ΚΕΦ. Δ. Περὶ τῆς κατὰ Πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξη, ὥστε μὴ δύνασθαι ἐνατενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπονΜωὐ̓σέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ; Διδάξας ἐν τοῖς ἄνω τὴν διαφορὰν τῆς νέας ὥσπερb τὴν παλαιὰν, τῷ ἐκείνην μένειν ἐν λίθοις καὶ ἐν μέλανι, ταύτην δὲ ἐν Πνεύματι καὶ ἐν καρδίαις, νῦν θέλει δεῖξαι, ὅτι καὶ ἐν δ̀οόξῃ μεῖζον ἡ νέα· καὶ ἐπειδὴ ἡ παλαιὰ αἰσθητὴν ἔσχε δόξαν, τὴν τοῦ προσώπου Μώσεως, ἡ δὲ νέα νοητὴν, ἀπὸ συλλογισμοῦ τὴν ὑπεροχὴν δείκνυσι· καὶ ὅρα εὐθέως διακονίαν αὐτὴν λέγει θανάτου, καὶ ἐν γράμμασι καὶ ἐν λίθοις ἐκτετυπωμένην· ὡσεὶ ἔλεγεν· οὐκ ἦν βοήθειά τις ἐκεῖ ἣ ἄφεσις, ὡς ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ γράμ- γράμματα μόνον καὶ τιμωρία ἀνεξάλειπτος, ἅ τε λίθος ἐγκεκολαμ- μένη. τοῦ θανάτου ἐν γράμμασιν. Διακονίαν θανάτου τὸν νόμον λέγει, καὶ ὁρ́α, οὐκ εἶπε ποιητικὸν θανάτου· οὐ γὰρ αὐτὸς ὤθει πρὸς ἁμαρτίαν καὶ θάνατον, ἀλλὰ διακονίαν· διηκόνει γὰρ τῷ νομοθέτῃ, καὶ τοὺς ἀξίους θανάτου ἐθανάτου. Θεοδρίτοτ. τὴν διακονίαν τοῦ νόμου διακονίαν θανάτου προσἠγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν· εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία καὶ θάνατος καὶ γράμματα λίθοις ἐγκεκολαμμένα, τοσαύτην, ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέξατο, πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσουσι δόξης. Ὥστε μὴ δύνασθαι ἐνατενίσαι. Ἐπαίρει τὴν τοῦ νόμου δόξαν, ἵνα πλέον αὐξήσῃ τὴν τῆς νέας· ἣ ὅτι τοῦτο κατηγορία ἐστὶν Ἰουδαίων, ὅτι οὕτω, φησὶν, ἦσαν παχεῖς, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν. Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Ἄνω ἐπάρας τὴν τοῦ νόμου δόξαν, νῦν ἠρέμα καθαιρεῖ αὐτήν· οὐ γὰρ ὁ νόμος εἶχε τὴν δόξαν, ἀλλ’ ὁ Μώσης· καὶ ὁ Μώσης δὲ οὐ μένουσαν ἔχει δόξαν, ἀλλὰ καταργουμένην, τουτέστι, παυομένην· ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαιρεῖ, ἵνα συγκαθέλῃ τὰ Ἰουδαικά· οὕτω δὲ, φησὶν, ἦσαν παχεῖς οἱ Ἰουδαῖοι, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν. Ἡ διακονία τοῦ Πνεύματος. Ὥσπερ διακονίαν θανάτου τὸν νόμον ἐκάλεσεν, οὕτω κατὰ τὸ ἀκόλουθον ὤφειλε τὴν νέαν καλέσαι διακονίαν ζωῆς, ἀλλὰ τοῦτο μὲν σιωπᾷ, τὸ δὲ μεῖζον λέγει· διακονίαν γὰρ αὐτὴν Πνεύματος καλεῖ, τοῦ καὶ τὴν ζωὴν παρέχειν ἐξουσίαν ἔχοντος. διακονίαν Πνεύματος λέγων διὰ τὴν ἐπιφοίτησιν τοῦ Ἁγίου Πνεύματος, οἱονεὶ τὴν παρασκευαστικὴν τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτησεως. Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως. Ἀπὸ συλλογισμοῦ τὸ εὔλογον ἔχοντος τὴν σύγκρισιν ποιεῖται· εἰ γὰρ δόξα, φησὶν, ἐστὶν ἐν τῷ νόμῳ, καίτοι ὄντι διακόνῳ θανάτου καὶ κατακρίσεως, πολλῷ μᾶλλον κατ’ αὐτὸ τὸ ἀκόλουθον οὐ μόνον ἐστὶν ἐν τῇ νέᾳ δόξα, ἀλλὰ καὶ περισσεύει· καὶ γὰρ περισσεύει· τοῦ γὰρ νόμου ἁμαρτωλοὺς λαμβάνοντος καὶ τιμωρουμένους, τὸ κήρυγμα ἁμαρτωλοὺς λαμβάνον ἐν τῷ βαπτίσματι οὐ μόνον ἀνευθύνους ἀφίησι, καίτοι ἤρκει καὶ τοῦτο, ἀλλὰ καὶ δικαιοῖ καὶ ἁγιάζει, καὶ εἰς υἱοθεσίαν καλεῖ, καὶ τὰς μελλούσας ἐλπίδας ἐπαγγέλλεται, ὅθεν καὶ διακονίαν δικαιοσύνης αὐτὴν καλεῖ, ὡς δικαιοῦσαν τοὺς ἀσεβεῖς. Καὶ γὰρ οὐ δεδόξασται. Καὶ τί, φησιν, ἀντιπαράθεσιν ποιῶ τῆς νέας καὶ τοῦ νόμου; τοσαύτη γὰρ φησὶν, ἐστὶν τῆς νέας ἡ διαφορὰ καὶ ἡ δόξα, ὅτι καὶ ἐν συγκρίσεως μέρει· τοῦτο γάρ ἐστιν ὃ λέγει ἐν τούτῳ τῷ μέρει, τουτέστι, τῷ τῆς συγκρίσεως, οὐδὲ δόξαν ἔχειν δόξει ἡ παλαιὰ, καίτοι δεδοξασμένη οὖσα, ὡς πρὸς ἀντιπαράθεσιν τῆς νέας. Θεοδωρήτου. Τοσαύτη γάρ ἐστιν, φησὶ, ἡ τοῖς διακόνοις τῆς χάριτος προσεσομένη δόξα, ὅτι οὐδὲ δόξαν εἴποι τις ἃν εἰκότως τὴν Μώσῃ προσγινομένην, ἀποβλέπων εἰς τούτους· ἐν νυκτὶ μὲν γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. τὸν δὲ νόμον ἐκάλεσε καταργούμενον, ὡς παυσόμενον τῇ τοῦ Χριστοῦ παρουσίᾳ, μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. εἰ τοίνυν ἐκεῖνος, φησὶ, τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται. Τὸ δεδοξασμένον. Οἶον ὁ νόμος ὁ δόξαν ἔχων διὰ τοῦ προσώπου Μώσεως. Ἐν τούτῳ τῷ μέρει. Ἐν τῷ τῆς συγκρίσεως καὶ παραθέσεως. Ἕν ἔχει, τουτέστιν ἡ νέα. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης. Εἶτα καὶ ἐκ τοῦ μονίμου δείκνυσι τὴν διαφοράν· εἰ γὰρ ὁ καταργεῖσθαι, φησὶ, καὶ παύεσθαι μέλλων νόμος διὰ δόξης ἐδόθη, πόσῳ μᾶλλον ἡ ἀεὶ οὖσα καὶ ἐσομένη νέα ἔσται ἐν νοητῇ δόξῃ ; Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Ἐπειδὴ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὐκ ἔβλεπε τὴν δόξαν τῆς νέας, οὐ γὰρ ἦν αἰσθητὴ ἰλιγγία, εἰς τὸν μέλλοντα χρόνον αὐτοὺς παραπέμπει· διὸ καὶ ἐλπίδος μέμνηται· “ τοιαύτην,” φησὶν, “ ἐλπίδα.” τοιαύτην· ποίαν ; ὅτι τι μειζόνων ἡμεῖς ἠξιώθημεν. Πολλῇ παρρησίᾳ χρώμεθα. Επειδὴ οὖν μειζόνων ἡμεῖς οἱ τῆς νέας διάκονοι ἠξιώθημεν, μετὰ παρρησίας τὸ κήρυγμα κηρύσσομεν, οὐδὲν ἀποκρύπτοντες οὐδὲ ὑποστελλόμενοι, οὐδὲ δεδοικότες μὴ πλήξωμεν ὑμῶν τὴν συνείδησιν διὰ τὴν ἀτοπίαν τοῦ κηρύγματος, ὥσπερ ὁ Μώσης ἔπληττε τῶν Ἰουδαίων τὰς ὄψεις· ὑμεῖς γὰρ ἰδεῖν τὸ ἐνὸν τῷ κηρύγματι κάλλος δύνασθε, καὶ οὐκ ἃν πληγείητε ὁρῶντες οὐδὲ τὸν νοῦν οὐδὲ τὰς νοητὰς ὄψεις. Οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα. Διατὶ δὲ, ὡσεὶ, εἶπέ τις ἀνακεκαλυμμένως κηρύσσετε, καὶ οὐ δίκῃ καλύμματος ἐπεσκιασμένως λαλεῖτε· διὰ τί ; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος, ἔπειτα ὅτι καὶ ὑμεῖς ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἴσα Ἰουδαίοις ἀμβλυώττετε· ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητενομένων τὸ διάφορον. Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραήλ. Ὥστε μὴ ἀτενίσαι, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ τὸ καταργεῖσθαι καὶ παύεσθαι ἀπὸ τῆς δόξης μέλλον· βουλόμενος δὲ δεῖξαι ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ μενούσης ἐν τῇ νέᾳ δόξῃ, φησὶν, εἰς τὸ τέλος τοῦ καταργουμένου, ὡσεὶ ἔλεγεν· ὅταν οὐκ ἠδύναντο ἀτενίσαι τῇ δόξῃ Ἰσραὴλ, λοιπὸν τέλος ὲἶχε καὶ ἐπαύσατο ἡ δόξα ἐκείνη· οὕτως ὀλογοχρόνιος ἦν, ὡς ἅμα τῷ ἄρξασθαι παύσασθαι· ἀλλ’ οὐδὲ εἰς ἐκείνην, φησὶν, ἰδεῖν ἠδύναντο· οὕτως ἦσαν ἀσθενεῖς. Ἀλλ’ ἐπωρώθη— “ Ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν,” τουτέστιν, ἐπωρώθη γὰρ αὐτῶν ὁ νοῦς, καὶ τοσοῦτον, ὅτι οὐ μόνον τότε τὴν Μώσεως δόξαν ἰδεῖν οὐκ ἴσχυον, ἀλλὰ οὐδὲ νῦν τὰ ἐν τῷ νόμῳ ἰδεῖν ἴσχυον ὡς χρή· ἄχρι γὰρ σήμερον, φησὶ, τὸ αὐτὸ παρ’ αὐτοῖς κάλυμμα ἔχει ἡ ἀνάγνωσις τοῦ νόμου. ὥσπερ γὰρ κεκαλυμμένης τῆς ἀναγνώσεως οὐ δύνανται ἰδεῖν τὰ ἐν αὐτῇ, οὐδὲ γνῶναι ὅτι ἐν Χριστῷ καταργεῖται καὶ παύεται ὁ νόμος· ποῦ γὰρ εἴποι τις, τοῦτο ἔχει ὁ νόμος, ὅτι ἐν Χριστῷ καὶ διὰ Ἰησοῦ καταργηθήσεται ; καὶ αὐτὸς μὲν ὁ νόμος λέγει· εἰπὼν γὰρ ὅτι ἀναστήσει ὑμῖν προφήτην, 3 B ἐπήγαγεν, αὐτοῦ ἀκούσεσθε πᾶν ὁτιοῦν λέγοντι, φησὶ, κἂν ὑπεναντίων εἴπῃ τοῦ νόμου, περὶ Χριστοῦ λέγων· αὐτὸς δὲ καὶ τὰ σάββατα ἔλυσε θεραπεύων αὐτοῖς ὁ Θεὸς ἐν τῷ ναῷ μόνον θύειν, καὶ ἐν τούτῳ περικλείσας τὰς θυσίας· εἶτα καθελὼν αὐτὸν, οὐκ ἄδηλον ὅτι καταργήσει τὰς θυσίας καὶ πάσας τὰς νομικὰς ἱερουργίας· ὥστε καὶ αἰσθητῶς καὶ νοητῶς ὁ νόμος τὴν ἑαυτοῦ κατάργησιν περιέχει. Μῆ ἀνακαλυπτόμενον. “ Μῆ ἀνακαλυπτόμενον” εἰς τὸ γνῶναι αὐτοὺς ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος. Ὅτι ἐν Χριστῷ καταργεῖται. Κυτίλλου.a. Ὁ γὰρ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου. οὕτως ἐν βιβλίῳ ρλα τῆς ἑρμηνείας τοῦ Λουκᾶ. Ἀλλ’ ἕως σήμερον. Εἶτα ἐπειδὴ εἶπε