Θεοδωρήτου. καλὸς οὖν εἶναί μοι δοκεῖ ὁ νόμος. ἐπαινῶ γὰρ τὰ ὑπ’ αὐτοῦ διηγορευομένα ὡς εὖ ἔχοντα· καὶ ὁμοίως αὐτὰ καὶ τὰ καλὰ φιλῶ· καὶ τὰ κακὰ μισῶ· ἀλλ’ ὅμως, ἐμοὶ τὸ κακὸν παράκειται· τουτέστιν ἡ ἁμαρτία. διά τε τὸ θνητὸν ἔχειν καὶ παθητὸν τὸ σῶμα· καὶ διὰ τὴν τῆς τύχης ῥαθυμίαν τε καὶ ἀσθένειαν. σὺ δὲ τὸ μὲν τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ποιεῖν, τῇ ψυχῇ πρόσαψον· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, τῇ σαρκί. λέγει γὰρ ὅτι ὁ νόμος, κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῖν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν· ἥτις ἡμῖν ἀπὸ τῆς θνητότητος ἐγένετο. Γενναδίου. Εί δὲ βούλει καὶ οὕτω νόησον τὸ ῥητόν. ἐκ Τούτων τῶν δείκνυται φησὶ βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι. ἐξ ὧν καὶ τὸ κακὸν ἀμφοτέροις ἐμοὶ τὲ κἀκείνῳ, ταὐτὸν καταφαίνεται. Θεοδώρου Μονάχου. Ἢ τῷ, “εὑρίσκω τὸν νόμον,” πρόσθες ὡς λεῖπον, τὸ δυσκατόρθωτον· καὶ συνάψας, εἰπὲ, ἐξ ὧν καὶ βουλόμενος τί ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι, θέλοντι ποιεῖν τὸ καλόν. παράκειται μοι γὰρ ἑτοιμότερα κακὰ πρὸς τὸ ποιεῖν αὐτά. τοῦ “παράκειται” δεικνύοντος, ὡς οὐκ ἐργῶδες ἐστὶ μετιέναι τὴν κακίαν. Φωτίου. Ἐκλάβοις δ᾿ ἃν καὶ οὕτως. ἐξ ὧν εἶπον φησὶ, τοῦτό μοι συμπεραίνεται. καὶ τοῦτο εὑρίσκω, τὸ εἶναι τὸν νόμον, νόμον εἰς τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν· καὶ τοῦτο μόνον χαριζόμενον. τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται· καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου. εἰ μὴ καὶ μᾶλλον βλάβην κ ἐδεξάμην, ὅτι παρακεῖσθαι μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχε ἀφορμήν· ὁ νόμος οὖν, μόνον νόμος ἐγένετό μοι εἰς τὸ ἀγαθόν· ἄλλο δὲ οὐδέν· πόθεν δῆλον, ὅτι τὸ κακόν μοι κ Hic est in codice rasura. ὡσαύτως παράκειται· η καὶ οὕτως· εὑρίσκω ἄρα ’τον νόμον, τουτέστι, κατενόησα καὶ κατελάμβανον τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς· ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσε· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν, οὐδὲν ἐπικουρεῖ· ἀλλ’ ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν ἒὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτῷ, ἐν τῷ ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν, εὑρίσκειν ἔτι τὸ κακόν· παράκειται γὰρ καὶ οὐκ ἀπελήλαται ὑπ’ αὐτοῦ ἐξ ἐμοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν. εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν, οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ τοῦ βαπτίσματος γὰρ ἐξώσθη καὶ ἀπελήλατο. ὥστε δεῖ Χριστῷ προσελθεῖν διὰ τοῦ βαπτίσματος, καταλιπόντας τὸν νόμον. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῳ νόμῳ του νόος μου. καὶ αιχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Χρυσοστόμου. Ἐπειδὴ ἀσαφῶς τέθεικε τὸ προειρημένον, ἑρ μηνενει αὐτὸ, καὶ σαφέστερον ποίει. δείκνυς, πὼς τὸ κακὸν παράκειται. καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸν μόνον, νόμος ἐστὶν ὁ νόμος. “συνήδομαι,” λέγων, “τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω “ἄνθρωπον.” ᾔδειν μὲν γὰρ, φησὶ, καὶ πρὸ τούτου τὸ καλόν. εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράμμασι κείμενον, ἐπαινῶ1. νόμον δὲ ἐνταῦθα πάλιν ἀντιστρατευόμενον, τὴν ἁμαρτίαν ἐκάλεσεν. οὐ διὰ τὴν εὐταξίαν· ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. ὥσπερ οὖν κύριον τὸν Μαμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν· οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίας m, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας, καὶ φοβουμένους αὐτὴν ἀφεῖναι. ὥσπερ δεδοί- 1 I. tn. α in. rec. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. m I. m. a ni. rec. ἁμαρτίαν. κάσιν οἱ νόμον λαβόντες, ἀφεῖναι τὸν νόμον. αὕτη οὐν φησιν άντίκειται κειται τῷ νόμῳ τῷ φυσικῷ. τοῦτο γάρ ἐστι “τῷ νόμῳ τοῦ νοός “μου.” καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ· ὁ γὰρ Μώσεως, ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ’ ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διαδάξας· ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῆ μάχη ταύτῃ ἤνυσαν μέγα. τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννίς· νικῶσα καὶ περιγινομένη· ὅπερ ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν, ἔλεγε, “βλέπω δὲ ἕτερον νόμον, ἀντιστρατευόμενον τῷ νόμῳ “τοῦ νοός καὶ αἰχμαλωτίζοντά αἰχμαλωτίζοντά με.” οὐ γὰρ εἶπε νικῶντα ἁπλῶς, ἀλλὰ “καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. οὐκ εἶπε τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ “τῷ νόμῳ “τῆς ἁμαρτίας.” τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. πῶς οὖν, φησὶ, “τῷ ὄντι ἐν τοῖς μέλεσί μου;“καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο “ἁμαρτίαν ποιεῖ τὰ μέλη, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ ἔν τινι ὃν, καὶ τὸ ἐν ᾧτ’ ἐστιν ἐκεῖνο. ὥσπερ οὐν καὶ ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι’ αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία, οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ αὐτῆς ἡμᾶς καταγωνίζεται. ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρά· καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβοι καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον. ἀλλ’ ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσάντων ἐστίν. ἀλλ’ οἱ τῆς ἁληθείας ἐχθροὶ μετὰ ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται· οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγόρους ἱν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καί τοι γε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος. ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται. εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ. μάχεται γὰρ αὐτῷ, καὶ κατ’ ἐκείνου πολεμεῖ. πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶ εἶναι, ἐναντιούμενα ἀλλήλοις εἰσάγοντες; ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; ἀλλ’ οὐ τῆς ἐκκλησίας τὰ δόγματα τοιαῦτα. ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον· καὶ τὸν νόμον ἑκάτερον, παρὰ τοῦ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως καὶ τὸν Μώσεως ταύτῃ πολέμιον εἶναι φησί· οὐ τῇ σαρκί. οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν εἶναν λέγει, ἀλλὰ ἔργον Θεοῦ σφόδρα καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, ἐὰν νήφωμεν.