Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοὶ ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἅγια καὶ δικαία καὶ ἀγαθή. Κυρίλλου. Ἐζηκέναι μέν φησιν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν τεθνάναι γε μὴν ἑαυτὸν διισχυρίζετο· καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βου- λεύεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν. ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτῆρ’ λέγων· “ὁ εἰδὼς τὸ “θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. “ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.” οὐκοῦν, ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νομων. Εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον· τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ἠρημένος, ἥλω γραφὴν ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστυγνάσας τῆς ἀκριβείας τοῦ νόμου, μονονουχὶ καὶ κατακεκράξεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ ’δε ἀπέθανον εἰ γάρ ἐστιν ἀληθῶς “ἁμαρτία νεκρὰ χωρὶς νόμου,” πῶς οὐ πιθανὸν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, ἐννοεῖν· τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον, ἔμπνουν ἐπιτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν. οὐχ ἡμῖν, οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας· διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς, τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι “νόμος, οὐδὲ παράβασις,” καθά φησι αὐτός. οὕτω παρελθούσης τῆς ἐντολῆς εἰς μέσον, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία· κατερεθίσθη δὲ ὁ θάνατος· καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας· καὶ τι τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν· εὕρηται γάρ, φησι, ἡ ἐντολὴ ἡ δοθεῖσα πρὸς ζωὴν αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πὼς τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἃν εἶεν τὴν ὄψιν ἠρρωστηκότες, καί τοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν· νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα, τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον πρόφασιν δεδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολήν. ἐξηπατῆσθαι τὲ δι’ αὐτῆς· κατακομισθῆναι τὲ καὶ εἰς θάνατον. φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πὼς μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γεννικώτερον ἀντεξάγουσι· καὶ τὸν νοῦν ἔσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες. καὶ τοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταύτῃ τοι φησὶ σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους. Χρυσοστόμου. Καὶ ὅρα πῶς δεῖξαι σπουδάζει καὶ ἀφ’ ὧν οὐκ ἐποίησε βαρήσαντα τὸν νόμον τὴν ἀνθρωπίνην φύσιν· ὅτε γὰρ χωρὶς νόμου ἔζων φησὶ, δηλαδὴ πρὸ Μώσεως, οὐχ οὕτω κατεδικαζόμην· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ “ἀπέθανον.” τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου. εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. οὐ γὰρ μὴ οὐσαν ὑπεστήσατο· ἀλλὰ κρυπτομένην ἔδειξεν ὅπερ καὶ επαινος ἐστὶ τοῦ νόμου· εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον· τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσατο, τοῦτο γοῦν ἀκριβῶς ἔμαθον ὅτι ἥμαρτον· ὅπερ οὐκ ἃν εἴη μικρὸν εἰς c κακίας ἀπαλλαγήν. εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον. ἀλλ’ ἡ πᾶσα κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ, πη ἐλπίδα πᾶσαν διαφθαρείσης· οὐ γὰρ κατὰ λόγον ἠν τὸ γινόμενον τὸ διὰ τῶν ωφελουντων βλάπτεσθαι. διὸ καὶ ἔλεγεν· “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς “ζωὴν, αὕτη εἰς θάνατον.” οὐκ εἶπε γέγονε θάνατος· οὐδὲ ἔτεκε θάνατον, ἀλλ’ “εὑρέθη.” τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων. καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. ἃν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε φησίν. καὶ διὰ τοῦτο ἐδόθη. εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. σαφέστερον δὲ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπὼν, “ἡ γὰρ ἁμαρ- “τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν·” εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται. τὸν νόμον ἀπαλλάττων κατηγορίας; διὸ καὶ ἐπήγαγεν, “ὥστε ὁ “μὲν νόμος ἅγιος· καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. c Leg. τῇς. Θεοδωρήτου. τέθεικε γοῦν τὸ, “εὑρέθη·” ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ τὸ διὰ τὴν ἁμαρτίαν συμβάν. Σευηριανοῦ. Εἰ δὲ ἀνέζησεν ἡ ἁμαρτία, δηλονότι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε· πότε οὖν ἔζη; ὅτε εἰληφότα τὴν ἐντολὴν τὸν Ἀδὰμ, καὶ εἰδότα τὴν παράβασιν ὀλεθρίας, ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. μὴ οὔσης οὖν μεταξὺ μή τε ἐντολῆς μή τε ὡς εἴρηται νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πάντες. τι οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν· ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀμελεῖν τὸν λόγον τῆς σωτηρίας, καὶ τὴν ὑπόθεσιν τῶν σπουδαίων καὶ ἐναρέτων.