κάλυμμα κεῖσθαι ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς, ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ αἴτιον ὡς μὴ νοουμένου, σαφέστερον αὐτὸ λέγει, δεικνὺς αὐτῶν καὶ οὐ τοῦ νόμου τὸ ἁμάρτημα· κάλυμμα γὰρ, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, διὸ οὐ δύνανται γνῶναι τὴν διάνοιαν τοῦ νόμου. Εἰ γὰρ ἔγνωσαν, ἀπέστησαν ἂν ἀπ’ αὐτοῦ, καὶ Χριστῷ ἐπίστευσαν· τοῦτο γὰρ ὁ νόμος βούλεται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον. Καὶ γὰρ ὁ Μώσης πρὸς μὲν Ἰουδαίους λαλῶν εἶχε τὸ κάλυμμα, πρὸς τὸν Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα· τύπος οὖν ἦν αὐτῶν ὁ Μώσης· καὶ γὰρ καὶ αὐτοὶ ἡνίκα μὲν ἐμφιλοχωροῦσι τῷ νόμῳ, ἔχουσι τὸ κάλυμμα, τότε δὲ ἐπιστρέφουσιν, εἰ ἀφέντες τὸν νόμον πιστεύσωσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι· ἦν γὰρ ἐνταῦθα τὸ Πνεῦμα, φησίν. Ὁ δὲ Κύριος— Εἶτα ἵνα μή τις τῶν ἀσθενεστέρων ἀκροατῶν ἀκούσας, ὅτι a Om. Cod. Paris; ded. ex Œcumenio. Μώσης πρὸς Κύριον ἐπιστρέφων περιῃρεῖτο τὸ κάλυμμα· ἐγὼ δὲ πρὸς τὸ Πνεῦμα ἐπιστρέψαι ὑπό σου προτρεπόμενος, ὦτ’ Παῦλε, οὐ πρὸς τὸν Κύριον ἐπιστρέφω, ἐπάγει, “ ὁ δὲ Κύριος τὸ Πνεῦμά “ ἐστι,” μὴ φοβοῦ, φησι, καὶ πρὸς τὸ Πνεῦμα ἐπιστρέφων, πρὸς Κύριον ἐπιστρέφεις· Κύριος γὰρ τὸ Πνεῦμα, καὶ ὁμόθρονον, ὁμοπροσκύνητον καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὡς πρὸς τὸν νόμον τοῦτο· ἐκεῖ γὰρ ζυγὸς ἢν καὶ δουλεία, ἐν δὲ τῇ πίστει Χριστοῦ ἐλευθερία. Ἡμεῖς δὲ πάντες. Tοσοῦτον ἐσμὲν, φησὶν, ἐλευθερίας καὶ εὐγενείας ἐντὸς, ὅτι πάντες ἡμεῖς ἀνακεκαλυμμένῳ προσώπῳ οὐδὲ γὰρ ἔνι πάρα τοῖς πιστοῖς κάλυμμα· τὴν δόξαν τοῦ Πνεύματος κατοπτριζόμενοι ἀναμορφούμεθα, φησί. Καθάπερ γὰρ ἄργυρος ἄντικρυς ἡλίου κείμενος, ἀντιπέμπει καὶ αὐτὸς ἀκτίνας τινὰς τῇ ἐκβολῇ τοῦ ἡλίου· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι καθαιρόμενοι διὰ τοῦ Πνεύματος, καὶ ταῖς ἐκείνου ἀκτῖσι καταυγαζόμενοι, αἴγλην τινὰ νοητὴν ἀντιπέμπομεν· βούλεται δὲ καὶ αὐτοὺς εἰς τάξιν ἀγαγεῖν τῶν Ἀποστόλων, διὰ τοῦτο τὸ “ ἡμεῖς πάντες.” Κατοπτριζόμενοι. Οἱον ἐλλαμπόμενοι Πνεύματι. Μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Εἰς τὴν αὐτοῦ, φησὶ, λαμπηδόνα μεταβαλλόμεθα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς ἡμετέραν δόξαν ἐρχομένης τῆς μεταμορφώσεως· καὶ εἰς τοιαύτην, φησὶ, δόξαν φθάνομεν, εἰς οἷαν εἰκὸς φθάσαι τὸν ἀπὸ τοῦ παρακλήτου καταυγαζόμενον, καὶ εἰκόνα ἀμυδρὰν τῆς αὐτοῦ δόξης ἐνσημαινόμενον. Ἀπὸ δόξης λέγει τοῦ θείου Πνεύματος εἰς δόξαν τὴν ὑμετέραν, ἀντὶ τοῦ ἐκεῖθεν δεχόμεθα. ΚΕΦ. Ε. Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται. Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν. Διὰ τοῦτο οὐκ ἐκκακοῦμεν, διὰ τοῦτο, ποῖον ; ὅτι τοιούτων, φησὶν, ἠξιώμεθα. Ἐπειδὴ πολλὰ καὶ μεγάλα περὶ τῶν Ἀποστόλων εἰρήκει, λέγων τὴν δόξαν Κυρίου κατοπτριζόμεθα καὶ μεταμορφούμεθα. Εἰ γὰρ ἐκοινοποίησε τὸν λόγον τὸ εἰπεῖν, “ ἡμεῖς “ δὲ πάντες,” πλὴν εἰς τοὺς Ἀποστόλους πρωτοτύπως εἴρητο τὰ εἰρημένα, λοιπὸν κατάγει τὸν περὶ αὐτῶν λόγον· “ ἔχοντες γάρ’ φησὶ, “ τὴν διακονίαν,” τουτέστιν ἡμεῖς, οὐδὲν πλέον ἀλλ’ ἢ διάκονοί ἐσμεν τοῦ κηρύγματος, εἶτα “ καθὼς ἠλεήθημεν,” δεικνὺς ὅτι καὶ αὐτὸ τὸ γενέσθαι διάκονοι οὐκ ἦμεν ἄξιοι, ἀλλὰ καὶ τοῦτο κατὰ Θεοῦ ἔλεον ἔχομεν. “ οὐκ ἐκκακοῦμεν,” τουτέστιν, οὐκ ἀπαγορεύομεν πρὸς τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καὶ τοὺς κινδύνους. Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης. Πρὸς μὲν τὰς θλίψεις οὐκ ἀπείπαμεν· “ ἀπειπάμεθα” δὲ καὶ ἀπεκρουσάμεθα “ πρὸς τὰ κρυπτὰ τῆς αἰσχύνης, ” τουτέστι, τὸ τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανερούμενα αἰσχύνην φέρει. Αἰνίττεται δὲ τοὺς ψευδαποστόλους οἳ ἐν σχήματι ἁγνείας ἦσαν, καὶ ἐν κρυφῇ πονηροί· πῶς δὲ “ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύ- “ νῆς ;” ἀπανούργως, φησὶ, καὶ ἀπλάστως ζῶντες. Ὁ δὲ ἀναστρεφόμενος βίον καὶ πολιτείαν ἀπάνουργον ἐπιτηδεύομεν, ἀλλ’ οὐδὲ δολοῦμεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα, ἢ χρηματιζόμενοι, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διδάσκοντες, ὅπερ οἱ ψευδαπόστολοι ἐποίουν. Ἀλλὰ τῆ φανερώσει τῆς ἀληθείας. “ Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς·” οὐδὲν, φησὶ, κρύφιον πη ἡμῖν, οὐδὲ ἄλλο μὲν κρύπτομεν, ἄλλο δὲ λαλοῦμεν, “ ἀλλὰ διὰ τὴν φανέρωσιν τῆς ἀληθείας συνιστῶμεν “ ἑαυτοὺς” οἷοί ἐσμεν, καὶ παραθέμεθα πάσῃ συνειδήσει ἀνθρώπων. Πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Πάσῃ συνειδήσει ἀνθρώπων, ἀπίστων τε καὶ πιστῶν ἑαυτοὺς συνιστῶμεν, ἐξ ὧν φησὶν, ἀναστρεφόμεθα· ἐπειδὴ ἔνι λαθεῖν ἀνθρώπους καὶ ἀπατῆσαι, τὸν Θεὸν ἔφορον ἐφίστησι τῇ ἑαυτοῦ πολιτεία. Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον. Ἐπειδὴ εἶπε, πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων συνίστασθαι διὰ τῆς ἀληθοῦς φανερώσεως, τουτέστι τοῦ κηρύγματος, ἀντέκειτο δὲ αὐτῷ τὸ μὴ πᾶσιν εἶναι φανερὸν τὸ κήρυγμα, καὶ δῆλον ἐξ ὧν οὐκ ἐπίστευσαν, φησὶν, οὐχ ἡμῶν τὸ ἔγκλημα, ἣ τῆς ἀσαφείας τοῦ Εὐαγγελίου, ἀλλὰ τῆς ἐκείνων ἀπωλείας καὶ τυφλώσεως. Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου. Tῶν ἔξω τῆς ἀγέλης τοῦ Χριστοῦ, οἱ μὲν αὐτῷ τὴν ἀρχὴν ἠπίστησαν τῷ λόγῳ τοῦ κηρύγματος, οἱ δὲ ἐπίστευσαν μὲν, διὰ δὲ τὸ μὴ ἔχειν βάθος γῆς πάλιν ἀπεφοίτησαν τῆς πίστεως, οὓς ἅπαντας ἀπολλυμένους ὁ Παῦλος καλεῖ· νῦν δὲ τέως ὁ λόγος αὐτῷ περὶ τῶν αὐτῷ τὴν ἀρχὴν ἀπιστησάντων· τούτοις γὰρ παντελῶς κεκάλυπται τὸ Εὐαγγέλιον, καί φησιν, ἐν οἷς ἀπολλυμένοις ἀνθρώποις τῶν παντελῶς ἀπιστησάντων ἐτυφλώθη τὰ νοήματα εἰς τὸ μηδὲ τὴν αὐγὴν δέξασθαι τῆς πίστεως. “ Θεὸν δὲ αἰῶνος “ τούτου” Μανιχαῖοι μὲν καὶ Μαρκίωνες φασὶ τὸν πονηρὸν λέγειν Θεόν. Δύο γὰρ παρ’ αὐτοῖς θεοί· ἡμεῖς δὲ τῶν ἐπὶ πάντων φαμέν. ΆΛΛΩΣ. ὥσπερ Θεὸς εἴρηται οὐρανοῦ τε καὶ γῆς, καὶ Θεὸς τῆς παρούσης ἡμέρας, καὶ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐ παρὰ τοῦτο λοιπῶν οὐκ ἔστι Θεός· οὕτως μοι νόει καὶ τὸ Θεὸς τοῦ αἰῶνος τούτου. Ἢ οὕτως μετὰ ὑπερβατοῦ· τῶν ἀπίστων τοῦ αἰῶνος τούτου· ὧδε γὰρ ἀπιστοῦσι, τότε δὲ πᾶν γόνυ κλινεῖ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται Χριστῷ, ὅταν ἔλθῃ ἐν τῇ πατρῴᾳ δόξη. Ἰωάννου τουτέστι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. τὸ αὐτὸ καὶ Εἰρήναιος. “ Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπί- “ στοις, τουτέστιν, ὁ Σατανᾶς.” Ἐτύφλωσε τὰ νοήματα. Ὁ ἐν ἁγίοισ Κυρίλλοσ ἐν ἀρχῦι. Οὐ τοῦτο αὐτὸς ποιῶν, ἄπαγε, ἀλλὰ γενέσθαι διὰ τὸ αὐτεξούσιον, ὡς καὶ ἀλλαχοῦ φησι, “ παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τὸ οἷον συνεχώρησε λέγων. Ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία, μὴ ὅτι καὶ προσεβλάπτοντο ἀπίστως διακείμενοι καὶ καταναγκαζόμενοι τῷ φωτὶ τοῦ Χριστοῦ, ὥσπερ καὶ ὄψις σαθρὰ ἐξ ἡλιακῆς ἀκτῖνος. Τί δέ ἐστιν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ; οἱ μὲν τὸ Μαρκίωνος νοσοῦντες λέγουσι πέρι του δημιουργοῦ του δικαίου μόνου καὶ οὐκ ἀγαθοῦ ταῦτα εἰρῆσθαι. Λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δὲ, φησὶ, τὸν διάβολον ἐνταῦθα λέγεσθαι, εἰς τοῦτο δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι σφόδρα ἀνοήτως· ἡμεῖς δὲ ἐκεῖνο φαμὲν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα, ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. Εἰς τὸ μὴ αὐγάσαι. Ὅρα, οὐκ εἰπεν, “ ἐτύφλωσεν” εἰς τὸ μὴ πιστεῦσαι, ἀλλ’ “ εἰς τὸ μὴ αὐγάσαι,” δεικνὺς αὐτοὺς πρῶτον ἀπιστήσαντας, εἶτα ἀναξίους γενομένους τοῦ φωτισμοῦ· καὶ αὐτὸς γὰρ, φησὶν ὁ Κύριος “ μὴ ῥίπτειν ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας·” καλῶς δὲ τὸ “ αὐγάσαι” κεῖται· ἀμυδρὰν γὰρ ἀπόρροιαν τῆς ἀληθινῆς γνώσεως ἔχομεν νῦν, καὶ ὥσπερ ἀπὸ ἡλίου παμφαοῦς αὐγὴν ἀυδράν· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, “ βλέπομεν ἄρτι” λέγων “ δι’ “ ἐσόπτρου ἐν αἰνίγματι,” καὶ “ ἀρραβῶνα Πνεύματος” καὶ “ὀσμὴν γνώσεως·” Tὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης. Δόξα γὰρ Χριστοῦ τὸ Εὐαγγέλιον. Δοξαστὸς μὲν γὰρ ὁ Χριστὸς διὰ μυρία, ἐξ ὧν ἐδημιούργησεν, ἐξ ὧν συνέχει τὰ δημιουργηθέντα, ἐξ ὧν τὰ πάντα ζωογονεῖ, μάλιστα δὲ ἐκ τοῦ σταυροῦ, ροῦ, οὗ κήρυξ τὸ Εὐαγγέλιον. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ὡς ἐν παραδρομῇ λέγει, τουτέστι τοῦ Εὐαγγελίου συνεσκιασμένον τοῖς ἀπίστοις, ὅτι φησὶ, Θεός ἐστιν ὁ σταυρωθεὶς, εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ἀπαράλλακτος. Ὅτι γὰρ εἰκόνα οἶδεν ὁ Άπόστολος τὸ κατὰ πᾶν ἴσον καὶ ὅμοιον· ὅρα τί φησιν ἀλλαχοῦ, “ σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν “ εἰκόνα τῶν πραγμάτων·” εἰκόνα Θεοῦ τὸν Χριστὸν καὶ Θεὸν ἐκ Θεοῦ προσηγόρευσεν· ἐν αὐτῷ γὰρ δείκνυσι τὸν Πατέρα· διό φησιν, “ ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν. Άνω εἰπε, “ μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες “ τὸν λόγον τοῦ Θεοῦ·” πῶς ; ἐπειδὴ μὴ ἑαυτοὺς, φησὶ, κηρύσσομεν, ἀλλὰ Χριστὸν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν δι’ αὐτόν· τοῦτο δὲ λέγων τοὺς διδασκάλους αὐτῶν αἰνίττεται, περὶ ὧν ἔγραφε λέγειν αὐτοὺς, “ ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, “ ἐγὼ δὲ Κηφᾶ,” οἳ καὶ κατεκυρίευον αὐτῶν. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι. Διὰ τι λέγεις σαυτὸν δοῦλον ἡμῶν, φησι, διὰ τί; ὅτι πεφίλησθε παρὰ τοῦ Θεοῦ μου. Αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ τῆς κτίσεως εἰπὼν ἀπὸ σκότους λάμψαι φῶς· ὃς ἔλαμψε, τουτέστιν, οὗτος ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, ἔλαμψε δὲ, φησὶ, φῶς τι ζῶν ἡμῖν καὶ ἀποκαλύπτον τὴν ἰδίαν γνῶσιν καὶ δόξαν ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, τουτέστι διὰ τοῦ προσώπου τοῦ Χριστοῦ· διὰ γὰρ τοῦ Υἱοῦ ἡμῖν ἡ ἀληθὴς γνῶσις τοῦ Πατρὸς, καὶ τέως ὅτι ἔστι Πατὴρ, καὶ ὅτι οὐ διὰ κνίσσης καὶ αἱμάτων προσκυνεῖσθαι βούλεται, καὶ ὅτι ἐν τριάδι ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ θρησκεύεται Θεός· ὅθεν καὶ “ μεγάλης εἴρηται βουλῆς Ἄγγελος,” Πρὸς φωτισμὸν τῆς γνώσεως. Ὅρα τῆς Ἀγίας τριάδος τὸ ἀπαράλλακτον καὶ ὁμότιμον, πῶς ὁ Παῦλος δηλοῖ, φῶς καὶ φῶς· φῶς καλέσας τὴν Ἀγίαν τριάδα· ἄνω περὶ Πνεύματος λέγων, φησὶ, τὴν δόξαν, “ οἷον τὸ φῶς “ Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα” πάλιν περὶ τοῦ Υἱοῦ “ εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ “ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” νῦν περὶ τοῦ Πατρός φησι, “ πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ. ” ΚΕΦ. ς. Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως καὶ ἐπαναλήψεως. Ἔχομεν δὲ θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ Θεοῦ, καὶ μὴ Ἀκόλουθα τῶν ἄνω καὶ τὰ νῦν, ὅτι ἡμεῖς, φησὶν, οἱ Ἀπόστολοι, διάκονοι τοῦ κηρύγματός ἐσμεν, ἀνάξιοι τῆς τοσαύτης αὐτοῦ δόξης ὑπάρχοντες· καὶ ὥσπερ χρυσὸν ἐν ὀστρακίνοις φέροντες σκεύεσιν. Καὶ μὴ ἐξ ἡμῶν. Ἵνα μηδεὶς, φησὶν, ἑαυτῷ ἀποδῷ ὡς ἀξίῳ δέξασθαι, ἀλλὰ τὸ πᾶν εἴη τῆς τοῦ Θεοῦ δυνάμεως τοῦ ἱκανώσαντος τὰ ὀστράκινα σκεύη εἰς χρυσίου ὑποδοχήν. Ἐν παντὶ θλιβόμενοι — Καὶ τοσοῦτον, φησὶ, τὸ πᾶν δυνάμεως ἐστι Θεοῦ, ὅτι καίτοι ὀστράκινοι ὄντες, καὶ ἐν τοσούτοις περιστρεφόμενοι πειρασμοῖς, οὐ θραυόμεθα καὶ ἀπόλλυμεν τὸν ἐν ἡμῖν θησαυρόν. ἐν παντὶ, φησὶ, καὶ τόπῳ καὶ πράγματι· τὸ δὲ μὴ στενοχωρεῖσθαι τὸν θλιβόμενον Θεοῦ χάριτός ἐστιν. Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι. “ Ἀπορούμενοι,” φησί· τι χρὴ ποιεῖν πρὸς τὸν ἐκ πάντων πόλεμον καὶ διωγμόν ; ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον ὥστε ἡμᾶς καὶ ἐξαπορηθῆναι, τουτέστι πεσεῖν καὶ ἡττηθῆναι. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. Διώκουσι μὲν οἱ ἄνθρωποι, οὐ καταλιμπάνει δὲ ὁ Θεός· οὐ γὰρ πρὸς ἧτταν ἡμῶν, ἀλλὰ πρὸς πάλην ἡ συγχώρησις. Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Καὶ ὅσον μὲν, φησὶ, πρὸς τὸ μέγεθος τῶν πειρασμῶν ἤδη καταβληθέντες, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι οὐκ ἀπολλύμενοι. Ἀντὶ τοῦ ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτηρίας. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ. “ Τὴν νέκρωσιν,” φησὶ, “ τοῦ Κυρίου” καὶ ἡμεῖς πανταχοῦ γῆς περιφέρομεν τὸ κἀς ἡμέραν ἀποθνήσκειν πανταχοῦ· “ καθ’ ἡμέ- “ ραν γάρ’ φησὶν, “ ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, “ ἵνα” φησὶ, “ καὶ ἡ ἀνάστασις τοῦ Κυρίου διάδηλος γένηται διὰ “ τοῦ σώματος ἡμῶν·” ὁ γὰρ τῇ ἀναστάσει τοῦ Κυρίου ἀπιστῶν, ἡμᾶς ὁρῶν καθ’ ἡμέραν ἀποθνήσκοντας, καθ’ ἡμέραν δὲ ζῶντας, οὐκ ἃν ἔτι εὐλόγως ἀπιστήσῃ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Πάλιν περὶ τοῦ αὐτοῦ εἶπε, διὰ τοῦτο γὰρ, φησὶ, συγχωρούμεθα ὑπὸ Θεοῦ παραδίδοσθαι εἰς θάνατον, ἵνα φανερωθῇ, ὅτι ἀνέστη ὁ Χριστός· ὁ γὰρ ἡμᾶς ἐγείρων καθ’ ἡμέραν, καὶ ἑαυτὸν δηλονότι ἤγειρεν. οὕτως διὰ τοῦτο ἑαυτοὺς εἰς θάνατον παραδιδομεν, ἵνα ἡ ζωὴ τοῦ Θεοῦ φανερωθῇ καὶ ἐνεργήσῃ ἐν ἡμῖν, δῆλον δὲ ὅτι ἐν τῷ μέλλοντι κόσμῳ· ὡσεὶ ἔλεγεν, ἡμεῖς τοίνυν διὰ τὸν Χριστὸν παραδίδομεν ἑαυτοὺς εἰς θάνατον, ἵνα ὁ Χριστὸς τότε ἀπὸ τοῦ νοητοῦ θανάτου τῆς κατακρίσεως ῥύσηται ἡμᾶς, καὶ εἰς ζωὴν ἀγάγῃ τὴν νοητήν. Ὡς ἐκ τοῦ ἀκολούθου, φησὶ, τοῦτο γίνεσθαι, τὸν μὲν θάνατον ἐν ἡμῖν ἐνεργεῖν καὶ ἐνεργὸν ὑπάρχειν, τὴν δὲ ζωὴν ἐν ὑμῖν· ὡσεὶ ἔλεγεν, ἡμεῖς ἀποθνήσκομεν διὰ τὸ κήρυγμα, ἵνα ὑμεῖς ζήσητε δι’ αὐτοῦ τὴν ἀγήρω ἐκείνην καὶ αἰωνίαν ζωὴν πιστεύοντας εἰς Χριστόν. Τὸ αὐτὸ Πνεῦμα τῷ Δαυὶδ, φησὶν, ἔχοντες, τὰ αὐτὰ αὐτῷ καὶ φθεγγόμεθα τὸ “ ἐπί- “ στευσα διὸ ἐλάλησα·” ἄνω γὰρ ἀπὸ λογισμῶν παραστήσαντες ἀνάστασιν· νῦν ἐκ πίστεως αὐτὴν εἰσφέρει. Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν. Λαλοῦμεν δὲ τοῦτο, εἰδότες ὅτι ὁ τὸν Κύριον ἐγείρας Πατὴρ, καὶ ἡμᾶς ἐγερεῖ· εἰδότες δὲ πόθεν ; ἐκ τῆς πίστεως δῆλον ὅτι. Καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Αὐτὸς γὰρ ἥξει ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλπιγγι, καὶ ἐγερεῖ τοὺς νεκροὺς, καὶ παραστήσει τῷ οἰκείῳ βήματι. Τὰ γὰρ πάντα δι’ ὑμᾶς. Ενταῦθα παιδαγωγεῖ αὐτοὺς ὑπὲρ τῆς ἀναστάσεως καὶ τῶν λοιπῶν ἀγαθῶν χάριν εἰδέναι, ἀνθρώπων μὲν μηδενὶ, Θεῷ δὲ μόνῳ· οἱ γὰρ ψευδαπόστολοι ἑαυτοῖς τὴν χάριν ἀνετίθεσαν, ὡς διὰ τῶν οἰκείων πρὸς Θεὸν παρακλήσεων δωρουμένου ταῦτα τοῦ Θεοῦ· τὰ γὰρ πάντα; τουτέστιν ἀγαθὰ δι’ ὑμᾶς, οὐ διὰ τόνδε καὶ τόνδε, ἀλλὰ διὰ τὸ κοινῇ συμφέρον. τοῦτο δὲ, φησὶ, γέγονεν, ἵνα ἡ χάρις τοῦ Θεοῦ πλεονάσῃ πολλοῖς παρεχομένη· ταύτης δὲ πλεοναζούσης, καὶ ἡ εἰς αὐτὸν εὐχαριστία συμπλεονασθήσεται. Διὸ οὐκ ἐκκακοῦμεν. Επεὶ οὖν ἴσμεν πάντα τὰ εἰς ἡμᾶς γενόμενα εἰς εὐχαριστίαν Θεοῦ τελευτᾷν, οὐκ ἐκκακοῦμεν, οὔτε ἀπαγορεύομεν πρὸς τοὺς πειρασμούς· ἔξω δὲ ἄνθρωπον τὸ σῶμα καλεῖ, ὅπερ ἐφθείρετο μαστιζόμενον, διωκόμενον, δεσμούμενον· ἔσω δὲ ἄνθρωπον, τὴν ψυχὴν, ἥτις ἀναθάλλει, φησὶ, κἀς ἑκάστην ἡμέραν τῇ ἐλπίδι καὶ τῇ χαρᾷ, καὶ τῷ εἰδέναι ὅτι ὑπὲρ Θεοῦ πάσχει. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως. Ορα προτροπὴν εἰς τὸ τολμᾷν καταθαρρεῖν τῶν πειρασμῶν· τὸ γὰρ παραυτίκα, φησι, τουτέστι τὸ ὀλιγοχρόνιον, τὸ τὺ εἰς τὸ παυθῆναι τῆς θλίψεως. οὐκ ἠρκέσθη δὲ εἰπὼν, “παραυτίκα,” ἀλλὰ καὶ “ἐλαφρὸν,” φησὶν, “αἰώνιον βάρος, φησὶ, δόξης ἀπεργάζεται·” καὶ οὐχ ἁπλῶς, ἀλλὰ “καθ᾿ ὑπερβολὴν, καὶ εἰς ὑπερβολὴν” τοῦτο ποιῶν· καὶ ὅρα τῆς ἀντιμισθίας τὸ πλεονάζον· τῷ γὰρ αὐτίκα τὸ αἰώνιον ἀνεμέτρησε, τῷ δὲ ἐλαφρῷ τὸ βαρύ· τῇ θλίψει, τὴν δόξαν, καὶ οὐδὲ ἄχρι τούτων οἱ πλεονασμοὶ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ καθ’ ὑπερβολὴν καὶ εἰς ὑπερβολήν. Μῆ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Επειδὴ βαρεῖαν οὖσαν τὴν θλῖψιν εἶπεν ἐλαφρὰ,, ἐπεξηγεῖται πῶς ἐστιν ἐλαφρὸν ἡ νῦν θλίψις· ἐὰν, φησὶ, μὴ σκοπῶμεν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐὰν γὰρ τὰ ἐκεῖ τοῖς νῦν ἀντιστήσῃς, ἐλαφρὰ τὰ νῦν φανεῖται· πρόσκαιρα γάρ ἐστιν, ἐκεῖνα δὲ αἰώνια. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ. Επίγειος μὲν οἰκία ἡ ἐνταῦθα βραχύβιος ζωή. σκῆνος δὲ τὸ σῶμα ἡμῶν τῶν ψυχῶν· ἄλλο γὰρ οἰκία, καὶ ἄλλο τὸ σκῆνος οὗ ἐστιν ἡ οἰκία, καὶ ἄλλο ἡμεῖς ὧν ἐστι τὸ σκῆνος ἴδιον· “ ἐὰν “ οὐν,” φησὶν, “ ἡ οἰκία τοῦ σκήνους ἡμῶν καταλυθῇ,” τουτέστιν ἡ ἐνταῦθα βραχύβιος ζωὴ, ἕξομεν ἀχειροποίητον οἰκίαν, τουτέστι, ζωὴν αἰώνιον, οὐ προσδεομένοις τῆς ἡμετέρας ἐργασίας καὶ τῶν ἡμετέρων χειρῶν πρὸς σύστασιν· καλῶς δὲ πρὸς ἀντιδιαστολὴν τῆς παρούσης ζωῆς τὴν μέλλουσαν “ ἀχειροποίητον” εἶπεν· ἡ γὰρ παροῦσα ἀπὸ τῶν χειρῶν ἔχει τὴν σύστασιν· ἄρτου, ποτοῦ, ἐνδύματος. οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ. Θεοδωρίτου. Ἐπίγειον οἰκίαν τὴν κατὰ τὸ παρόντα λέγει διαγωγήν· σκῆνος δὲ τὸ σῶμα· ἐὰν τοίνυν λάβῃ τέλος τὰ παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν τὴν αἰώνιον καὶ οὐράνιον. Ἐπίγειος ἡμῶν οἰκία. Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ. Οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν. Οἶον τὴν ἀνανέωσιν, τὴν ἔγερσιν. Ἐν τοῖς οὐρανοῖς. Οἶον ἐν τοῖς οὐρανοῖς κατασκευασθεῖσαν ἄφθαρτον, τουτέστι διὰ χάριτος οὐρανίου. Ἐν τούτῳ στενάζομεν. Ὑμεῖς, φησὶ, στενάζετε, ὡς εἰκὸς μερικῶς φθειρομένου τοῦ σώματος ὑμῶν ταῖς θλίψεσι· ἡμεῖς δὲ οἷς ἐναργὴς ἡ πίστις τῆς ἀναστάσεως, στενάζομεν, ὅτι μὴ παντελῶς φθείρεται· διὰ τί ; ὅτι ἐπιποθοῦμεν τὸ ἄφθαρτον ἡμῶν σῶμα ἐπενδύσασθαι· καλῶς δὲ τὸ “ ἐπενδύσασθαι·” τὸ γὰρ θνητὸν τοῦτο σῶμα ἐπενδύεται τὴν ἀφθαρσίαν. Θεοδωρίτου. Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν οὐκ εἶπε δὲ ἐνδύσασθαι, ἀλλ’ “ ἐπενδύσασθαι,” ἐπειδὴ οὐχ ἕτερον 3 c 2 ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπεν- δύεται. Οἰκητήριον — Οὐκ εἶπε σκῆνος, ἀλλ’ οἰκητήριον, τὴν εἰς αὐτὸ ἀσφαλῆ μονὴν καὶ οἴκησιν δηλῶν. Τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι. Οὐκ ἐπειδὴ ἐξ οὐρανοῦ οὐ κάτεισιν, ἀλλ’ ἐπειδὴ ἐκ Θεοῦ τὴν ἀφθαρσίαν λαμβάνει. Εἴ γε καὶ ἐνδυσάμενοι. “ Εἴγε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα,” τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος ἐκεῖ παραστησόμεθα, ἀλλὰ μετ’ αὐτοῦ ἀφθάρτου γενομένου· τινὲς δέ φασιν, εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαρρῶσι, φησὶν, εἴγε καὶ ἐνδυσάμενοι, τουτέστιν ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες, οὐ γυμνοὶ εὑρεθησόμεθα δόξης· ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκ ἔστιν ἴση, ἀλλ’ οἱ μὲν ἐν τιμῇ εἰσιν, οἱ δὲ ἐν ἀτιμίᾳ. Οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα μὴ ἐκ τῆς ἀναστάσεως μόνης, καὶ ἐκ τῆς τοῦ σώματος ἐναλλαγῆς νομίσωσι τὸ πᾶν κατορθῶσθαι, ἐπάγει, εἴγε καὶ ἄφθαρτον αὐτὸ ἐνδυσάμενοι, οὐ γυμνοὶ δόξης καὶ τιμῆς εὑρεθῶμεν· ἡ γὰρ ἀφθαρσία τοῖς μὲν εἰς ἀγαθὸν, τοῖς δὲ ὡς κακὸν ἔσται, διαιωνίζειν ποιοῦσα καὶ τὰς τιμὰς καὶ τὰς τιμωρίας. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. Ἐπειδὴ ἀντέκειτο αὐτῷ ἡ κοινὴ τῶν ἀνθρώπων δόξα, τί, φησὶ, στενάζεις ; ἵνα ἀποθάνῃ τὸ σῶμα ; καίτοι πάντες ἄνθρωποι στενάζουσιν ἵνα μὴ ἀποθάνωσι, φησὶν, οὐδὲ ἡμεῖς στενάζομεν, ἵνα ἀποθώμεθα τὸ σῶμα καὶ ἐκδυσώμεθα, ἀλλ’ ἵνα ἐπενδυσώμεθα τὴν ἀφθαρσίαν· οὐ γὰρ ἐπειδὴ σῶμά ἐστι, βαρούμεθα, φησὶν, ἀλλ’ ἐπειδὴ θνητόν ἐστι καὶ φθαρτόν. Ἀλλ’ ἐπενδύσασθαι. Ἐνδύσασθαι, φησὶ, σπεύδομεν, ἵνα καταποθῇ τὸ νῦν θνητὸν καὶ φθαρτὸν σῶμα ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀθανασίας. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Τίς δὲ ταύτην τὴν ἐναλλαγὴν, φησὶ, τοῦ σώματος ποιήσει ; τίς ; ὁ εἰς τοῦτο αὐτὸ κατεργασάμενος Θεὸς, ἵνα ὠμεν ἄφθαρτοι καὶ ἀθάνατοι. δείκνυσιν οὐ νεωτέραν τὴν ἐπὶ τούτῳ δόκησιν, ἀλλ’ ἐπὶ ἀθανασίᾳ μὲν ἡμᾶς διαπεπλάσθαι· ἐπειδὴ δὲ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, ἄλλην πάλιν ἐξεῦρεν ὁδὸν ἡμῖν ἀθανασίας ὁ Θεός. Θεοδωρήτου. Στένομεν, φησὶν, οὐκ ἀπαλλαγῆναι τοῦ ἐφιέμενοι, ἀλλὰ τῶν παθῶν αὐτῶν ἐλεύθεροι γενέσθαι ποθοῦντες· οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀριγνόμεθα b. Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. Καὶ ὅτι, φησὶν, ἐπὶ τὸ γενέσθαι ἀθανάτους κατειργάσατο, δῆλον ἐξ ὧν ἔδωκε τὸ Πνεῦμα, οὐκ ἃν τοῦτο δοὺς τοῖς μὴ τοῦτο, φησὶ, μέλλουσι γίνεσθαι· πανταχοῦ δὲ ἀρραβῶνα λέγει Πνεύματος, ὀφειλέτην αὐτὸν ποιῶν τοῦ δοῦναι καὶ τὸ τέλειον. Εἰδότες ὅτι ἐνδημοῦντες τῷ σώματι. Καλῶς τὸ “ ἐνδημοῦντες” ὡς ἐπὶ ἀλλοτρίας· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι· τοῦτο δὲ θέλει εἰπεῖν, θαρροῦντες, εἰδότες τὸ τῇ σωματικῇ προσμένειν ζωῇ διατειχίζει ἡμᾶς τῆς μετὰ Χριστοῦ διαγωγῆς, βουλόμεθα μᾶλλον ἐκδημῆσαι μὲν τοῦ σώματος, σὺν Χριστῷ δὲ εἶναι. Τουτέστιν, οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν, μὴ φοβηθῇς, θάρρει κατακοπτόμενος· οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὰ πίστεως γὰρ περιπατοῦμεν. Ἵνα μή τις εἴπῃ, τί οὑν ὄντες ἐν σώματι ἀλλότριοί ἐσμεν τοῦ Χριστοῦ, ἐπάγει, διὰ πίστεως γὰρ περιπατοῦμεν, καὶ οὐ διὰ εἴδους, ὡσεὶ εἶπε, διὰ τοῦτο εἶπον ἐκδημοῦμεν καὶ οἷον ὁδηγούμεθα εἰς τὴν αὐτοῦ γνῶσιν, τότε δὲ διὰ εἴδους, τοῦτ’ ἔστιν, αὐτοψεί. ὃ καὶ ἀλλαχοῦ φησι, “ βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰ- “ νίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.” Εὐδοκοῦμεν μᾶλλον. Επεὶ οὖν ἴσμεν τι ποιεῖ ἡ πρὸς τὸν Κύριον ἐνδημία, θαρρούντως εὐδωκοῦμεν ἀποδημῆσαι τοῦ σώματος, καὶ τοῦτο, φησὶν, ἐπιποθῦμεν. Καὶ φιλοτιμούμεθα. Τὸ “ φιλοτιμούμεθα” ἣ σπουδάζομεν ἣ καυχόμεθα νόει· εἰς τὸ εἶναι αὐτῷ εὐάρεστοι, φησὶν, ἵνα γὰρ μὴ νομίσωσιν ἀποχρῆν αὐτοῖς τὴν πρὸς Χριστὸν ἐνδημίαν, τὸ εὐάρεστοι αὐτῷ εἶναι ἐπάγει· τοῦτο γὰρ ἣ μακαρίαν τὴν πρὸς αὐτὸν ἐνδημίαν ποιεῖ ἣ τρισαθλίαν, ἐὰν μὴ ὦμεν εὐάρεστοι. Τοὺς γὰρ πάντας. Λοιπὸν ἀπὸ τῶν σκυθρωποτέρων πτοεῖ, πλὴν ὅτι ἀναμνήσας τοῦ φοβεροῦ βήματος, οὐ μόνον τὰ σκυθρωπὰ, ἀλλὰ καὶ τὰ χρηστότερα τῶν ἐκεῖ λέγει. Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος. Τὰ διὰ τοῦ σώματος αὐτῷ πεπολιτευμένα, φησὶ, καὶ πεπραγμένα, κομίσεται δὲ πρὸς ὃ ἐκήρυξεν, εἴτε ἀγαθὰ εἴτε κακά· ἐπειδὴ γὰρ πρός τε τὰ καλὰ καὶ μὴ τοιαῦτα τὸ σῶμα ὑπηρέτησε τῇ ψυχῇ, καὶ τὰς ἀμοιβὰς μετ’ αὐτῆς ἀπολαμβάνει· τοῦτο τῶν λεγόντων ἄλλο σῶμα τότε ἐγείρεσθαι ἐμφράττει τὰ στόματα· οὐ γὰρ ἃν ἄλλου ἁμαρτήσαντος σώματος, ἄλλο ἐτιμωρεῖτο, οὐδὲ ἄλλου κατορθώσαντος, ἄλλο ἐστεφανοῦτο. Πρὸς ἃ ἔπραξεν. Οὐδὲ γὰρ γυμνὴ ἡ ψυχὴ, ἀλλὰ διὰ τοῦ σώματος· κομίζεται ταῦτα, τουτέστι, πρὸς ἃ ἔπραξε συμπάσχουσα καὶ συνδοξαζομένη τῷ συζύγῳ σώματι. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου. Τὸ δικαστήριον, φησὶν, ἐκεῖνο καὶ τὴν κατ’ ἀξίαν ἀπόδοσιν. Ἀνθρώπους πείθομεν. Πείθομεν δὲ διὰ τοῦτο, ἵνα μή τινα ὑμῶν σκανδαλίσωμεν· οὐ γὰρ τὸ πράξαι τι τῶν φαύλων μόνων κατακρίνει, ἀλλὰ καὶ τὸ νομίζεσθαι πράττειν κολάζει, ἐὰν δυνάμενοι τὴν τοιαύτην ὑποψίαν λῦσαι καταφρονήσωμεν. Θεῷ δὲ πεφανερώμεθα. τὸν γὰρ εἰδότα Θεὸν πείθειν οὐ δεῖ. Ἐπλίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν. Ελπίζει δέ, φησιν, ὅτι καὶ ὑμᾶς οὐ σκανδαλίσομεν, ἀλλ’ οἷόν ἐσμεν, τοιοῦτοι ἐσμεν ἐν τῇ γνώσει ὑμῶν· τοῦτο γὰρ τὸ ἐν ταῖς συνειδήσεσιν. ΚΕΦ. Ζ. Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν. Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε— Εξετέ τι ἀπολογεῖσθαι, τί λέγειν, τι καυχᾶσθαι. Συνεχῶς ἀποτρίβεται τὴν τοῦ μὴ δοκεῖν καυχᾶσθαι ὑπόνοιαν, καί φησιν, εἰς τούτους τοὺς λόγους ἤλθομεν, οὐχ ἑαυτοὺς συνιστῶντες, τουτέστιν, ἐπαίροντες ἣ ἐγκωμιάζοντες, ἀλλ’ ὑμῖν παρέχοντες φησὶν, ἀφορμὴν ὑπὲρ ἡμῖν καυχᾶσθαι πρὸς τοὺς ψευδαποστόλους· ἐπειδὴ γὰρ ἐκεῖνοι διασύρουσιν ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε ὑπὲρ ἡμῖν καυχᾶσθαι, εἰς τούτους ἤλθομεν, φησὶ, τοὺς λόγους. Περὶ τῶν ψευδαποστόλων, φησὶν, οἵτινες πάντα πρὸς ἀνθρωπαρεσκείαν καὶ φιλοτιμίαν ἐποίουν, καὶ προσωπεῖον μὲν εἰχον εὐλαβείας καὶ σεμνότητος, ἔργων δὲ ἀγαθῶν ἐτύγχανον ἔρημοι. τοῦτο γάρ ἐστι καὶ μὴ ἐν καρδίᾳ, διὰ τὸ μὴ ἔχειν ἔνδον ἀγαθὸν. Εἶτε γὰρ ἐξέστημεν, Θεῷ— Ἄν τε, φησὶ, μέγα φθεγγώμεθα, τοῦτο γὰρ τὸ ἐξέστημεν, μαινομένων γὰρ τὸ μεγάλα φθέγγεσθαι καὶ ὑπέρογκα, διὰ τὸν Θεὸν, φησὶ, τοῦτο ποιοῦμεν. πῶς ; ἵνα μὴ ὑμεῖς νομίσαντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε τοῦ ὑφ’ ἡμῶν κηρύγματος· ἄν τε μέτριόν τι εἴπωμεν, δι’ ὑμᾶς τοῦτο ποιοῦμεν, ἵνα ταπεινοφρονεῖν ὑμᾶς διδάξωμεν. Ἢ οὕτως. εἰ μέν τις ἡμᾶς μαίνεσθαι νομίζει, παρὰ Θεοῦ τὸν μισθὸν λαμβάνομεν, δι’ ὃν τοιοῦτοι νομιζόμεθα· εἰ δὲ νήφειν, αὐτὸς τῆς ἐκ τοῦ νήφειν ὠφελείας ἀπολαβέτω. Ἢ οὕτως. Εἰ μαινόμεθα, φησὶ, διὰ τὸν Θεὸν μαινόμεθα, διὰ γὰρ τὴν ὑμῶν σωτηρίαν, ἧς κήδεται Θεὸς, τοιαῦτα φθεγγόμεθα, ἵνα γνόντες ἡμᾶς τίνες ἐσμὲν, σωθῆτε· πιστεύσετε τοῖς παρ’ ἡμῶν κηρυσσομένοις, εἰ δὲ σωφρονοῦμεν πεισθῆτε. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ἡ ἀγάπη τοῦ Χριστοῦ, φησὶ, συνέχει καὶ συνωθεῖ ἡμᾶς, καὶ ῥᾳθυμεῖν οὐκ ἐᾷ πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους· διὸ καὶ τοιαῦτα φθεγγόμεθα, φησὶν, ἵνα ὑμεῖς σωθῆτε ἀξιοπίστους ἡμᾶς νομίσαντες· πείθειν γὰρ οἶδε μαθητὰς ὁ ἐνάρετος διδάσκαλος. Συνεχεῖ ἡμᾶς. “ Συνέχει ἡμᾶς,” φησὶ, καὶ συνωθεῖ ἡ ἀγάπη τοῦ Θεοῦ, ἐπειδὴ κεκρίκαμεν εἶναι τοῦτο ἀληθές· ποῖον ; ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἐπειδὴ οἱ πάντες ἦσαν ἀποθανόντες ἄνθρωποι· διὸ καὶ ὑπὲρ πάντων ἀπέθανεν. Ζῶντες μηκέτι ἑαυτοῖς. Εἰ οὖν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῆν, εἰκότως σπουδάζομεν καὶ ἡμεῖς· εἰκότως δ᾿ ἂν καὶ ὑμεῖς τῶν ἐπιόντων καταφρονήσητε πειρασμων. Ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τρεῖς εἰσιν ἀπειλῆς ἀφορμαὶ, δι’ ἃς δεῖ σπουδάζειν ἡμᾶς πάντα διὰ τὸν Κύριον ποιεῖν· μία ὅτι αὐτὸς ἡμᾶς ἐποίησε, δευτέρα, ὅτι δι’ ἡμᾶς ἀπέθανε, τρίτη ὅτι τὴν ἀπαρχὴν ἡμῶν, τουτέστι τὴν σάρκα, ἀνέστησε, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, ἵνα καὶ σε ἀναγάγῃ ὅπου ἡ ἀπαρχή σου τυγχάνει· ὅρα που ἀνήγαγε τὸν λόγον. τίς γὰρ ὅλως ἦν χρεία ἐνανθρωπήσεως καὶ σαρκώσεως τῷ Θεῷ Λόγῳ, εἰ μὴ τοῦτο ᾠκονομεῖτο ἡ ἡμῶν ἀνάπλασις καὶ ἀνά- στασις; Ὥστε καὶ ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν. Ἐπεὶ οὖν πάντες ἀπέθανον τῇ ἁμαρτίᾳ, καὶ ζῶσι διὰ τὸν Χριστὸν, οὐδένα ἴσμεν κατὰ σάρκα ζῶντα, τουτέστι, κατὰ τὴν πάλαι πολιτείαν τὴν ἐν ἁμαρτίαις· τὸ γὰρ τοιοῦτον θάνατός ἐστι καὶ οὐ ζωή· ἀλλὰ νῦν οἱ ὄντως ἔχουσι ζωὴν, καὶ οὐ τὴν παλαίαν. Κατὰ σάρκα. Οἶον ζῶντα. Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν. Καὶ τοσοῦτον, φησὶν, οὐδεὶς ἔτι κατὰ σάρκα ζῇ, ἐκείνη γὰρ οὐκ ἔστι ζωὴ, ἀλλὰ θάνατος, ὅτι καὶ ὁ Χριστὸς, ἵνα δείξῃ ὅτι τὸ κατὰ σάρκα ζῆν ἐπαύσατο· πῶς ; οὐ τὸ σῶμα ἀφεὶς, ἄπαγε· μετ’ αὐτοῦ γὰρ ἥξει ὡς ἰδίου κριτὴς ἁπάντων, ἀλλὰ τῶν φυσικῶν ἀπαλλαγεὶς παθῶν, οἷον πείνης καὶ δίψης καὶ ὕπνου καὶ κόπου· νῦν γὰρ ἀπαθὲς καὶ ἀκήρατον ἔχει σῶμα. Ὥσπερ ἦν τὸ κατὰ σάρκα, ἐστὶ τὸ ἐν ἁμαρτίαις, καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα, οὕτω καὶ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι· τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα, ἀλλ’ ὥσπερ φησὶν ἐκεῖνος, ἀπηλλάγη· οὕτω καὶ ἡμεῖς· οὐκέτι, φησὶν, εἶεν ἐμπαθητὸν σαρκί. οὕτω καὶ ὁ Κλήμης ἐν δ΄ ὑποτυπώσεων. Ὥστε εἴ τις ἐν Χριστῷ. Εἴ τις ἐν Χριστῷ ζῇ, φησὶ, τουτέστιν ἐν τῇ πίστει αὐτοῦ, καινὴ κτίσις ἐστὶν, εἰς καινὴν γὰρ ἦλθε καὶ νέαν ζωήν· καὶ γὰρ 1 ἄνωθεν ἐγεννήθημεν διὰ τοῦ Πνεύματος, τοῦ ζῆν οὐ τὴν ἐν ἁμαρτίαις ζωὴν, ἀλλὰ τὴν ἐν Πνεύματι. Τὰ ἀρχαῖα παρῆλθεν. Ποῖα ἀρχαῖα ; ἤτοι τὰ ἁμαρτήματα, φησὶ, καὶ τὰς ἀσεβείας, ἣ τὰ Ἰουδαϊκὰ πάντα. πῶς δὲ τὰ ἀρχαῖα παρῆλθε ; ψυχὴ καὶ σῶμα ἡμῖν καινὸν, ἐκαθάρθη γὰρ τῷ βαπτίσματι, διαθήκη καινή· ἀντὶ τῆς ἐπιγείου Ἰηρουσαλὴμ, ὁ οὐρανός· ἀντὶ ναοῦ αἰσθητοῦ, ναὸς πνευματικός· ἀντὶ πλακῶν λιθίνων, σάρκινοι πλάκες· ἀντὶ πέρι. τομῆς, βάπτισμα· ἀντὶ μάννα, σῶμα δεσποτικόν· ἀντὶ τοῦ ἐκ πέτρας ὕδατος, αἷμα δεσποτικόν· ἀντὶ τῆς ῥάβδου Μώσεως, ὁ σταυρός· ἀντὶ γῆς ἐπαγγελίας, βασιλεία οὐρανῶν· ἀντὶ μυρίων τῶν κατὰ τὸν νόμον ἱερέων, εἷς ἀρχιερεὺς, ὁ Χριστός· ἀντὶ ἀμώμου προβάτου, ὁ υἱὸς τοῦ Θεοῦ· ἀντὶ ψιλοῦ ὀνόματος υἱοθεσίας, ἀληθὴς υἱοθεσία· ἡ γὰρ καινὴ κτίσις καὶ ὡς πρὸς τὴν ἐν ἀμαρτίαις ζωὴν εἴρηται, καὶ ὡς πρὸς τὰ κατὰ νόμον ἤδη καὶ ἐπίταγμα. Πάντα ἐκ τοῦ Θεοῦ. Ταῦτα δὲ πάντα, φησὶν, ἐκ Θεοῦ ἡμῶν δεδώρηται τοῦ διὰ μεσίτου τοῦ Υἱοῦ αὐτοῦ ἀποκαταλλάξαντος ἡμᾶς ἐκάλεσε διὰ τῆς σφραγῖδος τοῦ Υἱοῦ αὐτοῦ. Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ὦ φιλανθρωπίας βάθους· οὐ γὰρ ἐπειδὴ πρέσβιν ἐπὶ καταλλαγῇ ἔπεμψε τὸν Υἱὸν αὐτὸς, καὶ ἐσφάγη, λοιπὸν ἠμέλησεν ἡμῶν, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἀποθανόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς πάλιν ἐπίστευσε τοῖς Ἀποστόλοις. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῶ. Καὶ γὰρ, φησὶ, τὸ πρῶτον, οἷον πρὸ τοῦ σταυροῦ, Θεὸς ἦν, τουτέστιν, ὁ Πατὴρ διὰ μέσου Χριστοῦ ὡς μεσίτου καταλλάσσων ἑαυτῷ τὸν κόσμον. Μῆ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα. Οὕτω γὰρ, καὶ οὐκ ἄλλως ἐνῆν τὴν καταλλαγὴν γενέσθαι, τὸ πρῶτον ἀφεῖναι τὰ πλημμελήματα, ὡς εἴγε δίκην ἀπῄτησε τῶν ἁμαρτιῶν, οὐκ ἄν τις, φησὶ, περιελείφθη ὡς καταλλαγείη. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὁ Πατὴρ οὖν ἦν καὶ πρὸ τοῦ σταυροῦ, φησὶ, διὰ τοῦ Υἱοῦ αὐτοῦ καταλλάσσων ἑαυτῷ τὸν κόσμον, ὁ καὶ νῦν θέμενος ἐν ἡμῖν τὸν λόγον καὶ τὴν διάνοιαν τῆς καταλλαγῆς. Ἐπειδὴ γὰρ, φησὶν, ὁ Υἱὸς αὐτοῦ ἐσταυρώθη, ἡμᾶς εἴασε παρακαλοῦντας πρὸς καταλλαγὴν τοὺς ἐπὶ γῆς. εἶδες μέγεθος ἀφάτου ἀγαθότητος ; οὐδὲν τοιγαροῦν φορτικὸν ὑμῖν ἤλθομεν ποιῆσαι, ἀλλὰ φίλους ποιῆσαι ὑμᾶς πρὸς τὸν Θεόν. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Ὦ ποῦ ἐξῇρε τὸ πρᾶγμα, “ ὑπὲρ Χριστοῦ,” φησὶ, “ πρεσβεύ- “ ομεν·” τὸ γὰρ αὐτοῦ ἔργον ἡμεῖς ἐδεξάμεθα· ἀντὶ Χριστοῦ οὖν ἡμεῖς πρεσβεύομεν, ὡς τοῦ Πατρὸς παρακαλοῦντος δι’ ἡμῶν· οὔτε γὰρ διὰ τοῦ Χριστοῦ μόνον παρακαλεῖ, ἀλλὰ τούτου σταυρωθέντος δι’ ἡμῶν νῦν παρακαλεῖ. Δεόμεθα ὑπὲρ Χριστοῦ. Υπὲρ Χριστοῦ οὖν πρεσβεύοντες καὶ ὑπὲρ Χριστοῦ ἡμεῖς παρακαλοῦμεν, καταλλάγητε τῷ Θεῷ. ὑμεῖς γάρ ἐστε οἱ ἐχθροὶ καὶ οἱ μισοῦντες· ὑμεῖς οὖν καταλλάγητε. τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν. Ὅρα τὸ ἔντεχνον καὶ σοφὸν αὐτοῦ, λοιπὸν ὡς πρεσβευτὴς καὶ αἰτίαν δι’ ἧς ἂν πεισθεῖεν λέγει· ἵνα γὰρ, φησὶ, μηδὲν εἴπω τῶν πρώτων ὅτι ὑβρίσατε, ὅτι εὐεργέτην, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι πρῶτος καταλλαγῆναι εἵλετο· κἂν διὸ ἐποίησε νῦν, φησὶν, οὐ δίκαιοι καταλλαγῆναι ὑπάρχετε· ποῖον τοῦτο ; “ τὸν γὰρ μὴ “ γνόντα ἁμαρτίαν,” φησὶ, τουτέστι τὸν αὐτοδικαιοσύνην ὄντα καὶ ἁγιασμὸν, τὸν Υἱὸν αὐτοῦ, “ ἁμαρτίαν ἐποίησε,” τουτέστιν, ὡς ἁμαρτωλόν τινα καὶ κατάδικον εἴασε σταυρωθῆναι· οὐκ εἶπεν ἁμαρτωλὸν, ἀλλ’ ἁμαρτίαν, ὅπερ μεῖζόν ἐστιν· ἀπέθανε δὲ, φησὶν, ὁ Χριστὸς, οὐδ’ εἰκῆ, οὐδ’ οὐδὲν ὠφελῶν ἡμᾶς, ἀλλ’ ἴνα δικαίους ἀπεργάσηται. Οἰκουμενίου. Ἄλλοι οὕτως ἡρμήνευσαν, “ ἁμαρτίαν” τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης “ ἁμαρτίας λαοῦ “ μου φάγονται,” τουτέστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα· θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ Θεὸς τὸν Υἱὸν, τουτέστιν, ὡς ἁμαρτωλὸς κατακριθῆναι. Ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ. Οὐκ εἶπε, δίκαιοι, ἀλλ’ αὐτοδικαιοσύνη, ὅπερ μεῖζον ἦν, καὶ “ Θεοῦ δικαιοσύνη·” Θεοῦ δὲ δικαιοσύνη τὸ μὴ ἐξ ἔργων, ἀλλὰ διὰ συγχωρήσεως δικαιωθῆναι ἐν αὐτῷ δι’ αὐτοῦ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Ταῦτα μὲν, φησὶν, ὁ Θεὸς διὰ τοῦ Υἱοῦ αὐτοῦ πεποίηκε, καὶ ἡμεῖς δὲ συνεργοῦντες καὶ παρακαλοῦντες διατελοῦμεν· παρακαλοῦντες μὲν ὑμᾶς, συνεργοῦντες δὲ τῷ Θεῷ· τοῦτο γὰρ αὐτῷ σπουδὴ τὸ ὑμᾶς σωθῆναι, ὅτι καὶ ἀλλαχοῦ φησι, “ Θεοῦ συνεργοί “ ἐσμεν, ἐξ ὧν διατελοῦμεν,” φησί. Μῆ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Παρακαλοῦμεν δὲ ἡμεῖς οἱ Ἀπόστολοι, ἵνα τὴν εὐεργεσίαν τοῦ Θεοῦ δέξησθε καὶ μὴ ἀποκρούσησθε αὐτὴν, μηδὲ εἰς κενὸν καὶ ἀνωφελὲς τὴν χάριν γενέσθαι καὶ δειχθῆναι· τὸ γὰρ καταλλαγέντας τῷ Θεῷ διὰ τῆς πίστεως, ἐπιμένειν τῷ πρώτῳ βίῳ, οὐδὲν ἕτερόν ἐστιν, ἣ εἰς κενὸν καὶ μάτην γενέσθαι τὴν χάριν τοῦ Θεοῦ, καὶ οὐδὲν ὠφεληθῆναι τοὺς δεξαμένους αὐτήν· εἰ γὰρ αὐτὸς ἁμαρτίας συνεχώρησεν, ἡμεῖς δὲ πάλιν τούτων πληρούμεθα, τί τὸ κέρδος ; Ἴδου, νῦν καιρὸς εὐπρόσδεκτος. Καὶ ποῖός ἐστιν ὁ εὐπρόσδεκτος καιρὸς καὶ ἡ ἡμέρα τῆς σωτηρίας; ἡ τῆς δωρεᾶς, ἡ τῆς χάριτος, ὁ νῦν, φησὶν, ὑπάρχων καιρὸς, ἐν ᾧ ἁμαρτημάτων μὲν ἄφεσις πρόκειται· ἡ δὲ δικαιοσύνη δωρεὰν δίδοται· ἐπεὶ οὖν ὁ καιρὸς χάριτος, εἰκότως, φησὶν, ἐπήκουσά σου ἐν τούτῳ, ὡς εἰ γε ἔλθοι ὁ τῆς κρίσεως καιρός· οὐκ ἔστιν ἁπλῶς εἰσακούσεται· ὁ οὖν ἐν καιρῷ χάριτος ἐπιτηδεύων πολιτείαν χρηστὴν,εὐχερῶς ἐπιτεύξεται τῶν βραβείων, καὶ ἀκουσθήσεται ὑπὸ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τοὺς μυρία πλημμελήσαντας δέχεται, ἀφεὶς αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν. τὸ νόημα οὕτως εἴρηται. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν. Συνεργοῦντες δὲ, φησὶ, καὶ παρακαλοῦντες διατελοῦμεν “ μη- “ δεμίαν μηδενὶ διδόντες προσκοπὴν,” ὅρα δὲ ἐν τάξει διηγήσεως συμβουλήν· ὡσεὶ ἔλεγε, διὰ πάντων ἀπενθυνῶν μου τὸν βίον καὶ τὴν πολιτείαν, ὥστε οὐ λέγω κατηγορίας, ἀλλ’ ἵνα μηδὲ μέμψεως δῷ τινι χώραν, ἵνα μή τις, φησὶν, ἐπιλάβηται τῆς διακονίας ἡμῶν καὶ τοῦ ἔργου· αὐτῶν γὰρ σφαλλομένων εἰκότως ἡ μέμψις εἰς τὸ κήρυγμα ἔτρεχεν· ἐπεὶ Z γὰρ ἂν οἱ Ἀπόστολοι, εἰ ἦν τι χρηστὸν τὸ κήρυγμα, ἤμελλον αὐτὸν ἄνθρωποι πεπιστεῦσθαι πονήροί· τοῦτο δὲ εἰπὼν, μονονουχὶ λέγει αὐτοῖς, ὅτι δεῖ καὶ ὑμᾶς ὀρθοῦ ἐπιμελεῖσθαι βίου, ἵνα μὴ εἰς τὴν πίστιν ἡ μέμψις ἀναδράμῃ· “ ἐκ γὰρ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.” Ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτούς. Οὐ μόνον μέμψεων καὶ κατηγοριῶν, φησὶν, ἐσπουδάσαμεν εἶναι καθαροὶ, ἀλλὰ καὶ ἐν παντὶ συνεστήσαμεν καὶ ἀπεδείξαμεν ἑαυτοὺς ὡς Θεοῦ διακόνους· πῶς δ᾿ ἂν εἴη τοῦτο, καὶ πῶς τις ἀποδεικνύει ἑαυτὸν Θεοῦ διάκονον, ἢ δι’ ὧν πολιτεύεται καὶ βιοῦ ; ὅρα δὲ, οὐκ εἶπε, φαινόμενοι, ἀλλὰ “ συνιστῶντες,” ὁ ἐστιν, ἀποδεικνύντες· τοῦτο δὲ τὴν δι’ ἔργων καὶ ἀληθείας ἀπόδειξιν ἔχει. Ἐν ὑπομονῇ πολλῇ. Πάντα γενναίως φέροντες τὰ ῥηθησόμενα, διό φησιν, “ ἐν “ ὑπομονῇ πολλῇ,” καὶ λοιπὸν καταλέγει, ἐν τίσιν ὄντες καὶ γενναίως διαγενόμενοι συνεστήσαμεν ἑαυτοὺς Θεοῦ διακόνους. Z εἶπον Ed. ɶcum. Ἐν ἀνάγκαις. Ἐπίτασιν θλίψεως δηλοῦσιν αἱ ἀνάγκαι, ὅταν ἄφυκτα ᾖ τὰ κακά. Ἐν στενοχωρίαις. Δυσδιεξόδευτος ἦν, φησὶν, ἡ ἀπαλλαγή. Ἐν φυλακαῖς. Τούτων καὶ ἕν τι ἀφόρητόν ἐστιν. Ὅταν δὲ καὶ πάντα καὶ ὁμοῦ, θέα τὸν ἀγῶνα. Ἐν ἀκαταστασίαις. Ὅταν ἐλαυνόμενος οὐδ’ ὅπου στῇ εἶχεν. Ἐν κόποις. Τὰ μὲν εἰρημένα παρὰ τῶν πολεμίων τῆς πίστεως ἐπήγετο a αὐτῷ, λοιπὸν καὶ τὰ παρ’ αὐτοῦ εἰσενεχθέντα λέγει, ὡς μὴ ἀρκούντων ἐκείνων· κόπους δέ φησι καὶ τὰς ἐκ τῶν χειρῶν ἐργασίας, καὶ τὰς διὰ τὸ κήρυγμα συντριβάς. Ἐν ἁγνότητι. Ἁγνότητι φησὶ τήν τε σωφροσύνην καὶ τὸ ἀδάπανον Εὐαγγέλιον ἐν ἅπασι καθαρὸν, ἐν γνώσει, ἐν σοφίᾳ Θεοῦ τῇ ὄντως γνώσει, οὐ καθάπερ οἱ ψευδαπόστολοι τῇ ἀνθρωπίνῃ σοφίᾳ κομ- πάζοντες. Θεοδωρίτου. Ἴνα εἴπῃ καὶ περὶ τοὺς γνωρίμους καὶ περὶ τοὺς ἀγνώστους σπουδάζοντες εἶναι μακρόθυμοι καὶ χρηστοί· τὸ γὰρ ἁγνότητι ἀγνοίᾳ λέγει οὐχ ἁγνείᾳ. Θεοδωρίτου. Ἁγνότητα λέγει τὴν τῶν χρημάτων ὑπεροψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίους χρείας περὶ Κορινθίων ἐδέξατο, γνῶσιν δὲ, ὡς οἶμαι τὴν διδασκαλίαν. Ἐν μακροθυμίαις. Ἀδαμαντίνης δεῖται ψυχῆς τὸ πάντοθεν νυσσόμενον μὴ μόνον μακροθυμεῖν, ἀλλὰ καὶ χρηστεύεσθαι· “ ὑβριζόμενοι γάρ,” φησιν, “ εὐλογοῦμεν.” Ἐν Πνεύματι Ἁγίῳ. Εἰτα δείκνυσι πόθεν τοιοῦτος γέγονεν· ἐν Πνεύματι, φησὶν, ὄντες διετελέσαμεν· τότε δὲ τὴν τοῦ Πνεύματος τέθεικε βοήθειαν, ὅταν τὰ παρ’ ἑαυτοῦ συνεισήνεγκεν. a ἐπείγετο Cod. Ἐν ἀγάπη ἀνυποκρίτῳ. Τοῦτο τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάσατο· τοῦτο τὸ Πνεῦμα μένειν ἐποίησεν. ’Εν λόγῳ ἀληθείας. “ Ἐν λόγῳ ἀληθείας,” ὅπερ ἀλλαχοῦ φησιν, “ οὐ δολοῦντες τὸν “ λόγον τοῦ Θεοῦ·” εἶτα καὶ ἐν δυνάμει Θεοῦ, δι’ ἧς, φησὶ, πάντα πεπράχαμεν· πάντα γὰρ τῷ Θεῷ ἀνατίθησιν. Διὰ τῶν ὅπλων. Εἰ βούλεσθε μαθεῖν, φησὶ, πόθεν ταῦτα κατωρθώσαμεν, ἀκούσατε· διὰ τῶν ὅπλων, φησὶ, τῶν δεξιῶν καὶ ἀριστερῶν, ἅτινα εἰ καὶ δοκεῖ ἐναντία εἶναι πρὸς ἑαυτὰ, πλὴν ὅπλα δικαιοσύνης ἐστίν· δεξιὰ δὲ λέγει οἷον ἐπιδέξια δοκοῦντα, τουτέστι τὰς παρὰ ἀνθρώπων τιμάς· αἷς οὐκ ἐφυσήθημεν, φησὶν, οὐδὲ ἐπήρθημεν πρὸς δόξαν κενήν· διὰ τοῦτο γὰρ ὅπλα δικαιοσύνης γέγονεν· ἀριστερὰ δὲ τὰ τούτοις ἐναντία, οἷον τοὺς πειρασμοὺς, τοὺς διωγμοὺς, τὰς ὕβρεις οἷς οὐ κατεστήσαμεν b οὐδὲ ἡττήθημεν, ὡσεὶ ἔλεγεν, ἀεὶ οἱ αὐτοὶ ἐμείναμεν, μήτε τοῖς καλοῖς ἐπαιρόμενοι, μήτε τοῖς κακοῖς μαλακιζόμενοι. Ἰωάννουτοῦ Χρυσοστόμου. Ἀριστερὰ εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα· τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἣ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὰ δόξης. Εἰτα λέγει τὰ ἀριστερὰ καὶ δεξιὰ, καὶ ὅρα τὰς παρὰ ἀνθρώπων αὐτῶν προσαγομένας τιμὰς εἰς οἰκεῖον τέθεικε κατόρθωμα· οἶδε γὰρ ὃν μέγα μὴ ἁλῶναι τύφῳ δι’ αὐτάς. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Αὗται αἱ εὐφημίαι καὶ δυσφημίαι. Τοῦτό ἐστι, διὰ δόξης καὶ ἀτιμίας· τοῖς μὲν γνώριμοί τε ἦσαν καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοῦ ζῶμεν. Κατὰ τὴν σφοδρότητα καὶ τὴν σπουδὴν τῶν πολεμούντων ἡμῖν, καὶ ἰδοὺ ζῶμεν κατὰ τὴν δύναμιν τοῦ Θεοῦ. b κατεπέσαμεν Œcum. Ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι. Ταῦτα δὲ, φησὶ, συνεχώρει ὁ Θεὸς, παιδεύων μὲν, οὐ μὴν ἄχρι θανάτου ἐγκαταλιμπάνων. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν τοῖς ἔξωθεν, ἐξ ὧν πάσχομεν, ἀθυμεῖν νομιζόμεθα, ἀεὶ δὲ καὶ ἐφ’ ἑκάστῳ ἀδιαλείπτως χαίροντες. Ὄρα τὴν ἁγίαν ψυχήν· οὐ μόνον ἔφερε τοὺς πειρασμοὺς γενναίως, ἀλλὰ καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, εἰδὼς διὰ τὸν Χριστὸν πάσχειν. Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Διετελέσαμεν ὡς πτωχοὶ, πολλοὺς δὲ ἐπλουτίσαμεν, ἣ πνευματικῷ πλούτῳ ἣ καὶ σαρκικῷ· εἶχον γὰρ τὰς ἁπάντων άνεῳημένας οἰκίας ποιούσας ἃ βούλονται. Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Οὐδὲν γὰρ ἔχων τὰ πάντων εἶχε· τῇ γὰρ οἰκουμένῃ ἐπέταττεν· “εἰ δυνατὸν γάρ’ φησὶ, “τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώ- “κάτε μοι.” Ἔνι δὲ καὶ περὶ πνευματικῶν ταῦτα νοῆσαι· ὁ γὰρ ἀπορρήτων ἀκούων ῥημάτων, πῶς οὐχὶ πάντων πλουσιώτερος ἦν; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. Τὰ τῶν ἰδίων ἀγώνων διελθὼν, εἰς τὸν περὶ πολιτείας ἔρχεται πόνον· πρότερον δὲ πεῖσαι θέλει, ὅτι ἀγαπῶν αὐτοὺς ἔλαττον ἀγαπᾶται, καί φησι, “τὸ στόμα ἡμῶν ἀνέῳγεν,” οἷον οὐ δυνάμεθα σιγᾷν πρὸς ὑμᾶς, ἐκεῖ ὑμῖν διαλέγεσθαι θέλομεν, ὅπερ ἀγαπώντων ἴδιον καὶ ἄνευ ὑποστολῆς λαλούντων. Ἡ καρδία ἡμῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερμὸν εὐρύνειν εἴωθεν, οὕτω καὶ ἡ ἀγάπη· θερμὸν γάρ τι χρῆμα ἡ ἀγάπη· ὡσεὶ εἶπεν, οὐ μόνον στόματι, ἀλλὰ καὶ καρδίᾳ φιλῶ καὶ πάντας ἔνδον ἔχω. διό φησιν, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, τοῦ πόθου εὐρύνοντος αὐτοῦ τὴν ψυχήν· “ἡ “καρδία ἡμῶν πεπλάτυνται” εἰς τὸ πάντα διδάξαι ὑμᾶς, ὑμεῖς δὲ “στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν,” τουτέστιν, ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾷν με ὀφείλετε· οὕτως ὁ Κλήμης ἐν τετάρτῳ ὑποτυπώσεων. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Ἐγὼ μὲν, φησὶν, οὐ στενοχωροῦμαι, πάντας ὑμᾶς ἔνδον ἔχων, ὑμεῖς δὲ, φησὶν, ἐν τῷ ἔχειν με ἐν τοῖς σπλάγχνοις ὑμῶν στενοχωρεῖσθε· οὐ γὰρ ὁμοίως μὲν, φησὶν, ἀγαπῶν ἧττον ἀγαπῶμαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν. “Τὴν δὲ αὐτὴν ἀντιμισθίαν,“ τουτέστιν, ἀμοιβὴν καὶ ἰσότητα τῆς φιλίας εἰσενέγκατε ὡς τέκνα, καὶ “πληθύνθητε καὶ ὑμεῖς“ ὡς καὶ ἐγώ· καὶ γὰρ αἰσχρὸν ἐμοῦ πάντας ὑμᾶς ἔνδον δεξαμένου, ὑμᾶς πάντας ἕνα μὴ δέξασθαι. Ὡς τέκνοις λέγω— Εἶτα δείκνυσι καὶ ὀφειλομένην τὴν ἀγάπην· ὀφείλει γὰρ τὰ τέκνα τοῖς πατράσιν. Μῆ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Εἶτα ἵνα μὴ νομίσωσι δι’ ἑαυτὸν χρήζειν τῆς ἀγάπης αὐτῶν, δείκνυσι διὰ τὸ αὐτῶν συμφέρον ἐπιζητεῖν ἀγαπᾶσθαι· φησὶ γὰρ, τοῦτο ἐστι τὸ ἀγαπᾷν με τὸ μὴ ἐκκλίνειν c πρὸς τοὺς ἀπίστους, καὶ συναναμίγνυσθαι αὐτοῖς, καὶ διαφθείρεσθαι ὑπ’ αὐτῶν. Ἀπὸ μεταφορᾶς δὲ τῶν πλαστίγγων τοῦ ζυγοῦ τὸ “ἑτεροζυγοῦντες.” Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἀντὶ τῶν προσώπων αὐτὰ τέθεικε τὰ πράγματα, τίς, φησὶ, κοινωνία ὑμῖν καὶ τοῖς ἀπίστοις; ὥσπερ οὐδὲ δικαιοσύνῃ καὶ ἀνομίᾳ τι κοινὸν, οὔτε φωτὶ πρὸς σκότος, οὔτε Χριστῷ πρὸς Βελίαρ, τουτέστιν, ἀποστάτῃ καὶ Σατανᾷ. Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Πᾶσι τρόποις ἀπεῖρξαι τῶν ἀπίστων αὐτοῖς θέλων, οὐκ εἶπε δικαίοις καὶ ἀνόμοις, ἀλλ’ ὃ μεῖζον ἦν· οὐκ εἶπε τοῖς τοῦ Φωτὸς καὶ σκότους ἐργάταις, ἀλλ’ ὃ πλέον ἦν· οὐκ εἶπε τοῖς διακόνοις τοῦ Χριστοῦ καὶ τοῖς τοῦ Σατανᾶ, ἀλλ’ ὃ φοβερώτερον ἦν· εἶτα ἵνα μὴ δόξῃ πραγμάτων ψιλῶν ποιεῖσθαι συγκρίσεις, ἦλθεν ἐπ’ αὐτὰ τὰ πρόσωπα, πιστῷ φησὶ, μετὰ ἀπίστου. Ἢ οὕτως· ὥσπερ, φησὶ, τοῖς ἄνω εἰρημένοις, οὐδὲν κοινὸν πρὸς ἑαυτοὺς, οὕτως οὐδὲ τῷ πιστῷ μετὰ ἀπίστου. Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; “Συγκατάθεσις,” τουτέστιν, ὁμοίωσις· ἐκεῖνοι, φησὶ, ναὸς c Cod. ἐπὶ ἐκκλ. Ed. Œc. ἐπικλίνειν. εἰδώλων εἰσὶν, ὑμεῖς ναὸς Θεοῦ· τίς οὖν ὑμῖν κἀκείνοις κοινωνία; ὅτι δὲ ναὸς ἐστὲ, φησὶ, Θεοῦ, πάρεστιν ἀκοῦσαι τοῦ προφήτου Ἱερεμίου. Ὅτι ἐνοικήσω ἐν αὐτοῖς. Τὸ μὲν ἐνοικήσω ὡς εν ναοῖς, τὸ ’δε ἐμπεριπατήσω ενδεικνυντος ἐστι τὴν πρὸς ἧμας σχέσιν. Καὶ ἀφορίσθητε— Τῶν ἀπίστων δηλαδὴ, τῶν ἀκαθάρτων· τὸ δὲ “ἀφορίσθητε” οἱονεὶ μονώθητε, ὅσον ἧκεν εἰς ἐκείνους. Ὅρα δὲ, οὐκ εἶπε, μὴ πράττετέ τι ἀκάθαρτον, ἀλλὰ μηδὲ ἅπτεσθε. Κἀγὼ εἰσδέξομαι ὑμᾶς. Ἂν γὰρ ἐκείνων, φησὶν, ἐξέλθητε, μονὴν ἕξετε παρ’ ἐμοί. Καὶ ὑμεῖς ἔσεσθε μοι εἰς υἱούς. Προαναφωνεῖ ὁ προφήτης τὴν νῦν δοθεῖσαν υἱοθεσίαν διὰ τῆς πίστεως καὶ τοῦ λουτροῦ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας. Ποίας; τὸ ναοὺς εἶναι Θεοῦ καὶ ἔχειν αὐτὸν ἐνοικοῦντα, τὸ υἱοὺς εἰναι Θεοῦ καὶ λαόν. Καθαρίσωμεν αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ— Τὰ μὲν γὰρ τῶν ἁμαρτημάτων μολύνει τὸ σῶμα, οἷον πορνεία, μοιχεία, τὰ δὲ, τὸ πνεῦμα, τουτέστι τὴν ψυχὴν, οἷον ἀκάθαρτοι λογισμοὶ, μνησικακίαι, λοιδορίαι. Θεοδωρίτου. Πνεύματι ἐνταῦθα τῆς ψυχῆς φησὶ, μὲν ἀκαθαρσίαν λέγων, τὴν πρὸς τὰ εἴδωλα κοινωνίαν, σαρκὸς δὲ, τὴν ἐν πράξει ἁμαρτίαν. Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Καὶ οὐκ ἀρκεῖ, φησὶν, ἀκαθαρσιῶν καὶ μολυσμῶν ἀπέχεσθαι, ἀλλά τι καὶ πράξαι χρηστόν· διό φησιν, “ἐπιτελοῦντες ἁγιω- “σύνην,” τουτέστι, πράττοντες· ἡ δὲ ἁγιωσύνη σωφροσύνη τε νοεῖται καὶ καθαρότης παντὸς πάθους· εἶτα φησὶν “ἐν φόβῳ “Θεοῦ,” ἔνι γὰρ καὶ πρὸς ἀνθρωπαρεσκείαν καὶ ὑπόκρισιν καὶ κενοδοξίαν πράττειν τι τῶν ἐπαινετῶν, ἣ ὅτι διὰ φόβον Θεοῦ· τῷ γὰρ τοῦ Θεοῦ φόβῳ ἁλωτὴ γίνεται ἡ δικαιοσύνη. ΚΕΦ. Η. Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς καὶ ἀγάπης εὐφρανούσης αὐτόν. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον. Ἐπειδὴ γὰρ ἔπληξεν αὐτοὺς, εἰπὼν, ὅτι αὐτοῦ μὲν ἀποφοιτῶσι, κολλῶνται δὲ ἀπίστοις καὶ ἀκαθάρτοις, νῦν θεραπεύει αὐτοὺς καί φησι, “χωρήσατε “ἡμᾶς,” τουτέστι, δέξασθε ἡμᾶς καὶ τὰ ἡμῶν ῥήματα, νῦν γὰρ οἷον ἐκβεβλήμεθα τῶν διανοιῶν ὑμῶν· εἶτα καὶ τοὺς ψευδαποστόλους αἰνιττόμενός φησιν, ὅτι οὐκ ἠδικήσαμεν ἢ ἐφθείραμεν ἐν δόγμασιν ἀσεβέσιν. Οὐ πρὸς κατάκρισιν λέγω. Οὐκ ἐπὶ τὸ κατακρῖναι, φησὶν, ὑμᾶς, λέγω ταῦτα· πόθεν δῆλον; ἐκ τῆς ἀγάπης, “ὅτι ἐν ταῖς καρδίαις ἡμῶν,” φησὶν, “ἐστὲ εἰς “τὸ συναποθανεῖν καὶ συζῆν.” Εἰς τὸ συναποθανεῖν καὶ συζῆν. Ἔνι καὶ πεφιλῆσθαι καὶ ἐν καρδίᾳ εἶναί τινος, οὐ μὴν εἰς τὸ ἀποθανεῖν καὶ συζῆν, πλὴν ἐμοὶ οὕτως πεφίλησθε· καὶ ποῖον τοῦτο εἶδος φιλίας τὸ συζῇν; ναὶ, φησὶν, εἰσι γάρ τινες οἳ τοῖς φίλοις κακῶς μὲν πράττουσι συναλγοῦσι, εὐδρομοῦσι δὲ φθονοῦσιν, ἀλλ’ οὐχ ἡμεῖς. Πολλή μοι παρρησία πρὸς ὑμᾶς. Εἶτα καὶ ἄλλως τὸ βαρὺ τῆς ἐπιπλήξεως λεαίνει· οὐ κατακρίνων ὑμᾶς, φησὶ, ταῦτα λέξω, ἀλλ’ ὅτι “πολλή μοι παρρησία ‘πρὸς ὑμᾶς, ὅπερ καὶ τοῦτο είδος ἀγάπης. Αντι τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν. Ταῦτα δοκεῖ μὲν τῶν πρώτων ἐναντία εἶναι, ἔνθα αὐτῶν κατεγίνωσκεν ὡς ἀτόποις κολλωμένων, ἀλλ’ οὐδὲν ἐναντίον· ὁ γὰρ διὰ τούτων ἔπαινος, τὴν ἀπὸ τῶν ἐλέγχων ὠφέλειαν ἀπαράδεκτον ποιεῖ, ὡς ἀπὸ φιλοῦντος λεγόμενος, ὡσεὶ ἔλεγε, μὴ γὰρ ὡς κατεγνωκὼς ὑμῶν ἐκεῖνα ἔλεγον, οὐμενοῦν, ἀλλ’ ἵνα ἐπιδῶτε πρὸς ἀρετήν. λήρωι τῆ παρακλήσει. Ποίᾳ; ὅτι ἐφ’ οἱς ἐν τῇ πρώτῃ κατέγνων ὑμῶν Ἑπιστολῇ διορθωσθέντες δι’ αὐτῶν τῶν ἔργων παρακαλέσατέ με τὸ μὴ λυπεῖσθαι· καὶ οὐ μόνον τοῦτο φησὶν, ἀλλὰ καὶ χαρᾶς με ἐνεπλήσατε· οὕτως ἡ διόρθωσις σύντομος ἐγένετο καὶ ἐναργὴς, τοῦτο ἐστὶν, ὑπερπερισσεύομαι τῇ χαρᾷ, καὶ τοσαύτη ἐστὶ, φησὶν, ἡ χαρὰ, ὅτι ἀντὶ πάσης ἤρκεσεν ἡμῖν τῆς θλίψεως. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν. Εἶτα διηγεῖται τὴν θλῖψιν, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα τὴν δι’ αὐτοὺς χάριν μείζονα δόξῃ, ὡς ἰσχύσασαν τοσαύτην θλῖψιν ἀμαυρῶσαι, ἐξ ὧν διετελέσαμεν. Εξωθεν μάχαι— Παρὰ τῶν ἀπίστων οὓς ἔξωθεν καλεῖν εἴωθεν. Ἔσωθεν φόβοι. Διὰ τοὺς πιστοὺς, μή πὼς τοῖς πειρασμοῖς μαλακισθῶσιν. Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινούς. Τίς ὁ παρακαλῶν τοὺς ταπεινοὺς καὶ ἀνοηθήτους; ὁ Θεὸς δηλαδή· οὗτος ἡμᾶς, φησὶ, παρεκάλεσε διὰ τῆς παρουσίας Τίτου. μέγα τι ποιεῖται τὴν παρουσίαν αὐτοῦ· βούλεται γὰρ ἀξιόπιστον αὐτοῖς καὶ φίλον καταστῆσαι τὸν ἄνδρα. Οὐ μόνον δὲ ἐν τῆ παρουσίᾳ αὐτοῦ. Οὐ μόνον ἡ παρουσία αὐτοῦ ἐποίησέ μοι, φησὶ, τὴν εὐφροσύνην, ἀλλὰ καὶ τὸ παρακεκλῆσθαι αὐτὸν καὶ εὐφρανθῆναι παρ’ ὑμῶν· ἐπειδὴ γὰρ διωρθώθητε, αὐτός τε ἐπὶ τῇ ὑμῶν μεταβολῆ παρεκλήθη, καὶ ἡμεῖς συμπαρεκλήθημεν. ὁρᾷς πῶς αὐτοῖς οἰκειοῖ τὸν Τίτον; οὗτος ἦν ὁ πεμφθεὶς πρὸς αὐτοὺς μετὰ τῆς πρώτης Ἐπιστολῆς. Ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὕμιν. Οὐ λέλεγει, παρ’ ὑμῶν, ἀλλ’ ἐφ’ ὕμιν, ἔπι τῇ ὑμῶν γὰρ, φησὶ, μεταβολῇ τὴν παράκλησιν ἔσχεν. Εἶτα καὶ αὐτὴν τὴν παράκλησιν λέγει· εὔφρανε γὰρ, φησὶν, ἡμᾶς ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, ὅτι ἐπιποθεῖτέ με, φησὶ, ἰδεῖν. Τὸν ὑμῶν ὀδυρμὸν— Οὐκ ἐδακρύετε, φησὶ, ἀλλ’ ὀδύρεσθε ἐπὶ τῇ ἐπιτιμήσει μου τῇ ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Τὸν ὑμῶν ζηλον— Οὐκ εἶπεν, ὀργὴν, ἀλλ’ ὃ πλέον ἦν, ζῆλον φησὶν, ὃν ὠργίσθητε τῷ πεπορνευκότι καὶ τοῖς διασύρουσιν ἡμᾶς ψευδαποστόλοις. Ὥστε με μᾶλλον χαρῆναι— Οὐκ ἐλυπούμην d, φησὶ, διὰ τὰς εἰρημένας μου θλίψεις. Ὅτι εἰ καὶ ἐλύπησα ἡμᾶς. Ὅτι ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς διὰ τὴν ἔγκλησιν. Εἰ καὶ τοιαῦτά ἐστι, φησὶ, τὰ γραφέντα ἐν τῇ πρώτῃ Ἐπιστολῇ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ διὰ τοῦτο ποιοῦντα μεταμεληθῆναι, ὅμως τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν γεγονὸς οὐκ ἐᾷ με λοιπὸν μεταμεληθῆναι. ταῦτα δὲ, φησὶν, οὐκ ἐπειδὴ ἀμέτρως ἐπετίμησεν, ἀλλὰ πρόφασιν ἐπαίνων τὸ πρᾶγμα ποιησάμενος. Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς. Πρὸς ὥραν γὰρ ἡ λύπη, καὶ διηνεκὲς τὸ κέρδος. Νῦν χαίρω— Ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ μεγάλα ὠφέλησεν, ἀλλὰ τοῦτο μὲν οὐκ εἶπεν, ἐπὶ τὴν αὐτοῦ δὲ κηδεμονίαν ἦλθε καὶ τὰ ἐκείνων ἐγκώμια. Οὐχ ὅτι ἐλυπήθητε. Τί γάρ μοι κέρδος ἢν ὅτι ἐλυπήθητε; ὅρα δὲ, τὸ λυπῆσαι τῇ Ἐπιστολῇ ἀναθεὶς, τὴν μετάνοιαν οὐ λέγει ἐξ αὐτῆς γεγενῆσθαι, ἀλλ’ ἐκ τῆς ἐκείνων ἀρετῆς· οὐ γὰρ εἶπεν ὅτι ἐλύπησεν ὑμᾶς εἰς μετάνοιαν, ἀλλ’ “ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.” Ἐλυπήθητε γὰρ κατὰ Θεὸν— Αὕτη γὰρ ἡ καλὴ λύπη, ὡς τό γε κατὰ ἄνθρωπον λυπεῖσθαι κακὸν. d οὗ ἐλυποῦμεν Cod. Ἵνα μηδενὶ ζημιωθῆτε ἐξ Εἰ ἐσιωπήσαμεν, φησὶ, καὶ μὴ ἐπεπλήξαμεν, ἡμεῖς ἦμεν οἱ ζημιοῦντες ὑμᾶς, οἱ μὴ παρασχόντες μετανοίας ἀφορμήν. Ἡ γὰρ κατὰ Θεὸν λυτὴ μετάνοιαν εἰς σωτηρίαν κατεργάζεται. e Λοιπὸν περὶ τῆς λύπης τῆς κατὰ Θεὸν φιλοσοφεῖ, διαιρῶν αὐτὴν τῆς τοῦ κόσμου λύπης, καί φησιν, ἡ γὰρ κατὰ Θεὸν λύπη ἀμεταμέλητον κατεργάζεται, ὡς ἥ γε τοῦ κόσμου θάνατον, ὅταν διὰ χρήματα, ὅταν διὰ δόξαν λυπῆται τις· ἐπειδὴ γὰρ τὸ τῆς λύπης φάρμακον εἰς τὸ τὰς ἁμαρτίας λυπεῖσθαι κατεσκεύασται μόνον, ἐν τούτῳ μόνον καὶ ὠφελεῖ, ἐν δὲ τοῖς λοιποῖς καὶ βλάπτει· παρὰ φύσιν γὰρ αὐτῇ χρώμεθα. Οὔτε γὰρ ὁ λυπηθεὶς κατὰ Θεὸν μεταμεληθείη ποτὲ ἣ κατέγνω ἑαυτοῦ. τί δήποτε λελύπηται; ὅπερ ἐπὶ τῆς τοῦ κόσμου λύπης συμβαίνειν εἴωθεν. Ἰδοὺ γὰρ, αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς. Καὶ λοιπὸν ἐκ τῶν ἀποβεβηκότων τὰς ἀποδείξεις, ὧν εἴρηκε, παρέχει. “Ἰδοὺ γὰρ,” φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς “πόσην κατειργάσατο σπουδήν;” οὐ μόνον γὰρ εἰς μεταμέλειαν τοῦ ὅλως λυπηθῆναι οὐκ ἤλθετε, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησε· καὶ λέγει τῆς σπουδῆς τὰ τεκμήρια. ἈΛλὰ ἀπολογίαν— Τὸ “ἀλλὰ” ἐν ὅλοις τούτοις τοῖς κεφαλαίοις ἀντὶ τοῦ καὶ κεῖται, καὶ ἀπολογίαν εἰργάσατο πρός με· ἀπολογήσασθαι γὰρ τῇ μετανοίᾳ καὶ τὸ ἀποκόψαι ὑμῶν τὸν πεπορνευκότα. Ἀλλὰ ἀγανάκτησιν— Καὶ ἀγανάκτησιν, φησὶ, πρὸς τὸν πορνεύσαντα καὶ φόβον πρός με· φοβουμένων γὰρ ἦν ἡ τοσαύτη διόρθωσις, καὶ “ἐπιπό- “θησιν.” Ἐπειδὴ γὰρ τὸ τοῦ φόβου ἐπαχθὲς ἦν, ἐπάγει, καὶ “ἐπιπόθησιν·” ἀγαπῶντες γὰρ, φησὶ, καὶ δεδοικότες, μή με λυπήσητε, διωρθώσασθε, καὶ “ζῆλον,” φησὶν, ἣ περὶ Θεοῦ, ἡ ὑπὲρ Θεοῦ τοὺς λοιδοροῦντας ψευδαποστόλους, καὶ “ἐκδίκησιν·” καὶ e Ηæc Photio assignat Ed. Œcum. f ἀπελογήσασθε γὰρ ἐξεδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑπὸ τοῦ πεπορνευκότος ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι. Οὐ μόνον, φησὶν, οὐδὲν τετόλμηται ὑμῖν τοιοῦτον, οἷον τῷ πεπορνευκότι, ἀλλ’ οὐδὲ συνήσθητε αὐτῷ. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ Ἐπιστολῇ εἰρήκει, “καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ,’ ὅπερ αὐτοὺς κοινωνοὺς τοῦ πλημμελήματος ἐποίει νῦν, φησὶ, καὶ ταυτην ἀπερρίψασθε τὴν ὑπόνοιαν. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν. Τίς ὁ ἀδικήσας, καὶ τίς ὁ ἀδικηθείς; οἱ πεπορνευκότες, ἀδίκησαν γὰρ ἑαυτοὺς, καὶ ἠδικήθησαν ὑφ’ ἑαυτῶν· λέγει δὲ τοῦτο, τὰς τοσαύτας, φησὶν, ἐγκλήσεις οὐχ ἕνεκεν τῶν πεπορνευκότων ὑμῖν ἔγραψα πρωτοτύπως, ἀλλ’ ἕνεκεν ὑμῶν αὐτῶν. ἀσφαλιζόμενος ὑμᾶς, μή πὼς ὁδῷ βαδίζον εἰς ὑμᾶς ἔλθῃ τὸ κακόν· “μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ τότε μὲν οὕτως, νῦν δὲ, φησὶν, ἕνεκεν τοῦ δεῖξαι ὑμῖν πῶς ἐν σπουδῇ καὶ ἐν φροντίδι δι’ ὑμᾶς ἔχω, ὅπερ αὐτὸ μέν ἐστι τῷ πρώτῳ, ἀγαπητικώτερον δὲ εἴρηται. Οὐχ εἵνεκεν ἀδικήσαντος. Οὐ τοῦτο λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔγραψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι’ ἐκείνους, ἀλλὰ διά τε ὑμᾶς καὶ δι’ ἐκείνους. Τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς— Ἦν μὲν, φησὶν, ἀγάπη παρ’ ἐμοὶ, ἀλλὰ καὶ φανερωθῆναι αὐτὴν ἐζήτουν, ὡσανεὶ ἐφορῶντος, φησὶ, Θεοῦ, ὅτι τουτέστιν ἀληθεύω. Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπειδὴ καὶ τὴν σπουδὴν τὴν περὶ ὑμᾶς ἐπέδειξα, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Ἐπὶ τῇ παρακλήσει ὑμῶν. Ἐπαρεκλήθημεν, φησὶν, ἐπὶ τῇ διορθώσει ὑμῶν, “μᾶλλον ἐχά- “ρημεν ἐπὶ τῇ χαρᾷ Τίτου,” ὅτι διὰ τῆς διορθώσεως ὑμῶν ἀναπέἡπαυται ἡ ψυχη αὐτοῦ. Ὑπὲρ ὑμῶν κεκαύχημαι— Καὶ ἀρετῆς μαθητῶν ἔλεγχος, τὸ διδάσκαλον ὑπὲρ αὐτῶν καυχᾶσθαι, καὶ ἀγάπης διδασκάλων δεικτικόν. Οὐ κατῃσχύνθην. Οὐ γὰρ ἐφάνην ψευδόμενος. Ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν. Πολὺ περὶ Τίτου γράψας ἦν, καὶ ὡς ἐν παρεξόδῳ τὰ περὶ αὐτοῦ εἰρημένα βεβαιοῖ· ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα ἀληθῆ, οὕτω καὶ τὰ πέρι ὑμῶν κεκαυχημένα. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως. Οἶον ἡ διάθεσις, τοῦτο δὲ Τίτον ἐστὶν συνιστῶντος αὐτοῖς ὡς σφόδρα ἐκκαιόμενον καὶ συνδεδεμένον αὐτοῖς· διὸ σπλάγχνα, καὶ οὐκ ἀγάπην εἴρηκε. τὸ γὰρ σπλάγχνον πλεῖόν τι δηλοῖ. Ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν. Εἶτα ἵνα μὴ δόξῃ κακίας εἶναι τὰ ῥήματα, καὶ τὴν αἰτίαν τῆς διαθέσεως εἴρηκε, μᾶλλον αὐτοὺς ἐκ τούτου προτρεπόμενος· τοῦτο δὲ καὶ τὸν Τίτον σεμνύνει ὡς ἀεὶ Κορινθίους ἔχοντα κατὰ διάνοιαν, καὶ αὐτοὺς δὲ ὅτι ἴσχυσαν οὕτως ἑλεῖν τὸν Τίτον. Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Εἰτα ἐπίτασιν λέγει τῆς ὑπακοῆς, ὅτι οὐ μόνον ἦν ὑπακοὴ, ἀλλὰ φόβος καὶ τρόμος μὴ ἔν τινι πάλιν προσκρούσωσι, καθάπερ ἤδη ἐπὶ τοῦ πεπορνευκότος. Χαίρω οὖν ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. Εὰν ἐπιπλήξαι δέοι οὐ δέδοικα μὴ ἀπορραγῆτε, κἂν ὑπὲρ ὑμῶν καυχήσασθαι, οὐ δέδοικα μὴ ψεύστης ὀφθῶ· τοῦτο δὲ λέγων καὶ τὸν περὶ ἐλεημοσύνης κατασκευάζει λόγον.