ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς ἐπιστολῆς ταύτης. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. Κορίνθιοι ἐκ φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἢν ἐν αὐτοῖς σχίσματα. καὶ ὄντων τῶν σχισμάτων, παρεβλέποντο τὸν λαβόντα τὴν μητρυιάν. ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς ἰδίας α γυναῖκας, προφάσει τῆς ἐγκρατείας. τινὲς δὲ b ἐν εἰδωλείοις ἤσθιον, ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. ἄλλοι δὲ, τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ. καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. καὶ πρῶτον μὲν, μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει καὶ γνώσει. οὐκ ἀποδέχεται δὲ c αὐτοὺς ποιοῦντας σχίσματα d, ἀλλὰ καὶ συμβουλεύει, μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι. ἔπειτα ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν e περὶ ὣν ἔγραψαν ἀποκρίνεται· περὶ μὲν τοῦ γάμου διδάσκων ἄρρηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνῳ σχολάζειν, διὰ τὴν εὐχήν. διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι οὐ κατὰ ἀνάγκην, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω f. εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται g. κωλύει οὖν τὰ ἐν εἰδωλείῳ h συμπόσια, ἵνα μὴ a ἰδίας om. R. b τ. δὲ καὶ R. c δὲ om. R. d τὰ σχ. R. e λοιπὸν om. R. f γενέσθαι R. g πολιτεύονται R. h εἰδωλίῳ R. B σκανδαλίζωνται οἱ μικροί. εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει, ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα χάρισμα τόδε, τοῦ ἔχοντος τόδε. πάντα γὰρ τοῦ αὐτοῦ i Πνεύματος εἶναι λέγει. καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει, ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνήσκουσα μὲν φθαρτὴ ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. τὴν δὲ ἀνάστασιν, ἀπὸ τοῦ ἐγηγέρθαι 1 τὸν Χριστὸν συνίστησι. καὶ τέλος m παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας ίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτως τελειοῖ τὴν ἐπιστολήν. Θεολωρίτου. Ὁρῶν ὁ Δαίμων οὕτω πολυάνθρωπον τὴν Κόρινθον, καὶ εἰδελολάτριν πεπιστευκυῖαν Θεῷ, παρασκευάζει τινὰς ἐκ τῶν παρὰ σφίσι πλουσίων καὶ φιλοσόφων αὐτοχειροτονήτους προστατεῖν τοῦ δήμου ἐν τοῖς πνευματικοῖς πράγμασιν, ὡς λοιπὸν τοῦ λαοῦ πολλοὺς, τοὺς μὲν τοῖς πλουσίοις ὡς δυνατοῖς προσχωρῆσαι, τοὺς δὲ τοῖς n φιλοσόφοις ὡς πλέον o διδάσκειν δυναμένοις παρὰ τὴν τοῦ Ἀποστόλου διδαχὴν, ὡς ἐκ τούτου σχίσματα καὶ ἔριδας γίνεσθαι παρ’ αὐτοῖς. ἔγραψαν οὖν τῷ Παύλῳ διὰ Φορτουνάτου p, καὶ Στεφάνου καὶ Ἀχαικοῦ, περὶ γάμου καὶ παρθενίας, δι’ ὧν r καὶ ἀντιγράφει αὐτοῖς, καὶ περὶ τούτων καὶ περὶ ἄλλων, συναποστείλας καὶ τὸν Τιμόθεον. ἐπεὶ οὖν ἐξ ἀπονοίας ἦσαν τὸν λαὸν διανειμάμενοι οἱ πλούσιοι καὶ φιλόσοφοι, τῆς ἀπονοίας διορθοῦται τὸ πάθος ἐν πρώτοις. i αὐτοῦ om. R, k Sic R. σαρκὶ Ed. Œcum. l ἐγείρεσθαι R. m εἰς τέλος R. n τοῖς om. R. o πλ. τι R. P Sic R. Φουρτ. Ed. q Στεφανὰ R. δι᾿ ὃ R. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΩΤΗΣ. ά. Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ β΄. Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων. γ΄. Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων. δ'. Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας. έ. Περὶ διαφορᾶς ἐδεσμάτων, καὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος. ζ΄. Περὶ σχήματος ἀνδρῶν καὶ γυναικῶν, ἐν εὐχαῖς καὶ προφητείαις. ζ΄. Περὶ κοινωνίας θεοπρεποῦς, οὐ πλησμονικῆς. ή. Περὶ διαφορᾶς χαρισμάτων, καὶ οἰκονομίας αὐτῶν. θ΄. Περὶ ἀναστάσεως σωμάτων καθολικῆς. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ Α ΕΠΙΣΤΟΛΗΝ. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗ. ΠΑΥΛΟΣ κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός· τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ ἀυτῶν τε καὶ ἤμων· Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν· διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαρρεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν· διὰ τοῦτο καὶ τῆς ἀποστολικῆς κλήσεως ἐμνημόνευσε· μονονουχὶ λέγων, ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοῦ μὲν καλέσαντος τὸ πᾶν· τοῦ δὲ κληθέντος ὄα ὡς εἰπεῖν γίνεται. Σευηριανοῦ. τοῦτο οὐκ ἁπλῶς προσέθηκεν. ἀλλ’ ἵνα δείξῃ ὅτι Θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι, καὶ τὸ Ἀποστόλους εἶναι. Θεοδωρίτου. Καὶ τοῦτο τῆς διαφωνίας ὡσαύτως κατηγορεῖ. Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ἀπέδειξεν. διδάσκει δὲ ἡμᾶς καταταυτὸν ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται b. ἐνταῦθα γὰρ τὴν “ διὰ” ἐπὶ τοῦ Πατρὸς τέθεικεν. Κυτίλλου. Ἀπεστάλθαι φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ οἶμαι ἐστὶ οὐδὲν vid. leg. b κέχριται Cod. τὸ “ διὰ θελήματος Θεοῦ.” ἐπειδὴ γὰρ δι’ Υἱοῦ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρός. δι’ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαι φαμέν. Θεολωρίτου. Σοφῶς δὲ τοὺς παρ’ ἑκάστοις τετιμημένους, ὥσπερ καὶ τὸν Σωσθένην τοῖς ἐν Κορίνθῳ διεγνωσμένοις, καὶ ἁπάσης ἐπιεικείας ἐμπλέω δέχεται συνεπίστέλλοντας. Οἶον ἐκδυσωπῶν τοὺς ἔσθ’ ὅτε τε πρὸς τοῦτο ἰόντας ἀντανίστασθαι τολμᾶν τοῖς παρ’ αὐτοῦ κηρύγμασιν, ἢ καὶ μὴ εὖ πεποιῆσθαι λέγειν αὐτά. τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πραξέων ἱστορία· καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ “Ελληνες, λίαν ᾐκίσαντο τοῦτον Σετηριανοῦ. Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τοῦ αὐτοῦ. τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν· μίαν ἐκκλησίαν καὶ Θεοῦ τούτους ἀποκαλῶν· προστίθησι δὲ ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῶ δεῖνι. Κτρίλλου. “Οτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις, οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων “ἡγιασμένοις ἐν Χριστῷ, ” ἕως “ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικνεῖσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον· μὴ ἄρα πὼς προσκυνεῖν ἣ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς τὸν νόμον c καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς· ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς. ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἐν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ’ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον· “ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ τόπου “ αὐτοῦ·” ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστηκεν ὁ Χριστός· καὶ τίς αὐτὴν c ποιήσειαν aut aliud verbum excidit.. ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν· “ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπω “αὐτῶν τε καὶ ἡμῶν·” τουτέστιν, εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῆ, εἴτε ἦν ἐν ταῖς τῶν ἐθνῶν πόλεσι τε καὶ χώραις. Θέον δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ Ἐκκλησίαν ὀνομάζει, τοὺς ἡγιασμένους. Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων· “εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.” Σετηριλνοῦ. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ Ἰησοῦ. ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου καὶ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει. καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν διαμερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. “ἡγιασμένοις ἐν Χριστῷ Ἱησοῦ.” οὐκ ἄνθρωπός σε φησὶν ἡγίασεν, ἀλλ’ ὁ Θεὸς ἐν Χριστῷ. Θεολωρίτου. Καλεῖ αὐτοὺς κλητοὺς καὶ ἁγίους· καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι· διδάσκων ὡς οὐκ αὐτοὺς μόνους ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ σωτηρίῳ πεπιστευκότας κηρύγματι, ἓν ἔχειν φρόνημα δεῖ. αὕτη δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ δεσπότου Χριστοῦ. Σευτηριανοῦ. Εἰ γὰρ ἄνθρωπον, φησὶ, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ. εἰ δὲ Ἰησοῦν Χριστὸν, ἀπὸ τούτου ὀνομάζου, ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ “ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις.” οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν καλοῦσι. καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε, ἀσεβῆ καινότητα ἐπεισάγοντες· καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ “τοῖς ἐπικαλουμένοις·” Θεὸν δεικνὺς τὸν Υἱὸν τοῦ Θεοῦ. Θεὸν γάρ τις ἐπικαλεῖται, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστι, μιμεῖσθε τοὺς πολλούς· ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε a παρὰ τοὺς ἄλλους· τὸ δὲ “αὐτῶν τε καὶ ἡμῶν,” τῷ Κυρίῳ συνήρμοσται. ἀντὶ τοῦ, καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν. a ποιεῖται Cod. Ὠριγένουσ. Εἰ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα, ἀλλὰ καὶ πάντων τῶν ἐν πᾶσι τῇ γῇ μέμνηται πιστῶν· δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ ε==ιναι Ἐκκλησίαν, τόποις πολλοῖς κεχωρισμένην. καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. εἰ δὲ τόπος χωρίζει, ἀλλ’ ὁ b αὐτοὺς συνάπτει κοινὸς ὤν c. τοῦτο οὖν λέγει· χάρις καὶ εἰρήνη ὑμῖν τοῖς Κορινθίοις ἡγιασμένοις κλητοῖς γενομένοις· ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Ὠριγένουσ. Εἰ πάντες ἦσαν Ἐκκλησίας, τίς ἔτι χρεία προκεῖσθαι d κεῖσθαι d “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις ; “ εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἣ ἐπικαλουμένοις γεγράφθαι μόνον. ἀλλὰ περὶ αὐτῶν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεστήσαμεν, ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν Ἐκκλησίαν ὀφείλονται· τοὺς δὲ ψεκτοὺς οὐκ ἅπαντας μὲν ἔτι πάλαι ὄντας τῇ ἁμαρτίᾳ· ἀλλ’ ἐπικαλουμένους· οὐ μὴν ἤδη καὶ Ἐκκλησία. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι, εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον. Θεοδωρίτου. Ἑκάτερα συνυπακούεται, τά τε τῶν γραφόντων προσώπων τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο. ἀντὶ τοῦ, ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ’ ἡμῖν, ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν. κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντείας τοὺς παρ’ ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες· καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον, εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα τοῖς ἡγιασμένοις ἐν χριστῷ, καὶ δι’ αὐτοῦ κεκλημένοις, μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν. Φωτίου.Μῆ γὰρ νομίσῃς ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμῖν μέλλω καθαίρειν τῆς ἐπὶ τοῦτο φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω, κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τὲ γὰρ οὐδὲν ὀνίνησι, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας· καὶ τὸ κοινὸν μερίζει τῆς Ἐκκλησίας σῶμα. “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου.” b Vid. leg. ὁ Χριστός. c κοινόὠν Cod. d προκεῖσθε Cod. ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτων αὐτούς· διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τοῦ Θεοῦ, καὶ εἰπὼν “κλητοῖς “ ἁγίοις,” αὐτίκα συνῆψε “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις” καὶ ἑξῆς. Καὶ ὑμῖν φησὶ καὶ σύμπασιν εἴη ἡ ἀπὸ Θεοῦ Πατρὸς χάρις καὶ εἰρήνη· “ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ἐπειδὴ εἰπὼν “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου,” ἐπήγαγεν μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν Κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν “αὐτῶν τε καὶ “ ἡμῶν·” εἰ δὲ κοινὸς ἁπάντων Κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τὸν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὦν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῆ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν σὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάση γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. Κυτίλλου. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. συνδοτήρ τέ ἐστι καὶ συγχορηγὸς τῷ γεγεννηκότι, τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων. καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη. τῇ πὰρ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς θρόνους τε καὶ ἐξουσίας· καὶ ἅπαξ ἁπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. Θεοδωρίτου. Εἰς καιρὸν αὐτοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. ταύτης δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱόν· τοῦ Πατερὸς καὶ τοῦ δεικνὺς δεικνὺς τὴν ἰσότητα Σευηριανοῦ. Πάρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε ἀπὸ τοῦ ὀνομάζεσθαι· αἱ γὰρ τούτων θέσεις προσλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἄπο εισιν e εἰς τὸ ζητούμενον. Fort. ἀπάγουσιν Ὡριγενουσ. Ἀπὸ πολλῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει τῷ “Θεῷ μου” λέγων. καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν “ ὁ Θεὸς, ὁ Θεός μου.” καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει, τὸ καὶ αὐτοὺς τοῦτο λέγειν. ὁ γὰρ τοῦτο λέγων, ἄπο πάντων τῶν ανθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως. Σευηριανοῦ. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου φησὶν ὀνομάζεσθαι προσήκει Θεοδωρίτου. Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοήν· ὥς τε δέκτην γενέσθαι τὴν ἰατρείαν. ἔχει ’δε καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπεὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς ηὐχαρίστησε δωρεαῖς· λέγει δὲ καὶ ταῦτα σαφέστερον· “ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν “ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ “ ἐβεβαιώθη ἐν ὑμῖν·” ταῦτα τὰ εἴδη τῶν τοῦ Πατρὸς χαρισμάτων· “ ᾧτ’ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ “ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·” “ μαρτύριον δὲ Χριστοῦ,” τὸ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πὼς οἱ κηρύττοντες. οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγεν· “ διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ “ τοῦ ζωογονηκότος τοὺς νεκρούς·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· “ κηρυχθήσεται δὲ τὸ εὐαγγέλιον τοῦτο τῆς “ βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.” βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ, τὴν τῶν σημείων θαυματουργίαν· δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια Σευηριανοῦ. Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ πη αὐτοῦ πλοῦτος· εἰ παρ’ αὐτοῦ γνῶσις, διατί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτῷ ἐπιτιθεῖς· τοῦ δὲ ὡς βαπτίσαντος ; διόπερ προιὼν, φησὶ, “ τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς “ μὴ λαβών;” “ἐν παντὶ λόγῳ,” ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων· διὰ τοῦτο, φησὶν, “ ἐν παντί· λόγῳ καὶ πάσῃ γνώσει” ἐπειδὴ καὶ τῆς γνώσεως δεαφοραὶ φοραὶ πολλαί· καὶ πάσῃ γνώσει” Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν ἡττωμένοις “ καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη “ ἐν ὑμῖν. c Φωτίου.“ Μαρτύριον Χριστοῦ.” ἣ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις. ἢ “ μαρτύριον Χριστοῦ” ἡ τῶν σημείων χάρις καὶ δωρέα· καὶ γάρ ἐστι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θεότητος αὐτοῦ καὶ μεγαλειότητος αὐτοῦ. ἦσαν γὰρ ἦσαν οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις· ἐπεὶ οὑν ταῦτα, φησὶν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει· καλῶς, φησὶν, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων, ὁ τε λόγος καὶ ἡ γνῶσις· ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι· καὶ τὸ ὥστε μὴ “ ὑστερεῖσθαι ὑμᾶς,” πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνάδει Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Θεοδωρίτου. Εἰ ὁ πλοῦτος ἄνωθεν ὁλόκληρος εἰς ὑμᾶς ἦλθεν, καὶ οὐδὲν ὑμῖν λείπει τῶν χαρισμάτων παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ δεδομένων· διατί ἀπὸ τῶν μὴ δεδωκότων ὑμῶν ταῦτα, διακωλυομένων δὲ, ὀνομάζεσθαι βούλεσθε; οὐκ ἀνθρώπου προσδοκᾶτε παρουσίαν· οὐ ψιλὸν ἄνθρωπον ἐκδέχεσθε· ἀπὸ τούτου ὀνομάζεσθε· πρὸς τοῦτο γὰρ αὐτῷ πάντα κατεσκεύασται τὰ λεγόμενα νῦν. Ὠριγένουσ. Ἀποκάλυψιν λέγει· δεικνὺς ὅτι πᾶν μὴ ὁρᾶται, ἀλλὰ ἔστιν καὶ πάρεστιν. καὶ μὴν καὶ τότε φανήσεται. Θεοδωρίτου. “Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χα- “ ρίσματι,” φησὶ, καὶ γὰρ προφητικῆς μετέλαβον χάριτος, καὶ γλώτταις διαφόροις ἐλάλουν· ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. τούτων δὲ ἀπελαύσατε, φησὶν, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος ὑπομείνητε. Θεοδωρίτου. Λοιπὸν γὰρ, φησὶ, πεπληρωμένους τῶν καλῶν, πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέ- ξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ἠνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας, οὐ δυνατὸν ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας. εἶπεν δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἡμῖν. Ὠριγένουσ. Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει, οὔτε ἐκεῖνα δικαίοις. φημὶ δὴ τὸ παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα πάντες τὰ αὐτὰ “ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα” καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ Ἐκκλησία ἀναμεμιγμένη· εἰ γε χρὴ Ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ὁ Ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαῖον πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό· “ εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε,” ἄξιον εὐχαριστεῖν ἐφ’ οἷς λέγει ἐπαινετοῖς. καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν, ποτὲ δὲ μὴ, ἀλλὰ πάντοτε εὐχαριστεῖν· ἐάν τινα εἰδῶ ποτὲ μὲν πράττοντα, ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ’ ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ· ἐν τινὶ δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ Θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ, ὅτ’ ἃν ὑγιαίνωσιν, ὅτ’ ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον, ὅτ’ ἃν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῷ πνεύματι, πλουτοῦντας λόγῳ σοφίας, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ ἀυτῶν. Ιδωμεν οὖν τὴν χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ· ἵνα ζηλώσομεν· μὲν· “ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.“ μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες, καὶ μηδενὸς τῶν κατὰ Θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν, καὶ τῶν παρ’ αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν· “ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.” ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν· ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίσκειν καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν, παντὶ λόγῳ κεχρῆσθαι, τῷ τε διεξοδικῷ καλουμένῳ, καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν· καὶ παρεσκεύασθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως· καὶ τῷ e τῆς ἀληθείας συνίστασθαι δόγματι· καὶ ἀναπληρῶσαι τὸ e τὸ Cod. εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· “ ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν “ παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.” οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφὰς, ἀλλ’ ἵνα καὶ εἴπῃ, αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει· ὁ δὲ λόγος καὶ τὸ ἔγνως μένον ἑρμηνεύει. “ Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ὑμῖν·” ὁ Χριστὸς, ἵν οὕτως ὀνομάσω, ἀρχίματρυρ ἐστί· καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων· τοῦτο μὲν τὸ μαρτύριον Χριστοῦ. παρ’ οἷς μὲν βέβαιόν ἐστι· παρ’ οἷς δὲ οὐκ ἔστι βέβαιον, ἀλλὰ σείεται· εἰ μὲν γὰρ η πίστις τοιαύτη ἐστιν η πέρι του μαρτυρίου, ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν, “ πέπεισμαι δὲ ὅτι οὔτε “ θάνατος, οὔτε ἡ ζωὴ“ καὶ τὰ ἑξῆς, “ δυνήσεται ὑμᾶς χωρίσαι “ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ὑμῶν.” βέβαιον ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοι ἐσμὲν, ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ἡμῖν· καὶ πᾶν ἄλλως ἐκληρώμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ, μαρτύριον ἐστὶ Χριστοῦ· καλόν οὖν ἐστι βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ. Καὶ ἄλλως. ἴδε τὸ μαρτύριον Χριστοῦ συνεπιμαρτυροῦντος αὐτῷ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πατρὸς Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις, “ ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι “ ἐν μηδενὶ χαρίσματι·” ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται· καὶ ἐν τοῖς πο f ἑξῆς τῆς ἐπιστολῆς, “ ἀπεκδεχομένους “ τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ εἶχε τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, “ ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ.” ἤτοι Χριστὸς Ἰησοῦς ἀποκαλύπτει ὡς καὶ βεβαίωσει ὑμᾶς ἕως τέλους· τίς βέβαιοι ; Χριστὸς Ἰησοῦς, ὁ Λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ’ “ ἕως f Sic. “ τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριἕως “ στοῦ.” ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον. οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. κἂν ἔχειν τίς δοκῇ ἐπὶ τοῦ πάροντος τὸ ἀνέγκλητον ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ΚΕΦ. Α. Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ ἀνθρωπίνη. Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὕμιν σχίσματα. Ὠριγένουσ. Πίστευε αὐτῷ ἀεί. ἐκλήθητε γὰρ, ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν· μέγα ἐστὶν ὃ χαρίζεται ὁ Θεὸς τοῖς ἁγίοις. ἐκλήθημεν εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διὸ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ὠριγένουσ. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν. Σευηριανοῦ. Οἱ δεόμενοι βεβαιώσεως ἀτελεῖς ἤδη· τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως· εὐχαριστῶν μένει ἐφ’ οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ’ οἷς οὐκ ἐπλήρωσαν. “ πιστὸς ὁ Θεὸς, δι’ οὗ “ ἐκλήθητε.” ἐπειδὴ εἶπεν ὁ Θεὸς βεβαιώσει, ἐπήγαγε, “ πιστὸς ὁ “ Θεός·” ἀληθὴς γὰρ ὁ Θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος, “ δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλὰ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διατὶ καταλιπόντες τὸ ὀνομάζεσθαι g ἀπὸ τοῦ Υἱοῦ, οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπὸ ἀνθρώπων ὀνομάζεσθε ; πάλιν δὲ τὸ “ δι’ οὗ” ἐπὶ Πατρὸς κεῖται, οὐ μόνον ἐπὶ Υἱοῦ· καὶ οὐ καθαίρεσις τῷ Πατρί· ἐπειδὴ δι’ αὐτοῦ καλούμεθα εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους γέγραπται, “ ὅτι δι’ αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν g ὀνομάζεσθε Cod. τὰ πάντα ;” ἤδη ὁ Θεὸς διὰ μὲν τὸ ἐξ οὑ μεῖζον ἑαυτοῦ, διὰ δὲ τὸ δι’ οὑ ἐλάττων ἑαυτοῦ ὥσπερ οὐν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου, οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν ἐλαττοῖ ἐλαττοῖ τὸ δι’ οὑ ἐπ’ αὐτῷ λεγόμενον. Θεοδωρίτου. To εἰπεῖν “ ἀνεγκλήτους” ἔδειξε τέως ὄντας ἐγκλήμασιν ὑπευθύνους. “ κοινωνίαν δὲ τοῦ υἱοῦ” τὴν υἱοθεσίαν, φησὶν, ἐκάλεσεν· οὕτω ταῖς εὐφημίαις καὶ ταῖς εὐλογίαις προλεήνας τὴν ἀκοὴν, ἄρχεται τῆς κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσφέρων, ἀλλὰ παραίνεσιν προεισφέρων. Σευηριανοῦ. “Οτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν, ὥστε πεῖσαι μὴ ἀπ’ ἀνθρώπων ὀνομάζεσθαι αὐτοὺς, ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ’ οὗ προσήκει πάντας καλεῖσθαι· οὐ περὶ δόγματος δὲ τὸ νῦν λεγόμενον, οὐ δὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν, καὶ τὰ ἑξῆς δείκνυσιν. Ὠριγένουσ. Ὁ ἐν ἅπασι τῷ ὀρθῷ λόγῳ καὶ τῷ ἐκκλησιαστικῲ δόγματι περὶ τὲ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος συμφωνῶν. ἔτι δὲ περὶ τῆς καθ’ ἡμῶν οἰκονομίας, περί τε ἀναστάσεως καὶ κρίσεως, καὶ τοῖς κανόσι δὲ τοῖς ἐκκλησιαστικοῖς ἑπόμενος, οὐκ ἔστιν ἐν σχίσματι. Φωτίου. “ Δι’ οὗ ἐκλήθητε·” οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν “ Υἱὸν, εἰ μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ·” ὡς οὐδὲ πρὸς τὸν Πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧτ’ ἃν ἀποκαλύπτῃ ὁ Υἱός. Ἐκ Τοῦ Αὐτοῦ. “Δἰ οὗ ἐκλήθητε,” ἀντὶ τοῦ ὑφ’ οὗ ἐκλήθητε· οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ δι’ οὑ τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ Πατρὸς, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν. ἵνα ὅτ’ ἃν καὶ ἐπὶ τοῦ Υἱοῦ αὐτὸ ἀκούῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταὐτότητα ἐννοεῖς· “ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” εἰς κοινωνίαν ἐκλήθητε Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντας ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς ἀθανασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν, καὶ ἀποτέμνεσθε. Ἧτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῆ αὐτῇ γνώμη· ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι· λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Κυτίλλου. Ὅτι ὀνόματι τῷ δεσπότῃ Κυρίῳ κατασεμνύνεσθαι δεῖν ἀναγκαῖον ἢν, ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι ἑνὸς τῶν ἁγίων προφητῶν, “ τοῖς δὲ δουλεύουσί μοι κληθήσεται “ ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.” Χριστιανοὶ γὰρ ὠνομάσμεθα, μέθᾳ, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν· οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες, καὶ προσκείμενοι πνεύμασι πλάνοις, καὶ ἀνοσίων τινες ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ· τὴν κατ’ αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι. καί τοι Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ· καὶ ὅτι εἷς ἐστιν αὐτὸς καὶ οὐ μεμέρισται· ἓν οὑν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ· κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοὶ· καὶ ἐν αὐτῇ γνώμῃ· συνδέοντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ’ ἕνωσιν τὴν πνευματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θέῳ καὶ Πατρὶ, “ θέλω ὥσπερ ἐγὼ καὶ σὺ ἐν ἐσμεν· οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὧσιν.” Θεοδωρίτου. Ἡ μὲν γὰρ διάνοια, φησὶ, τοῦ κηρύγματος μία. τοῦτο γὰρ δηλοῖ “ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.” παρακαλεῖ τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντας h, μὴ διεστάναι, καὶ πρὸς ἀλλήλους περὶ τῶν ἡγουμένων φιλονεικεῖν· “ ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελμου “ Φοί ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.” διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος· λέγω δὲ “ὅτι ἕκαστος ὑμῶν λέγει· “ ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ· ἐγὼ δὲ χρίστου. ἐκεῖνοι μὲν ἀφ’ ἑτέρων ἑαυτοὺς ὠνόμαζον διδασκάλων· αὐτὸς δὲ τὸ ἑαυτοῦ καὶ τὸ Ἀπολλῶν τέθεικεν· προστέθεικε δὲ καὶ τὸ τοῦ κορυφαίου τῶν Ἀποστόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν εἰς τοῦτο κεχρῆσθαι ὀνόμασιν· καὶ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον μαθησόμεθα· σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ γινομένου τὸ ἄτοπον· ὅτι ἐν ἴσῃ τάξει καὶ τὸν δεσπότην καὶ τοὺς δούλους ἐτίθεσαν. Ὠριγένουσ. Σκόπει τὴν σύνεσιν τοῦ Παύλου· πῶς οὐχ ὡρισμένον ἔθηκε πρόσωπον τοῦ δηλώσαντος, ἄλλ’ ὁλόκληρον οἰκίαν· h In marg. τε καὶ φρονοῦντας. ὥς τε μὴ ἐκπολεμῶσαι αὐτοῖς πρὸς τὸν εἰρηκότα. οὐ περὶ Παύλου δὲ οὐδὲ περὶ Πέτρου, οὐδὲ περὶ Ἀπολλῶ ἔλεγον, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον ἑτέροις· ὅτι γὰρ οὐ περὶ αὐτῶν ἔλεγον, προιὼν φησὶ, “ ταῦτα δὲ “ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ.” τίνος δὲ ἕνεκεν προσέθηκεν, “ ἐγὼ δὲ Χριστοῦ; ” εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον· οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες ; ἀλλ’ οὐ τοῦτο ἐνεκάλει ὅτι τοῦ Χριστοῦ ἑαυτοὺς ἐπευφήμιζον, ἀλλ’ ὅτι μὴ πάντες· οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι, βουλόμενον βαρύτερον ποιῆσαι τὸ ἔγκλημα· καὶ δείξαι οὕτως καὶ ’τον χριστὸν εἰς μέρος δοθέντα, ὅπερ διὰ τῶν ἑξῆς ἐδήλωσεν. Μεμέρισται ὁ Χριστός ; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε ; εὐχαριστῷ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γαΐον· ἵνα μή τις εἴπῃ· ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα· ἐβάπτισα δὲ τὸν Στεφάνα οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα· οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι. Σευηριανοῦ. Μῆ συγκληρονόμους, φησὶν, εἶχε Χριστὸς μεθ’ ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας ; οὐ γὰρ εἰπεν ἐμερίσθη Χριστὸς, ἄλλα μὴ ἐμερίσατο Χριστὸς μεθ’ ὑμῶν ; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γὰρ “ μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ” ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστὸς, ἡμῶν δὲ οὐδέ εἷς. Θεοδωρίτου. Τοῦτ᾿ ἐστιν κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον λαβεῖν· ἄλλοι δὲ ἄλλον· οἱ μὲν Κηφᾶν· οἱ δὲ Ἀπολλῶ, ὃς λέγεται πρῶτος Ἐπίσκοπος γεγονέναι ἐν Κορινθίοις. Κυτίλλου. Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρόν· αὐτοῦ καὶ λεγόμεθα· καὶ ἐβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέραν κλῆσιν· ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραφώμεθα Σωτῆρα καὶ λυτρωτήν· εἰ δὲ Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτὸς, σεσώσμεθα γὰρ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν. Ὠριγένουσ. Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφορισμένους τινὰς πρὸς τὸ βαπτίζειν· εὐχαριστεῖ ἐπὶ τὸ κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, φαίνεται τινα τῶν Ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν· τὸ Πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ· ἀλλὰ τοὺς ὑπ’ ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπήρχετο ἐπ’ αὐτούς· καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννωμένους ἐξ ὕδατος καὶ Πνεύματος Ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ Πνεύματι. Κυτίλλου. Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἀλλ’ ἔργον εἶναι φαμὲν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ᾿ οὖν ἕλοιτο καὶ τὸ βαπτίσαι τινάς· ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πάσῃ τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾷν· εὐηγγελίζετο μᾶλλον αὐτός. ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος, καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ Χριστοῦ μυστήριον· ἀλλ’ ὥσπερ ὁ θεσπέσιος Στέφανος καίτοι τραπεζῶν διάκονος προχειρισάμενος οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦλος καί τοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μαρτύριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος χρείαν· προκείμενος ἐπ’ ἄμφω τῆς ἐξουσίας αὐτῷ καὶ ἐξείργοντος οὐδενὸς εἶπεν ἕλοιτο τοῦτο δρᾷν. Σευηριανοῦ. Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο· τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ Σωτῆρ’, καὶ σωτηρίαν φέρει, ἐμοὶ, φησὶ, βάρος ἐγένετο· εἰ ἐμέλλετε ἀπ’ ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ “ οὐκ ἀπέστειλέν με ὁ Χριστὸς βαπτίζειν ἀλλ’ “ εὐαγγελίζεσθαι;“ ἐπεὶ ἐβάπτιζεν μὲν καὶ ὁ μὴ Ἀπόστολος· τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι· καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι] φησὶν, εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι· λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι· οὕτως καὶ ἀλλαχοῦ ὅτ’ ἂν λέγῃ” μὴ τῶν βοῶν μέλει τῷ Θεῷ, οὐκ ἐπειδὴ οὐ μέλει καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μούσης ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς· φησὶ καὶ ὁ Δαβὶδ “ ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ὡς “ ἐμπλήθυνας τὸ ἔλεος σου ὁ Θεός.” λέγει δὲ καὶ Σαλομῶν· “ οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ· πόσῳ δὲ μᾶλλον ὁ “Θεός·” ἀλλ’ ὁ φησι τουτέστιν· ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ Θεῷ· καὶ ἐνταῦθα κατ’ ἔλλειψιν, ὡς καὶ τὸ “ οὐκ ἀπέστειλέν “ με Χριστὸς βαπτίζειν.” Θεοδωρου.ὁμοῦ καὶ Θεοδωρίτου. ὸ “μεμέρισται ὁ Χριτινὲς “ στὸς,” τινὲς ἀποφατικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν ἐκκλησίαν ὀνομάσθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὕτως, ὅτι κακῶς ἐμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα· ἐγὼ δὲ αὐτὸ κατ’ ἐρώτησιν κεῖσθαι νομίζω. Φωτίου. Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ ; μὴ γένοιτο, φησὶν, ἀλλὰ διὰ δύο ταύτας αἰτίας εὐχαριστῶ. μίαν μὲν ὅτι μὴ βαπτίζων, φησὶν, οὐδὲ ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλοὺς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν ἱστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ· δι’ ἑτέραν δὲ, ὅτι οὐδ’ εἶχον ἐπὶ τούτῳ παρὰ Χριστοῦ ἀποστολήν. ἅμα δεικνὺς ὅτι εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ Χριστοῦ κηρύσσειν καἰ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον, μετὰ φειδοῦς καὶ σπα- νίως ἐβάπτισα, καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι, ὑμεῖς οἱ μηδόλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν ; πῶς δὲ καὶ βαπτίζετε; ἡ ὅλως τι ποιεῖτε, ὧν οὐκ ἐλάβετε χάρισμα καὶ ἀποστολήν ; Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Θεοδώρου. Ὁ τοῦ Σωτῆρος σταυρὸς οὐκ ἐκενώθη, ὅτι μὴ ἐν ψιλοῖς ἔχει λόγοις, ἀλλ’ ἐν αὐτῷ τῷ πράγματι τὸ σεπτόν τε καὶ ἀξιάγαστον· πλὴν λελόγισται μωρία παρά γε τοῖς οὐκ εἰδόσι τὴν ἀλήθειαν· ὅτι μὴ ἔνεστιν αὐτῷ τὸ ὡς ἐν λέξει λαμπρὸν, καθάπερ ἀμέλει καὶ τοῖς παρ’ αὐτοῖς λόγοισιν· ἀλλ’ ἐκεῖνοι μὲν καλλιλεξίᾳ, καταχρωννύντες τὸ ψεῦδος· ἀποδέουσι κατ’ οὐδὲν τῶν τὰ δηλητήρια μέλιτι συγκιρνώντων. οἱ δέ γε τῶν θείων κηρυγμάτων ἱερουργοὶ γεγονότες, ἁπλὴν ὥσπερ καὶ τῶν ὡραισμῶν ἐλευθέραν προτιθέασι τὴν ἀλήθειαν. Σευηριανοῦ. Μεταβαίνων ἐφ’ ἕτερον ἔγκλημα, καὶ ἐπ’ ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ “ οὐκ ἀπέστειλέν με Χριστὸς “ βαπτίζειν,’ τοῦ πρώτου ἐγκλήματος ἦν τοῦ “ ὅτε ἕκαστος ὑμῶν “ λέγει ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ.” τὸ δὲ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” ἀρχῆς ἑτέρας οἰκονομίας· τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου, ἀρχὴν δὲ τοῦ δευτέρου· “ ἵνα “ μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.” ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται. Ὠριγένουσ. Τί μέγα φρονεῖς ἐφ’ ᾧ ἐγκαλύπτεσθαι ἔδει ; εἰ γὰρ πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς εὐαγγελίοις ἡ σοφία, οὐκ αὐχεῖν ἐπ’ αὐτῇ, ἀλλὰ καταδύεσθαι ἔδει. τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς Ἀποστόλους σοφούς· οὐκ ἀσθενεία τοῦ κηρύγματος, ἀλλ’ ἵνα μὴ βλαβῇ τὸ κήρυγμα· καὶ εἰ οὐκ ἐν σοφίᾳ, φησὶ, λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλῶ λόγιον ὄντα ἔπεμ- ψαν ; οὐ τῇ τῶν λόγων δυνάμει θαρροῦντες, ἀλλ’ “ ὅτι δυνατὸς ἢν ἐν ταῖς γραφαῖς, καὶ ἤλεγξεν τοὺς Ἰουδαίους. ἀλλ’ ὥστε τὸ ζητούμενον ἦν τοὺς προστάτας καὶ ἀρξαμένους σπείρειν τὸν λόγον, μὴ εἰναι λογίους· οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δυνάμεως δεόμενοι ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων· ὁ τοίνυν μὴ δεχθεὶς εὐπαιδεύτων ἐκ προοιμίων· εἰ μετὰ ταῦτα λογίους ἐδέξατο, οὐκ ὡς δεόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ὡς μὴ διακρουόμενος. Ὠριγένουσ. Χρεία οὐ τοσοῦτον λόγου, ὅσον δυνάμεως· διὸ γέγραπται· “ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει “ πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ.” ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ, καὶ θέλω οὕτω παραδιδόναι τὸν λόγον, ἡ τοῦ Χριστοῦ δύναμις οὐκ ἀφικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων, καὶ ἐκκενῶ καὶ καθαίρω τὴν χάριν τῆς δυνάμεως. Φωτίου. Οὐκ εἶπεν οὐκ ἐν σοφίᾳ γνώσεως, ἀλλ’ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο· διὸ καὶ ἀλλαχοῦ· “ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει·” τι γάρ ἐστι σοφώτερον ἣ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι, ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; ἵνα μὴ κενωθῇ ὁ “ σταυρὸς τοῦ Χριστοῦ· κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος αὐτοῦ· τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θεότητα παραστῆσαι· πῶς γὰρ τὸ ὑπὲρ λόγον καὶ φύσιν, καὶ λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι ; τίς δέ ἐστι χρεία λόγων καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον φωνῆς ἁπάσης κεκραγότων· καὶ πάντα τὸν βουλόμενον ἐπὶ τὴν εὐσέβειαν καὶ τὸ κήρυγμα χειραγωγούντων· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ ἐστι. γέγραπται γὰρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ὠριγένουσ. Τὸ ὄνομα τοῦ Χριστοῦ δοκεῖ σκάνδαλον εἶναι· ἀλλ’ ἐάν τις παρέχῃ τὰς ἀκοὰς τῷ λόγῳ τοῦ Θεοῦ καὶ τῇ χάριτι, ὄψεται καὶ τοῦτο μέγα μυστήριον· καὶ οἱ ἐθνικοὶ παραδεδώκασιν, ὅτι πολλάκις λοιμῶν μεγάλων γενομένων ἣ ἐπομβριῶν ἣ αὐχμῶν, ταῦτα ἐπαύσατο, ἀνθρώπου αὐτὸν παραδόντος ὑπὲρ τοῦ κοινοῦ. τί οὖν θαυμαστὸν, εἰ ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ, ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότους καὶ τῆς ἀπωλείας λοιμόν ; τίς δὲ ἠδύνατο τοῦτο ἀναδέξασθαι ; οὐ προφήτης, οὐκ Ἀπόστολος· οὐδέ τις ἄλλος δίκαιος ; ἀλλ’ ἔδει ἐξ οὐρανοῦ καταβῆναι θείαν δύναμιν δυναμένην ἀναδέξασθαι ὑπὲρ πάντων ἀποθανεῖν μετά τινος παραδειγματισμοῦ· ἵνα δι’ ἐκείνου τοῦ θανάτου τρόπαιον γένηται κατὰ τοῦ διαβόλου· καὶ γὰρ εἰώθασιν ἐν κόσμῳ θριαμβεύοντες τοὺς πολέμους 1, ἐν τροπαίῳ σταυροῦ τιθέναι τὰ τρόπαια κατὰ i Leg. vid. πολεμίους. τῶν νικωμένων. ἐστὶν οὖν ὁ σταυρὸς τοῦ Χριστοῦ τρόπαιον κατὰ τοῦ Σατανᾶ· διὰ τοῦτο λέγω, ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ, τῷ ἐγνωκότι τὴν δύναμιν τοῦ σταυροῦ ὁ τι ἐστιν· ὅτι ἠλευθερώθην ἀπὸ τῶν κακῶν δι’ ἐκείνου ἀποθανόντος, ἵνα με ῥύσηται ἀπὸ τοῦ θανάτου· εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· μέγα ἀγαθὸν ὅτι ἐμοὶ κόσμος ἐσταύρωται· τοῦτο τὸ ἀγαθὸν διὰ τίνος μοι γέγονεν ; διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ· μέγα μοι ἀγαθὸν τὸ ἐμὲ σταυρωθῆναι τῷ κόσμῳ· εἰ γὰρ ἀπέθανον τῷ κόσμῳ, ἐσταύρωμαι τῷ κόσμῳ μετὰ τοῦ Χριστοῦ· εἰ δὲ ζῶ ταῖς ἁμαρτίαις, οὔπω ἠξιώθην τοῦ ἀγαθοῦ τοῦ κατὰ τὸν σταυρόν. ἅμα δὲ καὶ ἑτοιμαζώμεθα πρὸς πειρασμοὺς, πρὸς μαρτύρια· εἰδότες ὅτι ὃς ἃν ἀρνήσηται, σωτηρίαν οὐκ ἔχει. Ἰωάννου. τοῖς κάμνουσι καὶ ψυχορραγοῦσι, καὶ αἱ τροφαὶ αἱ ὑγιεῖς ἀηδεῖς, καὶ οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ ἐνοχλεῖν δοκοῦσιν· οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθεν· τὰ γὰρ πρὸς σωτηρίαν φέροντα ἀπωθοῦσιν, καὶ τοὺς κηδομένους ἐνοχλεῖν νομίζουσιν· γίνεται δὲ οὐ παρὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ παρὰ τὴν ἐκείνων νόσον. τοῦτο τοίνυν καὶ οἱ ἄπιστοι πάσχουσι, μωρίαν νομίζοντες τὸν σταυρὸν τοῦ Χριστοῦ. ἐπειδὴ οὖν εἰκὸς ἦν, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τοὺς πιστοὺς τῇ σοφίᾳ τῇ δῆθεν παρ’ ἑαυτῶν ἀνθίστασθαι, θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων λεγομένοις, παραμυθούμενος ὁ Παῦλος, φησὶ, μὴ νομίσητε ξένον τι γίνεσθαι καὶ παράδοξον· ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγμα· ὥστε ἀπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν· ἐξεστήκασι γὰρ καὶ παραπαίουσι· διὰ τοῦτο καὶ λοιδοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα. Σευηριανοῦ. Ὁ λόγος ὁ τοῦ σταυροῦ, οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφορὰν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη, μέγα μυστήριον δείκνυται· “ τοῖς “ δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν·” ἐπειδὴ τὸ “Χριστὸς Χριστὸς “ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” εἰς τὸν Θεοῦ λόγον λαμβάνειν τίνες βούλονται· ἐντεῦθεν παρατηρητέον ὅτι “ δύναμιν Θεοῦ᾿ λέγει, τοῦ σταυροῦ τὸν λόγον· “ γέγραπται γὰρ ἀπολῶ τὴν “ σοφίαν τῶν σοφῶν.” εἰ καὶ ἀξιόπιστος καθ’ ἑαυτὸν διδάσκων ὁ Ἀπόστολος, Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα· ἀλλ’ οὑν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν· χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,” λοιπὸν ὡς ἐφ’ ὡμολογημένοις ἐπεξέρχεται λέγων· “ ποῦ σοφός ; ποῦ γραμμα- “ τεύς; ” σοφὸς Ἑλλήνων, γραμματεὺς δὲ τῶν Ἰουδαίων. Φωτίου. Δείκνυσι λοιπὸν ὅτι οὐδὲν ἦν λόγῳ σοφίας προσαγάγεσθαι τινὰς τῷ κηρύγματι· ἀλλὰ μόνῃ τῇ ἄνωθεν συνεργίᾳ καὶ χάριτι. εἰ γὰρ κεφάλαιόν ἐστι τοῦ κηρύγματος ὁ σταυρὸς, ὁ δὲ περὶ τοῦ σταυροῦ λόγος οὐ μόνον οὐ προσάγει, ἀλλὰ καὶ τοῖς ἀπολλυμένοις μωρία δοκεῖ· τί ἄν τις ἔχοι λέγειν περὶ τοῦ κηρύγματος· μὴ πάντα τῆς χάριτος αὐτῷ χορηγούσης ; Ποῦ σοφός ; ποῦ γραμματεύς ; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ; Ὠριγένουσ. Εἰπὼν ὅτι “ γέγραπται ἀπολῶ τὴν σοφίαν τῶν “ σοφῶν,” τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν ἐπάγει λέγων· “ ποῦ σοφός ; ποῦ γραμματεύς ;“ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος. Κλήμεντοσ. Πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων, τοὺς τοῦ αἰῶνος τούτου ζητητὰς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας· “ οὐχὶ ἐμώρανεν ὁ Θεός ἀποφατικὸν ἡγητέον ἐπὶ γῆς τὸ οὐκ εμω- “ ρανεν.” ἵνα μὴ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ Θεοῦ φάνηται τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καὶ οἱ σοφοὶ ἐν μείζονι αἰτίᾳ γεγόνασι, μὴ πιστεύσαντες τῷ κηρύγματι· ἀλλὰ καὶ τὸ “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,” τῆ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει κατακάλυψαι φησί. ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολολωκέναι λέγεται, τῷ μὴ τὴν ἴσην ἀποτελεῖν ἐνέργειαν· πάντων τοίνυν ἀνθρώπων ἠσκημένων, οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν. Εοδωριτου. Λόγον τοῦ σταυροῦ, τὸ τοῦ σταυροῦ λέγει κήρυγμα· ἀπολλυμένους δὲ τοὺς ἀπιστοῦντας καλεῖ· δεξομένους δὲ τοὺς πιστεύσαντας· ἀπὸ τοῦ τέλους τὰς προσηγορίας τιθείς· τὴν δὲ γραφικὴν τέθεικε μαρτυρίαν· διδάσκων ὡς ἄνωθεν ταῦτα προηγόρευσεν ὁ τῶν ὅλων Θεός· εἶτα δείκνυσι τὸ τῆς προρρήσεως ἀψευδές· “ ποῦ σοφός ; ποῦ γραμματεύς ; ποῦ συζητητὴς τοῦ “ αἰῶνος τούτου. ” εἰπὼν σοφὸν καὶ γραμματέα, τοῖς προείρημένοις ἀκολούθως ἐπάγει· συζητητής ἐστιν ὁ ἐκ τούτων κἀκείνων διαλεκτικὴν ἠσκημένος τέχνην· εἶτα ἐπάγει· · οὐχὶ ἐμώρανεν ὁ “ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ;“τοῦτ’ ἐστι τὴν εὐγλωττίαν· καὶ γὰρ ταύτης χορηγὸς ὁ Θεός· αὐτὸς γὰρ καὶ τὰς γλώττας διεῖλεν· καὶ ἑκάστῃ χαρακτῆρας ἰδίους ἀπένειμεν· καὶ τῇ Ἑλλάδι τοίνυν φωνῇ αὐτὸς ἔδωκεν λαμπρότητα· οἱ δέ γε οὐκ εἰς δέον ταύτῃ χρησάμενοι, δέλεαρ αὐτὴν τῆς ἀπάτης ἀπέφηναν· κατηγορεῖ τοίνυν οὐ τῆς εὐγλωττίας, ἀλλὰ τῆς ἐν αὐτῇ κρυπτομένης ψευδολογίας· ταὐτὴν ἐλεγχθῆναι λέγει, καὶ μωρίαν ἀποφανθῆναι. Κυτίλλου. τοῖς μὲν μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ κοσμικὴ, καὶ τὴν πίστιν οὐ προσιεμένοις, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, μωρία τὸ εὐαγγέλιον· ἡμῖν δὲ οὐχ οὕτως· πολλοῦ γε καὶ δεῖ· διατεθείμεθα γὰρ ὅτι δύναμις Θεοῦ ἐστι καὶ σωτηρίας ὁδὸς, ἀποφέρουσα πρὸς ἁγιασμὸν, καὶ εἰς τὴν τοῖς ἀληθείας ἐπίγνωσιν παιδαγωγοῦσα σοφῶς δαψιλῶν κηρυγμάτων· οἶμαι δὲ ἔγωγε σοφὸς νῦν αὐτὸν ἀποκαλεῖν τοὺς ῥήτορας· οἳ τῇ τῶν λόγων δεινότητι τὸ πιθανὸν ἀεὶ τῷ ψεύδει συμπλέκοντες, τῆς ἀληθείας αὐτῷ τὴν δόκησιν περιποιεῖν ἐσπούδαζον· γραμματέας δὲ οἶμαι τοὺς γραμματιστὰς ἤτοι γραμματικούς· οἱς ἦν ἔθος τὰς τῶν ποιητῶν περιεργάζεσθαι συγγραφὰς καὶ διερμηνεύειν τοῖς νέοις· συζητητὰς δὲ φησὶ τοὺς λογομαχεῖν εἰωθότας, καὶ ἀκριβεῖς δῆθεν τῶν πράγματων βασανιστάς· οἱ ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν ὡς ἑνὶ τὸ ἐφ’ ἑκάστῳ τῶν προκειμένων ἀδιαβλήτως ἔχειν δοκοῦν, ζητεῖν υποκρίνονται τὴν ἀλήθειαν· ἀλλ’ οὔτι πω ὀρθῶς, μᾶλλον δὲ εἰς ἅπαν ἠμελημένως· ἠγνοήκασι γὰρ τὸν τῶν ὅλων Θεόν· ὃς τὸ σύμπαν ἀπορρήτοις ἐνεργείαις ἀπονητὶ διεπήξατο, καὶ παρήνεγκεν εἰς τὸ εἰναι τὰ οὐκ ὄντα πάντα, κατανεύσας μόνον· μεμώραται τοίνυν ἀληθῶς ἡ τοῦ κόσμου σοφία. Ὠριγένουσ. Οὐ ταὐτόν ἐστιν εἶναι σοφόν· καὶ ἐν τῷ αἰῶνι κ Fors. ἔνι. τούτῳ ετͅναι σοφόν· τὸ μὲν γὰρ χωρὶς τοιαύτης προσθήκης οὐ περιέχει τὴν ἀληθῆ σοφίαν· παραπλησίως δὲ νοήσεις καὶ μωρίαν· οὐ ταὐτόν ἐστι μωρὸν, καὶ μωρὸν ἐν τῷ αἰῶνι τούτῳ· ὁ μὲν γὰρ χωρὶς προσθήκης τῆς τῷ αἰῶνι τούτῳ, ἀληθής ἐστι μωρός· καὶ ἡμεῖς τοίνυν οἱ πιστεύοντες τοῖς λόγοις τῆς σοφίας, κελευόμεθα ἐν τῷ αἰῶνι τούτῳ γίνεσθαι μωροί· τοιοῦτοι γὰρ δοκοῦμεν εἶναι τοῖς ἀνθρώποις, πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν ἐσταυρωμένον, καὶ πιστεύοντες ἀνάστασιν σωμάτων· πιστεύοντες δὲ ὅτι ζησόμεθα οὐ μόνον οἱ νῦν ὄντες ἐπὶ γῆς ὕστερον ἐν οὐρανοῖς, ἀλλ’ ὅτι καὶ ἃν ἁμαρτάνωμεν, πυρὶ αἰωνίῳ παραδοθησόμεθα· τοιούτους ἡμᾶς δοκεῖν εἶναι τοῖς ἀνθρώποις. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Σετηριανοῦ. Δύο σοφιῶν μέμνηται· μιᾶς τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ’ ἣν λογι- κοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησὶ, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνω μὲν τὸν Θεὸν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, “εὐδόκησεν ὁ Θεὸς “διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.” μέγα ἐστὶν ὃ λέγει· οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσι· τὸ γὰρ δυνατὸν τοῦ Θεοῦ καὶ πάνυ σοφὸν δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησὶν, ἀμέτρητον ὃν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι τὸν Θεόν· ἀλλ’ ἀφέντες τὸν ποιήσαντα, προσεκυνήσατε τούτοις δι’ ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν· δείκνυσι ὑμῖν ὁ Θεὸς τῆς ἑαυτοῦ δυνάμεως τὴν ὑπερβολήν· οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξ’ ε· διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. Θροδωρίτου. ταύταις ταῖς δύο προστίθησι τρίτην τὴν διὰ τῆς οἰκονομίας τοῦ Σωτῆρος ἡμῶν δεικνυμένην, ἦν οἱ ἀπιστοῦντες μωρίαν προσαγορεύουσι· δι’ ἧς ὁ Θεὸς τὸν κόσμον ἐπανήγαγεν ἀπὸ πλάνης. Ὠριγένουσ. Νῦν οὐκ ἔτι λογισμῶν, ἀλλὰ πίστεως δεόμεθα· τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν, καὶ πεπληρο- φορῆσθαι, ὅτι οὗτος αὐτὸς ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖται, ἀλλὰ πίστεως. καὶ γὰρ οἱ Ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον· ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι· πῶς δὲ ἀπώλεσε τῶν σοφῶν τὴν σοφίαν, διὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδειξεν αὐτὴν ἀνόητον οὖσαν. πρὸς γὰρ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, οὔτε ὁ σοφὸς ὠφέληται ἀπὸ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τὶ ἀπὸ τῆς ἀμαθίας. οὕτως τοίνυν τὴν σοφίαν ἀπώλεσεν· ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλεν· καὶ ὅτε ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν δεσπότην, οὐκ ἠθέλησεν· διὰ τοῦτο κ᾿ἂν θέλῃ νῦν ἐπεισάγειν ἑαυτὴν οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγματα· ἡ γὰρ ὁδὸς αὐτὴ τῆς θεογνωσίας, πολλῷ μεῖζον ἐκείνης· διὰ τοῦτο πίστεως καὶ ἀσφαλείας χρεία. τί δέ ἐστιν “ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ;“μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν· ποία γὰρ σοφία ὅτ’ ἂν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ ; μωράνας τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσας. μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Κυτίλλου. Ἐπεὶ ἐν τῆ σοφίᾳ τοῦ Θεοῦ ἐν τῇ τῶν προφητῶν κατηγγελμένῃ εὐδόκησεν διὰ τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας. Κυτίλλου. Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρωπίνην ὀνομάζει σύνεσιν καὶ τὴν εὐγλωττίαν, ἤτοι αὐτὸ τὸ τῆς λέξεως ἀνθηρόν. ἵνα διδάξῃ ὅτι νοῦ ποιητὴς ὁ Θεὸς καὶ φρονήσεως χορηγὸς καὶ εὐγλωττίας· καὶ εἴ τινες αὐτοῖς ἐχρήσαντο, ἐφ’ ἃ μὴ προσῆγεν· μωρίαν δὲ τοῦ κηρύγματος, τῶν λέξεων τὴν ἁπλότητα λέγει. ἰδιῶται μὲν γὰρ τῷ λόγῳ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πλούσιοι δὲ τῇ γνώσει. Επειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ὠριγένουσ. Πολλὴ ἡ τῶν εἰρημένων σύνεσις· θέλει γὰρ εἰπεῖν πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεός· καὶ πῶς οὐκ ἐστὶν ἀνθρώπινον τὸ κήρυγμα· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. ὅταν εἴπω, φησὶν, Ἰουδαίοις, πιστεύσατε· λέγουσιν· ἀναστήσατε νεκροὺς, δείξατε ἡμῖν σημεῖα· ἡμεῖς δὲ τί λέγομεν ; ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. πάλιν Ἕλληνες ἡμᾶς ἀπαιτοῦσι ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων. ἡμεῖς δὲ καὶ τούτοις τὸν σταυρὸν κηρύσσομεν· ὅταν ὁ σταυρὸς οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενος, ἀλλὰ καὶ σημείου ἀναιρέσις. οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος. οὐ μόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις. ὅταν οὖν ἔνα κ ἄων ἐπιθυμῶσιν ἀκούουσιν, εἶτα διὰ τῶν ἐναντίων πείθωνται. πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις ; οὕτω καὶ οἱ Ἀπόστολοι περιεγένοντο· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ὁ Κύριος ἐποίησεν τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. σκευάζων. ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλίνωσας· ὕδατι γῆν ἐπέθηκε· τῷ χαύνῳ καὶ διαρρέοντι, τὸ πυκνὸν καὶ παχὺ ἐποχεῖσθαι παρασκευάσας· διὰ τῶν προφητῶν πάλιν, σίδηρον ξύλῳ μικρῷ ἐμετεώρισεν· οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκουμένην ἐπεσπάσατο. ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην. μεγάλης τοίνυν δυνάμεως ἀπόδειξις, τὸ διὰ τῶν ἐναντίων πείθειν· καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ· ἀλλ’ ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. ταῦτ’ οὖν πάντα ἐννοήσας ὁ Παῦλος καὶ ἐκπλαγεὶς ἔλεγεν· · “ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον “τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν “ἀνθρώπων ἐστί·” περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενές· οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνην ὑπόληψιν ἀποκρινεται. Κυτίλλου. Κατ᾿ ἄμφω ἀληθὴς ὁ τοῦ Παύλου λόγος· νοντος γάρ ποτε τοῦ Χριστοῦ τῶν ἱερῶν περιβόλων τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς τρυγόνας τε καὶ περιστεράς· καὶ φάσκοντος “μὴ ποιεῖτε τὸν ο-ι’κον τοῦ πατρός μου οἶκον ἐμπορίου·” k Est parva lacuna in Cod. ἀντεφέροντο λέγοντες, “ τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ ποιεῖς ; καὶ τίς ἔδωκέν σοι τὴν ἐξουσίαν ταύτην ” προσήεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπί. δεῖξιν φιλοκακούργως λέγοντες, “ διδάσκαλε, θέλομεν ἀπὸ σοῦ “ σημεῖον ἰδεῖν·” ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι’ ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ Χριστός· θεοσημείας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτῆρ’ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου· “ ἀπελθόντες ἀπαγγείλατε ᾿Ιω- “ άννῃ, ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι· χωλοὶ “ περιπατοῦσι.” Καὶ οἱ Ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καὶ φασὶ, τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον, καὶ ὑπομεῖναι θάνατον ; πῶς δ’ ἂν γένοιτό, φασιν, ἀποτεκεῖν παρθένον ; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον ; ἀλλ’ οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν. “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. μωρία γὰρ αὐτῷ ἐστίν· ἀλλ’ ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία.” σέσωκε γὰρ δι’ αὐτοῦ τὴν ὑπ’ οὐρανὸν ὁ Θεὸς καὶ Πατήρ. ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀπορρήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· δι’ ἧς τὰ πάντα παρῆκται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὲ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπρᾶχθαι τυχὸν, καὶ ἐπ’ ἐκεῖνα τε καὶ ἄμεινον τῆς ἀνθρωπίνης ἰσχύος. κατ’ αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν· οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρίναι τίς βούλοιτο τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ ἐν τούτοις εὑρεθήσεται δύναμις τε καὶ σοφία· καὶ ὡς ἀπό γε τοῦ ἡττῆσθαί σθαι τις εἶναι δόξειεν· ἀλλ’ οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως ἐργάτης. ἀληθῶς οὖν, “ ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυ- “ ρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον “ τῶν ἀνθρώπων ἐστίν·” ἔχει τοίνυν τὸ πάνσοφον ἡ οἰκονομία. βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑφ’ οὐρανὸν ἐν σοφίᾳ Χριστός. Σευηριανοῦ. Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν, ὅτι οὐ μόνον σοφίαν τοῖς Ἕλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι· ἀλλ’ οὐδὲ σημεῖα αἰτοῦσι τοῖς Ἰουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ Πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας· εἰ δὲ οὐδὲ τὰ τοῦ Πνεύματος θαύματα αἰτοῦσι προσῆκεν, ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας· οὐ γὰρ πειράζουσι δίδοται, ἀλλὰ πιστῶς αἰτοῦσιν· ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ· “ ἡμεῖς δὲ κηρύσ- “ σομεν Χριστὸν ἐσταυρωμένον” καὶ τὰ ἑξῆς. δηλονότι “ Χριστὸν “Θεὸν δύναμιν καὶ Θεοῦ σοφίαν” κατὰ τὸν τοῦ σταυροῦ λόγον, φησὶν ὡς ἀνωτέρω· “ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπογνωμένοις “ μωρία ἐστί· τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστί.” Καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι “ αὐτοῖς “ δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύνα- “ μιν καὶ Θεοῦ σοφίαν,” ἐπήγαγεν· “ διότι τὸ μωρὸν τοῦ Θεοῦ “ σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ ἃν εἴποι τὸν Θεὸν Λόγον τὸ ἀσθενὲς τοῦ Θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ Θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον ; Θεὸς Λόγος δυνατὸς ὡς ὁ Πατὴρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πνευματικῆς, ὁμοίως καὶ σοφός· ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἡ Ἄγγελοι ἣ ἀρχάγγελοι κατιόντες οὐρανόθεν· πατριαὶ καὶ προφῆται· νόμος ὁ διὰ Μώσεως· φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν, διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν· διὰ τοῦτο Θεοῦ δύναμις καὶ Θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος, καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος· καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους, καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος. Θεοδώρου. Ἀντὶ τοῦ πρὸς ἅπαντας τοὺς ἐναντίους τῆς εὐσε- βείας, ἡμεῖς τὸν σταυρὸν τοῦ Χριστοῦ προβαλλόμεθα. οἷα δὲ τὰ κατὰ τὸν σταυρὸν ἐξηγούμενος φησὶν, ὅτι οἱ Ἰουδαῖοι νομίζουσι μὲν αὐτὸν ἀτιμίαν, Ἕλληνες δὲ μωρίαν· ἡμεῖς δὲ καὶ δύναμιν καὶ σοφίαν εἶναι τοῦ Θεοῦ πιστεύομεν αὐτὸν, τῶν δι’ αὐτοῦ κατορθωθέντων τὸ μέγεθος ἀκριβῶς ἐπιστάμενοι· δύναμιν δὲ Θεοῦ νῦν καὶ σοφίαν οὐ τὴν θεότητα τοῦ μονογενοῦς, ἀλλὰ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα καὶ οἱονεὶ αὐτὴν τὴν φύσιν τοῦ πράγματος εἰρῆσθαι ὑπολαμβάνοντες· καὶ διελέγχει γε φασὶν, τοὺς Ἀρείου καὶ Εὐνομίου κακῶς ἐντεῦθεν πειρωμένους δεικνύναι σοφίαν τὸν Θεὸν Λόγον ὀνομαζόμενον· ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς παροιμιακῆς φωνῆς βλασφημίαν κατασκευάζουσι. δείξας δὲ ὁ θεῖος Ἀπόστολος τὸ τῆς φυσικῆς συνέσεως ἄτονον, καὶ τὸ εὔηθες τῶν ἐπ’ αὐτῇ μεγαλοφρουούντων· τοῦτο δὲ ἀπὸ τῆς τῶν πραγμάτων συνεξετάσεως ἐπὶ τὸ καθελεῖν μὲν τὸν τῦφον τοῦ διὰ τοῦτο κατάρχειν καὶ πρωτεύειν βουλομένου τῶν λοιπῶν· ἀποδείξας δὲ τὸ εὔηθες τῶν ἐπ’ αὐτὸ μεγάλα φρονούντων· ὡς ἐν ἀγαθοῦ δὴ τίθεσθαι μοίρᾳ, τὸ καὶ ἀπ’ αὐτοῦ καλεῖσθαι· ἐπὶ τρίτην ἀπόδειξιν μεθίσταται μάλα ἐντρεπτικὴν τὴν ἀπ’ αὐτῶν. Διοντσίου Τοῦ Ἀρεοπαγίτου. Οὐ μόνον ὅτι πᾶσα ἀνθρωπίνη διάνοια πλάνη τις κρινομένη πρὸς τὸ σταθερὸν καὶ μόνιμον τῶν θείων καὶ τελειοτάτων νοήσεων· ἀλλ’ ὅτι καὶ σύνηθές ἐστι καὶ τοῖς θεολόγοις ἀντιπεπονθότως ἐπὶ Θεοῦ τὰ τῆς στερήσεως αποφάσκειν· οὕτω καὶ ἀόρατον φησὶ τὰ λόγια τὸ παμφαὲς φῶς, καὶ τὸν πολυύμνητον καὶ πολυώνυμον, ἄρρητον καὶ ἀνώνυμον· καὶ τὸν πᾶσι παρόντα καὶ ἐκ πάντων εὑρισκόμενον, ἀκατάληπτον καὶ ἀνεξιχνίαστον. βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὺς σοφοὺς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Θεοδώρου ΚΑÌ Θεοδωρίτου. Ἵνα εἴπῃ ἐν ὑμῖν κατὰ τόνδε τὸν βίον· καὶ οὐκ εἶπεν οὐδεὶς σοφὸς, οὐδεὶς δυνατὸς, οὐδεὶς εὐγενής· καὶ γὰρ καὶ ἐκ τούτων ἦσαν πεπιστευκότες· ἀλλ’ “οὐ πολλοί·” οἱ πλείους γὰρ τῶν πενεστέρων ἐτύγχανον ὄντες. Σευηριανοῦ. Τὸ “ κατὰ σάρκα” προσέθηκεν· ἀντιδιαστέλλων τῶ Πνεύματι· καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς. Ὠριγένουσ. Ἐν τῇ κλήσει, φησὶ, καὶ τῆ πίστει ταύτῃ, οὐκ ἦλθον “ σοφοὶ πολλοί.” προσέθηκεν δὲ τὸ “ πολλοὶ” ὅτι ἦσαν καί τινες σοφοὶ πιστεύσαντες· οἷον ὁ Ἀρεοπαγίτης, ὁ ἀνθύπατος καὶ ἕτεροι· καὶ πανταχοῦ διὰ τοῦτο τὸ “ πολλοὶ” πρόσκειται. ὅτι ἦσαν καί τινες δυνατοὶ καὶ εὐγενεῖς πεπιστευκότες· κατὰ τὸ φαινόμενον, κατὰ τὸν παρόντα βίον καὶ τὴν ἔξωθεν παίδευσιν. οὗτοι γὰρ μάλιστα μωροὶ, οἱ πεπιστευκότες ἑαυτοὺς ὅτι εἰσὶ σοφοί. Διὸ καὶ δυσαποσπάστως ἔχουσι πρὸς τὰ ἅγια δόγματα. Καὶ γὰρ καὶ οἱ δυνατοὶ καὶ οἱ εὐγενεῖς, τύφου πεπληρωμένοι· οἱ 1 μὲν διὰ τὸν πλοῦτον, οἱ δὲ διὰ τοῦ γένους, ἐξέλκουσιν ἑαυτοὺς τῆς θεογνωσίας· καὶ οὐκ αἱροῦνται τῶν παρόντων καταφρονεῖν. Τοῦ Αὐτοῦ. Πανταχοῦ τὰ ἀποβολιμαῖα 1 καὶ εὐτελῆ προσελάβετο, ἵνα τοὺς δυνατοὺς ἀπίστους καταισχύνῃ· ἀκούων δὲ “ ἐξε- “λέξατο·” μὴ τοῦτο ὑποπτεύσῃς ὅτι ἔργον ἔσχεν ὁ Θεὸς, τοὺς μὲν πτωχοὺς λαβεῖν, τοὺς δὲ δυνάστας ἀπώσασθαι, ἀλλὰ ὅτι εὐτελεῖς προσέδραμον μᾶλλον τῇ πίστει· οἱ δὲ ἐν δυναστείαις ὄντες καὶ σοφίᾳ ἑαυτοὺς ἀπεσχοίνισαν, ἀπαξιώσαντες παρ’ ἰδωτῶν μαθεῖν· ὡς ὁ γε Θεὸς πάντας σῶσαι ἤθελεν. “ καταισχύνει” δὲ πανταχοῦ ἀκούων περὶ ἐκείνων νόει τῶν οἰκείᾳ σοφίᾳ καὶ πλούτῳ πεποιθότων καὶ μὴ πιστευσάντων· αὐτὴ γὰρ νίκη Χριστοῦ μεγίστη διὰ τῶν μωρῶν, τοῦτ’ ἐστιν τῶν ἰδιωτῶν, νικῆσαι τοὺς σοφοὺς καὶ καταισχύναι. μεγίστη γὰρ τῶν σοφῶν αἰσχύνη παρὰ ἰδιωτῶν ἡττᾶσθαι· καὶ μεγίστη νίκη Χριστοῦ ἐν μωροῖς νικᾶν τοὺς σοφούς. Ὠριγένουσ. Δύναμιν ἐλάβομεν ἀπὸ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. καὶ ὅσον λείπομεν ἐν τῇ πίστει, τοσοῦτον λειπόμεθα ἐν τῇ δυνάμει τοῦ ἔχειν ἐν ἑαυτοῖς τὸ ἀπὸ τοῦ Θεοῦ· εἰ δὲ θέλετε νοῆσαι τί ἐστιν “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ “ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω,” νοήσατέ μοι πάνυ γενναῖον 1 ἀποβόλημα Cod. ἐν τοῖς αἱρετικοῖς λόγοις, φέρε εἰπεῖν Μαρκίωνα ἣ Βασιλείδην, καὶ οὕτω μετὰ δυνάμεως ζητοῦντα ὑπὲρ τῶν αἱρετικῶν λόγων, ὥστε μὴ τὸν τυχόντα δύνασθαι αὐτῷ ἀντιστῆναι. εἶτα, νοήσατέ τινα ἱκανὸν κατὰ τὴν ἀλήθειαν λέγοντα, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, καὶ δεικνύντα πάντα ἐκεῖνα μωρίαν ἐφ’ οἱς ἐπεποίθει ὁ ἠπατημένος. ἐκείνων οὖν τὴν σοφίαν ἀπόλλυσιν· οὐ τῶν ὄντως σοφῶν, ‘Ησαίου, ‘Ιερεμίου, ἣ Σαλομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. πῶς δὲ καὶ “ἐν “ τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν “ Θεόν; ” ἡ σοφία τοῦ Θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμω καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ γένους τῶν ἀνθρώπων· ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. Προσέθηκε δὲ τὸ “ οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα,” εἰδὼς ὅτι τῶν σοφῶν εἰσι διαφοραί. καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα· οἱ δὲ κατὰ Πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λέξει διὰ μόνα μεμελετηκότες καὶ καλλωπίζοντες, ὁ τι ποτ’ οὖν ὡς ἀλήθειαν, οὐκ ὃν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ’ ὅτι σφόδρα ὀλίγοι· δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν, οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ Πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον· οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐσταυρώθη ἐξ ἀσθενείας· ἦν δὲ δυνατὸς κατὰ Πνεῦμα· “ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ θερα- “ πεύων·” οὕτω τὸ κατὰ τοὺς Ἀποστόλους, ὅρα τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ Πνεῦμα. ἐστὶν δυνατὸς κατὰ Πνεῦμα καὶ ὁ κατὰ τὸ Πνεῦμα βίους· καὶ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν· ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σαρκα εἰσὶν, οἱ ἐκ πατρῶν πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ Πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ Θεοῦ, περὶ ὧν γέγραπται· “ ὅσοι δὲ ἔλαβον “ αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.” τίνα οὖν ἐξελέξατο ὁ Θεός ; οὐχ ἁπλῶς τὰ μωρά· ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου. ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὑν ἡμᾶς μωροὺς, λέγοντες, Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν· καὶ ὅτι ζῶμεν μετὰ θάνατον· καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται· καὶ ὅσα τοιαῦτα· ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς, καὶ μωροὺς λεγέτωσαν· “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. “ μωρία γὰρ αὐτῷ ἐστιν·” “ τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο “ ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.” οὐχ ἁπλῶς τοὺς σοφοὺς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ, “ τοῦ κόσμου μωρὰ “ ἐξελέξατο ὁ Θεός· ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου·” ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅτ’ ἂν αὐτοὶ μὲν προσκυνῶσιν εἰδώλοις, οἱ δὲ ἀγράμματοι οἱ καὶ ἰδιῶται ἀποθνήκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. “ καὶ τὰ ἀγενῆ τοῦ κόσμου “ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός·” πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς κατλειπούσης τὰ εἴδωλα καὶ λεγούσης, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων m. Τὰ ἀγενῆ οὖν τοῦ κόσμου, εὐγενῆ δὲ τοῦ Θεοῦ, ἐξελέξατο ὁ Θεός· μόνον κατορθωσόμενον ἐξὸν Θεῷ. οὐκ ἐξουδενωθησόμεθα· περὶ οὗ γέγραπται· “ ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος.” “ καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.” τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα, τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσι τινές· οὐκ ἐσμὲν ἡμεῖς καταπονούμενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι; τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ Θεός· “ ἵνα τὰ ὄντα “ καταργήσῃ. ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ,” καὶ εἴπῃ, διὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι· ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ‘Ιησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστι Χριστός. ἵνα τὸ γεγραμμένον γένηται “ὁ καυχώμενος, ἐν Κυρίῳ “ καυχάσθω.’ εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὴ ἡ σοφία· δηλονότι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως· ἁγιασμοῦ τέ φημι καὶ δικαιοσύνης. Σευηριανοῦ. “ Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον “ αὐτοῦ· τουτέστιν, ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπι- m Jerera. xiv. 22. μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; γράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχὴ, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διατί δὲ “ ἐνώπιον “ αὐτοῦ,” καὶ οὐκ ἐνώπιον ἀνθρώπων ; ὅτι τῇ ἐπὶ τῷ Θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν Θεῷ, ἐπέγραφεν 1 ἀνθρώποις· διὰ τοῦτο τὸ “ ἐνώ- “ πίον αὐτοῦ” εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη· ὅτι δὲ τὸ “ ἐνώπιον αὐτοῦ” οὐκ ἐν τῇ παρουσίᾳ εἱρηκεν, αὐτὴ ἡ ὅλη ὑπόθεσις δείκνυσιν. δει γὰρ τοῖς επιλόγοις καυχωμένοις καὶ ἐπὶ τὸ βαπτίζειν καὶ ἐφ’ ἑτέροις τισὶν ποιεῖται τὸν λόγον. Φωτίου. Ἢ καὶ οὕτως βούλει μαθεῖν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστι, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον· ἀπ’ αὐτῆς καὶ μόνης τῆς κλήσεως ῥᾷόν ἐστι τοῦτο κατανοῆσαι. βλέπε γάρ μοι· οὐχὶ πολλοὶ σοφοὶ ἦσαν τὴν ἐν κόσμῳ σοφίαν ; οὐχὶ πολλοὶ δυνατοὶ ταύτην τὴν δύναμιν; οὐχὶ πολλοὶ εὐγενεῖς τὴν ἐπίκαιρον εὐγένειαν; τί οὖν· μὴ τούτους ἐποιήσατο ὁ Χριστὸς ἑαυτοῦ μαθητὰς, καὶ δι’ αὐτῶν ἐκλήθητε ὑμεῖς ; οὐδαμῶς· ἀλλὰ τοὐναντίον· ἀλλὰ τὰ μωροὶ κατὰ τὸν κόσμον καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο· ἀνθρώπους ἁλιεῖς, πένητας, ἀγραμμάτους· καὶ δι’ αὐτῶν ἐποιήσατο τὴν κλῆσιν ὑμῶν πάντων καὶ σοφῶν καὶ ἰδιωτῶν καὶ πενήτων καὶ πλουσίων, καὶ ἀσθενῶν καὶ ἰσχυρῶν· καὶ κατῄσχυνεν τοὺς εὐγενεῖς καὶ σοφοὺς καὶ ἰσχυρούς· ὅτι ὅπερ αὐτοὶ οὐκ ἃν οὐδὲ ἐπιχειρῆσαι ἐτόλμησαν κόσμον ὅλον μεταστῆσαι· τοῦτο τὰ ἀσθενῆ καὶ τὰ μωρὰ περιφανῶς n κατεπράξαντο· ἆρ᾿ οὐ κατῃσχύνθησαν οἱ δοκοῦντες εἶναι σοφοὶ καὶ δυνατοὶ ; ἆρ᾿ οὐχὶ ἐναργῶς ἀποδέδεικται, ὅτι τὸ μωρὸν καὶ ἀσθενὲς τοῦ Θεοῦ σοφώτερον καὶ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν ; “ ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. οὐκ οὖν οὐδὲ ἡμεῖς φησὶ καυχησώμεθα ; ’ναι φησιν, ὑμεῖς οἱ πιστοὶ καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ· ἀλλ’ ἐξ αὐτοῦ διὰ τῆς παλιγγενεσίας ἐγεννήθητε· καὶ σοφοὶ ἐστε. ἀλλ’ αὐτὸν ἔχοντες σοφίαν τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο· ἀλλὰ καὶ ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον 1 Vel ἐπεγράφη. m Quid hic reponendum sit non plane dispicio. n Cod. περιφαντὲς potius. F τοῦτο· ἀλλὰ καὶ δικαιώσαντα διὰ τῶν χαρισμάτων. ἡμεῖς διὰ ταῦτα ὀφείλομεν καυχᾶσθαι· καυχᾶσθαι δὲ οὐκ ὅτι κατορθώματι τινὶ ἡμετέρῳ τοῦτο ἠξιώθημεν, ἀλλ’ ἐν Κυρίῳ, ὅτι πάντα τῆς αὐτοῦ δωρεᾶς καὶ φιλανθρωπίας τῆς εἰς ἡμᾶς τὰ τοιαῦτα ὑπάρχει πλεονεκτήματα. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγεν- νήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γἑγραπται,Ὁ καυχώμενος, I ἐν Κυρίῳ καυχάσθω. κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων 2ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ- ρωμενον. Σευηριανοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε·” πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαι φασὶν εἰρῆσθαι νῦν· οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον· ὡς φησὶν ἀλλαχοῦ· “οἱ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ “θελήματος σαρκός· ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν·” οἱ τοίνυν ἐξ αὐτοῦ πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν ; τὸ δὲ ** ἐν “Χριστῷ Ἰησοῦ ὃς ἐγεννήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπο- “λύτρωσις” οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν· ἀλλ’ Ἰησοῦς σταυ- ρωθείζ́ οὐκ ἀνθρώπων σοφία ἔσωσεν, ἐπλανᾶτο γάρ· ἀλλ’ αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἄνθρωποι ἀπελυτρώσαντο· ὥστε τὸ καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων. Ὠριγένουσ. Δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστερα, τὸν Θεὸν ἔχοντες Πατέρα· τῆς εὐγενείας ταύτης οὐχ ὁ δεῖνα ἣ ὁ δεῖνα, ἀλλ’ ὁ Χριστὸς ὑμῖν ἐστιν αἴτιος, σοφοὺς ὑμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους. τοῦτο γάρ ἐστιν “ὃς ἐγενήθη ἡμῖν σοφία.” τὸ δαψιλὲς ἐνδεικνύμενος τῆς δωρεᾶς. ὡσανεὶ ἔλεγεν, ἑαυτὸν ἡμῖν ἔδωκεν· “κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ’ ὑπεροχὴν “λόγου ἢ σοφίας ἀπαγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ.” τι γὰρ εἰπέ μοι, εἰ καὶ ἐβούλου, κα ὑπεροχὴν ἐλθεῖν ἐδύνασο ; ἐγὼ μὲν εἰ ἐβουλόμην οὐκ ἂν ἠδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβούλετο ἠδύνατο· ἀλλ’ οὐκ ἐβουλήθη· ἵνα λαμπρότερον ποιήσῃ τὸ τρό- παῖον· διὸ καὶ ἀνωτέρω δεικνὺς ὅτι αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρύξαι τὸν λόγον, ἔλεγεν· “ οὐ γὰρ ἀπέστειλέν με “ Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι·” οὐκ ἐν σοφίᾳ καταγγέλλων ὑμῖν, φησὶν, τὸ μαρτύριον τοῦ Θεοῦ. οὐκ εἶπεν τὸ κήρυγμα· ἀλλὰ τὸ μαρτύριον· ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι· θάνατον γὰρ περιῄει κηρύττων· διὸ καὶ ἐπήγαγεν· “ οὐ γὰρ ἔκρινα “ εἰδέναι τί ἐν ὑμῖν· εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρω- “ μένον·” τοῦτο δὲ ἔλεγεν· ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος. ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διηλέχθαι μᾶλλον ἣ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. τὸ τοίνυν “ οὐδὲν “ ἔκρινα εἰδέναι,” πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἔξωθεν σοφίας· οὐ γὰρ ἦλθον λογισμοὺς πλέκων οὐδὲ σοφίσματα, ὥσπερ ἐκεῖνοι· οὐδὲ ἄλλο τι λέγων ὑμῖν, ἣ ὅτι Χριστὸς ἐσταυρώθη. Κυτίλλου. Μαρτύριον τοῦ Θεοῦ φησὶν τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ’ αὐτῷ λέγων· “ οὗτός ἐστιν ὁ Τιός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.” Θεοδωρίτου. “ Λόγον” τὴν εὐγλωττίαν καλεῖ· “ σοφίαν” δὲ τῶν λόγων τὴν τέχνην· καλῶς δὲ τὸ “ ἔκρινα” τέθεικεν, διδάσκων ὡς ἠδύνατο και τὸν πέρι τῆς θεολογίας αὐτοῖς λόγον προσενεγκεῖν· ἀλλ’ ὅμως μόνη· τὴν περὶ τῆς οἰκονομίας ἐποιήσατο διδασκαλίαν, ἐπὶ τῷ δεσποτικῷ σεμνυνόμενος πάθει. Φωτίου. Σοφία ἀπὸ Θεοῦ ἀντὶ τοῦ θεία σοφία· θεικὴ, οὐχ οἷα ἀνθρωπίνη. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. Σευηριανοῦ. Ἐφοβούμην ἀεὶ μὴ τῇ ἔξωθεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ· “ ἐν ἀσθενείᾳ” δὲ λέγει, τῇ ἀπὸ τῶν διωγμῶν· τοῦτο γὰρ πανταχοῦ ἔθος αὐτῷ λέγειν· “ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ·” τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην ἐπεδεικνύμην, τὸν φόβον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν· πάντα ἤμην ταπεινός· ἵνα ὑμεῖς τοῦτο διδαχθῆτε καὶ μὴ ἐπαίρεσθε. Ὠριγένουσ. Τί λέγεις ; καὶ Παῦλος ἐφοβεῖτο καὶ σφόδρα ἐδεδοίκει ; εἰ γὰρ καὶ Παῦλος ἦν· ἀλλ’ ἄνθρωπος ἢν· τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου· ἀλλ’ ἀσθενεία μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως· ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων. Θεοδωρίτου. Αἰκιζόμενος, στρεβλούμενος καὶ καθειργνύμενος διετέλεσα. Κυτίλλου. Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει· ἐδείδιεν σφόδρα, φησί· μὴ γὰρ πῶς ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρισκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· τοῖς γὰρ νηπίοις τὴν φρένα, τρυφερός τε καὶ εὐαφὴς πρέποι ἃν εἰς εἴδησιν λόγος· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἐξ ὧν ο τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τὲ καὶ κακοῦ. γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ· καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος. οὔτε μὴν “ἐν πειθοῖς σοφίας ἀνθρωπίνης· ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ “δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν “ δυνάμει Θεοῦ.” τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ Ἀπόστολοι καὶ θεοσημείας ἀπόδειξιν ἐναργῆ, τὸ χρῆμα ποιούμενοι, τὸ χρῆμα πιστεύειν, ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος, καὶ δι’ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὡς ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι καὶ κατορθοῦν εὐκόλως τὰς τερατουργίας· τὰ μὲν γὰρ Ἑλλήνων μυθάρια δέοιντ’ ἂν εἰκότως τοῦ συνασπίζοντος λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος. ἀποχρή γε μὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος. Σευηριανοῦ. Ἐπειδὴ εἶπεν “ ὁ λόγος μου,” ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ παριστᾶν, τοῦτ’ ἐστι τὴν εὐγλωττίαν· λέγει καὶ “ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας ·” ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας Πνεύματος καὶ δυνάμεως. Επειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ Πνεῦμα τὸ Ἅγιον· εἶπεν “ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμενως·” τὸ γὰρ λεγόμενον, οὔπω ἀπόδειξις· τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει. ο Fors. ἕξιν. Φωτίου. “ Καὶ ἐγὼ. ἐν ἀσθενείᾳ·” μονονουχὶ λέγων· τί προσενείματε ἑαυτοὺς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς· μὴ τί ταῦτα συμβάλλεται πρὸς τὸ κήρυγμα ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις ; ἐνθυμήθητε, πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ ; ἀλλ’ οὐκ ἔχοιτ’ ἃν τοῦτο εἰπεῖν· ἀλλ’ ἐν δυναστείᾳ ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν γέμων· οὕτως ἐκήρυσσον ἐν ὑμῖν· τι οὖν ὑμεῖς τούτων λήθην λαβόντες, σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε ; καὶ τούτους ὑμῖν διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε; Ἵνα ἡ πίστις ὑμῶν μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων. Σευηριανοῦ. Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττεν τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ· δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ Θεοῦ τὴν ἰσχὺν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἒπήγαγεν, “ ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου, ἀλλ’ ἐν δυνάμει Θεοῦ.” Θεοδωρίτου. τούτου χάριν φησὶν οὐκ εἴασεν ἡμᾶς εὐγλωττίᾳ χρήσασθαι ὁ δεσπότης· ἵνα ἡ πίστις ὑμῶν ἀνύποπτος φαίνηται· οὐ δεινότητι λόγων ὑπαχθεῖσα, ἀλλὰ τῇ δυνάμει ποδηγηθεῖσα τοῦ Πνεύματος. Ὠριγένουσ. Ἴνα μὴ εἴποι τίς ἄρ οὑν ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν Πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν ; ἀλλὰ τοῦτό ἐστι τὸ μυστήριον τῆς θεοσεβείας, πιστεύσαι μόνον καὶ οὐκ ἐπαγγελίας σοφίας ἐν αὐτῷ. ἐπιφέρει καὶ λέγει· “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ “ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταρ- “ γουμένων·” ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινας εἰς τὴν πίστιν· ἄλλο τὴν σοφίαν τοῦ Θεοῦ ἀποκαλύπτειν· ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ Θεοῦ, οὐ τοῖς εἰσαγομένοις, οὐδὲ τοῖς ἀρχομένοις· οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ’ ὅτ’ ἃν γυμνασάμενος ὃν δεῖ τρόπον τὰ αἰσθητήρια, πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται, καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν· τότε “ λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δέ’ λέγω “ οὐ “ τοῦ αἰῶνος τούτου.” οὐδὲ παραπλησίαν τῆς m σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δεδήλωκεν ὅτι τὰ φερόμενα παρὰ τοῖς ἄλλοις μαθήματα, οὐκ ἔστιν ἀνθρώπων κατὰ τὴν ἀρχήν· ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων· καὶ εἴποιμι δ᾿ ἃν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου· τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις· οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἣ διά τινος τοιαύτης τέχνης. Ἰωάννου. Προτέραν ἐλέγξας τὴν νομιζομένην σοφίαν διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσεν μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν· μετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν· διὸ φησὶ “ σοφίαν δὲ “ λαλοῦμεν ἐν τοῖς τελείοις·” ὅτ’ ἂν γὰρ ἐγὼ ὁ νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύττειν τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς σοφίας περιεγενόμην· ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτως μείζονος, ὡς ἐκείνην μωρὰν φαίνεσθαι· “ οὐδὲ τῶν “ ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·” ἄρχοντας αἰῶνος ἐνταῦθα, οὐ δαίμονας τινὰς λέγει, καθὼς τινὲς ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώμασι, τοὺς ἐν δυναστείαις· τοῦτο πρᾶγμα περιμάχητον νομίζοντας εἰναι, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις εγίνοντο· τοῦ δὲ αἰῶνος ἐκάλεσεν ἄρχοντας· ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐδὲ πρόσεισιν αὐτῶν ἡ ἀρχή. διὸ καὶ ἐπήγαγε “ τῶν κααργουμένων·” οἴκοθέν τε αὐτὴν διαβάλλων καὶ ἀπὸ τῶν χρωμένων δείξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθενὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος. ‘Αλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἢν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου m In marg. τῆς 2 a manu. ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἃν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ὠριγένουσ. “ Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ,” ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, τοῖς ἐνεργοῦσι τὴν σοφίαν τῶν σοφῶν τοῦ κόσμου τούτου. οὕτω δὲ οὐκ ἔγνωσαν. ἐπεβούλευσαν τῷ Σωτήρι’ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, καὶ ἐσταύρωσαν αὐτόν· “ εἰ γὰρ ἔγνωσαν, οὐκ ἃν τὸν κύριον τῆς δόξης “ ἐσταύρωσαν·” οὐκ οὖν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν· ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν· κατὰ τὸ γεγραμμένον· “ ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολάς.” Κυτίλλου. Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος. τεθριάμβευκε γὰρ ὁ Χριστὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, “ προσήλωσας τῷ ξύλῳ τὸ καθ’ ἡμῶν χειρόγραφον· ἀπεσόβησεν τῆς κἀς ἡμῶν τυραννίδος τὸν Σατανᾶν· κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀνοίξας τοῖς κάτω πνεύμασι τὰς ᾄδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσιν ἐστὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ; οὐκ ἃν οὖν ἐσταύρωσαν, εἶπεν, εἰ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον· ὅτι γὰρ διαβολικῆς ἀγιότητος n ἔργον ἦν τὸ διὰ τῆς Ἰουδαίων ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θεσπέσιος Ἰωάννης, εἰπὼν περὶ τοῦ Ἰούδα· “ μετὰ γὰρ “ τὸ ψωμίον,” φησὶν, “ εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς·” ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν ‘Ιησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, πῶς ἔπραξεν ο αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων· “ εἰ υἱὸς εἰ τοῦ Θεοῦ, εἰπὲ “ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται ” γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτήρι’ σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου· ἵνα καὶ πάθοι λαθὼν, καὶ τῷ ἰδίῳ αἵματι κατακτήσεται τὴν ὐπ’ οὐράνου ἑαυτῷ τε καὶ τῳ ἰδίῳ πνευματι p. Ἰωάννου. Μυστήριον αὐτὴν λαλεῖ. ἐπειδὴ οὔτε Ἄγγελος οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις αὐτοκτίστη δύναμις ᾔδει πρὶν ἣ γενέσθαι· διὸ φησὶν, “ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς “ ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος “ σοφία τοῦ Θεοῦ.” τοῦτο δὲ ἐποίησεν ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε n Leg. cred. ἀγνοίας. ο Leg. ἐπείραξεν. p ποιμνίῳ cred. leg. μεθ’ ἡμῶν αὐτοὺς ἀκοῦσαι τῶν μυστηρίων· καὶ γὰρ ἡμεῖς οὓς ἃν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναι φαμὲν τῆς φιλίας, τῷ μηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόρρητα· ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες, καὶ τοὺς μαργαρίτας καὶ τὰ ἅγια τοῖς κυσὶ καὶ τοῖς χοίροις ῥιπτοῦντες, καὶ λογισμοῖς κεχρημένοι περιττοῖς· τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται· ἀλλ’ ἇπέρ ἐστι, τοῦτο μόνον καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τί προσθῇς. καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι οὐκ ἅπερ ὁρῶμεν βλέπομεν, ἀλλ’ ἕτερα ὁρῶμεν καὶ ἕτερα πιστεύομεν· τοιαύτη γὰρ ἡ τῶν μυστηρίων ἡμῶν φύσις· ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ ταῦτα διακείμεθα· οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς διανοίας, τὴν διὰ τοῦ Πνεύματος ἔχων ἐμπειρίαν· καὶ πάντες δὲ οἱ πιστοί. τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· “ ὅτι καὶ νῦν τὸ “ κηρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυμένοις,” φησίν, “ ἐστι κεκαλυμμένον·” “ ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τού- “ του ἔγνωκεν. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης “ ἐσταύρωσαν·” οὐκοῦν οὐδὲ ἐγκλημάτων εἰσὶν ἄξιοι, εἴγε μὴ ἔγνωσαν καὶ ἐσταύρωσαν· καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, “ κάμε οἴδατε καὶ οἴδατε πόθεν εἰμί; περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ γραφὴ, ὅτι οὐκ εἰ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδη, εἰδέναι· τούτους ἃν εἴποι τις ἄρχοντας τοῦ αἰῶνος τούτου. εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἃν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ καὶ ἐκείνοις φησὶν “ οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου πῶς οὑν ἀνωτέρω φησὶ καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμι ; ἀλλὰ τίς ὁ τρόπος τῆς γνώσεως ταύτης, καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται. τί οὖν ; ἀφέθη αὐτοῖς τὸ ἐπὶ τῷ σταυρῷ ἁμάρτημα ; καὶ γὰρ εἶπεν “ἄφες “αὐτοῖς·” εἰ μετενόησαν, ἀφέθη. καὶ γὰρ ὁ μυρίαις χερσὶ βαλὼν τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. οὕτως οὖν κἀκείνοις ἀφέθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ Παῦλος βοῶν ἔλεγεν, “ λέγω οὖν· μὴ “ ἔπταισαν ἵνα πέσωσι ; μὴ γένοιτο· λέγω οὑν· μὴ ἀπώσατο ὁ “ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω ; μὴ γένοιτο·” εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ μετάνοια. τεκμήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγεν λέγων· “ καὶ γὰρ ἐγὼ Ἰσραελίτης εἰμί.” τὸ δὲ “ οὐκ ἔγνωσαν” ἐμοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆσθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγματος τῆς οἰκονομίας· οἱόν, τι ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεσαν· καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἰπεν, ὅτι ἐμὲ οὐκ οἴδασιν ἀλλ’ οὐκ οἴδασι τι ποιοῦσι τοῦτ’ ἐστι τὴν οἰκονομίαν τὴν τελουμένην, καὶ τὸ μυστήριον ἀγνοοῦσιν· οὐ γὰρ ᾔδεσαν ὅτι οὕτω εἶχε λάμψαι ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία, καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλάγή· καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ πείσονται τὰ ἔσχατα· σοφίαν δὲ καὶ τὸν Χριστὸν λαλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγμα· εὐκαίρως δὲ “ κύριον δόξης” ἐκάλεσεν. ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίαν εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη δόξα ὁ σταυρός· ἀλλὰ μεγάλης ἔδει σοφίας, οὐ μόνον πρὸς τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ πρὸς τὸ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην. Εοδωριτου. Εἰ ἔγνωσαν ὡς τὸ σωτήριον πάθος αὐτοὺς εἰς τὴν οἰκουμένην διασκεδάσει, τῆς δὲ σωτηρίας μεταδώσει τοῖς ἔθνεσιν, οὐκ ἂν τὸ πάθος ἐτόλμησαν· διὰ τοῦτο συγγνώμης αὐτοὺς ὁ δεσπότης ἠξίωσεν· μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὰς παντοδαπὰς τῶν Ἀποστόλων θαυματουργίας ἐπιμείναντας τῇ ἀπιστίᾳ, τῇ πολιορκίᾳ παρέδωκεν. Οίκουμενίου. Εἰ μὲν τὸ τῶν ἀρχόντων τοῦ αἰῶνος δέξῃ ὡς πρὸς τὸν Ἡρώδην καὶ τὸν Πιλάτον, ἁπλουστέρως νοήσεις τὸ ἑπόμενον. εἰ γὰρ, φησὶν, ἔγνωσαν, οὐκ ἃν τὸν Κύριον ἐσταύρωσαν· οὐδὲ γὰρ τοσοῦτον ἐμεμήνεσαν, φθόνου μὴ ὑποκειμένου· εἰ δὲ πρὸς τοὺς ἀρχιερέας καὶ γραμματέας ἐκλάβοις, ὣ ᾔδεσαν ὄντα αὐτὸν τὸν Χριστόν· (καὶ δῆλον ἐξ ὧν ἔλεγον οἱ γεωργοὶ τοῦ ἀμπελῶνος, “ οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, “ καὶ ὁ ἀμπελὼν ἡμῶν ἔσται,” ἀλλὰ τῷ φθόνῳ ἀπετυφλώθησαν.) οὕτως νοήσεις τὸ κάτω. ὅτι εἰ ἔγνωσαν, φησὶν, ὅτι τοσαύτη ἔσται τοῖς ἔθνεσι σωτηρία ἐκ τοῦ σταυροῦ, οὐδὲ ἃν ἦλθον εἰς τὸ σταυρῶσαι· ἐκτήκεσθαι μᾶλλον ἐκ τοῦ φθόνου αἱρούμενοι, ἣ ἵνα σωθῇ τὰ ἔθνη, καὶ ἐκβάλῃ αὐτοὺς, καὶ ἀντικαταστήσῃ εἰς τὸν τόπον ἀυτῶν. Ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Θεοδωρίτου. Ἐπειδὴ τῆς τῶν Ἰουδαίων ἐμνήσθη· καὶ τὸ οἰκονομίας μυστήριον ἀποκεκρύφθαι εἴρηκεν, ἀναγκαίως προστέθηκεν, ὡς ἃ μηδεὶς μήτε εἶδεν μήτε ἤκουσεν πώποτε, μήτε ὁ ἀπληστότατος ἐνενόησε νοῦς, ταῦτα ὁ τῶν ὅλων Θεὸς τοῖς περὶ αὐτὸν θερμῶς διακειμένοις ηὐτρέπισεν. περὶ μέντοι τῆς μαρτυρίας, ἀμφιβάλλειν οὐ δεῖ· ἀρκεῖ γὰρ ἡ μακαρία γλῶττα φήσασα, “καθὼς γέγραπται·” διδάσκει δὲ ἡμᾶς καὶ τῶν Παραλειπομένων ἡ βίβλος· ὡς καὶ ἄλλαι πολλαὶ συνεγράφησαν προφητεῖαι. Ὡριγενουσ. Λέγεται μὲν γεγράφθαι, καὶ ὅτ’ ἃν μὴ διὰ γραμμάτων, ἁλλὰ δι’ αὐτῶν τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν. ἣ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ’ αὐτῶν δὲ τῶν ῥημάτων, ὡς ἐνταῦθα· τὸ γὰρ “ οἷς οὐκ ἀνηγγέλη περὶ “ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασι συνήκουσι·” ταὐτόν ἐστιν “ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν·” ἣ τοῦτο τοίνυν φησὶν, ἣ εἰκὸς καὶ γεγράφθαι ἐν βιβλίοις, καὶ ἠφανῆσθαι τὰ βιβλία· καὶ γὰρ πολλὰ διεφθάρη, καὶ ὀλίγα διεσώθη βιβλία, καὶ ἐπὶ τῆς προτέρας αἰσίας· ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι· ἐξ ὧν πολλὰ τῶν ἀσαφῶς εἰρημένων ἐστὶν εὑρεῖν· τί οὖν ; οὐκ εἶδεν ὀφθαλμὸς ἃ ἡτοίμασεν ὁ Θεός ; οὐχί· τίς γὰρ ἀνθρώπων εἶδεν τὰ οἰκονομεῖσθαι μέλλοντα ; ἄρα οὖν “ οὐδὲ οὖς ἤκουσεν· οὐδὲ ἐπὶ καρδίαν “ ἀνθρώπου ἀνέβη·” οὐ γὰρ περὶ αὐτοῦ μόνον φησίν· ἀλλὰ καὶ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως· τι οὖν οἱ προφῆται, οὐκ ἤκουσαν ; ἤκουσαν μὲν, ἀλλ’ οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν· ἀλλ’ ὡς προφῆται· διὸ φησὶ “προσέθηκέν μοι ὤτιον τοῦ ἀκούειν,” τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων· καθάπερ καὶ αὐτὸς φησὶ “ νοῦν Χριστοῦ “ ἔχομεν ὃ δὲ λέγει, τοῦτο ἐστιν πρὶν ἣ Πνεύματος ἀπολαῦσαι καὶ μαθεῖν τὰ ἀπόρρητα· οὐδὲ ἡμῶν τις οὐδὲ τῶν προφητῶν αὐτὸς ἐνενόησεν· πῶς γάρ ; ὅπου γε οὐδὲ οἱ Ἄγγελοι αὐτοῦ ᾔδεσαν· τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάμεις ; ποῖα δὴ ταῦτα ; ὅτι διὰ τῆς δοκούσης εἶναι ταύτης μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται· καὶ καταλλαγὴ τῷ Θεῷ πρὸς τοὺς ἀνθρώπους ἔσται· τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά· πῶς οὖν ἔγνω μὲν ; “ ἡμῖν δέ’ φησὶν, “ ὁ “ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ,” οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ καθάπερ τὶς θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφέθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια. Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα ἐρευνᾷ πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ; οὕτως καὶ τὰ τοῦ Θεοῦ, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὠριγένουσ. ἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν Θεὸν καὶ φοβουμένων τὸν Θεόν· καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας· ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μείζονα ἡτοίμασε τοῖς ἀγαπῶσιν, παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις· “ τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ “ καὶ τὰ βάθη τοῦ Θεοῦ·” ἔστι Πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· Ρ ἀλλ’ ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν Πνεῦμα· ἵν ἐκείνου γενομένου ἐν ἡμῖν, καὶ ἐνευρῶντος πάντα καὶ τὰ βάθη τοῦ Θεοῦ· ἀνακραθέντος τε ἡμῖν, καὶ ἡμεῖς ἐκείνῳ συνερευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἰωάννου. Οὐκ ἀγνοίας, ἀλλ’ ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾶν δεικτικόν· ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· “ ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ “ πνεύματος·” εἰ τοίνυν ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ὡσαύτως· εἰ δὲ γνώσεως ἐκεῖνο, καὶ τοῦτο ὁμοίως· καὶ ἡ μὲν γνῶσις τὴν ἰσότητα δείκνυσι· τὴν ἀνισότητα δὲ ἡ ἄγνοια· εὑρεθήσεται γὰρ ὁ μὲν Θεὸς τῶν ἀνθρώπων ἀγνοῶν τὰς καρδίας· τὸ δὲ Πνεῦμα τὰ τοῦ Θεοῦ βάθη· πάλιν εἰ τὸ ἐρευνᾶν ἀγνοίας σημαντικὸν, πάντα δὲ ἐρευνᾷ· πάντα δὲ ὡς ἔοικεν ἀγνοεῖ. P In marg. ἡ ψυχὴ τοῦ ἀνθρώπου, οὐ δύναται πάντα ἐρευνᾶν. τούτου καὶ Θεοδωρίτου. Σευηριανοῦ. τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας. Κυτίλλου. “ βάθη τοῦ Θεοῦ,” τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις· ἣν εἰδὸς τὸ Πνεῦμα, ταῖς τῶν ἁγίων ἀποκαλύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. Σευηριανοῦ. Διὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀλλ’ ὡς ἐπιστάμενον· ἐπειδὴ δὲ οἱ μὲν Πνεῦμα, νῦν τὸν Πατέρα εἰρῆσθαι φασίν· οἱ δὲ τὸν Υἱὸν, ῥητέον πρὸς ἑκάτερα τὸν μὲν οὖν Πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γὰρ, “ ἡμεῖς δὲ οὐ τὸ πνεῦμα “ τοῦ κόσμου ἐλάβομεν· ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.” οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ Θεοῦ εἴρητο· ἐκ τίνος ὁ Θεός ; τὸν δὲ Υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ· εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος, οὐχ οἷόν τε· τίς γὰρ ἃν εἴποι τὸν Θεὸν Λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ Θεοῦ· εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν Υἱόν· πῶς ἀπὸ τῶν ἐξῆς συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ· χωρὶς δὲ τούτου, δι’ ὅλου τοῦ χωρίου τὸ Πνεῦμα τὸ Ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν Πνεῦμα τὸ Ἅγιον ἐκ Θεοῦ φησὶν εἶναι· τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου, ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ Παράκλητος οὐκ ἐστὶν μέρος τοῦ Θεοῦ· ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος, κατὰ τὸ γεγενῆσθαι· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Θεοδωρίτου. Ἔδειξεν οὐδὲ μέρος ὃν τῆς κτίσεως τὸ Πανάγιον Πνεῦμα· ἀλλ’ ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχει· τοῦτο γὰρ λέγει· “ ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν·” ἀντὶ τοῦ οὐ κτιστὸν ἐλάβομεν πνεῦμα· οὐδὲ δι’ ἀγγέλου τὴν τῶν θείων ἀποκάλυψιν ἐδεξάμεθα· ἀλλ’ αὐτὸ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἐδίδαξεν ἡμᾶς τὰ κεκρυμμένα μυστήρια. Θεοδωρου. Κόσμον γὰρ τὴν σύμπασαν ὀνομάζει κτίσιν· καθὼς ἑτέρωθι φησὶν, “ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέ- “ λοις καὶ ἀνθρώποις.” Οἰκουμενίου. Πνεῦμα κόσμου λαλεῖ, ὡς οἶμαι, τὴν σοφίαν καὶ παίδευσιν· ὅπερ φησὶν, οὐκ ἐλάβομεν, κατήργει γὰρ τὸν σταυρόν· ὡς ἄνω φησὶν, “ οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ “ κενωθῇ ὁ σταυρός·” ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ φησὶν ἐλάβομεν· ἵνα, φησὶν, εἰδῶμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ Θεοῦ τοῦτ’ ἔστι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ Χριστοῦ. Θεοδωρου. Διὰ τοῦτο οὐ δεόμεθα τῆς ἀνθρωπίνης σοφίας· ἀρκεῖ γὰρ ἡμῖν ἡ διδασκαλία τοῦ Πνεύματος· “ πνευματικοῖς “ πνευματικὰ συγκρίνοντες·” ἀντὶ τοῦ διὰ τῶν τοῦ Πνεύματος θαυμάτων q. τὴν τοῦ Πνεύματος διδασκαλίαν πιστούμεθα· τὸ “ συγκρίνοντες” οὐκ ἀντὶ τοῦ παρεξετάζοντες λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀποδεικνύντες, συγκρίνειν τὸ ἀποδεικνύναι εἰρηκὼς ἐπὶ τοῦ παρόντος, ἐκ μεταφορᾶς τῶν τῇ συγκρίσει μείζονα τοῦ δοκιμωτέρου τὴν ἀπόδειξιν ποιουμένων. Θεοδωρίτου. Ἔχομεν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης μαρτυρίαν· καὶ δι’ ἐκείνης τὴν καινὴν βεβαιοῦμεν· πνευματικὴ γὰρ κἀκείνη· καὶ γὰρ δεῖξαι βουλόμενος τῶν ἡμετέρων μυστηρίων τοὺς τύπους, τὸν ἀμνὸν εἰς μέσον φέρομεν, καὶ τὸ αἷμα τὸ ταῖς φλειαῖς ἐπιχρειόμενον· καὶ τὴν τῆς θαλάττης διάβασιν· καὶ τῆς πέτρας τὰ νάματα· καὶ τοῦ μάννα τὴν χορηγίαν· καὶ μυρία τοιαῦτα· καὶ διὰ τῶν τύπων δείκνυμεν τὴν ἀλήθειαν. Σευηριανοῦ. Οὐχ ἵνα δείξῃ ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν· οὕτως καὶ ἐν τῷ Θεῷ τὸ Πνεῦμα κρεῖττον αὐτοῦ· αὐτίκα εἰπὼν, “ τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ “ τὸ πνεῦμα τὸ ἐν αὐτῷ ;“ἀλλὰ τι τὸ ἐκ τοῦ Θεοῦ· τὸ μὲν γὰρ “ ἐν αὐτῷ μέρος” συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου· τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν· παρατηρητέον δὲ ὅτι ὁ μὲν Θεὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον δύο πρόσωπα· ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὐ δύο πρόσωπα, ἀλλ’ εἷς ἄνθρωπος. δείκνυς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν Πνεύματος καὶ πνεύματος ταὐτότητα· q Cod. θανάτων. τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλεν τῇ γνώσει πνεύματος καὶ πνεύματος· ἵνα δειχθῇ ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ’ ἐστὶ τῇ ψυχῇ, καὶ τῷ νῷ, οὐκ ἐστὶ διαφωνία ἑνώσεως, ἀλλ’ οἴδαμεν ὃ οἴδαμεν. οὕτως καὶ ἐν πνεύματι καὶ Ἀγιῷ Πνεύματι οὐκ ἐστὶ διαφωνία γνώσεως, ἀλλὰ ταὐτότης· ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, Πνεύματος δεδωκότος· τοῦ νοῦ κατειληφότος, ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησὶν οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτὰ, οὐ λόγοις καλλωπίζοντες· ἀλλὰ “ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες·” Πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες, “ πνευματικὰ πνευματικοῖς συγκρίνοντες.” ὅτ’ ἃν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις, τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες, πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστι· καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. Σευηριανοῦ. “ Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ “ Πνεύματος·” ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογιοσοῖς· “ μωρία γὰρ αὐτῷ ἐστι·” τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως· ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ Θεοῦ ἀποκάλυψις. Ὠριγένουσ. Κατανοήσωμεν τὰ ὑπὸ τοῦ Θεοῦ ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴδαμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· καὶ γὰρ “ οὐδεὶς οἶδεν τὰ τοῦ Θεοῦ· εἰ μὴ “ τὸ Πνεῦμα τοῦ Θεοῦ·” “ ἃ καὶ λαλοῦμεν,” φησὶν, “ οὐκ ἐν “ διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις· ἀλλ’ ἐν διδακτοῖς Πνεύ- “ ματος” καὶ τὰ ἑξῆς· αἱ σοφίαι πᾶσαι τοῦ κόσμου τούτου, λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ’ ἕκαστον τῶν λογικῶν τέχνων· τὰ δὲ διδακτὰ τοῦ Πνεύματος οὐ διδάσκει· καὶ οὐκ ἃν λέγοις ὅτι ὁ διδάσκαλος ὑπὸ τοῦ πνεύματος περὶ ὧν λέγει διδαχθεὶς ἐδίδαξεν· τὸ γὰρ πνεῦμα ἐν αὐτῷ τυγχάνον, ζητοῦντι καὶ ἐνευρῶντι τὴν ἀλήθειαν ἐλλάμπει· καὶ οὕτως ἀεὶ τῇ ἀνακαινώσει τοῦ νοὸς εὑρίσκει, ἃ μεμάθηκεν παρὰ τῶν ἀνθρώπων. Διὰ τοῦτο ὁ Σωτῆρ’ φησὶ, “ μὴ ζητήσῃς διδάσκαλον ἐπὶ τῆς “ γῆς· εἷς γὰρ ἐστὶν ὑμῶν ὁ διδάσκαλος ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρα- “ νοῖς· ἣ εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς ὁ Χριστός.” ὀλίγα τινὰ ὑποβάλλει ἄνθρωπος, φέρε εἰπεῖν, Παῦλος διδάσκων Τιμόθεον· καὶ λαβὼν ἀφορμὰς ὁ Τιμόθεος, ἔρχεται καὶ αὐτὸς ἐπὶ τὴν πηγὴν, ὅπου ἐλήλυθεν ὁ Παῦλος, καὶ ἀρύεται καὶ γίνεται Τιμόθες θεὸς ἴσος Παύλου. πῶς δὲ διδάσκεταί τις ἀπὸ τοῦ Πνεύματος, κατανοητέον ἀπὸ τῶν ἀποστολικῶν λόγων· “ πνευματικοῖς γὰρ “ πνευματικὰ συγκρίνοντες” τῷ συνεξετάζειν τήνδε τὴν λέξιν τῇδε τῇ λέξει, καὶ τὰ ὅμοια συνάγειν, ἀνακαλύπτεται ὡσπερεὶ ὁ νοῦς τῆς γραφῆς· οὕτω γὰρ συνίημι τὰ τοῦ Θεοῦ, καὶ γίνομαι διδακτὸς Πνεύματος· οὐ μόνον τὰ τοῦ Πνεύματος μεμαθηκέναι τοῦ κινήσαντος τὸν Ἡσαΐαν· ἀλλὰ καὶ τῷ τὸ αὐτὸ Πνεῦμα ἐσχηκέναι, ὅπερ ἔκλεισεν καὶ ἐσφράγισεν τοὺς Ἡσαΐου λόγους· εἰ μὴ γὰρ τὸ Πνεῦμα ἀνοίξῃ τοὺς λόγους τῶν προφητῶν, οὐ δύναται ἀνοιχθῆναι τὰ κεκλεισμένα Ἐπεὶ δὲ ταῦτα εἶπεν, ἀναγκαίως ἐπιφέρει, ὅτι εἰσι τινες ἄνθρωποι μὴ παραδεχόμενοι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· οὐ διὰ τὴν φύσιν, ὡς οἴονται οἱ ἑτερόδοξοι· ἀλλὰ διὰ τὸ μὴ παρασκευακέναι ἑαυτούς· “ ψυχικὸς γὰρ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ Πνεύ- “ ματος·” ψυχικὸς γὰρ ἦν· ὅτε ἔκλινεν εἰς θεοσέβειαν, καὶ παρεδὲξατο τὸ Πνεῦμα, γέγονε πνευματικός· “ καὶ οὐ δύναται γνῶναι “ ὁ ψυχικὸς, ὅτι πνευματικῶς ἀνακρίνεται” οὐκ οἶδεν· διὰ τοῦτο ἀκούει “ ὅτι ἀνακρίνεται πνευματικῶς.” καὶ δοκιμαζομένη γε ἡ δύναμις ἐλέρκει τοὺς ἄφρονας· οἷον ἐὰν λέγω ἀπὸ τοῦ Πνεύματος διδαχθεὶς, καὶ δυνάμει λέγω· καὶ ὁ ἀκροατὴς δοκιμάζων τὴν δύναμιν δοκεῖ καὶ μὴ συγκατάθηται· δοκιμαζομένη ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας· καὶ ἔστιν οὐχ ὡς ἐκεῖνος ἀποδοκιμάσας τὸ λεγόμενον· ὅσον τὸ λεγόμενον ἀπεδοκίμασεν ἐκεῖνον· “ εἰς “ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ δὲ κατοικήσει ἐν “ σώματι καταχρέω ἁμαρτίας.” “ Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα αὐτὸς δὲ vn οὐδενὸς “ ἀνακρίνεται·” ὁ μηκέτι κατὰ σάρκα περιπατῶν ἀλλὰ κατὰ Πνεῦμα, καὶ ἀεὶ τῇ ἐπιμελείᾳ αὔξων αὐτὸ καὶ ἀναζωπυρῶν τὸ χάρισμα τοῦ Θεοῦ, ἐπὶ πλεῖον ἑαυτῷ κατασκευάζει τὸ γενέσθαι πνευματικός· γενόμενος δὲ, ἱκανός ἐστιν ἀνακρίνειν τὰ πάντα, τὰ Ελλήνων, τὰ βαρβάρων, τὰ σοφῶν, τὰ ἀνοήτων· αὐτὸν δὲ οὐδεὶς δύναται ἀνακρῖναι, διὰ τὸ μέγεθος τῆς διανοίας αὐτοῦ καὶ διαλογισμῶν αὐτοῦ· εἰ δὲ θέλεις ἐπιγινώσκειν τὸν πνευματικὸν, “ ἀπὸ “ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς·” τίνες δὲ οἱ καρποὶ τοῦ Πνεύματος ἀφ’ ὧν δεῖ νοεῖν τίς ὁ πνευματικός ; ἄκουε τοῦ Ἀποστόλου λέγοντος· “ ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, “ χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, “ πραότης, ἐγκράτεια.” ὅπου ταῦτα, ἐκεῖ τὸ Πνεῦμα· ἐκεῖνος πνευματικός· ὅπου δὲ τούτων τί λείπει, οὔπω πνευματικός ἐστιν ἐκεῖνος. Σευηριανοῦ. τοῦ γὰρ Ἁγίου Πνεύματος χάρις δύναμιν ἤλεγκεν τὸν τεχνικόν· οὐ τεχνικῶς, ἀλλ’ ἰσχύϊ τῶν θαυμάτων Θεοδωρίτου. Ὁ τῆς τοῦ Πνεύματος χάριτος ἠξιωμένος, μὲν ἱκανὸς ἑτέρους διδάξαι· τῆς δὲ ἑτέρων διδασκαλίας οὐκ ἐνδεής. Ὠριγένουσ. Πνευματικοῖς πνευματικὰ συγκρίνομεν· ὅτ’ ἄπορόν τι πνευματικὸν ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς ἀπορίας ἄγομεν· οἷον, ὅτι ἀνέστη Χριστός· ὅτι ἀπὸ παρθένου ἐγεννήθη· παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγήν· τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σαρρὰς, τῆς Ρεβέκκας καὶ τῶν λοιπῶν· τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων· τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο ὡς ἐν σκιᾷ τοῖς προτέροις· “ ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα” καὶ τὰ ἑξῆς· ὁ γὰρ βλέπων πάντα μὲν αὐτὸς καθορᾷ τὰ τοῦ μὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς· οὕτω καὶ νῦν τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν· τὰ δὲ ἡμῶν λοιπὸν ἐκεῖνοι οὐκ ἔτι· καὶ γὰρ ἴσμεν, τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις· τίς δὲ ἡ τῶν μελλόντων ἀξία· καὶ τί ποτε ὁ κόσμος μετὰ ταῦτα γενήσεται· καὶ τί μὲν οἱ ἁμαρτωλοὶ πείσονται· τίνος δὲ ἀπολαύσουσιν οἱ δίκαιοι· ἐλέγχομεν δὲ καὶ τῶν μὴ πνευματικῶν τὴν εὐτέλειαν· τὸ γὰρ ἀνακρίνειν καὶ ἐλέγχειν ἐστίν· καὶ τι πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ· τῶν οὐδὲν οἶδεν ὁ ψυχικός· διὸ καὶ σαφῆ τῶν εἰρημένων ἀπόδειξιν ἐπάγων λέγει τὸ ἑξῆς. Κυτίλλου. Ψυχικός ἐστιν, ὁ κατὰ σάρκα ζῶν καὶ μήπω νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος· ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων· ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. Φωρίου. Ὁ ψυχικὸς χρείαν ἔχει ἀνακρίσεως καὶ καὶ μαθήσεως πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ Πνεύματος· ἀλλὰ πρὸς ταύτην ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ πνεύματος νόμοις περιάπτει, καὶ ἡγεῖται αὐτὰ μωρίαν· δέον ἑαυτῷ μέμφεσθαι, ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι· ὁ δὲ πνευματικὸς, οὐ δεῖται ἀνακρίσεως· ἀλλὰ αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ Πνεύματος· διὸ ὑπ’ οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πίστων, ὅτι οὐ διαφορεῖ ἢ διαστασιάζει πρὸς αὐτούς· ὑπὸ δὲ τῶν ἀπίστων, ὅτι πολλῷ κρεῖττόν ἐστι τῆς ἐκείνων ἀνακρίσεως· καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης· ἀλλὰ καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις, μέγιστον ἐμπόδιον αὐτὴ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέξασθαι τὰ τοῦ Πνεύματος· διὸ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ· ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας, τῆς φερούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν. αὗται γὰρ αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς αὐτὸν, παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν· διὸ οἱ ταύταις ἑαυτοὺς καταρτίσαντες, εἰκότως νοῦν Χριστοῦ ἔχομεν· τὰ γὰρ τοῦ Χριστοῦ φρονοῦντες καὶ νοοῦντες, οὐκ ἔτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι, ἀλλὰ πάγιοι καὶ ἀμετάπιστοι γεγονότες ἐνουρανίῳ καὶ θείῳ νοΐ, καὶ τῆς ἀληθείας καρπούμεθα τὴν κατάληψιν. τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν ; I ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ’ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. Ἰωάννου. “ Νοῦν Χριστοῦ·“ τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων νοῦν· καὶ τὸ “ ὃς συμβιβάσει αὐτὸν, ” οὐκ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃν εἶπεν ἤδη, τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει· εἰ γὰρ εἰδέναι δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν “ ὃς συμβιβάσει αὐτόν τὸ δὲ νοῦν Χριστοῦ ἔχομεν· τοῦτ’ ἔστιν, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν. Σευηριανοῦ. Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς ἀνατρέπουσιν· ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ δεχόμενοι νοῦν, καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται· ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει· ἀλλ’ ἐναντιοῦται τῆ τοῦ Θεοῦ γνώσει· διὸ τοῦτο φησὶ, “ τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν ; ἡμεῖς δὲ “ νοῦν Χριστοῦ ἔχομεν.” τοῦτ’ ἔστι τὴν γνῶσιν. Οἰκουμενίου. Ἠ “ νοῦν Χριστοῦ,” τὸν Πατέρα καλεῖ· φησὶν, ἐν ἑαυτοῖς τὸν τοῦ Χριστοῦ Πατέρα, κατὰ τὸ “ ἐνοι- “ κήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω·” νοῦν γὰρ τὸν Πατέρα λέγειν ἔθος τοῖς ἁγίοις. Κυτίλλου. Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις· ἀνακρίνεται δὲ ὑπ’ οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς, προστιθείς τε καὶ λέγων· “ τίς γὰρ ἔγνω νοῦν Κυριοῦ, ὃς συμ- “ βιβάσει αὐτόν ;“ὅμοιον ὡσεὶ λέγοι τὸν ψυχικὸν ἄνθρωπον συμβιβάσειν ἃν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ “ συμβι- “ βάσαι” φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἃν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών· “ ἡμεῖς δὲ “ νοῦν Χριστοῦ ἔχομεν·” τοῦτ’ ἐστι, τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια· καὶ θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. Ὡριγενουσ. τῶν ἀκουόντων οἱ μὲν τέλειοί εἰσιν, οἱ πνευματικοὶ, περὶ ὣν καὶ πρώην ἐλέγομεν· οἱ δὲ μὴ ὄντες πνευματικοὶ, πιστεύοντες δὲ ἐπὶ τὸν Χριστὸν, ὡς λέγει ὁ Ἀπόστολος· νήπιοι ἐν Χριστῷ καὶ σάρκινοι ἐν Χριστῷ· ἐγὼ γὰρ ἀπὸ κοινοῦ ἀκούω τοῦ “ ἐν Χριστῷ·” χρεία οὖν μαθημάτων τοῖς μὴ τελειοτέροις καὶ μηδέπω γεγυμνασμένοις ἐν ταῖς ἱεραῖς γραφαῖς, ὑποδεεστέρων q. ἅτινα ὠνόμασεν ὁ Ἀπόστολος γάλα εἶναι· “ γάλα γάρ’ φησὶν, “ ἐπότισα ὑμᾶς· οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐ δὲ ἔτι “ νῦν δύνασθε·” ἀναφορὰν δὲ νομίζω εἶναι ἐν ταῖς πνευματικαῖς γραφαῖς γάλακτος, βρώματος, βρώσεως ἀληθινῆς, στερεᾶς τροφῆς, σαρκὸς τοῦ λόγου καὶ λαχάνου πνευματικοῦ· καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶσιν λέγων, “ ἡ σάρξ μου ἀληθής “ ἐστι βρῶσις.” ποῖα οὖν οὐ στερεὰ τροφή ; τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα κατὰ συγγνώμην λεγόμενα, οὐ κατ’ ἐπιταγήν· διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα· ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἃν ἐν ἠθικοῖς στερεὰν τροφήν· τὴν περὶ ἁγνείας τελείας· τὴν περὶ παρθενίας ἢ σωφροσύνης· τὴν περὶ μαρτυρίου· ταῦτα στερεὰ τροφή· στερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ· οὕτω δὲ καὶ ὁ νόμος· ὅτε μὲν στερεὰν παραδίδωσι τροφήν· ὅτε δὲ ὑποδεεστέραν r οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν. “ μὴ “ δὲ γογγύζωμεν, καθάπερ τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο “ ὑπὸ τῶν ὄφεων.” ἐὰν δὲ μυστικὸν λόγον δύναται ἀκούειν ὁ ἀκροατής· λέγομεν, τίνες οἱ ὄφεις· καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς· καὶ πῶς σώζεται, πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών· καὶ οὕτως καθ’ ἑκάστην γραφὴν πνευματικήν. q ὑπὸ δὲ ἑτέρων Cod. r ὑπὸ δὲ στέραν Cod. τίνες δὲ εἰσὶν οἱ γάλακτι ποτιζόμενοι, δηλώσει ὁ Πέτρος ἐν τῇ Ἐπιοστολῇ λέγων· “ ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον “ γάλα ἐπιποθήσατε·“ καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ “ καὶ γεγό- “ νᾶτε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεὰς τροφῆς· πᾶς “ γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος “ γάρ ἐστιν· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν “ τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κάκου.” Θεοδωρίτου. Σαρκικοὺς αὐτοὺς ἐκάλεσεν· ὡς περὶ τὸν τοῦτον ἐπτοημένους, καὶ κεχηνότας περὶ τὰ δοκοῦντα λαμπρὰ, καὶ τῷ πλούτῳ καὶ τῇ εὐγλωττίᾳ τῶν διδασκάλων προσεσχηκότας· καὶ ἐπειδὴ πλῆξαι ἱκανὸν ἦν τὸ εἰρημένον, διά τινος εἰκόνος τὴν πληγὴν θεραπεύει· διὰ γὰρ τὸ ἀρτιγενὲς ὑμῶν, φησὶ, καὶ τὸ ἀτελὲς, ἐμέτρησα τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῆς ἀκοῆς· καὶ ἐμιμησάμην πατέρα, κατάλληλον τροφὴν τοῖς ἀρτιτόκοις προσφέροντα βρέφεσιν· “ ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί “ἐστε.” Φωτίου. Καθ’ ὑπερβατὸν τὸ “ τίς ἔγνω νοῦν Κυρίου.” ἐφ’ ἑξῆς γὰρ ὀφείλει συντάττεσθαι τοῦ “ οὐ δύναται γνῶναι, ὅτι πνευ- “ ματικῶν ἀνακρίνεται.” δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ· ὡς ἔχει φράσεως τὸ χωρίον ἐκλαβεῖν. