Ισιδώρου. Οὔκουν τοῦτο αἰνίττεται· ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες. ἐπεὶ ἀλόγως εὑρεθεῖεν ἃν κολασθέντες, οἱ πρὸ τοῦ νόμου· οἱ μὲν γὰρ, ὕδατος, οἱ δὲ, πυρὸς ἔργον ἐγένοντο· ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. Κυρίλλου. Ἢ καὶ ἁπλῶς· εἰ μὴ κέοιτο, φησὶν, ὁ τῶν τῆς φαυλότητος τρόπων κατηγορῶν νόμος, ἀδρανὲς ἃν γένοιτο τὸ κακόν. κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν, διὰ τοῦ νόμου. καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῶν μηδενός. μονονουχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος. Θεοδωρήτου. Καὶ μὴ ὄντος τοῦ τὸ πρακτέον ὑποδεικνύοντος. καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμάρτια. Σευηριανοῦ. Ὅτι μὴ δὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἡμαρτηκότα. ὁ δὲ νόμος δοθεὶς, καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ· τοῦτο δὲ, οὐ τοῦ νόμου κατηγορία· ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρὰ, οὕτω καὶ φυλαττομένου τοῦ νόμου, ἡ ἁμαρ- τια νεκρὰ· Γενναδίου. τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων, ἁμαρτωλὸν συνίστησιν· ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν, ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι· “οὗ γὰρ οὐκ ἔτι νόμος, οὐδὲ παράβασις·’ οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. τὸ οὖν “χωρὶς νόμου ἡ “ἁμαρτία νεκρά·” ἀντὶ τοῦ, οὐκ ἃν ἐνεργηθείη, φησὶ, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς. ἀλλὰ τὸ εἰδότα ὧν δεῖ ἀπέχεσθαι, ποιεῖν τί παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.