐκ ἐφρόντισα, ἀλλ’ “ οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου,” τουτέστιν, ἐλυπούμην καὶ ἠδημόνουν· τὸ μέντοι κήρυγμα οὐ παρὰ τοῦτο ἐνεποδίζετο, καὶ τοσαύτη ἦν, φησὶ, λύπη ὅτι, καὶ θύρας μοι ἀνεῳγμένης, τουτέστι, καὶ μαθητῶν εὐπορῶν καὶ τοῦ λόγου τρέχοντος, ὅμως ἤλγουν ἐπὶ τῇ ἀπουσίᾳ Τίτου. Τὸ ἐν προσώπῳ Χριστοῦ, ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ τοῦτο κελεύοντος, ὃ μάλιστα αὐτοὺς ἔπειθεν. Ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν. Τὸ “ ἀποταξάμενος” οὐκ ἔστι τὸ ἑλόμενος μὴ κηρύξαι, ἄπαγε· οἷον γὰρ ἦν εἰ διὰ τὴν ἀπουσίαν Τίτου ἐνεποδίσθη τὸ κήρυγμα, ἀλλὰ ἀντὶ τοῦ, οὐ τοσοῦτον ἐπιμείνας πρὸς αὐτοὺς, ὅσον ἤθελον ἐκεῖνοι· τοῦτο μὲν ἴσως καὶ τοῦ Πνεύματος ἐπιτρέψαντος, πλὴν ἐποίει τι καὶ ἀπουσία Τίτου· ἴσως δὲ καὶ χρειώδης ἦν αὐτῷ τῷ κηρύγματι ὁ Τίτος. τῷ δὲ Θεῷ χάρις. Εἶτα ἐπειδὴ πολλὰς κατέλεξε λύπας, τὰς ἐν Ἀσίᾳ, τὰς ἐν Τρωάδι, αὐτὸ τὸ μὴ ἐλθεῖν πρὸς αὐτοὺς, ἵνα μὴ νομίσωσιν εἶναι ταῦτα ὀλοφυρόμενα τὰ ῥήματα, ἐπάγει, “ τῷ δὲ Θεῷ χάρις τῷ “ θριαμβεύοντι ἡμᾶς,” τουτέστιν, εὐχαριστοῦμεν τῶ Θεῷ, τῷ φανεροῦντι ἡμᾶς καὶ καταδήλους ποιοῦντι διὰ τοῦ πάσχειν κακῶς· φανεροῦντι δὲ μετὰ τῶν κατὰ τοῦ διαβόλου νικῶν καὶ τροπαίων· τοῦτο γὰρ ὁ θρίαμβος βούλεται, ἐν γὰρ τῷ πάσχειν κακῶς αἱ κατὰ τοῦ διαβόλου νίκαι συνίστανται. Ὅσον γάρ τις πλεῖον πάσχει, πλεῖον νικᾷ. τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, Οἶον διὰ τὸν Χριστὸν, διὰ τὸ κήρυγμα. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ. Ἡ ὀσμὴ τῆς γνώσεως δύο δηλοῖ· ὅτι τε τὸ κήρυγμα οὐράνιόν ἐστι μύρον, καὶ ὅτι οὐκ ἀνακεκάλυπται πᾶσι καὶ πρόδηλόν ἐστιν, ὅπερ καὶ ἀλλαχοῦ φησιν, “ ἄρτι βλέπομεν δι’ ἐσόπτρου ἐν αἰνί- “ γματι.” Ὥσπερ γὰρ ἡ ὀσμὴ δηλοῖ μὲν εἶναί που μύρον, τὴν δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ τοῦ πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κηρύγματος γνῶσις δηλοῖ μὲν καὶ διδάσκει εἶναι Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν, οὐκέτι. Φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ. Θυμιαστήριον γὰρ, φησὶν, ἐσμὲν τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. Ἄν τε γὰρ, σώζηταί τις, φησὶν, ἄν τε ἀπόλλυται, τὸ Εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Οὐ μόνον, φησὶν, εὐωδίαν κηρύσσομεν, ἀλλὰ καὶ ἡμεῖς οἱ Ἀπόστολοι “ εὐωδία ἐσμὲν Χριστῷ τῷ Θεῷ” οἷον ἀναφερομένη, πῶς ; ἣ ἑαυτοὺς ἱερουργοῦντες, ἣ ἀπὸ τῶν ἔξωθεν καθ’ ἡμέραν ἀποθνήσκοντες, καὶ εἰσὶ ἱερεία λογιζόμενοι Χριστοῦ. Ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Εὐωδία τοιγαροῦν ἐσμεν, καὶ εὐωδίαν κηρύσσομεν, κἄν τις ἐκ τούτου σώζηται διὰ τὴν πίστιν, κἄν τις ἀπόλλυται δι’ ἀπιστίαν· ὥσπερ γὰρ ὁ ἥλιος καὶ τὸ μέλι τοῖς ἀμβλυώττουσι καὶ τοῖς κακουχουμένοις οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν, ἀλλ’ οὐ παρὰ τοῦτο ἣ σκοτεινὸς ἐκεῖνος ἣ τὸ μέλι πικρὸν, οὕτως καὶ τὸ κήρυγμα· καὶ ἡμεῖς, κἂν ἀπόλλυνταί τινες τῇ ἀπιστίᾳ, οὐ παρὰ τοῦτο οὐκ ἔστι πνευματικὸν μύρον, ἀλλὰ καὶ κατὰ τοῦτο ἔστι θαυμάσαι, ὅτι τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοίρους πνίγειν λόγος, καὶ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει. Οἷς μὲν, ὀσμὴ θανάτου εἰς θάνατον. Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν, ἐπεὶ καὶ “ ὁ Χριστὸς λίθος ἦν προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς “ ἀπολλυμένοις.” Καὶ πρὸς ταῦτα τίς ἱκανός ; Ἄρα πρὸς τὴν τοσαύτην χάριν δοκεῖτε ἡμᾶς ἱκανοὺς εἶναι, ὡς εἶναι εὐωδίαν Χριστοῦ ; οὐ μὲν οὖν, ἀλλὰ τὸ ὅλον τῆς χάριτός ἐστιν. Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Τοὺς ψευδαποστόλους ἐνταῦθα αἰνίττεται, οἱ τὴν τοῦ Θεοῦ χάριν οἰκεῖον ἔφασκον κατόρθωμα· καί φησι, διὰ τοῦτο εἶπον, “ τίς “ ἱκανός ” καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατέθεικα, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ, τουτέστιν οἱ ψευδαπόστολοι, καπηλεύων καὶ νοθεύων τὴν δωρεὰν τοῦ Θεοῦ· ὅταν γὰρ ὁ Θεὸς δῷ δωρεὰν, λέγει δέ τις ἀπὸ οἰκείων πόνων αὐτὴν κεκτῆσθαι, νοθεύει τὴν χάριν τοῦ Θεοῦ· ἣ τοῦτο φησὶ, διὰ τοῦτο τοῖς μὲν ἀπολλυμένοις ὀσμή ἐστι θανάτου, τοῖς δὲ σωζομένοις ὀσμὴ ζωῆς, ἐπειδὴ οὐ καπηλεύομεν τὸν λόγον ὡς καί τινες συμμεταβάλλοντες αὐτὸν τοῖς καιροῖς καὶ τοῖς προσώποις αἰσχροῦ κέρδους χάριν, ἀλλὰ τὴν ἀλήθειαν κηρύσσομεν, ἵνα καὶ οἱ ἄξιοι σωθῶσι καὶ οἱ ἀνάξιοι τῆ οἰκείᾳ ἀπιστίᾳ ἀπόλωνται· καὶ γὰρ ἐξ εἰλικρινείας λαλοῦμεν ἃ εἴδομεν ἣ ἠκούσαμεν παρὰ τοῦ Χριστοῦ. Ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας. Ἀλλ’ ὡς ἐκ Θεοῦ λαβόντες καὶ μαθόντες ὡς ἐνώπιον τοῦ Θεοῦ λαλοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστοῦ ἐνηχούμενοι καὶ διδασκόμενοι λαλοῦμεν· βαβαὶ, πόσην ἀλήθειαν τῷ κηρύγματι ἐμαρτύρησεν ; Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν. Ισως ἐρεῖ τις, φησὶν, ὅτι ταῦτα διεξερχόμεθα βουλόμενοι ὑμῖν ἑαυτοὺς συνιστᾷν καὶ παρατίθεσθαι, εἰ μὴ χρήζομεν κατ᾿ ἐρώτησιν ἀνάγνωθι) ἆρα μὴ χρήζομεν, ἢ ἀφ’ ὑμῶν πρὸς ἑτέρους, ἣ ἀφ’ ἑτέρων πρὸς ὑμᾶς συστατικῶν, τουτέστι παραθετικῶν, ἐπιστολῶν ; διὰ τοῦτο τοὺς ψευδαποστόλους αἰνίττεται. Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ἀντὶ ἐπιστολῆς δυναμένης ἡμᾶς παραθέσθαι, ὑμᾶς ἔχομεν, καὶ τὴν ὑμῶν κατὰ Θεὸν εὐδοκίμησιν· δεῖγμα γὰρ ἀρετῆς διδασκάλου, ἡ τῶν μαθητῶν εὐδοκίμησις· οἱ οὖν πρὸς ἄλλους ὑμᾶς ἔχοντες εἰς λόγον συστάσεως, οὐκ ἃν πρὸς ὑμᾶς συστάσεως ἐδεήθημεν. Εγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, φησὶν, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν διὰ τὸ ἀνεξάλειπτον πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ τῆς ὑμῶν ἀρετῆς ἔχομεν παρ’ ἑτέροις σύστασιν· ὅπερ φησὶ καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· “ ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς “ ὑμεῖς ἐστε ἐν τῷ Κυρίῳ”. Ἀναγιγνωσκομένη. τῷ πανταχόσε ὑμᾶς περιφέρειν τῇ μνήμῃ· διὰ οὖν τῆς ἀναγνώσεως γιγνώσκεσθε· ἀνάγνωσιν δὲ καλεῖ τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ μνήμην. Ἐπιστολὴ Χριστοῦ. Πῶς ; τῷ τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς παρ’ ὑμῖν γραμμάτων δίκην μένειν καὶ φυλάττεσθαι. Ὑφ᾿ ἡμῶν. Οἱ δὲ τῆς γνώσεως καὶ τοῦ κηρύγματος τούτου διάκονοι ἡμεῖς εἰς ὑμᾶς ἐγενόμεθα, καὶ ὥσπερ Μώσης διάκονος τοῦ νόμου γέγονεν, οὕτως ἡμεῖς τοῦ κηρύγματος· καὶ ὥσπερ ἐκεῖνος τὰς πλάκας ἐλάξευσεν a, οὕτως ἡμεῖς τὰς ὑμῶν καρδίας· εἶτα ἐκ τούτου εἰς σύγκρισιν ἦλθε τοῦ πάλαι νόμου καὶ τῆς νέας, καί φησιν, ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ πνεύματι γέγραπται· ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, οἷον ἐν καρδίαις· ὅσῳ καὶ τὸ πνεῦμα τοῦ μέλανος, καὶ λίθων ἡ καρδία διαφέρει, τοσούτῳ φησὶ, καὶ ἡ νέα τοῦ νόμου καὶ τῆς παλαιᾶς. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν. Εἶτα ἐπειδὴ τὸ δεῖξαι τὴν νέαν μείζονα τοῦ νόμου καὶ τῆς παλαιᾶς συνυπηκούετο κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ διακόνου τῆς παλαιᾶς Μώσεως μείζους εἶναι τοὺς Ἀποστόλους· ἐφ’ ὣν γὰρ τὰ πράγματα μείζονα, ἐπὶ τούτων καὶ οἱ διάκονοι. ὅλον τῷ Θεῷ ἀνατίθησι τὸ πρᾶγμα, καὶ φησι, “ πεποίθησιν δὲ τοιαύτην ἔχομεν· ” ὑπερβατὸν, ὅτι ἡ ἱκανότης ἦν ἐκ τοῦ Θεοῦ, καὶ τὰ λοιπὰ διὰ μέσου, θαρροῦμεν, φησὶ, καὶ πεποίθαμεν ἐς τὸν Θεὸν, διὰ Χριστοῦ τὸ θαρρεῖν ἔχοντες, ὅτι ἡμεῖς μὲν οὐχ ἱκανοί ἐσμεν τοσαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, ἀλλ’ οὐδὲ ἐν νῷ λαβεῖν τοῦ πράγματος τὸ μέγεθος, ἢ ὅλως λογίσασθαι τι ἐν αὐτῷ, ἀλλ’ ὅτι αὐτὸς ηὐδόκησεν ἡμᾶς ἱκανοὺς γενέσθαι τῷ τηλικούτῳ πράγματι. Οὐ γράμματος, ἀλλὰ Πνεύματος. Ὁ γὰρ νόμος γράμμα ἔφερε, τὸ δὲ Χριστοῦ κήρυγμα Πνεύμάτος a ἐλάλαξεν Cod. ἐπιφοίτησιν· ἦν μὲν γὰρ καὶ ὁ νόμος πνευματικός· ἀλλ’ οὐ Πνεῦμα ἐχαρίζετο, ὅπερ ποιεῖ τὸ κήρυγμα, ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν ὡς Μώσης, ἀλλὰ Πνεῦμα διδόναι. To γὰρ γράμμα. Ὁ νόμος, φησὶν, ἀποκτείνει· ἐὰν γὰρ λάβῃ πλημμελοῦντα, ἀναιρεῖ αὐτόν· “παραβάς γάρ τις,” φησὶ, “νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·” τὸ δὲ Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρτίαις λαμβάνον, ἐν τῷ βαπτίσματι ζωοποιεῖ.