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε ; ὅταν γὰρ λέγη τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ, Ἐγὼ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε ; τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλῶς, ἀλλ’ ἢ διάκονοί ἐστε, δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν ; ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν. Ὠριγένουσ. τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐστι ζῆλος καὶ ἔρεις· ἐὰν ἐν πορνείᾳ τίς ἔσται· οὐκ ἔτι σάρκινος ὁ τοιοῦτός ἐστιν, ἀλλὰ χείρων ἢ σάρκινος· τί δ’ ἃν εἴη ὁ τοιοῦτος, εἰδῶμεν· ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοικοῦ· “ ὡς “ ἐφορέσαμεν,” φησὶ, “ τὴν εἰκόνα τοῦ χοικοῦ· φορέσωμεν καὶ “ τὴν εἰκόνα τοῦ ἐπουρανίου” ἐὰν οὖν τὰ πρὸς θάνατον ἁμαρτάνῃς , οὐκ εἶ σάρκινος, ἀλλὰ χοικός· ἐὰν δὲ ἁμαρτάνῃς μὲν, οὐ πρὸς θάνατον δὲ, οὐ χοικὸς τέλεον, οὐ δὲ ἀποπέπτωκας τῆς χάριτος τοῦ Χριστοῦ· ἀλλὰ σάρκινος εἶ τότε· καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μὲν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ Θεόν· ἐὰν ὡς πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν· κατὰ ἄνθρωπον περιπατοῦμεν. ἐὰν δὲ κατὰ τὸ “ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” διαφέρομεν τῶν πολλῶν· καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν, ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον, καὶ ποῖος ὁ κατὰ Θεόν. ὅτ’ ἂν γὰρ τίς λέγῃ, ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ· καὶ τούτοις προσέχωμεν, ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι, ἀλλὰ χεῖρον ἢ ἄνθρωποι ἐσμέν· ὁ γὰρ λέγων τότε, ἐγώ εἰμι Ἀπολλῶ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων, ἐγώ εἰμι Παύλου· περὶ ἀνδρὸς λέγει Ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλῶ· ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ· οἱ οὖν οὗτοι ἄνθρωποι εἰσι, καὶ κατὰ σάρκα περιπατοῦσιν, οἱ λέγοντες ἐγὼ Ἀπολλῶ, ἐγὼ δὲ Παύλου· ὅτ’ ἂν σὺ λέγῃς σαυτὸν τινὸς ὑποδεέστερον εἶναι· δῆλον ὅτι οὐκ ἔτι οὐδὲ ἄνθρωπος, ἀλλὰ καὶ χεῖρον ἣ ἄνθρωπος, καὶ ἴσως λελέξεται πρὸς τοὺς “ ὄφεις, γεν- “ νήματα ἐχιδνῶν.” Θεοδωρίτου. τούτων ἕκαστον, φησὶ, δείκνυσιν ὑμᾶς πνευματικὸν φρονοῦντας, ἀλλὰ τοῖς γηίνοις πράγμασι προστετηκοτας. Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἔκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον Θεοδωρίτου. Πάλιν τὸ οἰκεῖον τίθησιν ὄνομα, καὶ τὸ Ἀπολλῶ συντάττει· τοῦ γινομένου τὴν ἀτοπίαν δεικνύς· εἰ γὰρ ἐπ’ ἐμοῦ, φησὶ, τοῦ τῆς ἀποστολικῆς χάριτος ἠξιωμένου καὶ φυτουργοῦ ὑμῶν γεγενημένου· καὶ Ἀπολλῶ τοῦ τὴν ἀρδείαν ὑμῖν προσενεγκόντος, τοῦτο γίνεσθαι τῶν ἀτοπωτάτων, πολλῷ μᾶλλον ἐφ’ ἑτέρῳ τοῦτο γινόμενον δυσσεβὲς ἐστὶ καὶ ἀνόσιον. “ τίς οὖν ἐστι “ Παῦλος· τίς δὲ Ἀπολλῶς, ἀλλ’ ἢ διάκονοι, δι’ ὦν ἐπιστεύσατε ;” ἄλλος ἐστὶν ὁ δεσπότης· ἡμεῖς ἐκείνου δοῦλοι, καὶ τῆς ὑμετέρας σωτηρίας διάκονοι· “ καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν·” καὶ γὰρ ἐν ἡμῖν διαφορά· εἰ γὰρ καὶ τῆς διακονίας κοινωνοῦμεν ἀλλήλοις. ἀλλὰ μέτρῳ τινὶ τὴν χάριν ἐκομισάμεθα· “ ἐγὼ ἐφύτευσα·” πρῶτος γὰρ ἐκήρυξα· “ Ἀπολλῶς ἐπότισεν,” μετ’ ἐμὲ γὰρ τὴν ἐμὴν διακονίαν ἐκράτυνεν· ἀλλ’ “ ὁ Θεὸς ηὔξανεν.” τῆς γὰρ αὐτοῦ χάριτος τὸ κατόρθωμα· “ ὥστε οὔτε ὁ φυτεύων ἔστι τι· οὔτε ὁ “ ποτίζων· ἀλλ’ ὁ αὐξάνων Θεός.” Θεοῦ γὰρ μὴ συνεργοῦντος, μάταιος ὁ ἡμέτερος πόνος. Ὠριγένουσ. Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ προηγουμένως Θεῷ· εἰ ἐπότισεν Ἀπολλῶς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ Θεός· διὸ γέγραπται· “πᾶσα φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ Πατὴρ μοῦ ὁ οὐράνιος, ἐκρι- “ ζωθήσεται·” καὶ πάλιν, “ ὁ Πατὴρ μοῦ ὁ γεωργός ἐστιν·” ποιήσωμεν οὖν καρποὺς, ἵνα μὴ ἐκκοπῶμεν κατὰ τὴν ἄκαρπον συκῆν· “ πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς “ πῦρ βάλλεται·” ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν, “ ἔμεινα ἵνα “ ποιήσῃ σταφυλήν· ἐποίησεν δὲ ἀκάνθας·” ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν· ἐρεῖ καὶ τὰ ἑξῆς· “ νῦν οὖν ἀναγγελῶ τι ποιήσω τῷ “ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς “ διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ· καὶ ἔσται εἰς κατα- “ πάτημα. Ἰωάννου. Ὅρα πῶς ἀνεπαχθῆ ποιεῖται τὴν ἐξουδένωσιν προεστώτων αὐτῶν καὶ σοφῶν καὶ πλουσίων· ἑαυτὸν καὶ Ἀπολλῶ εἰς τὸ φαινόμενον ἐξουδενώσας, καὶ διδάξας ὡς χρὴ μόνῳ Θεῷ προσέχειν, καὶ εἰς αὐτὸν ἀναντιθέναι πάντα τὰ συμβαίνοντα αγαθά· “ ὁ φυτεύων, φησὶ, “ καὶ ὁ ποτίζων, ἕν εἰσιν, ἧκεν εἰς τὸ μηδὲν δύνασθαι πλέον, ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦ αὐτοῦ. Ἓν εἶναι αὐτοὺς φησὶ, πρὸς τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦ αὐτοῦ. Ἐπειδὴ εἰκὸς ἦν τοὺς πλείω καμόντας ἐκείνων πίστιν, ῥᾳθυμοτέρους γενέσθαι, ἀκούσαντας ἓν εἶναι πάντας, κἂν μικρὸν, κἂν μέγα τίς ἔτυχε συνεισενεγκὼν, εὐθέως αὐτὸ διορθοῦται· “ ἕν εἰσι,” φησὶ, πρὸς τὸ μὴ δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ πλέον τί ποιῆσαι, ἐπεὶ, ὅσον πρὸς τὴν ἀνταπάδοσιν, “ ἕκαστος,” φησὶ, “ κατὰ τὸν ἴδιον κόπον τὸν μισθὸν ἕξει.” Φωτίου.Ἐπειδὴ πολλὰ κατέδραμεν τῶν διδασκάλων, “ τίς ἐστι Παῦλος ; τίς δὲ Ἀπολλῶς ; καὶ πάλιν “ ὥστε οὔτε ὁ “ ποτίζων ἔστι τι, οὔτε ὁ Φυτεύων.” τοῦτο δὲ ποιεῖ· πραύναι θέλων τὴν φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων, καὶ εἰς ἔρεις καὶ στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων· ἐπεὶ οὖν ἱκανῶς ἔδοξεν τὸν ἐκείνων τῦφον καθαίρειν, διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν Ἀπολλῶ· ἵνα μή τινες εἴπωσιν, οὐκοῦν μάτην διδάσκεις ; μάτην τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα ; ἐπήγαγεν, τὰς τοιαύτας ἀποκρουόμενος λαβάς· “ ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.” μόνον οὐχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ, καὶ ἰδιοποιεῖσθαι, καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος· ἀλλ’ οὖν γε μισθὸν λήψεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον· εἶτα ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ μισθός Θεοῦ γὰρ, φησὶν, “ ἐσμὲν συνεργοί. ἅμα μὲν, ὥσπερ εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς ὅτι Θεοῦ ἐστι τὸ ἔργον· ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν αὐτό· μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ συνεργῶν· τὸ δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν, ἐχθρῶν καὶ πολεμίων· εἶτα ἐπιμένει τῷ αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι· ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν λαὸν προσώποις ὅλως· “ Θεοῦ γεώργιον “ ἐστὲ,” φησὶ, “ Θεοῦ οἰκοδομή.” τί κατευτελίζετε ἑαυτούς; ἐμὸν Θεὸν r εἶναι τοῖς ὁμοδούλοις ἀνατιθέμενοι. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δἐ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός. εἴ δέ τις ἐποι- r Ed. Œcum. ἐνὸν Θεοῦ. uκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λί- θους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, ματθὸν λήψεται. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζη- μιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρὸς. Ὠριφένουσ. Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ Θεοῦ οἰκοδο- οἰκοδόμοι ἐσμὲν, ζητῶ τὸν ἀρχιτέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ· τοῦτο γὰρ νοῶν ὁ Ἀπόστολος φησὶ, *’ κατὰ τὴν “χάριν τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα.” τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τῆς ἀποστολῆς, οὐδαμῶς ὑπέ- στησεν ὁ Παῦλος· καὶ ἐπειδὴ σχίσματα ἢν ἐν αὐτοῖς φησὶν, ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ Θεοῦ· ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας ἐποικοδομεῖ· ἐκεῖνος οὐκ ἔστιν ἀρχιτέκτων τῆς ἐκκλησίας· ἀλλὰ ἐποικοδομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος· ἄκουε αὐτοῦ “ὅτι ἀπὸ Ιηρυσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ “πεπλήρωκα τὸ εὐαγγέλιον τοῦ Θεοῦ· φιλοτιμούμενος εὐαγγελί- “ζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέ- ’* λιον οἰκοδομῶ·” καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατε- βάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκείαν· ὁποῖον δεῖ τὸν ἐπίσκοπον εἶναι, πρεσβύτερον τε καὶ διακόνους, καὶ τὸ ὑπόλοιπον τῆς σίας πλήρωμα· ταῦτα γὰρ πάντα ο7ονει νόμοι ἀρχιτεκτονικοὶ ἦσαν. “ Ἄλλος οὖν,” φησὶν, “ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς “ἐποικοδομει-,” τοῦτο γὰρ κἀμοὶ λέγει· ἵνα μὴ ἀμεριμνῶν ἐποικο- δομῶ· εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκημάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· φροντίζω δὲ μήποτε ἐποικοδομῶν, ξύλα, χόρτον, καλάμην, ἐποικοδομήσω· ἐὰν γὰρ προσαγάγω ψυ- χὰς ἀκρίτως τῇ ἐκκλησία φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστοῦ Ἰησοῦ ξύλα· ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψωσιν ἐκ τῆς οἰκοδομῆς· καὶ τοσοῦ- τον διαλάμψουσιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ· λίθους ἐκλεκτοὺς, καὶ λίθους κρυστάλλου, καὶ λίθους σαφείρου· καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους· καὶ ἐπιδὴ r τὸν νάον τοῦ Θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν, ὥσπερ ὁ ναὸς ὃν Σολομῶν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν· ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος, τιμιώτερος ἀργυρίου εὑρεθείη ἃν χρυσός. εὐλαβούμενος δὲ ἐγὼ μήποτε δι’ ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη· καὶ ὁ ταλαίπωρος ἐγὼ κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται ῥάπται “ αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.” οὕτως σωθῇ, ὡς αἴτιος γενόμενος τῷ μὴ κεχωρηκέναι τὴν χάριν· μὴ δὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομίαν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης· ὥσπερ οὐ βούλεται ὁ λόγος τοῦ Θεοῦ· “ τὸ γὰρ ἔργον “ ὁποῖόν ἐστιν ἑκάστου, τὸ πῦρ δοκιμάσει.” Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι· “ τὸ θεμέλιον γὰρ ἄλλον “ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς “ Χριστός,” καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ Κύριός μου Ἰησοῦς Χριστὸς ἐπεδήμησεν· οὕτως θεμέλιος εἰς τὸν κόσμον κεκήρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ Ἰουδαίᾳ οἱ Ἀπόστολοι ἔθηκαν· ἐν δὲ τοῖς ἔθνεσιν ὁ Ἀπόστολος τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας. “ δεξιὰς γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας· ἵνα ἡμεῖς “ εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν.” Κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου· καὶ τοῦ θεμελίου τούτου καταβληθέντος· οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν. οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν ἰδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πράξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν, ἄργυρον, λίθον τιμίον· χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως, καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατὰς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας· ἐπῳκοδόμησαν τῷ θεμελίῳ, ξύλα, χόρτον, καλάμην· καὶ εἴποιμι ἃν, r Fors. ἐπεὶ δεῖ. ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες, οἱ μὲν βλασφημότεροι, ξύλα· οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ, χόρτον· οἱ δὲ ἰσχνά τινα, καὶ ἵν οὕτως ὀνομάσω ἐλάττονα, καλάμην Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν εἰδῶμεν. τοῦτο τὸ λεχθησόμενον, ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρεδέξατο Ἰησοῦν Χριστὸν θεμέλιον· ἵν ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται, ἐποικοδομεῖ τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγόμενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσαν πρᾶξιν ἣν πράττομεν, καλή ἐστιν· ἐποικοδομοῦμεν ὡς λίθον τίμιον. τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ Θεὸς κρίνει. εἰ μέντοι γε ἁμαρτάνω μετὰ τὸν θεμέλιον· τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων, ξύλα ἔσται· τὰ δὲ ὑποδεέστερα, χόρτος· τὰ δὲ ἔτι ὑποδεέστερα, καλαμή. καὶ ζητῶ μήποτε αἱ μὲν ῥίζαι καὶ τὰ νοήματα, ὅτ’ ἃν ἦν ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα. οἱ δὲ λόγοι, χόρτος· ἡ δὲ πρᾶξις, ἡ καλάμη· ὑποδεέστερα γάρ ἐστι τῇ ἀξίᾳ τῆς πράξεως, παρὰ τὸν λογισμὸν, “ ὁ φυτεύων δὲ “ καὶ ὁ ποτίζων ἕν εἰσιν. Κυτίλλου. Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέλιον εἰκότως ὀνομάζει Χριστόν· αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων· καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τοῦ Χριστοῦ μυστήριον· ὅς ἐστι θεμέλιος ἀκατάσειστος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑποφαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεῦματος χάριτι συμβαίνοντος εἰς ὁμοψυχίαν. περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου· “ ἰδοὺ ἐγὼ “ ἐμβάλλω εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, “ ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ “ μὴ καταισχυνθῆ.” τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτός· καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαι τε καὶ οἰκοδομεῖν· οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κείμενον· “ οὐ γάρ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδο- “ μένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.” “ εἷς γὰρ Θεὸς καὶ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος “ Ἰησοῦς Χριστὸς δι’ οὑ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ καὶ αυ- “ τός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας.” εἴτις οὖν ἀρνεῖται τὸν θεμέλιον, καὶ παραιτεῖται τὴν πέτραν· οὐκ οἰκοδομεῖ ἐπ’ αὐτῇ, ἀλλ’ εἰς τὴν ἄμμον· ταύτῃ τοι καὶ λίαν εὐκόλως κατασεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστός· τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν. Θεοδωρίτου. Κατὰ τὴν ὑπουργίαν· ἀμφότεροι γὰρ τῷ διακονοῦσι βουλήματι· οὐ μὴν κατὰ τὸ ἔργον, ἣ κατὰ τὴν προθυμίαν· ἐν γὰρ τούτοις πολλὴ ἡ τῶν διακονούντων διαφορά· τοῦτο γὰρ καὶ αὐτὸς φησὶν, “ ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον “ Θεοῦ γὰρ ἐσμὲν συνεργοί. οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες οὐδὲ τῷ Υἱῷ ταύτης τῆς προσηγορίας μετέδοσαν, ἀλλ’ ὑπουργὸν αὐτὸν ὀνομάζουσιν. ὁ δὲ θεῖος Ἀπόστολος καὶ τοὺς κήρυκας τῆς ἀληθείας συνεργοὺς προσαγορεύει Θεοῦ· ἀλλὰ πολὺ τὸ διάφορον. ὁ μὲν γὰρ ὡς Υἱὸς συνεργεῖ· οἱ δὲ ὡς σύνδουλοι, τοῦ Θεοῦ πληροῦσι τὸ βούλημα· “ θεμέλιον γὰρ ἄλλον “ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον· ὅς ἐστιν Ἰησοῦς Χρι- “ στός.” ἐποικοδομεῖν δεῖ, οὐ θεμέλιον καταβάλλειν· τοῦτον γὰρ ὁ μακάριος Πέτρος τέθεικεν τὸν θεμέλιον, μᾶλλον δὲ ὁ δεσπότης Χριστός· Πέτρου γὰρ εἰρηκότος, “ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ “ Θεοῦ τοῦ ζῶντος·” ὁ Κύριος εἶπεν, “ ἐπὶ ταύτῃ τῇ πέτρᾳ “ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.” μὴ τοίνυν ἐξ ἀνθρώπων ἑαυτοὺς ὀνομάζετε· Χριστὸς γάρ ἐστιν ὁ θεμέλιος· “ εἰ δέ τις “ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον” καὶ τὰ ἑξῆς· τινὲς περὶ δογμάτων εἰρῆσθαι ταῦτα τῷ Ἀποστόλῳ φασίν· ἐγὼ δὲ οἶμαι περὶ τῆς πρακτικῆς ἀρετῆς τε καὶ κακίας ταῦτα λέγειν αὐτὸν, καὶ προκατασκευάζειν τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν· ταῦτα δὲ οὐ τῆς τῶν διδασκάλων κακίας· ἀλλὰ τῆς τῶν μαθητῶν ἐξήρτηται προαιρέσεως· τὴν δὲ τῶν ὑλῶν διαφορὰν οὐχ ὁ παρὼν βίος, ἀλλ’ ὁ μέλλων ἐλέγξει. Τοῦ αὐτοῦ. Οἱ διδάσκαλοί, φησι, τὰ θεῖα παιδεύουσιν· ἀκούοντες κατὰ τὸ τῆς γνώμης ἀνθαίρετον τὸ πρακτέον αἱροῦνται· ἀλλὰ κατὰ τὴν τῆς ἐπιφανείας ἡμέραν, βάσανός ἐστιν καὶ ἐξέτασις ἀκριβής· καὶ τοὺς μὲν εὖ βεβιωκότας, καθάπερ χρυσὸν καὶ ἄργυρον τὸ πῦρ λαμπροτέρους ἀποφαίνει· τοὺς δὲ τῆς κακίας ἐργάτας, δίκην ξύλου καὶ χόρτου καὶ καλάμης καταναλώσει· ὁ δέ γε διδάσκαλος τὰ προσήκοντα διδάξας, οὐκ εἰσπραχθήσεται δίκας, ἀλλὰ τῆς σωτηρίας ἀξιωθήσεται· τοῦτο γὰρ λέγει, αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος· τὸ δὲ ἔργον κατακαήσεται· ἀντὶ τοῦ οἱ πονηρὸν ἑαυτοῖς κατασκευάσαντες ἔργον. οὕτω δὲ ἀναγνόντες ἀκριβῶς, εὑρήσομεν τὴν τῶν γραμμάτων διάνοιαν· “ εἴ “ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται οὕτως δὲ, ὡς διὰ “ πυρός·” αὐτὸς γὰρ σωθήσεται, τοῦτ’ ἐστιν ὁ διδάσκαλος· οὐ γὰρ αἴτιος τῆς τούτων ἐπὶ τὸ χεῖρον ῥοπῆς· αὐτὸς γὰρ τὴν προσήκουσαν διδασκαλίαν προσήνεγκεν· εἰ δέ τις οὐ βούλεταί τι διὰ πυρὸς τῷ ἔργῳ προσαρμόσαι, ἀλλὰ τῷ διδασκάλῳ ουτ s Ὑπὲρ μὲν ἐκείνων εἰσπραχθήσεται δίκας· σωθήσεται δὲ, διὰ πυρὸς καὶ αὐτὸς δοκιμαζόμενος· εἴπερ ἄρα ἔχει τὸν βίον τῇ διδασκαλίᾳ κατάλληλον· ὅτι δὲ οὐ περὶ δογμάτων ἀλλὰ περὶ ἔργων ταῦτα εἴρηται, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ· “ οὐκ οἴδατε ὅτι “ ναὸς Θεοῦ ἐστε, καὶ τὰ ἑξῆς. Σευηριανοῦ. Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ ὡς ψευδόμενοι οἱ Ἀρειανοὶ διισχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός· καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον· καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν· καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν· ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους, ἢ ξύλα ἢ χόρτον ἣ καλάμην· ὅτ’ ἃν οὖν εἴπῃ, “ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·“ οὐ κατὰ τὸν βίον· ἀλλὰ κατὰ τι ; “ θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν “ κείμενον·“ ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσι· λοιπόν ἐστι ἀφομοιωθῆναι ἣ χρυσῷ διὰ τὴν καθαρότητα· ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν· ἐὰν οὖν παραγγέλλῃ ὅτι “ ἕκαστος βλεπέτω” καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἣ διδασκόντων· εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν· ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν, ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως· “ εἰ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθή- “ σεται· οὕτως δὲ ὡς διὰ πυρός·“ ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἰ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· s Cætera οὕτως δὲ ὡς διὰ πυρός· ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός· αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ’ αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή. Θεοδωρου. Τὰ κάλλιστα τῶν διδαγμάτων οὐ τῷ παρόντι βίῳ. μένει δὲ λαμπρότερα ἐπὶ τῶν ἔργων τότε δεικνύμένα· ὃς ἃν οὖν ταῦτα διδάσκει, φησὶν, ἃ καὶ τότε δύναται μένειν μειζόνως, τοῦ δεσπότου φανέντος Κυρίου, κομιεῖται τὸν ὑπὲρ τούτων πάντως μισθόν· ὃς δ’ ἃν τὰ ἐναντία διδάσκει, φησὶν, ἄχρι μὲν τοῦ παρόντος βίου δύναται πῶς κρατεῖν· ἀφανίζεται δὲ πάντως τῷ τῆς συντελείας καιρῷ· οὐ μόνον ζημιοῦται τῶν ἐνταῦθα πόνων τὸν μισθὸν, ὃν ἠδύνατο καρποῦσθαι, πονεῖν ὑπὲρ τῶν καλλίστων αἱρούμενος, ἀλλὰ καὶ ἂν σώζηται διά τινα ἑτέραν αἰτίαν σώζειν αὐτὸν δυναμένην, οὐ διαφυγὼν τὴν διὰ πυρὸς ἐξέτασιν, ἣν ὑποσχεῖν αὐτὸν ὑπὲρ τῶν χειρίστων ἀνάγκη διδαγμάτων· τοῦτο γὰρ λέγει τὸ οὕτως δὲ ὡς διὰ πυρός. Ἰωάννου. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς ὅτι τοῦτό ἐστι σοφοῦ τὸ ἕνα θεῖναι θεμέλιον. ὅρα γοῦν πῶς μετριάζει· ὅλον γὰρ ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ· τότε ἑαυτὸν οὕτως ἐκάλεσεν· “ κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι“ φησίν· ὁμοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ τοῦτο μάλιστά ἐστιν χάρις, τὸ μὴ διῃρῆσθαι· ἀλλ’ ἐφ’ ἑνὶ κεῖσθαι θεμελίῳ· ἄλλως δὲ ἐποικοδομεῖ· “ ἕκαστος δὲ βλεπέτω “ πῶς ἐποικοδομεῖ· ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα· ὃ δὲ λέγει, τοῦτό ἐστιν· κατήγγειλα τὸν Χριστόν· παρέδωκα ὑμῖν τὸν θεμέλιον· σκοπεῖτε, πῶς ἐποικοδομεῖτε· εἰ κενοδόξως· εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες μαθητάς· “ εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον,” καἰ τὰ ἑξῆς. Οὑ μικρὸν ἡμῖν τὸ προκείμενον ζήτημα ἐντεῦθεν, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσι ἄνθρωποι· εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ· ὅτι μὲν γὰρ οὐχ οὕτως ἔχει· ὁ Χριστὸς ἀπεφήνατο λέγων· “ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ “ ὡς κώληξ αὐτῶν οὐ τελευτήσει·“ καὶ ὁ Παῦλος δὲ δεικνὺς ἀθάνατον τὴν κόλασιν φησὶν, “ οἱ ἁμαρτάνοντες, δίκην τίσουσιν ὀλέθριον, t δυναμένειν Cod. “ αἱώνιον·” ἐπειδὴ δοκεῖ τισι τὸ τοῦ Παύλου τοῦτο ῥῆμα ἀντιπίπτειν· φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγαγόντες εἰς μέσον. περὶ πράξεων ὁ λόγος τῷ Παύλῳ· μέγα γὰρ τὸν θεμέλιον καὶ τὴν πίστιν, οἱκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ λέγει, “ οἰκοδομεῖτε ἀλλήλους ἐν “ τοῖς λόγοις.” πίστις μὲν γὰρ οὐκ ἔστιν, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· ἀλλ’ ἡ αὐτῶν πάντων τῶν ἀληθῶς πιστευόντων. ἐπεὶ δὲ βίους ἔστιν τοὺς μὲν σπουδαιοτέρους εἶναι· τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν χαλεπώτερα· τοὺς δὲ καταδεεστέρα πεπλημμεηκέναι· διὰ τοῦτο εἶπεν, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. εἴ τις οὖν, φησὶ, βίον κακὸν ἔχει μετὰ πίστεως ὀρθῆς· οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου· τὸ δὲ κατακαήσεται, τοῦτ’ ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην· ἀλλ’ ὥσπερ εἴ τις χρυσᾶ ἔχων ὅπλα ποταμὸν διέλθοι πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτως καὶ ἐπὶ τῶν ἔργων ἐστίν· οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ ἰδίᾳ καιομένων τοῦτο λέγει· ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα· διὸ καὶ ἔλεγεν ζημιωθήσεται· τὸ δὲ “ αὐτὸς “ δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός τουτεστιν οὔχι καὶ αὐτὸς οὕτως ἀπολεῖται ὥσπερ τὰ ἔργα εἰς τὸ μηδὲν χωρῶν, ἀλλὰ μενεῖ ἐν τῷ πυρί· σωτηρίαν οὖν τὸ πρᾶγμα καλεῖ, φησίν· ἀλλὰ διὰ τοῦτο προσέθηκεν, “ ὡς διὰ πυρός” καὶ γὰρ ἡμῖν ἔθος λέγειν ἐν τῷ πυρὶ σώζεται περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρωμένων εὐθέως ὑλῶν· οὕτως οὖν καὶ ἐνταῦθα εἰπὼν “ σωθήσεται·” οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ἠνίξατο· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι· καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις· οἷον τὸ τῆς αἰχμαλωσίας ὄνομα πονηροῦ πράγματος εἶναι δοκεῖ ὄνομα· ἀλλ’ ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων, “ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ “ Χριστοῦ·“ καὶ ἐπὶ κακῷ πάλιν, εὐφήμῳ ὀνόματι κέχρηται λέγων. “ ἐβασίλευσεν ἡ ἁμαρτία“ καίτοι γε τὸ τῆς βασιλείας ὄνομα, εὐφημίας ἐστὶ μᾶλλον· οὕτω καὶ ἐνταῦθα εἰπὼν “ σωθήσεται· οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ἠνίξατο. ὡσανεὶ ἔλεγεν, αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος· ὅθεν δηλονότι περὶ πράξεων ὁ λόγος· ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι· ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια· διασαλεύων ἤδη τῷ φόβῳ τὴν ψυχὴν αὐτοῦ. Οἰκουμενίου. Ἄρα μὴ καὶ οὕτως δυνάμεθα νοῆσαι· οἱ οἰκοδομήσαντες τὴν εὐκατάπρηστον ὕλην τέλεον ἐκβέβληνται· ἐζημίωνται γὰρ αὐτῶν πάντα τὰ σπουδάσματα· “ αὐτὸς δὲ σωθή- “σεται·” αὐτὸς αὐτὸς τίς ; ὁ ἐποικοδομήσας τὸν χρυσὸν, καὶ τὸν ἄργυρον καὶ τοὺς τιμίους λίθους· εἰπὼν γὰρ περὶ αὐτοῦ ὅτι μισθὸν λήψεται, νῦν λέγει ποῖον μισθόν· τὴν σωτηρίαν· τουτέστιν σωθήσεται δέ γε ἐπωδύνως καὶ αὐτός· καὶ ὡς εἰκὸς τὸν διὰ πυρὸς παριόντα καὶ ἐκκαθαιρόμενον, τὸν ἐνόντα αὐτῷ βραχὺν ῥύπον· Θεοῦ γὰρ μόνου τὸ τελέως ἀναμάρτητον· οἱ δὲ ἄνθρωποι κἂν ὅτι μάλιστά εἰσι δίκαιοι, οὐ τέλεον εἰσὶ καθαροί. εἴρηται γὰρ “ ὅτι “ πολλὰ πταίομεν ἅπαντες·” καὶ “ οὐδεὶς καθαρὸς ἀπὸ ἁμαρτίας· “οὐδ’ ἃν μία ἡμέρα ὁ βίος αὐτοῦ. καὶ γὰρ καὶ εἴρηται τῷ Μαλαχίᾳ· “ ὅτι ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὠς πόαν πλυνόντων “ πλυνεῖ καὶ καθαρίσει ὁ Θεὸς τινάς.” Φωτίου. Τὸ “ σωθήσεται·” τουτέστιν οὐκ οὐδὲ εἰς τὸ μὴ ὂν χωρήσει, ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὐταὶ γὰρ μέχρι μὲν τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἐδόκουν ἔχειν, καὶ ἐπράττοντο· ἐλθούσης δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς, αὐταὶ μὲν φροῦδοι γεγόνασι, μήτε εἶναι μήτε πράττεσθαι δυνάμεναι· ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄνθρωπος, οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται· ἀλλὰ μένει καὶ σώζεται, τὴν διὰ πυρὸς δίκην τιννύς· διὰ τοῦτο γὰρ καὶ εἰπὼν σωθήσεται· τουτέτιν εἰς τοῦτο μένει καὶ σώζεται· εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν ; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ Φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστε ὑμεῖς. μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστί. γέγραπται γὰρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσι μάταιοι. Ὡριγενουσ. Εἰ θέλεις ἀληθινὸν ναὸν τοῦ Θεοῦ μαθεῖν· ζήτει λίθους ζῶντας καὶ καθαροὺς λελατομημένους, ὑπὸ τοῦ λόγου βεβηκότας καὶ ἑστῶτας τετραγώνους, μηδὲν ἔχοντας ἄστατον, μηδὲ κυλιόμενον· εἰ γὰρ καὶ λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς· ἀλλ’ οἱ λατόμοι οὐκ ἐῶσιν αὐτοὺς μέχρι τέλους κυλίεσθαι· ὑμεῖς οὖν ὡς λίθοι ζῶντες, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. καὶ παρὰ τῷ Ἀποστόλῳ δὲ λέγεται, ὅτι ἐσμὲν ναὸς οἱ πάντες εἷς· ἑκάστου ἡμῶν λίθου τινὸς ὄντος ἀπὸ τοῦ ναοῦ· φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἐφεσίους· ἄρα οὐκ ἐστὲ ξένοι καὶ “ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ· “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ τῶν προ- “ Φητῶν· ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα “ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν “ ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν “ Πνεύματι.” Δεῖ οὖν μηδένα λίθον ἀνάρμοστον εἶναι τῇ οἰκοδομῇ· “ ἐὰν γὰρ “ δύο,” φησὶ, “ συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς “ πράγματος οὑ ἐὰν αἰτήσωνται· γενήσεται αὐτοῖς παρὰ τοῦ “ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·” πόσῳ οὖν πλέον, ἐὰν πάντες οἱ λίθοι συμφωνήσωσιν εἰς μίαν ἁρμονίαν, καὶ γένηται πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἡ εὐχὴ αὐτῶν δυνήσεται καὶ ἰσχύσει ; καλὸν οὖν ἐστι τὸ αὐτὸ λέγειν πάντας ἡμᾶς· ἵνα ὦμεν κατηρτημένοι ἐν τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ. οὕτως γάρ ἐστε οἰκοδομὴ συναρμολογουμένη εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Δύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ’ ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ. εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν Θεοῦ· πᾶς ὁ ἔχων ἐν ἑαυτῷ δόξαν Θεοῦ ναός ἐστι κατὰ τοῦτο τοῦ Θεοῦ· δόξαν δὲ ἔχει πλείονα ἢ ἐλάττονα, ὁ ποιῶν δοξάζεσθαι τὸ ὄνομα τοῦ ἐν τοῖς οὐρανοῖς Πατρὸς διὰ τὰς πράξεις αὐτοῦ. διὸ γέγραπται, “ τοὺς “ δοξάζοντάς με δοξάσω·” τότε οὖν μάλιστα ἐσόμεθα ναὸς Θεοῦ· ἐὰν χωρητικοὺς ἑαυτοὺς κατασκευάσωμεν τοῦ Πνεύματος τοῦ Θεοῦ· οὐ δύναται μέντοι γε ἔχων τις πνεῦμα ἁμαρτίας τινὸς εἶναι ναὸς Θεοῦ· ἐπειδήπερ τὸ Πνεῦμα τοῦ Θεοῦ μόνον οἰκεῖ ἐν ᾧτ’ κρίνει κατοικεῖν. “ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει· φθερεῖ τοῦτον ὁ Θεός·” τὸ ὅσον ἐφ’ αὐτῷ ἕκαστος κἂν λίθος ἢν, φθείρει τὸν ναὸν τοῦ Θεοῦ ἁμαρτήσας· καὶ ὁ σκάνδαλον δέ τι παρέχων τῇ Ἐκκλησίᾳ, φθείρει τὸν ναὸν τοῦ Θεοῦ· κυριώτερον δὲ φθείρει τὸν ναὸν τοῦ Θεοῦ, ὁ πορνεύων, ἐπειδήπερ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἄγ’ ἴου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ· λέγεται οὖν ἄφθορος ὁ καθαρός· ἐφθαρμένη δὲ ἡ μηκέτι παρθένος, ὡς δὴ τοῦ ἔργου τούτου μόνου φθείροντος. εἴπερ οὖν τοῦτο ἔργον φθορᾶς ἐστιν· τοῦτο μάλιστα φυλαξώμεθα· ἐπεὶ καὶ ὁ Κύριος μετὰ πάντων τῶν ἀγαπώντων τὸν Θεόν ἐστιν ἐν ἀφθαρσίᾳ. Καὶ ταῦτα μὲν ἰδίαν ἔσχεν περιγραφήν. Ἐπειδὴ δὲ Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ· διὰ τοῦτο φησὶ πρὸς αὐτούς· “εἴ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν·“ οὐχὶ εἴ τις σοφός ἐστιν· ἀλλὰ “ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν· ἐν τῷ αἰῶνι “ τούτῳ μωρὸς γενέσθω·” οὐκ εἶπεν ἁπλῶς μωρός· ἀλλ’ “ ἐν τῷ αἰῶνι “ τούτῳ· ” ὡς γὰρ πρὸς τὸν αἰῶνα τοῦτον μωροὺς ἡμᾶς λέγουσιν, μωρὸς οὑν γενέσθω ἐν τῷ αἰῶνι τούτῳ· ἵν ἐκ τοῦ τῷ αἰῶνι τούτῳ μωρὸς γεγονέναι, γένηται ἀληθῶς σοφός· “ ἡ γὰρ σοφία τοῦ “ κόσμου τούτου, μωρία παρὰ Θεῷ ἐστιν·” πῶς γὰρ οὐ μωρὸς, ὁ μὴ λέγων μὴ εἶναι πρόνοιαν, ἣ ἐξ ἀτόμων καὶ κενοῦ τὰ πάντα συνεστηκέναι ; ἣ τὴν ἡδονὴν τέλος εἶναι τῶν ἀγαθῶν ; καὶ τἆλλα λέγων ὅσα τῆς ἔξω καὶ δοκούσης σοφίας ὕθλοι καὶ λῆροι τυγχάνουσιν· οὗτος γὰρ ἀληθῶς μωρός ἐστιν· καὶ ταῦτα τὰ δόγματα μωρία εἰσίν· καὶ ἅπαξ ἁπλῶς πᾶσαν Ἑλληνικὴν καὶ βαρβαρικὴν ἐξετάζων φιλοσοφίαν, ἐρεῖς ὅτι ἐν οἷς διαφωνεῖ πρὸς τὴν Χριστοῦ διδασκαλίαν μωρία ἐστίν· γέγραπται γὰρ “ ὁ δρασσόμενος τοὺς “ σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·” ἐγώ φημι οὐ μέγα πρᾶγμα εἶναι ἐὰν ὁ Θεὸς ὡς Θεὸς δράξηται t τοὺς σοφοὺς ἐν τῇ παρουργίᾳ αὐτῶν ἐν Παύλῳ τῷ λέγοντι “ ἐν σαρκὶ γὰρ ζῶντες “ οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας t δράξῃ τε Cod. “ ἡμῶν οὐ σαρκικά· ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὁχυρω- “ μάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον “ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.” Ἵνα δὲ τοῦτο σαφέστερον νοήσῃς, ἴδε μοι τὸν Παῦλον ἐπιδημήσαντα ταῖς Ἀθήναις καὶ ζητοῦντα πρὸς τοὺς παρατυγχάνοντας ὥστε καὶ τινας τῶν Ἐπικουρείων καὶ Στοικῶν φιλοσόφων συμβαλεῖν αὐτῷ· τότε γὰρ τῇ χάριτι τοῦ Χριστοῦ περιεδράσσετο αὐτῶν, καὶ ἐδείκνυεν αὐτῶν τὰ σοφίσματα· ἐνταῦθα δὲ τοὺς σοφοὺς ὠνομᾶσθαι νομίζω τοὺς σοφιστὰς, ὅσοι σοφίσματα περιπεπλεγμένα λέγουσιν, οὐκ ἀλήθειαν δὲ διδάσκουσιν. καὶ πάλιν· “ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι·” οὐ θαυμαστὸν ἐὰν ὁ Κύριος καθ’ ἑαυτοῦ γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ἀλλὰ θέλω ἐν ἐμοὶ γενόμενον τὸν Κύριον γινώσκειν τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ἐὰν γὰρ γένηται ἐν ἐμοὶ Χριστός· δύναταί μοι παραστῆσαι πῶς οἱ διαλογισμοὶ τῶν τοῦ κόσμου σοφῶν εἰσὶ μάταιοι· καὶ πῶς λάμπει ἡ σοφία μόνη τοῦ Θεοῦ, νικῶσα καὶ καταπατοῦσα πᾶσαν δοκοῦσαν σοφίαν. Σευηριανοῦ. Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας ἑαυτῶν σοφίᾳ· ὅτι δὲ ναοὺς μὲν τοῦ Θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ Θεοῦ λέγει τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει· “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν· ἐν τῶ αἰῶνι “ τούτῳ γενέσθω μωρός·” διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ ; εἰ Θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα, τῆ σῆ συνέσει κέχρησαι· οὐκ ἔτι ναὸν ποιεῖς τὸν ναὸν, ἀλλὰ φθείρεις αὐτόν· “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν,” τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας. διεστείλατο γὰρ εἰπὼν “ἐν ὕμῖν·” Θεοδωρίτου. Ἐπισημήνασθαι προσήκει, ὡς ναοὺς Θεοῦ προσηγόρευσεν τοὺς ἔνοικον ἔχοντας τὴν τοῦ Πνεύματος χάριν· μαρτυρεῖ γὰρ ὁ λόγος, ὅτι Θεὸς τὸ Πανάγιον νεῦμα·· “ μηδεὶς ἑαυτὸν “ ἐξαπατάτω·” τουτέστιν ἐπ’ εὐγλωττίᾳ μέγα φρονῶν ἢ γένους περιφανείᾳ· τοῦτο γὰρ ἐπάγει, “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν,” καὶ τὰ ἑξῆς· σοφίαν τοῦ κόσμου καλεῖ τὴν ἔρημον τῆς τοῦ Πνεύματος χάριτος· τὴν μόνην τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένην· ταύτῃ παρεγγυᾷ μὴ θαρρεῖν· ἀλλ’ ἐπὶ τῇ καλουμένῃ τοῦ κηρύγματος μωρίᾳ σεμνύνεσθαι. Ἰωάννου. Ὥσπερ νεκρὸν κελεύει γενέσθαι τῷ κόσμῳ· καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γινομένη, οὕτω καὶ μωρὸν κελεύει τῷ αἰῶνι τούτῳ γενέσθαι, σοφίαν ἡμῖν ἐντεῦθεν τὴν ἀληθῆ προξενῶν· μωρὸς δὲ τῴ κόσμῳ γίνεται, ὁ τὴν ἔξωθεν ἀτιμάζων σοφίαν., καὶ πεπεισμένος μηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. καὶ διατί μὴ εἶπεν ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ γενέσθω μωρός ; ἵνα μεθ’ ὑπερβολῆς ἀτιμάσῃ τὴν ἔξωθεν παίδευσιν· ἄλλως τε καὶ παιδεύει μὴ ἐπαισχύνεσθαι τὰ ἡμέτερα ἐν ἰδιωτίᾳ. πάνυ γὰρ καταγελᾷ τῶν ἔξωθεν· διόπερ οὐδὲ τὰ ὀνόματα δέδοικεν· θαρρεῖ γὰρ τῇ τῶν πραγμάτων δυνάμει. ὥσπερ γὰρ ὁ σταυρὸς δοκῶν ἐπονείδιστον εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα μωρία εἶναι, σοφίας ἡμῖν αἰτία κατέστη. καθάπερ γὰρ ὁ κακόν τι μεμαθηκὼς, ἃν μὴ τὸ πᾶν ἀπώθηται καὶ λειαίνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφῶς τῶν ὑγιεινῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἐὰν μὴ τὸ πᾶν ἐξέλῃς καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξ ἴσης τῷ ἰδιώτῃ παράσχῃς ἑαυτὸν τῇ πίστει· οὐδὲν εἴσῃ u γενναιῶν ἀκριβῶς. Καὶ πῶς ἃν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησὶ, μὴ κεχρημένον αὐτῶν τοῖς δόγμασιν ; ἔπειτα ἐπειδὴ οὕτω σφοδρῶς αὐτῆς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· “ ἡ γὰρ “ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν·” οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει· δεῖ τοίνυν αὐτῆς ἀποστῆναι· γέγραπται γὰρ “ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῆ “ πανουργίᾳ αὐτῶν· ἣ σοφοὺς ἐν τῇ πανουργίᾳ· ἣ δρασσόμενος ἐν τῇ πανουργίᾳ· τουτέστι τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος. ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ· δι’ αὐτῆς ἤλεγξεν αὐτοὺς ὅτι μάλιστα δέονται Θεοῦ· πῶς καὶ τίνι τρόπω; ὅτι μωροὶ γενόμενοι, εἰκότως δι’ αὐτῆς ἑάλωσαν· οἱ γὰρ u εἰσῆν Cod. νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι· διὰ τοῦτο φησὶν, ἐν τῇ πανουργίᾳ ἀυτῶν· Οἰκουμενίου. Εἰ δὲ ναὸς Θεοῦ ἐσμὲν, ἐπειδὴ τὸ οἰκεῖ ἐν ἡμῖν, ἄρα Θεὸς τὸ νεῦμα. Φωτίου. Πῶς ἐδράξαντο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ; ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ ἔτυχον ὦνπερ ἤλπισαν, ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες· ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτοῖς ἐχώρησεν· ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς περιβαλούσης. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις. πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος· εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν. ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ Ἰωάννου. Καθαίρων τὸν τῦφον τῶν διδασκάλων, καὶ ὅτι οὐ μόνον οὐδὲν αὐτοῖς χαρίζονται, ἀλλ’ ὅτι καὶ αὐτοὶ ἐκείνοις χάριν εἰδέναι ὀφείλουσι, τοῦτο φησίν· εἶτα ἐπειδὴ ἔμελλον καὶ αὐτοὶ καυχᾶσθαι, προεξέκοψε τοῦτο τὸ νόσημα, εἰπὼν “ ἑκάστῳ “ ὡς ὁ Κύριος ἔδωκεν. καὶ πάλιν ὅτι ὁ Θεὸς ηὔξανεν· ἴνα μήτε ἐκεῖνοι ὡς παρέχοντες μέγα φρονῶσι· μήτε οὗτοι διὰ τὸ ἀκοῦσαι “ πάντα ὑμῶν ἐστι,” πάλιν ἐπαίρωνται. “ εἴτε ζωή· εἴτε θάνατος·” τουτέστιν ὅτι κάη ἀποθνήσκωσιν οἱ διδάσκαλοι κινδυνεύοντες ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι καὶ ὁ τοῦ Ἀδὰμ θάνατος δι’ ἡμᾶς, ἵνα σωφρονισθῶμεν· καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶμεν· ἑτέρως δὲ ἡμεῖς τοῦ Χριστοῦ· καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ· καὶ ἑτέρως ἡμῶν ὁ κόσμος· ἡμεῖς μὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔργον. ὥσπερ οὖν οὐδὲ ὁ κόσμος ἡμῶν· ὥστε εἰ καὶ μία λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια· ἡμῶν μὲν γὰρ ὁ κόσμος, ὡς δι’ ἡμᾶς γεγενημένος· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πνεῦμα εἶναι· ἡμεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπ’ αὐτοῦ κατασκευασθέντες· εἰ δὲ ἐκεῖνα ὑμῶν φησιν· τί τοὐναντίον ἐποιήσατε αὐτοῖς ἐπονομαζόμενοι· ἀλλ’ οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ. Θεοδωρίτου. Ὑπέδειξε τὸν ἀληθῆ πλοῦτον τοῦ πλούτου χορηγόν· καὶ καταφρονῆσαι τῶν οὐδὲν ὄντων ἐδίδαξεν· καὶ γὰρ καὶ ὑμεῖς, φησὶν, οἱ Ἀπόστολοι ὑμῶν ἕνεκα τῆς ἀποστολικῆς ἠξιώθημεν χάριτος· ἵνα ὑμῖν τὸν λόγον κηρύξωμεν· ὑμῖν δέδοται καὶ ἡ παροῦσα καὶ ἡ προσδοκωμένη ζωή· καὶ αὐτὸς ὁ θάνατος τῆς ὑμετέρας ἕνεκα ὠφελείας ἐπηνέχθη τῇ φύσει· καὶ τὰ ἡμέτερα πάντα, εἰς ἡμετέραν δεδημιούργηται χρείαν· καὶ τὰ προσδοκώμενα, ὑμῶν χάριν ηὐτρέπισται. προσήκει τοίνυν ὑμᾶς τῷ δεσπότῃ συνῆφθαι ἧφθαι Χριστῷ· ὃς τούτων ἐστὶ τῶν ἀγαθῶν χορηγός· καὶ δι’ αὐτοῦ τῷ τῶν ὅλων Θεῷ· ἡμῖν μὲν γὰρ ἥνωται κατὰ τὴν φύσιν, ἣν ἀνέλαβεν παρ’ ἡμῶν· τῷ δὲ Πατρὶ κατὰ τὴν θείαν οὐσίαν· ἐξ αὐτοῦ γὰρ φύσει γεγέννηται. Χριστὸς γὰρ Θεοῦ· οὐχ ὡς κτίσμα Θεοῦ· ἀλλ’ ὡς Υἱὸς τοῦ Θεοῦ. Εἰ δὲ ἀντιλέγουσιν οἱ τὰ Ἀρείου φρονοῦντες· καὶ οὐ βούλονται δοῦναι τῆς σχέσεως τὴν διαφοράν· καλείτωσαν καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα καὶ τοὺς Ἀποστόλους καὶ τὴν ζωὴν καὶ τὸν θάνατον ἡμέτερα ποιήματα. ἐπειδήπερ ὁ θεῖος Ἀπόστολος εἶπεν “ πάντα ὑμῶν ἐστιν.” ἀλλ’ οὐκ ἃν εἴποιεν· οὐκοῦν ταῦτα μὲν ὑμῶν διὰ τὴν θείαν φιλοτιμίαν· ἡμεῖς δὲ Χριστοῦ, ὡς μὲν ἀνθρώπου μέλη, ὡς δὲ Θεοῦ ποιήματα· Χριστὸς δὲ Θεοῦ, ὡς Υἱὸς γνήσιος ἐξ αὐτοῦ γεγεννημένος κατὰ τὴν θεότητα. Ὡριγενουσ. Ὁ δυνάμενος ἀποτάξασθαι πᾶσιν ἀνθρώποις ὅλος γενέσθαι ἄξιος τῆς ἐν Χριστῷ καυχήσεως· οὕτως οὐκ ἐν ἀνθρώπῳ καυχᾶσαι. πῶς δὲ ὁ θάνατος ἐμός ἐστιν ; ἵνα ἀποθάνω τῇ ἁμαρτίᾳ· ἵνα εἴπω εἰ καὶ συναπεθάνομεν καὶ συζήσομεν· ὁ γὰρ ἄλλος θάνατος, καθ’ ὃν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, οὐκ ἔστιν ἐμός. καὶ τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι· ὅτι ἀκούομεν γραφῶν ἱερῶν· ὅτι εὐχόμεθα· τὰ δὲ μέλλοντα οτ ἃν γὰρ ἔλθῃ τὸ τέλειον τότε τὸ ἐκ “ μέρους καταργηθήσεται·” καὶ οὐχ οἷόν τέ ἐστιν ἐπὶ τὰ μέλλοντα ἐλθεῖν, ἐὰν μὴ πρῶτον γένηται μοι τὰ ἐνεστῶτα· “ πάντα “ ὑμῶν·” θαυμάζεται τις λόγος παρ’ Ἕλλησιν εἰρημένος τοιοῦτος· πάντα τοῦ σοφοῦ, καὶ οὐδὲν τοῦ φαύλου· ταῦτα δὲ ὁ Λόγος τοῦ Θεοῦ πρῶτος ἐδίδαξεν, ὅτι πάντα τοῦ ἁγίου ἐστίν. τοῦ οὖν πιστοῦ, φησὶν, ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· ὡς γὰρ λῃστὴς ἔχει ἃ ἔχει ὁ ἄπιστος οὐ γὰρ εἰδὼς αὐτοῖς χρῆσθαι, οὐδὲ τὸν κτίσαντα ταῦτα Θεόν· οὐδὲ ἀκούων τοῦ λέγοντος “ ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον,” οὐχ ὡς αὐτοῦ ἐκεῖνα ἔχει· ἡμεῖς δὲ ὁρῶμεν ὅτι πάντα ἡμῶν ἐστίν· καὶ ἔστι τοῦ σοφοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Φωτίου.Εἰ οὖν οἱ διαλογισμοὶ τῶν ἀνθρώπων ματαιοί καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται, ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη, οὔτε λογισμῶν δεινότης ἰσχύει ἣ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ· πῶς ἄν τις διδάσκων καυχήσαιτο μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων ὡς συντελοῦσι πρὸς ὄνησιν ; δῆλον γὰρ ὡς εἴ τίς τι καὶ διδάσκει, χάριτός ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν· ἀλλ’ οὐχὶ οἰκείας σοφίας ἔργον, ἣ τῆς κατὰ διάνοιαν ὀξύτητος· τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα λαμβάνομεν· ἀλλ’ ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ, ἐν ἀνθρώποις καὶ ἐπὶ τοῖς διδασκάλοις· οὐ γάρ τι ἔχουσιν αὐτοὶ οἴκοθεν· ἣ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς· οὐ γάρ ἐστι δι’ αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα· “ ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ πάντα ὑμῶν ὡς εὐεργεσίαι καὶ δωρεαί· ὑμεῖς δὲ “ Χριστοῦ·” ὡς κτήματα καὶ ποιήματα· “ Χριστὸς δὲ Θεοῦ,” ὡς γέννημα καὶ Υἱός. καλῶς δὲ τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ· ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν Υἱὸν, ἐπήγαγεν “ Χριστὸς “ δὲ Θεοῦ.” Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυρίων Θεοῦ· ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἣ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ὡριγενουσ. Ὁ μὴ διαβεβηκὼς τῷ λόγῳ περὶ τὴν τῶν ἐγκεκρυμμένων ἐν τῇ γραφῇ μυστηρίων, δύναται μὲν υπηρέτης εἶναι Χριστοῦ, οὐ δύναται δὲ οἰκονόμος εἶναι μυστηρίων Θεοῦ· ὁ γὰρ οἰκονόμος ὣν ἔχει τὰ οἰκονομούμενα καὶ δἰδεν τὰ μυστήρια τοῦ Θεοῦ· μήποτε οὖν ὁ μὲν ὑπηρέτης Χριστοῦ κατὰ τὴν κοινοτέραν νοεῖται διακονίαν προστὰς, ὁ δὲ οἰκονόμος μυστηρίων Θεοῦ κατὰ τὴν διοίκησιν τὴν περὶ τὰ γνωσθέντα μυστήρια· ἵνα μὴ παραρίπτῃ ταῦτα ὡς ἔτυχεν· μὴ δὲ ἀνεξετάστως αὐτὰ παραδίδω· ἀλλὰ προκαθάρας, προευτρεπίσας, προαποστήσας τοῦ κόσμου τὸν μέλλοντα ἀκούειν μαθημάτων ὑπερκοσμίων, τότε αὐτὴ λέγει· ἡμεῖς, φησὶν, ἐσμὲν ὑπηρέται Χριστοῦ· καὶ τὰ πλείονα μᾶλλον ὁ Ἀπόστολος τῇ ὑπηρεσίᾳ τοῦ Χριστοῦ διηκονεῖτο, ἤπερ τῆ οἰκονομίᾳ τῶν μυστηρίων τοῦ Θεοῦ· οἰκονομεῖ δὲ τὰ μυστήρια τοῦ Θεοῦ, φέρε εἰπεῖν, πρὸς Λουκᾶν, ἵνα γράψαι τὸ Εὐαγγέλιον δυνηθῇ· πρὸς Τιμόθεον, ἵνα ἄρξαι τῶν ἐν Ἐφέσῳ πλείονα παρειληφότων οἷός τε γένηται οἰκονομεῖν τὰ μυστήρια τοῦ Θεοῦ· τολμῶ δὲ καὶ λέγειν, ὅτι ἐν Κορίνθῳ μὲν ὑπηρέτης γέγονε τοῦ Χριστοῦ· ἐν Ἐφέσω δὲ οἰκονόμος μυστηρίων Θεοῦ. Μαθὼν δὲ ἀπὸ τῶν τοῦ Σωτῆρος λόγων ὁ Παῦλος τὸ “ τίς ἄρα “ ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ Κύριος ἐπὶ “ τῆς οἰκίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς συν- “ δούλοις αὐτοῦ·” φησὶν, “ ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ·” οὔτε γὰρ ἀρκεῖ τὸ ἐγνωκέναι· οὔτε δεῖ τὸν ἐγνωκότα ὡς ἔτυχεν λέγειν· ἀλλὰ νοοῦντα τὸ ἐν καιρῷ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ, βλέπειν, τίς τῶν συνδούλων ὀφείλει λαβεῖν πλεῖον σιτομέτριον μυστηρίων Θεοῦ ἢ ἔλαττον καὶ πότε· ἐὰν γὰρ καλῶς τὴν οἰκονομίαν καὶ ἀμέμπτως διοικήσωσι, ποίαν ἔχει ἐπαγγελίαν ; “ ἐπὶ πᾶσι” φησὶ “ τοῖς ὑπάρχουσιν ὁ “ οἰκοδεσπότης καταστήσει αὐτόν. Εἰ δὲ Παῦλος φοβεῖται, καὶ λέγει ταῦτα περὶ ἑαυτοῦ καὶ περὶ Κηφᾶ καὶ Ἀπολλῶ· πόσῳ μᾶλλον τοὺς καθ’ ἡμᾶς οἰκονόμους δεήσει φοβεῖσθαι· ὅπως εὑρεθῶσι πιστοὶ οἰκονόμοι ; εἶτα περὶ ἑαυτοῦ φησίν· “ ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστι, ἵνα ὑφ’ ὑμῶν ἀνα- “ κριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· οἱ ἐν Κορίνθῳ ἀνεκρίνοντο ὅσον ἐφ’ ἑαυτοῖς οὐκ ἀληθῶς ἀνακρίνοντες· ἀνακρίνοντος γὰρ ἦν τὸ λέγειν, ὅτι κρείττων ἐστὶν ὁ Παῦλος Κηφᾶ καὶ Ἀπολλῶ· καὶ ἄλλου τὸ λέγειν ὁ Πέτρος πολλῷ διαφέρει τοῦ Παύλου· ἐν γὰρ τῷ Εὐαγγελίῳ Παῦλος οὐκ εἴρηται Ἀπόστολος· φησὶν οὖν ὁ (??) ἄυλος, ὅτι ἐμοὶ εἰς ἐλάχιστον ἐστιν ἴνα ὑφ’ ὑμῶν ἀνακριθῶ συνῄδει ἑαυτῷ τὰ κάλλιστα· καὶ ὅτι οὐχ ὑπέπιπτεν Κορινθίοις ὡς δυναμένοις αὐτὸν ἀνακρίναι· ὁ γὰρ πνευματικὸς ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται· ὥσπερ ἀλλαχοῦ φησίν· “ γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε·” τοιοῦτόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα· περὶ ἧς γέγραπται μυρία ὅσα· καὶ τὸ “ ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται·” ἡ οὖν ἀνάκρισίς μου φησίν· οὐ δύναται γενέσθαι ἐν ἀνθρωπίνῃ ἡμέρᾳ· οὐ χωρεῖ γὰρ ἀνθρωπίνη ἡμέρα τὴν ἀνάκρισίν μου. εἰ ἀνακρίνεσθαι μέλλω, ἐν τῇ τοῦ Κυρίου ἡμέρᾳ ἀνακριθήσομαι· εἶτα παραδοξότερόν τι ἑαυτῷ συνειδὼς λέγει· “ ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· “ οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα·” πολὺ ἐνταῦθα τὸ συνειδὸς τοῦ Ἀποστόλου φαίνεται καθαρὸν γεγονέναι· ὥστε αὐτὸν τολμῆσαι οὐ μόνον τοῖς τότε γράψαι· ἀλλ’ ἵνα καὶ αἱ μέχρι συντελείας γενεαὶ ἀναγινώσκωσι τὸ λεγόμενον. Ἀληθὴς οὖν ὁ Παῦλος λέγων “ μιμῆται μου γίνεσθε, καθὼς “ κἀγὼ χριστοῦ·” πῶς δὲ Χριστὸν ἐμιμήσατο Παῦλος ἄκουε· “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.” καὶ ὁ Παῦλος φησὶν “ οὐδὲν ἐμαυτῷ σύνοιδα·” καὶ οὐκ εἶπεν οὐδὲν ἐμαυτῷ σύνοιδα ἔργον φαῦλον· εἰ γὰρ τοῦτο εἰρήκει, ἐδυνάμεθα λέγειν ὅτι τοῖς μὲν ἔργοις κεκάθαρται, τοῖς δὲ λόγοις οὐδέπω· ἢ πάλιν τούτοις μὲν κεκάθαρται· ἡ δὲ καρδία αὐτοῦ ἡμάρτανεν· νῦν δὲ ἔοικεν εἰς ὑπερβολὴν συνειδέναι ἑαυτῷ καθαρότητα· οὐ πρώην ὅτε ἐδίωκεν· ἢ ὅτε προσῆλθεν τῇ πίστει, ἀλλὰ νῦν ὅτε ταῦτα ἔλεγεν· εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ ἄνθρωπον λελαληκέναι· ἐπιφέρει καὶ λέγει· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι.” ἐγὼ μὲν “ γὰρ” φησὶν “ οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδι- “ καίωμαι·” ἐνδέχεται γὰρ ἐμὲ μηδὲν ἐμαυτῷ συνειδέναι, λανθάνειν δέ με ἡμαρτημένον τι μοι· πολλὰ γὰρ γίνεται ἐν τῇ ἀνθρωπίνῃ φύσει τοιαύτα, ὥστε ἁμαρτάνειν κάτα ’τον λόγον, οὐ μέτα τοῦ καταλαμβάνειν ἣ κατὰ τὴν συγκατάθεσιν· οὐ μετὰ τὸ θεωρεῖν ὅτι ἡμάρτομεν· ἐκεῖνος οὖν ὁ ἐν πᾶσι μηδὲν ἑαυτῷ συνειδὼς φησίν· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν· ὡς γὰρ ὑπερβὰς τὴν ἀνάκρισιν τὴν ἀγγελικὴν καὶ τὴν τῶν ἄλλων δυνάμεων· τοῦτο φησὶν, ἕως ἃν ἔλθῃ ὁ Κύριος· ἐπεὶ οὖν κρίσις ἐπίκειται καὶ ἀληθινή y γε ἐστὶν ἐκείνη ἡ μόνη τοῦ Κυρίου, ἐπισταμένου καί τοὺς λογισμοὺς σταθμῆσαι, καὶ ἐν ζυγῷ στῆσαι τοὺς λόγους, καὶ ἐρευνῆσαι πάσας τὰς πράξεις, καὶ ἐφ’ ἑκάστῳ ἡμῶν τὸ δέον ἀποδοῦναι· διὰ τοῦτο κἂν καταγινώσκωμέν τινος, μὴ κατακρίνωμεν· οὐ γὰρ ἴσμεν ᾧ μέτρῳ ἥμαρτεν· οὐ δὲ οἴδαμεν οἵᾳ διαθέσει ἥμαρτεν· καὶ εἰ ἔχει ἀντίρροπα χρηστὰ τῇ ἁμαρτίᾳ αὐτοῦ· ἐὰν γὰρ εὐλαβεῖς γενώμεθα, οὐ πρὸ καιροῦ τί κρινοῦμεν· ἀλλὰ πάντα μαθήσομεν τῇ κρίσει τοῦ Θεοῦ διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Θεοδωρίτου. Ὁ τιμῆσαι βουλόμενος, ὡς ὑπηρέτας τιμάτω· ὡς οἰκονόμους αἰδεσθῶ· μετρείτω τῆ φύσει τὸ γέρας· καὶ ταῦτα οὐ μόνον γέγραφεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ καὶ δέδρακεν· τοὺς γὰρ Λυκάονας θῦσαι πειραθέντας διεκώλυσεν, τὴν ἐσθῆτα σὺν Βαρνάβᾳ διαρρήξας καὶ βοήσας ὅτι “ ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν “ ἄνθρωποι.” οὕτως ὁ μακάριος Πέτρος ἔφη τῷ Κορνηλίῳ· “ καὶ αὐτὸς ἐγὼ ἄνθρωπός εἰμι. “ ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οικο- “ νόμοις ἵνα πιστός τις εὑρεθῇ” καὶ τὰ ἑξῆς· οὐχ ἵνα τοῦ δεσπότου τὴν ἀξίαν ἁρπάσῃ· ἀλλ’ ἵνα τῷ δεσπότῃ τὴν εὔνοιαν φυλάξῃ. διπλῆν δὲ αὐτῶν ποιεῖται κατηγορίαν· καὶ ὅτι τὴν τιμὴν οὐ μετρουσιν· καὶ ὅτι του κρίνειν τὴν ἐξουσίαν οὐκ ἔχοντες, κρίνουσι καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς διδασκάλοις· οὐ γὰρ ἃν οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προέκριναν· εἰ μὴ σφίσιν αὐτοῖς τὸ κρίνειν ἀπένειμαν· τούτου χάριν τῆς τοῦ κρίνειν αὐτοὺς ἐξουσίας ἐγύμνωσεν· εὐτέλειαν τῶν διδασκάλων καλέσας τῷ τῇ κρίσει τῶν μαθητῶν ὑποκεῖσθαι τὰ κατ’ αὐτούς· εἶτα θεραπεύων αὐτοὺς, κοινὸν γ ἀληθηνή Cod. L ποιεῖται τὸν λόγον· “ ἣ ὑπὸ ἀνθρωπίνης ἡμέρας.” ἀνθρωπίνην δὲ ἡμέραν ἐκάλεσεν, τὸ τῆς φύσεως ὀλιγόβιον. Τοῦ αὐτοῦ. Ὑμεῖς, φησὶν, ὁρᾶτε τὰ φαινόμενα· Θεῷ καὶ τὰ κρυπτόμενα· ἀλλὰ κατὰ τὸν παρόντα βίον οὐ πάντα γυμνοῖ· ἐν ἐκείνῳ δὲ πάντα δῆλα γενήσεται· τὸ δίκαιον τοίνυν κριτήριον ἀναμείνατε· ὄψεσθε γὰρ τηνικαῦτα δικαίας τὰς ἀναρρήσεις· καὶ ἐπειδὴ ἐν τοῖς πρόσθεν ἑαυτὸν εἰς μέσον προτέθηκεν, καὶ τὸν Ἀπολλῶ καὶ τὸν Κηφᾶν· ἀπὸ τῶν μειζόνων δεικνὺς τοῦ γινομένου τὴν ἀτοπίαν, ἀναγκαίως λοιπὸν τὴν κατηγορίαν γυμνοῖ. Σευηριανοῦ. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί· ἀλλ’ ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν· παρεώρων τόδε οἱ φύσει καλοί· οὐ γὰρ ἃν ταῦτα εἶπεν. Ὡριγενουσ. Ἐνθάδε μὲν λέγεται, “μὴ πρὸ καιροῦ τι καὶ τὰ ἑξῆς· ἐν ἄλλῳ δὲ τόπῳ τῆς Ἐπιστολῆς “ οὐχὶ τοὺς ἔσω “ ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει·” ἀρ’ οὖν ἐναντιώματα ἔχουσιν αἱ γραφαὶ, καὶ δεῖ ἡμᾶς κρίνειν καὶ μὴ κρίνειν, κατὰ τὸ αὐτὸ τῆς κρίσεως σημαινόμενον ; ἐὰν μὴ τοὺς ἔσω ἡ ἐκκλησία μέλλει ἀντὶ Ἐκκλησίας Θεοῦ γίνεσθαι συναγωγὴ πονηρευομένων· εἰτα τῶν ἔσω κρινομένων, πῶς ἀληθές ἐστι τὸ “ μὴ κρίνετε, ἵνα “ μὴ κριθῆτε ;“φαμὲν οὖν οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω οὐχ οὕτως εἰσὶν ἀνόητοι, ὡς κρίνοντες τοὺς ἔσω λέγειν, ὅτι τὴν κρίσιν τοῦ Θεοῦ κρίνομεν. ἀλλὰ πρὸς τὴν οἰκονομίαν τοῦ συμφέροντος τῇ Ἐκκλησίᾳ τὴν κρίσιν ποιοῦνται· εἰ συμφέρει τόνδε ἀποσυνάγωγον ειναι, κρίναντες αὐτὸ ποιοῦσιν καὶ πάλιν πρὸς τὸ συμφέρον προστήσονται, οὐ τὴν τοῦ Θεοῦ κρίνοντες κρίσιν, ἀλλὰ τὴν δεδομένην αὐτοῖς· τὴν γὰρ κρίσιν ἣν ὁ Θεὸς κρίνει ἐν Χριστῷ, ἀμήχανόν ἐστι κρίνειν ἡμᾶς. οὔτε γὰρ οἴδαμεν· οὔτε καρδίας ἐρευνῶμεν· οὔτε τοῖς λογισμοῖς τὰ πεπραγμένα ἑκάστῳ πέπρακται· τὰ κρυπτὰ γὰρ Κυρίῳ τῷ Θεῷ παραχωροῦσιν οἱ κριταὶ οἱ κατὰ τὸ Εὐαγγέλιον· “ τὰ δὲ φανερὰ,” ὡς εἴρηται, “ ὑμῖν καὶ “ τοῖς τέκνοις ὑμῶν·” ὅσα ἔφθασεν εἰς αὐτοὺς, καὶ γνωστά ἐστιν ἐν αὐτοῖς, ταῦτα κρίνουσιν. Μηδέποτε οὖν τὴν κρίσιν τοῦ Θεοῦ προλαβόντες λέγωμεν, ὁ δεῖνα ἀπόλλυται· ἣ μακαρίζοντες λέγωμεν, ὁ δεῖνα σώζεται· οὐδὲ γὰρ ἀντιμετρεῖν καὶ ἀντεξετάζειν ἴσμεν τὰς πράξεις ταῖς πράξε- σιν, ἣ λογισμοὺς ἣ ἐνθυμήματα· “ μὴ πρὸ καιροῦ οὖν τι κρίνετε· “ ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· “ καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.” δύο δὲ λεγομένων πραγμάτων, ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε “ κρυπτὰ σκότους·” ἃ δὲ “ βουλὰς καρδιῶν·” ὅρα οὖν μὴ τὰ ἁμαρτήματα ἡμῶν κρυπτὰ σκότους ἐστίν· τὰ δὲ ἀνδραγαθήματα βουλαὶ τῶν καρδιῶν· ὅσα γὰρ καλῶς πράττομεν, μετὰ βουλῆς πράττομεν· ὅσα δὲ ἁμαρτάνομεν, ἐν σκότῳ ὄντες ἁμαρτάνομεν. Ἐπειδὴ τοίνυν τινὲς ἣ ταῦτα ἔχουσιν ἣ ἐκεῖνα· ταῦτα δὲ ἄνθρωπος οὐκ οἶδεν· “ μὴ πρὸ καιροῦ τί κρίνωμεν, ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ ἀποκαλύψει τὰς βουλὰς τῶν καρδιῶν· “ δεῖ γὰρ τοὺς πάντας ἡμᾶς Φανερω- “ θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται “ ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, “ εἴτε φαῦλου·” εὗρον εὐαγγελικὸν παραπλησίως τούτῳ διηγήσασθαι· “ οὐδὲν κρυπτὸν, ὃ οὐ φανερωθήσεται· καὶ κεκαλυμμένον, “ ὃ οὐκ ἀποκαλυφθήσεται·” ὅρα τὸν Σωτῆρα διδόντα διαφορὰν κρυπτῶν φανερουμένων, καὶ κεκαλυμμένων ἀποκαλυπτομένων· τίνα οὑν ἐστι τὰ κρυπτὰ καὶ φανερούμενα, ἣ τὰ καλά ; καὶ τίνα τὰ κεκαλυμμένα καὶ ἀποκαλυπτόμενα, ἀλλ’ ἣ τὰ κακά ; Εἴποι τις ἃν τῶν πάντα ἐρευνώντων, διατί οὐκ εἶπεν καὶ τότε ὁ ἔπαινος γενήσεται, ἣ ὁ ψόγος ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ· ἀλλὰ μόνον “ ὁ ἔπαινος ” ὁ μὲν οὖν τις οὕτω διηγήσεται· ὅτι τὸ εὐφημότερον προσῆψεν τῷ Θεῷ, παρασιωπήσας τὸ λοιπὸν, ὡς οὐχ, ἁρμόζον αὐτῷ· ἐγὼ δὲ τολμήσω καὶ εἴποιμι ἃν, ὅτι τὰ μὲν ἀγαθὰ ἐπαινεῖ καὶ ἀποδέχεται ὁ Θεός· τὰ δὲ κακὰ ἡμῶν ὁ τῶν κακῶν πατὴρ διάβολος. καὶ ὁ μὲν ἔπαινος ἀπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις· ὁ δὲ ψόγος τοῖς ἄξια ψόγου πεποιηκόσιν ἀπὸ τοῦ διαβόλου γίνεται· διὰ τοῦτο λέγεται σοι παρὰ τῷ Ἀποστόλῳ· ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον. Εὐσεβίου. Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθαι τὸ ἑαυτοὺς ἐκδικεῖν· μηδὲ τὸ κρίνειν τοὺς ἡμαρτηκέναι δοκοῦντας· μηδὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶν ὄψεις διαλανθανόντων· ἐπείπερ αὐτὸς ὁ Κύριος ἐπιστὰς, τῶν μὲν ἀσεβῶν φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· τῶν δὲ κοσμίων καὶ θεοσεβῶν δι’ ἐπιεί- Ι. 2 κεῖαν καὶ ἰδιοπραγμοσύνην, καὶ λανθανόντων τοὺς πολλοὺς φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· οἷς καὶ τὸν ἔπαινον γενήσεσθαι φησὶν ἀπὸ τοῦ Θεοῦ Φωτίου.τοῦτο γάρ ἐστι, φησὶν, τὸ ζητούμενον καὶ παντὶ τρόπῳ φυλάττεσθαι παρὰ τῶν οἰκονόμων· τὸ πιστοὺς εἶναι, καὶ ὑπηρέτας ἡγεῖσθαι ἑαυτούς· καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ δεσπότου. ἢ καὶ οὕτως. λογιζέσθω ἡμᾶς, ἄνθρωπος τά τε ἄλλα, ἅπερ, φησὶν, εἶπον· καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, κἀκεῖνο ἡμᾶς λογιζέσθω· ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ λογιζέσθω· τι δέ ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον ; ἵνα πιστὸς φησὶν, εὑρεθῇ· εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦντας· τί οὑν ; σὺ τοιοῦτος εἰ ; προαπαντῶν ; φησὶν, ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ· τοῦτο δὲ φησὶν, οὐκ ἐπαίρων ἑαυτόν· ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ διδασκαλίᾳ φυλάττων. εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον, καὶ ἐν δισταγμῷ εἶχον· σχολῇ γ’ ἃν τὰ παρ’ αὐτοῦ y κηρυσσόμενα καὶ διδασκόμενα παρεδέξαντ’ ἄν. Εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῆ σφῶν αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν ἀναστέλλει καὶ ἐπιρραπίζει, καὶ ἐπιμόνως ἀναιρεῖ· εἶτα ἵνα μὴ δόξῃ οὐχὶ τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ σεμνολογῶν καὶ ἐπαίρων ἑαυτὸν ἐπάγει· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι·” εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ, μήτε ἁπλῶς ἄλλοις ἀνθρώποις· ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως διακειμένοις πρὸς ἐμὲ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν καὶ διδασκαλίαν· καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως, ὡς εἰδότας, ὅτι οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπτον ἀρετῆς μαρτύριον· εἴπερ κατὰ ἀλήθειαν “ οὐδεὶς “ οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν “ ἐν αὐτῷ·’ ἀλλ’ οὖν ἐν αὐτῷ εἰ καὶ ταῦτα ἐστὶ μοὶ, φησὶν, οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι· ἐκείνου δέ μήπω πάσης ἀφέντος αἰτίας, ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί· ὡς μήπω δεδικαιωμένος· ἀλλ’ οὐδὲ διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα, ἀμφιβόλως ἔχειν περὶ ἐμὲ, καὶ κρίνειν y αὐτοῖς Ed. Œcum. καὶ ἀνακρίνειν κατατολμᾶν· καὶ ὃ μόνον ἐστὶ τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν, καὶ τὸν καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως· εἰ δὲ τὸ “ ζητεῖται” ὡς προστακτικὸν ἐκληφθῇ, ἥ τε σύμφρασις, ὡς δῆλον, οὐδὲν ἀσαφὲς ἕξει, καὶ ὁ νοῦς πρόχειρος· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες ; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφειλόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ὠριγένουσ. Γέγραπται ταῦτα, φησὶν, ἐν τῷ κατὰ τὰ τότε πράγματα· οὐχ ἵνα περὶ Παύλου καὶ Ἀπολλῶ ταῦτα γινώσκωμεν μόνον· ἀλλ’ ἵνα καθ’ ἑκάστην γενεὰν τὰ γινό- μενα ἀνάλογον τούτοις προοῶντες ὀρθῶς προσέχωμεν· μήποτε καὶ αὐτοὶ ἐμπέσωμεν εἰς τὰ τοιαῦτα· καὶ ὡς ἐν θεάτροις τοῖς διασχιζομένοις περὶ τὰ ἀκροάματα διασχίζονται περὶ τοὺς διδασκάλους· λους· ἀλλ’ εἰδῶμεν τὸ “ ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ “ γέγραπται,” ἐάν τις ἕξιν ἔχων ὑποδεεστέραν, πρὶν πληρῶσαι τὰ γεγραμμένα, θέλει ἀναβῆναι εἰς τὰ ὑπὲρ ἃ γέγραπται, οὐδὲ νοήσει ἃ γέγραπται· ὥσπερ γὰρ κλίμακα οὐχ οἷόν τε ἔστιν ἀναβῆναί τινα, μὴ ὁδῷ ἀναβαίνοντα ἀπὸ τῶν κατωτέρω κατὰ τὸ δυνατὸν, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν μαθημάτων τῶν θείων. Tοῦτο μὴ καλῶς νοήσαντες οἱ ἀπὸ τῶν αἱρέσεων, ἐπαγγέλλονται παραδόσεις, καὶ λέγουσιν αὐταὶ ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν ὁ Σωτῆρ’ ἡμῶν τοῖς Ἀποστόλοις ἐν ἀπορρήτῳ, καὶ οἱ Ἀπόστολοι τῷ δεῖνι ἢ τῷ δεῖνι· καὶ οὕτως διὰ ταύτης τῆς μυθολογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. οἱ δὲ λοιποὶ φασίν· γέγραπται, “ τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ “ τοῦ ἀδελφοῦ σοῦ, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς ” καὶ μὴ κρίνετε ἵνα μὴ κριθῆτε·” εἰ γὰρ ἐσμὲν ἓν, καὶ συδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή· “ὁ ταπεινῶν “ γὰρ ἑαυτὸν ὑψωθήσεται” καὶ “ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος , ἔστω “ πάντων ἔσχατος·” καὶ ἕκαστος ἐν ᾧ ἐκλήθη ἐν τούτῳ μενέτω. Ταῦτα ἐστι καὶ τὰ τοιαῦτα, ἃ γέγραπται, ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθαι κατὰ τοῦ ἑτέρου· οἱ γὰρ ἑαυτοὺς διανείμαντες· καὶ οἱ μὲν ἐκ τούτου, οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο· τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες· εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους· τίς γάρ σε διακρίνει ; τίς σε μέρους ἐχειροτόνησεν; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ ; τι δὲ ἔχεις ὃ οὐκ ἔλαβες ; ἐπὶ τίνι δὲ μέγα φρονεῖς ; ἐπ’ εὐγλωττίᾳ ; ἀλλ’ ὁ Θεός σοι ταύτην κεχάρισται· ἀλλ’ ἐπὶ γνώσει ; καὶ τοῦτο θεῖον τὸ δῶρον· ἀλλ’ ἐπὶ θαυματουργίαις ; καὶ ταύτῃ τοῦ Πνεύματος ἡ ἐνέργεια· “ εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς μὴ λαβών ” οὐδεὶς ἐπ’ ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ· ἐπαγρυπνεῖ δὲ ταύταις, ἵνα φυλάξη τῷ δεδωκότι. Σευηριανοῦ. Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἣ καταλιμπάνειν, τίς διακρίνει ; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνακρίνεις τὸν κριτὴν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις. Ἰωάννου. ἈΦεὶς τοὺς ἀρχομένους, ἐπὶ τοὺς ἄρχοντας τρέπεται καὶ φησί· πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι ; κρίσις γέγονεν ; ἐξέτασις παρηκολούθησεν ; δοκιμασία, βάσανος ἀκριβής; ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν· εἰ δὲ ἄνθρωποι ψηφίζονται· ἀλλ’ οὐκ ὀρθὴ τούτων ἡ κρίσις· θῶμεν δὲ ὅτι καὶ ἄξιος ἐπαίνων, καὶ ἔχεις ὄντως τὸ χάρισμα· ἀλλ’ οὐδὲ οὕτως ἐχρῆν μέγα φρονεῖν· οὐδὲν γὰρ οἴκοθεν ἔχεις· ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Ὠριγένουσ. Δεήσει ἀπὸ τῶν γραφῶν συναγαγεῖν τί τὸ διακρίνειν, ἵν οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις· “ ὁ “ Θεὸς ἔστη,” φησὶν, ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς δια- “ κρινεῖ.” ἐν τούτῳ φαίνεται ἔργον Θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως· ἀγαθόν ἐστι τὸ ἐν συναγωγῇ θεῶν εὑρεθῆναι Θεόν· ἵνα μηκέτι κριθῇ τις, ἀλλ’ διακριθῇ, καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ, ὧν πιστεύονται οἱ ἐν συναγωγῇ θεοί· ἀλλὰ καὶ ἐν τῷ “ προφῆται “ δύο ἣ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·” ἔοικεν τὸ διακρίνειν ἐκεῖ ἐπὶ τοῦ διάρθρου λαμβάνειν· οἱονεὶ τρανόντωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν· ἐν δὲ τῷ “ ὁ δια- “ κρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως·” τὸ διακρινόμενον φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται· καὶ πάλιν “ προ- “ λαμβάνεσθε ἀλλήλους μὴ εἰς διακρίσεις διαλογισμῶν ἁμαρ- “τανοντες.” Εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις, ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη, ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμους μυστηρίων Θεοῦ· καὶ λέγεις, ἐγὼ εἰμὶ Παύλου, καὶ φάσκεις ἐγὼ Κηφᾶ· ἢ φὴς, ἐγὼ εἰμι Ἀπολλῶ· Θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς Ἀποστόλους, οὐ σόν· ὥσπερ οὖν οὐ χρήσει κρίνειν οὐδὲ διακρίνειν τοὺς ὑπηρέτας τοῦ Εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς Ἀποστόλους, αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων· Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι· ἵνα μηκέτι ἦμεν διῃρημένοι· ἐὰν τελειωθῶμεν, ὥστε τὴν σάρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, τῷ νενεκρῶσθαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· οὐκ ἔτι ἐσόμεθα ἐν διακρίσει, ἀλλ’ οἱονεὶ ἐν ἐγκρισει καὶ τῇ ἔπι τὸ αὐτὸ συναγωγῇ ἤμων. Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. εἰδῶμεν δὲ καὶ τὸ “ τι δὲ ἔχεις ὃ οὐκ ἔλαβες ;” ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι, ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες, ἀπὸ Θεοῦ ἔχομεν. καὶ πάλιν· “ τί προσποιῇ ἔχειν, ὃ μὴ ἔλαβες ; ” οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ Θεοῦ, προσποιεῖται ἐν χαρίσματι εἶναι. λέγεται πρὸς τὸν τοιοῦτον μὴ λαβόντα, “ τί “ δὲ ἔχεις, ὃ οὐκ ἔλαβες ; εἰ δὲ καὶ ἔλαβες· τι καυχᾶσαι ὡς μὴ “ λαβών ; ἤδη κεκορεσμένοι μένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν “ἐβασιλεύσατε·” ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην καὶ τῶν λογίων τῆς ἀληθείας, οὐκ ἀρκεῖται ἑνὶ διδασκάλῳ· ἀλλ’ ἐὰν εὕρῃ δεύτερον· συγχρῆται καὶ τούτῳ· ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἔαν καὶ τρίτου εὐπορήσῃ· γίνεται καὶ πάρα ’τον τρίτον, οὐκ αποδιελὼν ἑαυτῷ ἕνα λέγει, ἐγώ εἰμι Παύλου, ἣ Κηφᾶ ἢ Ἀπολλῶ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τῶν πλειόνων a τῶν διδασκάλων z ἐναγκράσει Cod. a Deest aliquid. καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλῶ ἑνὶ προκλινόμενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων. Διὰ τοῦτο λέγει Κορινθίοις “ ἤδη κεκορεσμένοι ἐστέ ” ἀκόλουθον δὲ τούτῳ τὸ “ ἤδη ἐπλουτήσατε,” οἷον συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου· καὶ οὐκ ἔτι χρήσετε τῶν Ἀπολλῶ ἢ τῶν ἀπὸ Κηφᾶ· ἣ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ἀκολούθως δὲ καὶ τοῦ “ χωρὶς ἡμῶν ἐβασιλεύσατε·” ἐμὲ γὰρ τὸ ὅσον ἐφ’ ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας, καὶ ἑαυτοὺς δὲ ἀπὸ τῶν λοιπῶν, ἑνὶ τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ· ἀλλ’ “ ἡμῶν,” ἵνα ἐμπεριλάβῃ, καὶ κοινὸν αὐτὸ ποιήσῃ· “ καὶ ὄφελόν γε ἐβασιλεύσατε· ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύ- “ σωμεν·” ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον· οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας. καὶ τοῦτο ἀπὸ γραφῆς δείξω. οἱ ὑπὸ τῷ Μώσῃ κληροδοτούμενοι, πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ κληροδοτύμενοι, ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ “ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομί- “ σαντο τὴν ἐπαγγελίαν· τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προ- “ βλεψαμένου· ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν·” διὰ τοῦτο φησὶ, “ χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε· ἵνα “ καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν·” ὅτ’ ἃν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε· τότε ἀναγκαῖόν ἐστι καὶ ἡμῖν καταντῆσαι ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ τελείαν βασιλείαν. Ἰωάννου. “ Ἤδῃ κεκορεσμένοι ἐστέ· ἤδη τοῦτ’ ἐστιν, οὐδενὸς δεῖσθε λοιπόν· τέλειοι ἐγένεσθε· τὴν κορυφὴν b αὐτὴν κατέχετε· οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε· οὐκ Ἀποστόλων, οὐ διδασκάλων· καλῶς δὲ τὸ “ ἤδη” εἶπεν· ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον αὐτῶν οἴησιν· τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι αἰῶνι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ δὲ ἀπὸ ὀλίγων νομίζειν πράττειν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια. b κοριφὴν Cod. Τοῦ αὐτοῦ. Κατὰ ἦθος ὁ λόγος προκεῖται· καὶ πρῶτον μὲν τὸ ἀσυνείδητον αὐτῶν ἐνδείκνυται, ὅτι φησὶ, τηλικούτων ἀξιωθέντες δωρεῶν, οὐ βούλεσθε ἡμᾶς κοινωνοὺς καὶ μετόχους τῶν δοθέντων ὑμῖν ποιῆσαι· ἀλγῶν, φησὶ, ταῦτα λέγω· εἴθε γὰρ ἦτε, φησὶ, βασιλεύσαντες· ἀλλ’ οὐκ ἔσται· εἶτα, ἵνα μὴ δόξῃ κατὰ εἰρωνείαν τοῦτο εἰρηκὼς τὸ “ καὶ ὄφελόν γε ἐβασιλεύσατε·” δείκνυσιν ὅτι καὶ πάνυ τοῦτο ἤθελεν· πῶς ; ὅτι, φησὶν, ἡ ὑμῶν βασιλεία, ἐμὴ ἦν· δόξα γὰρ διδασκάλῳ, τῶν μαθητῶν ἐν πίστει πλουτησάντων. Φωτίου.Διατί “ δι’ ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ ; δι’ ὑμᾶς, φησὶν, ἵνα μὴ ανίασω ὑμᾶς, ὀνόματι καθαπτόμενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν· ἀνιᾶν δὲ ἐφυλάττετο· διὰ δὲ τοῦ μετασχηματισμοῦ, φησὶν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται· καὶ τὸ διορθωθῆναι, καὶ τὸ ἀλυπώτερον ἀκοῦσαι τῶν ἔπι τῇ διορθώσει ἐλέγχων ἐποίει δὲ τοῦτο καὶ ἴνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυποβάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἣ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν, τῶν δὲ κατατρέχειν· ἄλλως τε δὲ καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει, ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἣ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ· ὧν δ’ οὐκ ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ. διὸ εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο· ἀλλ’ εἰς ἑαυτὸν καὶ Ἀπολλῶ τὸν ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν κοινὴν ἅπασιν ἐποιήσατο. Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Κριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Ἰωάννου b. Πόλλην τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐπιδείκνυται πάλιν τῷ εἰπεῖν “ἠμἅς·” καὶ οὐδὲ τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγεν, σφόδρα αὐτῶν καθικνούμενος· ἡμᾶς, φησὶ, τοὺς Ἀποστόλους τοὺς τὰ μυστήρια c ὑπομένοντας κακά· τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας· τούτους “ ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους,” τοῦτ’ ἔστιν ὡς καταδίκους· ἐπειδὴ γὰρ εἶπεν, “ ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν καὶ ἐχάλεσεν d τῷ λόγῳ τῷ σφοδρῷ· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καὶ φησίν· “ δοκῶ γὰρ ὅτι ὁ Θεὸς ὑμᾶς τοὺς Ἀποστόλους, ἐσχάτους ἀπέδει“ ξεν ὡς ἐπιθανατίους·” ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατὲ, οἱ πάντων ἀτιμότεροι καὶ κατάδικοι ἡμεῖς ἐσμέν· εἴ γε ἡμεῖς μὲν εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα, ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ’ ὑπερβολῆς· οὐκ εἶπεν ἁπλῶς ἡμεῖς ἐσμὲν ἔσχατοι· ἀλλ’ ὁ Θεὸς ημας εσχατους ἐποίησεν καὶ οὐκ ἠρκέσθη τῳ εἰπεῖν ἐσχάτους ἀλλὰ καὶ “ ἐπιθανατίος,” ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνίδῃ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα. “ Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀνθρω“ποις·” οὐκ ἐν γωνίᾳ, φησὶ, μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν· ἀλλὰ πανταχοῦ καὶ ἐπὶ παντὸς· τί δέ ἐστι “ καὶ Ἀγγέλοις ;” ἔστιν μὲν ἀνθρώποις εἶναι θέατρον, μηκέτι δὲ Ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γενόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. “ ἡμεῖς μωροὶ “ διὰ Χριστόν· ὑμεῖς δὲ φρόνιμοι·” καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε· δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι· καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων ἀπέχοντα συνελθεῖν· πῶς γὰρ e φησὶν, ὑμᾶς μὲν φρονίμους eἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγμασιν· ἐπειδὴ γὰρ ἐτύπτοντο καὶ b (??) Cod. c Deest aliquid. d Sic. an ἐχαλίνωσεν e sic. κατεφρονοῦντο καὶ ἠτιμάζοντο· ἐκεῖνοι δὲ τιμῆς ἀπήλαυον, καὶ σοφοὶ τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, ταῦτα φησί; ὅτι πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύσσοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι. Θεοδωρίτου. τὴν γὰρ παρὰ τοῖς πιστοῖς ὑπειλημμένην μωρίαν κηρύττομεν· “ ὑμεῖς δὲ φρόνιμοι·” καὶ ἵνα μὴ σφοδρα πλήξῃ, προστέθεικεν “ ἐν Χριστῷ·” ἀντὶ τοῦ γένοιτο ὑμᾶς τὴν ἀληθῆ φρόνησιν ἔχειν· “ ἡμεῖς ἀσθενεῖς· ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς “ ἔνδοξοι· ἡμεῖς δὲ ἄτιμοι·” εἶτα κατ’ δἶδος ἀπαριθμεῖται τὰ παθήματα· “ μέχρι τῆς ἄρτι ὥρας” καὶ πεινῶμεν, καὶ διψῶμεν, “ καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ “ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν.” διὰ δὲ τούτων ἁπάντων τὴν καρτερίαν ἐγύμνωσεν· διὰ δὲ τῶν ἑξῆς, τὴν τελειοτέραν φιλοσοφίαν. Θεοδωρου. Τὸ γὰρ ἐπὶ τοσούτοις μηδεμίαν ἔχειν ἔξωθεν παραμυθίαν, ἀλλὰ καμάτῳ πορίζεσθαι τὴν ἐφήμερον τροφήν· ἀνυποίστως ἐποίει τῶν κακῶν τὴν πεῖρα;” λοιδορούμενοι, εὐλο“γοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦ- “ μεν·” λοιδορίαν λέγει, τὰς εἰς αὐτὸν ὕβρεις· βλασφημίαν δὲ, τὰ παρὰ τῶν ἐναντίων λεγόμενα ἐπὶ διαβολῇ βίου· ὅθεν ἐπὶ μὲν τοῦ πρώτου τὸ “εὐλογοῦμεν” τέθεικεν· ἀντὶ τοῦ εὐχόμεθα ὑπὲρ τῶν ὑβριζόντων· ἐπὶ δὲ τοῦ δευτέρου “παρακαλοῦμεν” ἀντὶ τοῦ ἠπίως τοῖς διαβάλλουσι διαλεγόμεθα, παρακαλοῦντες μὴ καταψεύδεσθαι ἡμῶν. Θεοδωρίτου. Οὐδὲν φησὶ διαφέρομεν τῶν ἐν ταῖς οἰκίαις ὡς περιττῶν ἀπορριπτομένων λαχάνων ἣ λεμμάτων ἣ ἄλλων τοιούτων τινῶν· οὕτως εὐτελεῖς τινες τοῖς πλείοσιν ὑπειλήμμεθα· “πάν “ τῶν περίψημα ἕως ἄρτι” ἀντὶ τοῦ χάριν πολλὴν ὁμολογῶ· τοῦτο οὐ περὶ τῶν διωκόντων ἔφη, ἀλλὰ περὶ τῶν τὸ κήρυγμα δεξαμένων. Θεοδωρου. Τὸ “ περίψημα“ ἐκ μεταφορᾶς εἴρηται τὰς τραπέζας μετὰ τὸν τοῦ φαγεῖν καιρὸν ἀποψώντων καὶ ἀπορριπτόντων ὡς περιττὰ ψήγματα. Ἰωάννου “ Ὡς περικαθάρματα ἐγενήθημεν τῷ τοῦτ’ ἔστι μωροὶ διὰ Χριστόν· ὁ γὰρ κακῶς παθὼν καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής· “ πάντων περίψημα ἕως ἄρτι·” εὔτονον τὴν πληγὴν ἔδωκεν πρὸς τῷ τέλει· “ πάντων περίψημα ἕως ἄρτι” δὲ οὐ τῶν διωκόντων φησίν· ἀλλὰ τῶν δι’ οὓς πάσχομεν· τοῦτ’ ἐστι χάριν ἔχω πολλὴν αὐτοῖς· βαρυθυμοῦντος τὰ ῥήματα· οὐκ αὐτοῦ ἀλγοῦντος, ἀλλ’ ἐκείνους πλῆξαι βουλομένου· ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν ἀσπάζεται Ὡριγενουσ. Ὄσῳ τίς ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἰμαι καὶ τοιοῦτόν τι τὸν Ἀπόστολον νενοηκότα εἰρηκέναι· ἐμοῖ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις αὐτή· οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει, οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ’ ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιος ἐν μέσῳ πάντων, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· ἐπεὶ οὖν ἐπετήδευον οἱ Ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει· παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ Θεὸς, καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολούθει τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ Ἀπόστολος· “ δοκῶ γὰρ ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχά- “ τοὺς ἀπέδειξεν ὡς ἐπιθανατίους·” εἰ γὰρ καὶ ἐγὼ, φησὶν, πεποίηκα, καὶ οἱ Ἀπόστολοι, ἵνα ἔσχατοι γινώμεθα· ἀλλ’ ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ Θεοῦ χάριτος, ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ· τὸ δὲ “ δοκῶ” ὥσπερ ἀλλαχοῦ εἶπεν “ δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.” Ἀρμόζον δὲ καὶ τοῖς ἀπὸ Θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ Θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔσχατοι γίνονται πρῶτοι· ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι “ ἐπιθανατίους.” ὅσῳ γάρ τις τελειότερον χριστιανίζει· τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν· πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα, πολλάκις f ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ, καὶ κολάσαι δυνάμενον; ; ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομάσθη Χριστὸς, καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας ; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος, “ καθ’ ἡμέραν ἀποθνήσκων, καὶ τὴν ἡμετέραν πολλάκης Cod. “ καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἠμῶν. ” ἀλλ’ ὐποφαίνον g τί μοι ἐρευνῶντι τὸν λόγον διχῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· κἄ ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ’ ὃν δεῖ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· καθ’ ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος, σύμμορφος ὣν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκοντος τῷ κόσμῳ· οὕτω δὲ πρέπον ἐστὶ Θέον ἀποδεικνύναι καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς Ἀποστόλους τοῦ Χριστοῦ ὄντας. Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ “ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καἰ ἀνθρώποις·” ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται, ἵνα εἴ δῶσιν ἄνθρωπον σάρκα περιβεβλημένον, “πα- “ λαίοντα πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο- “ κράτορας τοῦ κόσμου τούτου· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας “ ἐν τοῖς ἐπουρανίοις.” καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου· οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ “ τῶν Ἀγγέλων τῶν εὐφραινομένων “ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” εἴτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖς πεφυσιωμένοις, καὶ φησὶν πρὸς αὐτούς· “ ἡμεῖς μωροὶ διὰ Χριστόν·” Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων· “ εἴ τις δοκεῖ ἐν ὑμῖν σοφὸς εἰναι, ἐν τῷ αἰῶνι τούτῳ “ μωρὸς γενέσθω, ἵνα γένηται σοφός·” πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι· πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός ; καταγγέλλων τὸν ἐσταυρωμένον καὶ ἀνάστασιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντος αἰῶνος, καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς. εἶτα εἰρωνεία “ ὑμεῖς φρό- “ νιμοι, φησὶν, ἐν Χριστῷ. οὐ γὰρ ἦσαν ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς, προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ· “ ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι·” οὐκ ἔτι προσέθηκεν· ὑμεῖς ἔνδοξοι ἐν Χριστῷ· ἐὰν γὰρ ἴδῃς πολλοὺς τῶν πιστεύειν δοκούντων ἔχοντες ἀξιώματα κοσμικά· λέγε πρὸς αὐτοὺς, ἐὰν σὺ ταπεινὸς ἦς ἐν κόσμῳ· “ ὑμεῖς ἔνδοξοι· ἡμεῖς δὲ ἄτιμοι ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί οὐδὲν γὰρ ἀσθενέστερον ἀληθινοῦ Χριστιανοῦ· ὡς πρὸς τὸν κόσμον τοῦτον. Fors. ὑπέφαινεν. Σευηριανοῦ. Ἀντὶ τοῦ ἀποφήγματα, ὥσπερ καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος λειφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι· καὶ ἐσμὲν πάντων ἀποκαθάρματα, πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. Φωτίου. Δυνατὸν δὲ καὶ κατὰ ἀπόφασιν ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν· δοκῶ γὰρ, φησὶν, ὅτι ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους κήρυκας καὶ διδασκάλους ὑμῶν προεστήσατο· μεθ’ οὓς οὐκ ἄν τις ἄλλους ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἃν εἴποιεν ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν· ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι ἀποσταλέντες· τὸ δὲ οἱ ἐπιθανάτιοι διχῶς ἃν νοηθείη· ἣ ὅτι οἱ κατ’ αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταὶ, συντάττων καὶ ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτως πάντας ὀνομάζων· ἣ μεταφορικῶς τὸ ἐπιθανάτιοι, οἷον οἱ βέβαιοι, οἱ ἀληθινοὶ, μεθ’ οὓς οὐκ εἰσὶν ἄλλοι· ἀπὸ τῶν ἐπιθανατίων διαθηκῶν· αὐταὶ γάρ εἰσι βέβαιοι καὶ ἀμετακινητοι αἰ τε γὰρ πρὸ ἀυτῶν κινοῦνται, καὶ αἰ μέτα ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν· καὶ τὸ “ δοκῶ” δὲ οὐ δισταγμοῦ, ἀλλ’ ἤθους ἐστὶν ἐμφατικόν· εἶτα καὶ πόθεν δῆλον, φησὶν, ὅτι ἔσχατοι καὶ τελευταῖοι, καὶ μεθ’ οὓς οὐκ ἔστιν ἄλλους ἀλλὰ κηρύσσοντας ἀποδειχθῆναι· “ θέατρον ἐγενή- “ θημεν τῷ κόσμῳ” φησίν· ὁ κόσμος ὁ αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρτυρεῖ· καὶ οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἄνω τῶν Ἀγγέλων τάξεις· πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε καὶ ἐπαίρεσθε ; εἰ μὲν γὰρ ἃ πη ἡμῶν παρειλήφατε διδάσκετε· μαθηταὶ ἐστὲ καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ’ ἃ παρειλήφατε· γινώσκετε ὅτι ἡμεῖς ἐσμὲν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ Θεὸς ἀπέδειξεν· πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε ; εἰ γὰρ ἡμεῖς ἐσμὲν, οὓς ὁ Χριστὸς ἐσχάτους καὶ ἐπιθανατίους Ἀποστόλους ἀπέδειξεν, δῆλον ὅτε h χρηστὸν παρειλήφατε μάθημα καὶ κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν προσγεγόνασιν · εἴθε οὖν ἐν τούτοις ἐπλουτίσατε· εἴθε ἐβασιλεύσατε· ἵνα καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν καταβάλ- h εἴτε Cod. i προσγέγονεν Ed. Œcum. λοντες συμβασιλεύσωμεν· ἀλλὰ δέδοικα μὴ οὐχ οὕτως ἔχει τὰ ὑμέτερα. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε· διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω· ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν θησάν ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει. Ὠριγένουσ. ταῦτα ἁπλούστατα δοκεῖ εἶναι. καὶ μὴ τινος διηγήσεως· ἔχει δὲ κεκρυμμένα νοήματα· οὐδεὶς ἀνὴρ παιδαγωγεῖται, ἀλλ’ εἴ τις νήπιος καὶ ἀτελής· καὶ οὐκ ἃν ἔγραφεν Ἐφεσίοις ταῦτα, ἀλλὰ Κορινθίοις, πρὸς οὓς “ γάλα ὑμῖν ἐπότισα, “ οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐ δὲ ἔτι νῦν δύνασθε· ἔτι “ γὰρ ἐστε σαρκικοί· κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευμα- “ τικοῖς· ὡς νηπίοις ἐν Χριστῷ·” ἔτι δὲ καὶ τοῦτο κατανοητέον ἐὰν καὶ δεώμεθα παιδαγωγοῦ πάντες οἱ πεπιστευμένοι· τοῦτο παράδειγμα τὸν λόγον τὸν βίον διδότω τῇ ἡμετέρᾳ εὐταξίᾳ· ἔστιν οὖν πατὴρ μὲν ὁ πρῶτος σπείρας τὸν Χριστιανισμὸν ἐν ψυχῇ· παιδαγωγὸς δὲ, ὁ μετὰ τοῦτο παραλαβὼν παῖδα καὶ ἄγων αὐτόν. “ Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ μιμῆται μου γίνεσθε· ” τοῦτ’ ἔστιν, ὡς μετριάζω μετριάζετε, ὡς πάσχω πάσχετε· ἀπὸ τῶν παθημάτων, μὴ ἀπὸ τῶν χαρισμάτων σεμνύνεσθε· “ διὰ τοῦτο “ ἔπεμψα ὑμῖν Τιμόθεον ὃς τέκνον μοῦ ἀγαπητὸν καὶ πιστὸν ἐν “ Χριστῷ· ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδοὺς μοῦ τὰς ἐν Χριστῷ· “ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.” καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τοῦ Τιμοθέου φιλοστοργίαν, “ τέκνον ἀγαπητὸν” ὀνομάσας· καὶ τὴν ἄλλην δὲ αὐτοῦ δεδήλωκεν ἀρετὴν, “ πιστὸν “ ἐν Κυρίῳ” καλέσας· οὗτος, φησὶ, τὰς ἐμὰς διηγήσεται πράξεις· ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ· ταύτας δὲ οὐκ εἶπεν διδάξει· ἀλλ’ ὅτι “ ἀναμνήσει·” λήθην δὲ αὐτῶν ὁ λόγος κατηγόρει· αὐτόπται γὰρ ἐγεγόνεσαν τῆς ἀποστολικῆς ἀρετῆς· προστέθεικεν δὲ ὅτι καὶ ταῖς ἐκκλησίαις πάσαις τήνδε προφέρειν εἴωθεν τὴν διδασκαλίαν. ταῦτα κοινῇ πάντων κατηγορήσας, κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον· “ ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώ “θησάν τινες·” προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος οὐ τίθησι τὴν προσηγορίαν· ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται· ἀλλ’ ἀορίστως ἔφη “ τινές.” Σευηριανοῦ. Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ τὸ “ “ ἀσθενεῖς, ὑμεῖς δυνατοὶ” καὶ τὰ ἄλλα πάντα· πρὸς τὸ πεφυσιῶσθαι τινὰς ἐλέγετο καὶ ἐπῆρθαι· “ ἐλεύσομαι δὲ ταχέως πρὸς “ ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ· καὶ γνώσομαι οὐ τὸν λόγον τῶν “ πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” δι’ ὧν φησὶ καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ ἀφανείη τὰ h ταπεινουμένων ἐπαγγέλλεται τὴν παρουσίαν τῷ λόγῳ, πρὸ τῆς παρουσίας διορθούμενος· πλὴν ἀλλὰ προσέθηκεν τὸ “ ἐὰν ὁ Κύριος θελήσῃ·” ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι· “ ὑπὸ δὲ τῆς i ελεὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην “ προσθήκην τὴν ἐὰν ὁ Κύριος θέλει.” ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν, ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ Ἀπόστολοι καὶ ἐκήρυττον. Θεοδωρίτου. Οὐ γὰρ εὐγλωττίαν ἀλλὰ πρᾶξιν ἐπιζητῶ. ἀπόχρη γὰρ εἰς σωτηρίαν τὸ τοῦ Θεοῦ τὴν βασιλείαν κηρύττειν· ἀλλὰ προσήκει καὶ ἄξια πράττειν τῆς βασιλείας. Ὠριγένουσ. Λόγον μὲν φησὶ τὴν εὐγλωττίαν ὡς καὶ ἑτέρωθι· εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. δύναμιν δὲ τὴν ἀπὸ Θεοῦ· ὅταν γὰρ ἀπὸ Θεοῦ ἦ ὁ λόγος, δύναμιν ἔχει· διὸ γέγραπται· “ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζόμενοις δυνάμει h Sic. i Sic. “ πολλῇ·” καὶ δυνάμει μᾶλλον πεποιθότες οἱ Ἀπόστολοι ἐπεδήμευσαν ταῖς ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἤπερ τῷ λόγῳ· οὐ γὰρ εἰ τις καλῶς φράζει, παρὰ τοῦτο τὴν βασιλείαν ἔχει τοῦ Θεοῦ· ἀλλ’ ὅπου δύναμις ἐν λόγῳ, ἐκεῖ ἡ βασιλεία τοῦ Θεοῦ· ἥτις καὶ τὴν ἐν ταῖς ψυχαῖς βασιλεύουσαν ἁμαρτίαν ἐξορίζει, καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἐντὸς ἡμῶν γενέσθαι παρασκευάζει. Κυτίλλου. τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν οὐδὲν, ὁποῖα ἡ τῶν Ἑλλήνων ἐστίν· ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστιν καὶ κατειθισμένη· πλουσίως γε μὴν ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ πάντως ἄξια τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐράνων· ἀλλ’ ἐν δυνάμει· τὸ δὲ “ ἐν “ δυνάμει” νοήσεις, εἰ μὲν ἐπ’ αὐτῶν φέροιτο τῶν ἁγίων Ἀποστόλων, ὡς ἐν ἰσχύι· τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος καθ’ ἥν εἰσι καὶ θαυματουργοί· εἰ δὲ ἐφ’ ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξει τὸ εἰρημένον. ΚΕΦ. Β. Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων. Τί θέλετε ; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πρᾳότητος ; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν· καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῆ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοι- οῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῆ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Κυτίλλου. βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵα τινὶ ἐπάγω τοῖς ἡμαρτηκόσιν· ἣ ἐν Πνεύματι πρᾳότητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς ; ἀλλ’ ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥάθυμον καὶ τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν, περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰερουσαλὴμ διὰ φωνῆς Ἰωὴλ j, “καὶ υἱὸς “ καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτοῦ·” ταύτην φησὶ, τὴν πορνείαν, “ οὐδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκοῦσαι·” Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδί· ἐπαρασάμενόν τε αὐτῷ· καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυῖας, καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους. Ὠριγενουσ. Οὐκ ἀεὶ οὔτε ὁ Θεὸς οὔτε οἱ τούτου μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας· οὐ δὲ ἀεὶ τοῖς ἀποτόμοις· ἀλλὰ πότε μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ κ. ἐπεὶ οὖν εἶχε ῥάβδον ὁ Παύλου λόγος· εἶχε δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων μὴ θέλων προπεπέστερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος· ἀλλ’ ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι· καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως· εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων, “ ὅλως “ ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν.” μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ, ἵνα μὴ πέσωμεν· καὶ ἄλλο δὲ μαθεῖν, ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένους πορνεύουσιν, μὴ φυσιῶνται· εἰδότες ὅτι καὶ αὐτοὶ ἀμαρτωλοί 1 εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ’ αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος· καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ, ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ εἶναι πόρνον ἐν αὐτοῖς· καὶ τρίτον j Αmos ii. 7. k δὲ ἐκοίνως 1 ἀμαρτολοὶ Cod. μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσι διαφοραί· ὥστε εἶναι πορνείαν βαρυτάτην m τινὰ, καὶ ἄλλην ἐλάττονα· καὶ ἄλλην ἔτι ἐλάττονα· οὐκ οὖν ἐν τῇ κρίσει τοῦ Θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται, οὐ δὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι· ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἰ τίς n παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον, πορνείαν ὁ Ἀπόστολος καλεῖ· καὶ τοιαύτην οἵαν “ μὴ δὲ ἐν τοῖς ἔθνεσιν ἐστιν ἀκούειν ἴνα διδάξῃ ἡμᾶς ὅτι ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι, ἀλλ’ εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν, κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· “ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ “ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο “ ποιήσας ” πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις· ἐπὰν γὰρ ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα, ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγετε τὸ “ καὶ ὑμεῖς πεφυσιω- “μένοι ἐστε.” Θεοδωρίτου. Μέγα ἐφρόνουν ὡς πεπαιδευμένον ἔχοντες· οὐκ ἐναντία δὲ νομοθετεῖ· οὐ γὰρ εἶπεν, τί δήποτε οὐκ ἐξηλάσατε ; ἀπηγόρευσεν ἄνω τὸ κρίνειν τοῖς διδασκάλοις· ἀλλὰ τίνος χάριν οὐκ ἐθρηνήσατε τὸν Θεὸν ἱκετεύοντες· ὥστε τῆς τούτου λώβης ἀπαλλαγῆναι. Σευηριανοῦ. Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον ἐκεῖνος· ἀλλ’ ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν· ἀλλ’ ἐπεφυσίωντο, ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν, ἣ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα, ἣ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν. Θεοδωριανοῦ. Μηδεὶς ὑμῶν ἕτερόν τι βουλεύσηται· ἐκφέρω γὰρ παραυτίκα τὴν ψῆφον. Σευηριανοῦ. Οὐχ ἁπλῶς ἐργασάμενον, ἀλλὰ “ κατεργασά- “ μενον·” οὐ γὰρ συναρπασθεὶς ἔπεσεν· ἀλλ’ ἔργῳ ἐχρήσατο τῷ κακῷ· καὶ Πνεύματι δὲ παρεῖναι λέγει συμψηφιζόμενος καὶ συγκατακρίνων· Πνεῦμα δὲ τὸ χάρισμα λέγει· συναχθέντων σὺν τῇ m βαριτάτην Cod. n Fors. εἷς τις. δυνάμει τοῦ Χριστοῦ· οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα, μέρος ἦσαν τοῦ παντός· πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ. Θεοώρου. Ἐδυσώπησεν τῇ μνήμῃ τοῦ Χριστοῦ· ὥστε μὴ τῇ χάριτι τῇ πρὸς ἐκεῖνον παριδεῖν τὸ δέον· “ παραδοῦναι τὸν “ τοιοῦτον τῷ Σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα “ σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” τὸ μὲν παραδοῦναι τῷ Σατανᾷ, οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων εἰπεν· ἀλλ’ ὡς ἂν τῷ τῆς ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ Θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ Σατανᾷ γενομένην ἐξουσίαν· ἡ μὲν γὰρ παρ’ αὐτοῦ τιμωρία ἦν τὸ τῆς ἐκκλησίας αὐτὸν ἐξῶσαι· ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν· ὁ μέντοι Ἀπόστολος, ἀντὶ τῆς τιμωρίας γὰρ ἀποβαῖνον εἰπεν, ὥστε φοβῆσαι μᾶλλον· ἐξῶσαι δὲ φησὶν αὐτὸν, οὐκ ἀλλοτριῶσαι πάντη βουλόμενος· ἀλλὰ τοῦ οἰκείου αἰσθόμενος πλημμελήματος, μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον σύντριψας ἑαυτὸν, δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι· ὄλεθρον εἶπεν σαρκὸς, τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν· καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ Πνεύματος δυνάμει γενέσθαι μέλλει· πολλάκις ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ Πνεύματος λαμβάνει σημασίαν. οὕτως ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, “ ὑμεῖς δὲ οὐκ “ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι·” ἀντὶ τοῦ ἔξω τῆς τοῦ θανάτου γεγονότες ἀποφάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε. Ἰωάννου Ὥσπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν, ἀλλ’ οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως· ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως· ἵνα μαστίζῃ αὐτὸν ἕλκει πονήρῳ ἢ νόσῳ ἑτέρᾳ· καὶ μὴν ἀλλαχοῦ φησὶν, “ ὅτι ὑπὸ τοῦ Κυρίου κρινόμεθα ταῦτα πάσχοντες·” ἀλλ’ ἐνταῦθα ὥστε μᾶλλον καθάψασθαι, τῷ Σατανᾷ παραδίδωσιν· καὶ τοῦτο δὲ τὸ τῷ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα· ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει, ἵνα τὸ πνεῦμα σωθῇ, τοῦτ’ ἐστιν ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης· ἀλλ’ ὡς ὡμολογημένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιρρήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας· καὶ γὰρ θνητὸν δι’ αὐτὴν ἐγένετο ἁμαρτήσασαν· κἂν αὐτὴ δικαιοπραγήσῃ πάλιν, πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. τινὲς δὲ, τὸ πνεῦμα, τὸ χάρισμα φησὶν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν· ἱν οὖν μὴ τοῦτο γένηται φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σῶον αὐτὸ παρεχόμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Ὡριγενουσ. Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς· οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ’ εἰς ὄλεθρον τῆς σαρκὸς. ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, παραδίδοται· ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοήσει καὶ ἐπιστρέψει· ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς· ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος, καὶ ἐκβάλλειν τῆς ποίμνης. ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον· ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ’ ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες, ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομολογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας πρόσ’ ἄγοντες· παραδίδονται γὰρ, ἵνα παιδευθῶσιν ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ’ ἔστι τὸ φρόνημα τῆς σαρκὸς· οὐχ ἴνα ἐκστήσῃ αὐτοὺς οὐχ ἴνα ἄλλο τι ποιήσῃ ἀλλ’ ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς ψυχῆς αὐτῶν· οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν· ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν· ἵνα μὴ εἴπῃ καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου· ἀλλὰ τὸ πνεῦμα σωθῇ· ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενος αὐτὸς κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ Πνεύματι, Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι· “ εἰ γὰρ καὶ “ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμὶ χαίρων καὶ “ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.” οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι πάρειμι καὶ βλέπω τῆς ἐκκλησίας τὰ προτερήματα, ἢ τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. τοιοῦτος ἦν Ἐλισσαῖος n. εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, Πνεύματι συναπῆλθεν τῷ ο καὶ φησὶν πρὸς αὐτόν· οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ἡνίκα ἔλαβες τὸ διτάλαντον τοῦ ἀργυρίου, καὶ ἔλαβες τὰς στολὰς ἀπὸ τοῦ Σύρου ; ἀρ᾿ οὐν Ελισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν· Παῦλος δὲ ὁ τοῦ Χριστοῦ Ἀπόστολος, ὁ ζηλῶν τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν ; ἀλλ’ ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω, ὅτι ἦν Παῦλος οὐ μόνον Ἀπόστολος, ἀλλὰ καὶ προφήτης. τοιοῦτος ἦν ὅτε φησὶν, “ ἕπονται οἱ ἄν- “ θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφη- “ μοι, γονεῦσιν ἀπειθεῖς· ταῦτα γὰρ οὐχ ὡς Ἀπόστολος, ἀλλ’ ὡς προφήτης εἰπεν· καὶ τὸ Πνεῦμα δὲ φησὶ ῥητῶς λέγει “ ὅτι ἐν “ ἐσχάτοις καιροῖς ἀποστήσονται τινες τῆς πίστεως.” ποῖον δὲ Πνεῦμα ; ὡσεὶ ἔλεγε τὸ ἐν ἐμοὶ Πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ Πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ Πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ. Σευηριανοῦ.ΚΑῚ Θεοδωρίτου. Τὸ πνεῦμα οὐ τὴν ἀλλὰ τὸ χάρισμα ἔφασαν. Φωτίου.Εἰ ἃ πράττεται ἐν τοῖς ἔθνεσι, ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει· τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσιν καὶ ἐν ὑμῖν τοῖς πιστοῖς ταῦτα τὰ αἴσχη πράττεσθαι· πόσην τὴν κατηγορίαν αὔξει ; εἰ δὲ τοῦτο τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μήδ’ ἐν ἐκείνοις, τίνα κακίαν οὐκ ὑπερακοντίζει ; τόδε “ ὅλως “ ἀκούεται,” ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος . φεῦ τῆς ἀτοπίας· ὅλως, φησὶν, ἀκούεται, ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ ; ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. αἰ Ἐλισσεος Cod. ο Suppl. Γιεζί. ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμη παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὠριγένουσ. Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ τῆς παλαιᾶς ζύμης ἔχων P ἐν ἑαυτῷ, ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν. ἡ νέα ζύμη φαίνεται· Ἰησοῦς ὁ Χριστὸς ἐστιν ἡ νέα ζύμη· ἐσθίομεν οὖν πρῶτον ἄζυμα· ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τούτων ὁ Ἀπόστολος διδάσκων φησίν· “ ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα· “ καθώς ἐστε ἄζυμοι·” οἷόν τι παρὰ Ἰουδαίοις γίνεται· ἐὰν ἐπιφώσκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην· πάντα τόπον τῆς οἰκίας περιαθροῦντες, μήποτε ζύμη ἐκεῖ εὑρεθῇ· οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον, μήπου ζύμη ἐκεῖ, “ ἵνα ἦτε τελέον φύραμα, καθώς ἐστε ἄζυμοι.” ἐπεὶ ἦσαν ἐν Κορίνθῳ, οἱ μὲν ἅγιοι, οἱ δὲ οὐ τοιοῦτοι ἀλλ’ ἁμαρτωλοὶ, καθὰ ἐν προοιμίοις τῆς Ἐπιστολῆς φθάσαντες ἔφαμεν· διὰ τοὺς ἐπαινετοὺς, φησὶ, “ καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη “ Χριστός·” ὁρῶν ὅτι κατὰ τὸν Μώσεως νόμον πρῶτον τὸ πάσχα γίνεται, καὶ θύεται τὸ πρόβατον· εἶτα μετὰ τὸ πρόβατον, ἄζυμα ἐσθίουσι· διὰ τοῦτο εἶπεν “ ἤδη τὸ πάσχα τέθυται Χριστός· ὥστε “ ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μὴ δὲ ἐν ζύμῃ κακίας καὶ “ πονηρίας· ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·” εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά. Θεοδωρου. Ἀκολούθως καὶ νῦν ἐχρήσατο τῇ ἐπαγωγῇ μετὰ τὴν ἀπόφασιν ὡς γὰρ παρὼν, οὕτω πρὸς τοὺς παρόντας λοιπὸν διαλέγεται, καὶ φησὶν, ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεται τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν· καὶ ἀκολουθῶν τῷ παραδείγματι, ἀπὸ τῶν πραγμάτων τὴν πρὸς αὐτοὺς ποιεῖται παραίνεσιν. Σευηριανοῦ. Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ’ ἐκείνῳ, οὐ τῇ τοῦ πταίσματος προσέχοντες, ἀλλ’ ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι. P Leg. οὐκ ἔχων τι. Ἰωάννου. Iva, φησι, πάντες ἤτε τοῦ νέου φυράματος νέον γὰρ ἄνθρωπον οἶδεν ἡ γραφὴ τὸν ἄρτιον, παλαιὸν δὲ τὸν ἀσεβῆ· δηλοῖ δὲ ὅτι οὐ πολλοὶ ἦσαν παρ’ αὐτοῖς ἁμαρτωλοί· “ ἵνα,” φησὶν, “ ἦτε·” τοῦτ’ ἐστιν ἐκτὸς τῆς παλαιᾶς ζύμης ἐκείνης, πέρι ἧς εἶπεν. Τοῦ Αὐτοῦ. Ὁ “γὰρ” σύνδεσμός ἐστιν αἰτιολογικός ἐπὶ αἰτίᾳ οὖν κεῖται τὸ “ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·” ἐπειδὴ γὰρ ὁ νόμος διαγορεύει μετὰ τὴν τοῦ πρωτοτόκου θυσίαν ἐν τῷ πάσχα ἑπτὰ ἡμέρας ἄζυμα ἐσθίειν, φησὶν ὅτι τύπος ἦν ἐκεῖνα τὰ ἄζυμα τοῦ ἡμᾶς μὴ ἔχειν ἐν ἑαυτῷ τῆς κακίας, περὶ ἧς φησίν· ὁ γὰρ Χριστὸς τυθεὶς, φησὶν, εἰς τύπον τοῦ πρωτοτόκου ἀμνοῦ τέθυται. ἐπάναγκες οὖν καὶ ἡμᾶς τὸν τύπον τῶν ἀζύμων πληροῦν ἐν τῷ ἐκκαθαίρειν ἑαυτοὺς ἀπὸ τῆς ζύμης τῆς πονηρίας· ἵνα τελείως ἐπιτελεσθῇ τὸ νοητὸν πάσχα. Φωτίου.“ Καθώς ἐστε ἄζυμοι·” καθὼς, φησὶν, χρέος ὑμῖν ἐστιν ἀζύμοις εἶναι· πόθεν δὲ δῆλον ὅτι ἄζυμοι ὀφείλομεν εἶναι ; αὐτόθεν φανερόν· “ τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·” ὥσπερ οὑν οἱ ἐν τῷ νόμῳ βιοῦντες, θυομένου αὐτοῖς τοῦ προσκαιροῦ καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν· οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν· οὕτως καὶ ὑμεῖς τοῦ λογικοῦ καὶ αἰωνίου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὲρ ἡμῶν τυθέντος, τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα· οὕτως ὀφείλομεν ἄζυμοι εἶναι ἀεὶ καὶ καινὸν φύραμα· μηδὲν τῆς παλαιᾶς ζύμης, ἤτοι τῆς ἁμαρτίας, ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινεν τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν ζύμην ἐκάλεσεν· ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦται φύραμα· ἀκολούθως ἥρμοσεν καὶ τὰ ἐφεξῆς, ζύμην παλαιὰν καὶ νέον φύραμα καὶ ἀζύμους τὰς ἀρετὰς καὶ κακίας, τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις. καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι· ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἣ πλεονέκτης, ἣ εἰδωλολάτρης, ἢ λοίδορος, ἣ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 2 τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ· καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ὠριγένουσ. Ὑπέλαβον τινὲς ἐκ τούτου γὰρ ῥητοῦ, ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους Ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις Επιστολὴ τῷ Ἀποστόλῳ, ἥ τις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει. ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου, ὅπερ ἀδύνατόν ἐστιν ἐν τῷ βίῳ ὄντας, μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις, σαφηνίζων φασὶ τὸ τότε παραλελειμμένον· οὐ περὶ πόρνων λέγω, φησὶ, τοῦ κόσμου τούτου· ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν, οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἰναι πρὸ ταύτης, ἐροῦσι, ταύτην τὴν λέξιν ἐπὶ ταύτην τὴν Ἐπιστολὴν ἀναφέρεσθαι· ὅτι ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἔγραψα μὴ συναναμίγνυσθαι ὑμᾶς πόρνοις· πόρνοις δὲ λέγω τοῖσδε, οὐ τοῖσδε. Ἔοικεν δὲ ὁ Ἀπόστολος συγκρίσει πόρνων πολλῷ χείρονας λέγειν εἰναι τοὺς ἐν ὑμῖν πόρνους· ὁ γὰρ ἔξωθεν πορνεύων, οὐ ναὸν τοῦ Θεοῦ φθείρει ; οὐκ ἄρα τὰ μέλη τοῦ Χριστοῦ ποιεῖ πόρνης μέλη ; οὐχ ὅλον τὸ φύραμα ζυμοῖ ; κἀκεῖνος μὲν ὅτε θέλει μετανοεῖ· καὶ ἄφεσιν ἔχει ἁμαρτημάτων· ὁ δὲ μετὰ τὴν πίστιν πορνεύσας, κἂν μετανοήσῃ πάλιν ὕστερον, ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτημάτων. δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι· “ μακάριοι “ γὰρ φησὶν, ὧν ἀφέσθησαν αἱ ἁμαρτίαι,” τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων, ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις· οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ. “Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· ἣ πλεον- “ έκταις, ἣ ἅρπαξιν, ἣ εἰδωλολάτραις.” ὥς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες· οὕτως καὶ πλεονέκται, οἱ μὲν τοῦ κόσμου τούτου, οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὐτῷ τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγάς τινας ὀνομάζει· ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δὲ τινές εἰσι μεθ ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου· οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν. μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομένοις· ἀνάγκη μοι, λέγοντες, ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ, ἐὰν μὴ θύσω, ἣ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενομισμένα του κόσμου· καὶ πρὸς τούτοις ὁ τοιουτος λέγει ἑαυτὸν Χριστιανόν· τῷ τοιούτῳ φησὶ, μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν· ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. “Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς “ ὀνομαζόμενος·” καλῶς τὸν τοιοῦτον, οὐκ ἔτι δὲ ἀδελφὸν εἰπεν. ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν· ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ, ὅτι οὐκ ἔχομεν τὰ κατὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πὼς ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν· λέγει γὰρ ἣ λοίδορος, ἣ μέθυσος, ἣ ἅρπαξ. “ τῷ τοιούτῳ μηδὲ συνεσθίειν.” ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεν; ; τῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ ; οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας ; διὰ τοῦτο ἀκούομεν τοῦ Κυρίου λέγοντος· “ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς·” καὶ τοῦ Ἀποστόλου λέγοντος, “ λοιδορούμενοι εὐλογοῦμεν·” λοίδορος γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν· μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη· ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ. “Τί γάρ μοι τοὺς ἔξω κρινεῖν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε ; “ τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ” ἐπέτρεψεν πᾶσιν ὑμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας· ἀναφέρομεν αὐτὸ τὸ ἁμάρτημα ἐπὶ τὸν Ἐπίσκοπον· ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας· “ καὶ “ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποιεῖ, ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ιησοῦς ἐν σοὶ κατοικήσει. Σευηριανοῦ. Τὸ “ἔγραψα” οὐχ ἑτέρας ἐστὶν ἀλλὰ ταύτης· λέγει γὰρ ” νῦν δὲ ἔγραψα ὑμῖν” τὸ δὲ “ ἐξαρεῖτε “ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” Μώσεως ἐστὶν φωνὴ, ἣν δευτεροῖ Παῦλος. Θεοδωρίτου. Ἐπειδὴ τοῖς τὸν πλεονέκτην ἀνέμιξεν ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν. Ἰωάννου. Καὶ πῶς ἐνῆν ἀδελφὸν ὄντα, τοῦτ’ ἐστιν πιστὸν, εἶναι εἰδωλολάτρην ; ὅτι τινὲς καὶ ἐπίστευσαν, καὶ τῶν εἰδώλων εἴχοντο· διὸ καὶ φησὶν, ἀδελφὸς ὀνομαζόμενος· καὶ γὰρ κατὰ τὴν ἀλήθειαν, ὁ τοιοῦτος οὐδὲ πιστός ἐστιν. Τοῦ Αὐτοῦ. Λοιπὸν τὴν αἰτίαν λέγει τοῦ μὴ κωλύειν Ἑλλήνων πόρνοις ἣ πλεονέκταις ἣ λοιποῖς συναναμίγνυσθαι· ὅτι φησὶ τὴν περὶ αὐτῶν κρίσιν τῷ Θεῷ ἑαυτῷ· ἡμεῖς δὲ τοὺς ἀδελφοὺς διορθούμεθα ἐν τῷ κρίνειν καὶ ἀνακρίνειν αὐτῶν τὸν βίον ἐπὶ διορθώσει· εἶτα ἵνα μὴ νομίσῃς ἀτιμωρήτους ἔσεσθαι τοὺς Ἕλληνας παίοντας, φοβερώτερον αὐτοῖς ἐπέστησε δικαστήριον τὸ τοῦ Θεοῦ. Φωτίου.“ Ἔγραψα ὑμῖν·” ποῦ ἔγραψεν ; ἐν οἷς λέγει, “ καὶ “ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος· οὐχὶ ὁ δεῖνα, ἣ ὁ δεῖνα, ἀλλ’ ὅστις ἃν ᾖ τοιοῦτος. καὶ πάλιν· “ ἐκκαθάρατε τὴν παλαιὰν ζύμην·” οὐχὶ τήνδε ἣ τήνδε, ἀλλ’ ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασεν τὸν λόγον, τοῦτ’ ἔστιν ἐπὶ πάντα πόρνον· κἀκεῖθεν πάλιν κοινότερον ἔτι ’τον λόγον αποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον πλεονεκτούντων, εἰδωλολατρούντων, καὶ εἴ τι ὅμοιον. Τοῦ Αὐτοῦ. “ Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ ὀνομαζόμενος τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι, καὶ δηλοῦσθαι βούλονται δι’ αὐτοῦ ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ διιστάμενος· ἐμοὶ δὲ εὖ ἔχει, δοκεῖ, καὶ εἴ O 2 τις αὐτὸς τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκ ἔτι τοῦ ὀνομαζομένου τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις τοῖς ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον· καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις διχῆ σχίζεται· ἐνίοτε μὲν ὡς ἔφημεν τὸν νόμῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα· ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως· ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα, ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ Κυρίου ἐπιγινώσκεσθαι τε καὶ ὀνομάζεσθαι· τὸν οὖν τοιοῦτον πόρνον καὶ πλεονέκτην καὶ λοίδορον καὶ μέθυσον, τοῦτ’ ἔστιν τὸν πρόδηλον καὶ φανερὸν οὕτως, ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέπεσθαι παρακελεύεται καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι, μήτε συναστρέφεσθαι· οὐχὶ δὲ τὸν ὑπ’ ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον. Διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν λοίδορον· ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον, ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὥστε εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὸς καταβόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ εἰδωλολάτρης δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι· διδάσκων καὶ ἀσφαλιζόμενος, ὡς εἰ καὶ μέγα εἴη καὶ τῶν ἀπὸ ἀτοπωτάτων ἐν ᾧ τινὲς αἰτιῶνται τὸν ἄνθρωπον· μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα. οὐδ’ οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι· ἐπεὶ οὕτω κατὰ γενεὰν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον, τὴν πολιτείαν αὐτοῖς μεταστήσονται· ἀλλ’ ἐκείνων δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν· ὃς ἐπίδηλος καὶ τοῖς ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν.