Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Σευηριανοῦ. Εἰ δὲ βούλει, ἁμαρτίαν ὧδε νόησον, τὸν διάβολον. ὥσπερ γὰρ τὸν Σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ, καὶ δικαιοσύνην, τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον εἶναι· οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας, ποτὲ μὲν, ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος καὶ ἀθάνατον b καλεῖ. οὕτω καὶ ἐν τοῖς ἑξῆς εἰπὼν “ἡ “ἁμαρτία ἀνέζησε,” τὸν διάβολον καλεῖ. λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν. ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος· εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. ἰστέον μέντοι ὅτι δι’ ἑαυτοῦ ὁ Ἀπόστολος τὸ κοινὸν δηλοῖ. Κυρίλλου. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει. ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως. ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ, ἀφορμὴν μὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου· ἀλλὰ κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας. ἀνθ’ ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παρατρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκαινον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν. ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον. καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεται τίς ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις, τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν. Θεοδώρου Μονάχου. τάχα δὲ καὶ εἰς τὰ κατὰ τὸν Ἀδὰμ ὡς ἐν ὑποδείγματος λόγῳ εἴποι τίς ἀναφέρεσθαι τὸ προκείμενον. ἐπεὶ κἀκεῖνος προκειμένων αὐτῷ, φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἠδύνατο, εἰ μὴ νόμος αὐτῷ περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα, τὸ μετὰ τῶν λοιπῶν, κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο b Leg. θάνατον. δὲ ὑπὸ τῆς ἐντολῆς. ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων, ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν αὐτῆς βουληθέντος ἰδεῖν, ἀλλὰ τοῦ ἐπιβούλου πιστωθέντος τοῖς λόγοις, καὶ ὅλου τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἐπιθυμίας ἐντεῦθεν ἐγένετο· ἀλλὰ κἀκεῖνο ἐμάθομεν· ὡς οὐχ ἁπάσαις ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφειμεν. ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις μαθόντες, ἡμάρτομεν ἁπάσας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι. τοῦτο τὰρ λέγει, τὸ, “κατειργάσατο ἐν ἐμοὶ “πᾶσαν ἐπιθυμίαν.” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν. ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν· οὕτω καὶ ἐν τοῖς ἀνωτέροις· τῷ, “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν “οὐκ ἐπιθυμήσεις,” ἀντὶ τοῦ, οὐκ ἃν ᾔδειν εἰ μὴ ὁ νόμος ἦν ὁ τοῦτο διορίζων, ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων. καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων· καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν. Χωρὶς γὰρ νόμου· ἁμαρτία νεκρά. Χρυσοστόμου. Τουτέστιν, οὐχ οὕτω γνώριμος. ᾔδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. διὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. οὐδὲ γὰρ ἦν ἶσον, φύσιν ἔχειν κατήγορον. καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα.