Κλισλρίου. Ἄλλ ὅπερ εἶπον τὸ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτὲ,” οὐ περὶ αὐτοῦ τοῦ Παύλου ληπτέον. οὐ γὰρ προυπῆρχε τοῦ νόμου Παῦλος, ὁ ἔσχατος πάντων τῶν τοῦ νόμου φοιτητῶν. οὐδ’ αὖ πάλιν χωρὶς τούτου ποτὲ ἦν ἢ ἐγένετο· καὶ γὰρ τὸ εὐαγγέλιον κηρύττων, τὰς νομικὰς μαρτυρίας παντὶ παρατίθησιν· ἀλλ’ ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶν, “ἐγὼ δὲ ἔζων “χωρὶς νόμου ποτέ.” σαφέστερον δὲ ὡς ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶ λευκαίνων τὸ νόημα· οὐκ ἔτι νόμον ἀλλ’ ἐντολὴν φάσκων τὴν δοθεῖσαν τῷ Ἀδὰμ δηλονότι· ἐλθούσης δὲ τῆς ἐντολῆς, ὡσανεὶ δοθείσης, ἡ ἁμαρτία ἀνέζησε φησί· ἐγὼ δὲ ἀπέθανον τῇ διὰ τῆς παρακοῆς ἐκπτώσει τῆς μακαρίας ζωῆς. Θεοδωρήτου. Ἀπὸ δὴ τῶν κατὰ τὸν Ἀδὰμ πιστωσάμενος τὸν περὶ τοῦ Μωσαϊκοῦ νόμου λόγον, συμπεραίνων ἐπάγει· “ὥστε “ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια, καὶ δικαία καὶ ἀγαθή.” νόμον λέγων, τὸν Μωσαϊκόν· ἐντολὴν δὲ, τὴν τῷ Ἀδὰμ δεδομένην. οὗ χάριν, καὶ πλείοσιν αὐτὴν ἐταινίωσε στεφάνοις· ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. οἱ γὰρ ῥαθυμίᾳ συζῶντες, καὶ τοῦ δεσπότον Θεοῦ κατηγοροῦσιν ὡς τεθεικότος τὴν ἐντολήν. εἰ μὲν γὰρ ἠγνόει φασὶ τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον λογικῶν ἡ τῶν καλῶν καὶ τῶν μὴ τοιούτων διάκρισις· πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν, χωρὶς νόμου πολιτεύεσθαι; διά τι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεός; ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν λίαν εὐχερῆ, καὶ οὐ δυσκατόρθωτον δεδωκότος νόμον. πάντων γὰρ ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν· ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν· οὐ φθονῶν αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς· ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους· καὶ εὔνουν εἶναι περὶ τὸν πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ· εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας, ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος. Χρυσοστόμου. Ἀλλὰ ταῦτα μὲν καὶ οἱ περὶ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς καὶ τοῦ φυσικοῦ νόμου τὸ ῥητὸν ἐκλαμβάνοντες. ἴδωμεν δὲ, ὡς οὐ σφόδρα τῆς ἀκριβείας ἔχονται· πανταχοῦ γὰρ σκοπὸς τῷ Παύλῳ, τὸν Μωσαϊκὸν παῦσαι νόμον· πρὸς δὲ ἐκείνους, οὐδένα λόγον ἔχει. καὶ μάλα εἰκότως· τοῦτον γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι· τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ, οὐδὲ νόμον ποτὲ φαίνεται καλέσας, οὔτε Παῦλος οὔτε ἄλλος οὐδείς. ἵνα δὲ καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥηθεῖσι· μικρὰ ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. περὶ γὰρ πολιτείας αὐτοῖς ἀκριβοῦς διαλεχθεὶς, ἐπήγαγεν· “ἣ ἀγνοεῖτε ἀδελφοὶ, ὅτι ὁ νόμος “τοῦ ἀνθρώπου κυριεύει, ἐφ’ ὅσον χρόνον ζῇ; ὥστε καὶ ὑμεῖς “ἐθανατώθητε τῷ νόμῳ.” οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα μὴ ἔχοντες νόμον φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστι· περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον. ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόνον πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι· πῶς οὖν φησὶ, “τὴν ἁμαρτίαν οὐκ ἔγνων, “εἰ μὴ διὰ νόμου;” οὐ τὴν καθόλου λέγων ἀγνοίαν· ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν· εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἃν τὸ ἑξῆς ἔχοι λόγον; “ἐγὼ,” γάρ φησι, “ἔζων χωρὶς νόμου ποτέ οὔτε γὰρ ὁ Ἀδὰμ οὔτε ἄλλος ἄνθρωπος οὐδὲ εὶς οὐδεποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τὲ γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐντίθει τὸν νόμον αὐτῶ. σύνοικον νόμον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. χωρὶς δὲ τούτων, οὐδαμοῦ φαίνεται τὸν φυσικὸν νόμον ἐντολὴν καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν ἁγίαν καὶ δικαίαν καλεῖ· καὶ νόμον πνευματικόν· ὁ δὲ φυσικὸς, οὐκ ἀπὸ πνεύματος ἡμῖν ἐδόθη. καὶ γὰρ βάρβαροι καὶ Ἓλληνες, καὶ πάντες τὸν νόμον τοῦτον ἔχουσιν οἱ ἄνθρωποι· ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται. Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ. Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης. Γενναδίου. “Ὥστε ὁ μὲν νόμος, ἅγιος· καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή. ὁ “μὲν,” σύνδεσμος, ἁπλῶς ἐνταῦθα παρέρριπται. νόμον δὲ καὶ ἐντολὴν, τὸ αὐτὸ εἰ βούλει εἰπέ. ἁγίαν μέντοι τὴν ἐντολὴν εἴρηκεν, ὡς τῆς ἁμαρτίας ἀπάγουσαν, καὶ διιστῶσαν καὶ ἀφορίζουσαν τοῦ κακοῦ· δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσαν τὲ ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ, ὡς ὁδηγοῦσαν τὲ πρὸς τὸ ἀγαθὸν, καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ· καὶ καῶν παρεκτικὴν, τῷ τε παρέχειν τὴν δ ιάγνωσιν, καὶ τῷ μείζονα πειθομένοις ὑπισχνεῖσθαι κατάστασιν.