ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς ἐπιστολῆς ταύτης. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. Κορίνθιοι ἐκ φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἢν ἐν αὐτοῖς σχίσματα. καὶ ὄντων τῶν σχισμάτων, παρεβλέποντο τὸν λαβόντα τὴν μητρυιάν. ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς ἰδίας α γυναῖκας, προφάσει τῆς ἐγκρατείας. τινὲς δὲ b ἐν εἰδωλείοις ἤσθιον, ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. ἄλλοι δὲ, τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ. καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. καὶ πρῶτον μὲν, μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει καὶ γνώσει. οὐκ ἀποδέχεται δὲ c αὐτοὺς ποιοῦντας σχίσματα d, ἀλλὰ καὶ συμβουλεύει, μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι. ἔπειτα ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν e περὶ ὣν ἔγραψαν ἀποκρίνεται· περὶ μὲν τοῦ γάμου διδάσκων ἄρρηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνῳ σχολάζειν, διὰ τὴν εὐχήν. διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι οὐ κατὰ ἀνάγκην, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω f. εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται g. κωλύει οὖν τὰ ἐν εἰδωλείῳ h συμπόσια, ἵνα μὴ a ἰδίας om. R. b τ. δὲ καὶ R. c δὲ om. R. d τὰ σχ. R. e λοιπὸν om. R. f γενέσθαι R. g πολιτεύονται R. h εἰδωλίῳ R. B σκανδαλίζωνται οἱ μικροί. εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει, ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα χάρισμα τόδε, τοῦ ἔχοντος τόδε. πάντα γὰρ τοῦ αὐτοῦ i Πνεύματος εἶναι λέγει. καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει, ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνήσκουσα μὲν φθαρτὴ ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. τὴν δὲ ἀνάστασιν, ἀπὸ τοῦ ἐγηγέρθαι 1 τὸν Χριστὸν συνίστησι. καὶ τέλος m παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας ίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτως τελειοῖ τὴν ἐπιστολήν. Θεολωρίτου. Ὁρῶν ὁ Δαίμων οὕτω πολυάνθρωπον τὴν Κόρινθον, καὶ εἰδελολάτριν πεπιστευκυῖαν Θεῷ, παρασκευάζει τινὰς ἐκ τῶν παρὰ σφίσι πλουσίων καὶ φιλοσόφων αὐτοχειροτονήτους προστατεῖν τοῦ δήμου ἐν τοῖς πνευματικοῖς πράγμασιν, ὡς λοιπὸν τοῦ λαοῦ πολλοὺς, τοὺς μὲν τοῖς πλουσίοις ὡς δυνατοῖς προσχωρῆσαι, τοὺς δὲ τοῖς n φιλοσόφοις ὡς πλέον o διδάσκειν δυναμένοις παρὰ τὴν τοῦ Ἀποστόλου διδαχὴν, ὡς ἐκ τούτου σχίσματα καὶ ἔριδας γίνεσθαι παρ’ αὐτοῖς. ἔγραψαν οὖν τῷ Παύλῳ διὰ Φορτουνάτου p, καὶ Στεφάνου καὶ Ἀχαικοῦ, περὶ γάμου καὶ παρθενίας, δι’ ὧν r καὶ ἀντιγράφει αὐτοῖς, καὶ περὶ τούτων καὶ περὶ ἄλλων, συναποστείλας καὶ τὸν Τιμόθεον. ἐπεὶ οὖν ἐξ ἀπονοίας ἦσαν τὸν λαὸν διανειμάμενοι οἱ πλούσιοι καὶ φιλόσοφοι, τῆς ἀπονοίας διορθοῦται τὸ πάθος ἐν πρώτοις. i αὐτοῦ om. R, k Sic R. σαρκὶ Ed. Œcum. l ἐγείρεσθαι R. m εἰς τέλος R. n τοῖς om. R. o πλ. τι R. P Sic R. Φουρτ. Ed. q Στεφανὰ R. δι᾿ ὃ R. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΩΤΗΣ. ά. Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ β΄. Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων. γ΄. Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων. δ'. Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας. έ. Περὶ διαφορᾶς ἐδεσμάτων, καὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος. ζ΄. Περὶ σχήματος ἀνδρῶν καὶ γυναικῶν, ἐν εὐχαῖς καὶ προφητείαις. ζ΄. Περὶ κοινωνίας θεοπρεποῦς, οὐ πλησμονικῆς. ή. Περὶ διαφορᾶς χαρισμάτων, καὶ οἰκονομίας αὐτῶν. θ΄. Περὶ ἀναστάσεως σωμάτων καθολικῆς.