Κυρίλλου. Εἴποις δ᾿ ἃν τὸν νόμον ἅγιον καὶ τὴν ἐντολὴν ἁγίαν καὶ δικαίαν καὶ ἀγαθήν· καὶ ὅτι ἀποφαίνει ἁγίους καὶ δικαίους τοὺς, οἵπερ ἃν ἕλοιντο φυλάττειν αὐτόν· καὶ ἀπαλλάσσει τῶν ἐκ παραβάσεως ἐγκλημάτων. Χρυσοστόμου. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται· οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετήν· ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ, ἡ ἀπιστία ἀυτῶν. Ωριγένουσ. Κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν. οὕτω λέγων· ὡς εἰ καὶ “ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς “ἐντολῆς ἐξηπάτησε,” καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον· καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ Θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον. καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ Θεοῦ ἐπαινετέον. Θεοδωρήτου. Ἄλλος δὲ νόμον μὲν τὸν Μωσαϊκὸν εἶπεν· ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. ἣν ἁγίαν μὲν προσηγόρευσεν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν. ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν. Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἠμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας· καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μέγαλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεῖπε· καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν· αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντολήν. ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξέ με τὴν ἁμαρτίαν· καὶ ἐπέταξε φυγεῖν αὐτήν. ἐξ ἑτέρου ’δε, ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. ἅγιος οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρτάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.