Βασιλείου. Δύνατον μέντοι τὸ, “ἐλθούσης τῆς ἐντολῆς. ἡ “μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον,” καὶ ἄλλως ἐκλαβεῖν. ἔτι γὰρ ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ· ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας. ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· “ἐγὼ δὲ ἀπέθανον·” ἐπαγγέλλουσι γὰρ λογισμοὶ πονηροὶ ἐκ τῶν παθῶν τῆς σαρκὸς, ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. τῷ ὄντι γὰρ ἐχθοῦσα ἡ ἐντολή. τουτέστιν ἡ διάγνωσις τῶν καλῶν· ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ. ἀλλὰ συγχωρήζῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμὸν, ἀνέζησε μὸν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς νεκρὸς γενόμενος τοῖς παραπτώμασιν. Ωριγέσνουσ. Ἅπας τοιγαροῦν ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν· ὅτε οὐκ ἦν ἐπιτίμησις. ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται· καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἢ ἐντολή. πότε, ἣ ὅτε ἀνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε· ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν, κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία. ἢ ὡς ὁ Παῦλος φησὶν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπεὶ δὲ μὴ πέφυκεν ἁμαρτία ἅμα ζῆν καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει. κατὰ τὸ, “ψυχὴ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται·” τὸ γὰρ “ἀγὼ,” ἐπὶ τὸν ἔσω ἄνθρωπον καὶ ἐπὶ τὴν ψυχὴν ἀναφέρεται. περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον. διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως επιτιμιον συνίσταται. Θεοδώρου Μονάχου. τινὲς δὲ τὸ, “ἐγὼ ἔζων χωρὶς νόμου “ποτὲ,” καὶ τὰ ἑξῆς, περὶ τοῦ ἀδὰμ λέγειν φασὶ τὸν Ἀπόστολον· ὡς ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχάνοντος· πρὶν ἢ δέζασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρῶτον· εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον· ὅθεν ἐπάγει, “ἐλθούσης δὲ τῆς ἐντολῆς,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δέ, φησι, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ ἁμαρτία παρείσδυσιν ἔσχεν. ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. ἐλήλυθε δέ, φησιν ὁ Παῦλος, ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεικνὺς ὡς οὐ φαῦλον ἡγεῖται αὐτόν. κοινῶς δὲ περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται· τὸ χρειῶδες αὐτοῦ διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς· ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα, καλῶς ἐπάγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία.” Θεοδωρήτου. Ἀπὸ γοῦν τοῦ κατὰ τὸν Ἀδὰμ παραδείγματος φανερὸν ποιεῖ τὸ χωρὶς νόμου μὴ χώραν ἔχειν τὴν ἁμαρτίαν· ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως, οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. τοῦ δὲ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. δελεασθεῖσα δὲ ἐκείνη· καὶ τοῦ καρποῦ τὴν ὥραν θεασαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῳ Ἀδὰμ παρ’ αὐτίκα τὸν ὅρον τῆς τελευτῆς. ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως. Γενναδίου. Ὥστε ἐγὼ, ὁ ἄνθρωπος λέγει νῦν· λέγει δὲ περὶ τοῦ Ἀδάμ· τὸ δὲ “ἔζων χωρὶς νόμου,” νόησον καὶ οὕτως. ἐμὲ τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης, τοῦτο ἀφείλετο· “καὶ “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.” καὶ πέπονθέ τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβείς· καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. “ἡ “γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα,” καὶ τὰ ἑξῆς· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, διὰ τούτου με αὐτοῦ παρακρουσαμένη κατέσφαξε· δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον· κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει Δαβίδ, “δικαιοσύνη ἐνώπιον αὐτοῦ προσπορεύσεται,” λέγων· καὶ πάλιν ὁ Σολομῶν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.