Χρυσοστόμου. Ἵνα δειχθῇ φησὶ ὅσον κακὸν ἡ ἁμαρτία· ἡ ῥάθυμος προαίρεσις· ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. καὶ αὐτὴ δὲ ἡ πρᾶξις, καὶ ἡ διεφθαρμένη γνώμη. τοῦτο γὰρ ἁπάντων αἴτιον τῶν κακῶν. αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολήν. καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος. ὁ καὶ διὰ τῶν κωλυόντων ηὔξαντο. δι’ ὧν δὲ αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. οὐδὲ γὰρ μικρὸν ηὔξησε, δείξας ὅσον ἡ ἁμαρτία κακόν. καὶ πάντα τὸν ἰὸν αὐτῆς εἰς μέσον προσθείς. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· “ἵνα γένηται “καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τουτέστιν ἵνα φανῇ ἡλίκον κακόν· ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη· ἐκ τούτων, καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον, τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. μὴ γὰρ τοῦτο ἴδῃς ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι. ἀλλ’ ἐκεῖνο σκόπει· ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν· εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τὴν τοῦ Χριστοῦ δύναμιν, ἣ ποικίλον οὕτω κακὸν καὶ d Α m. rec. διὰ τῶν ἰατικῶν φαρμάκων χεῖρον ἐγίνετο καὶ. δισκαταγώνιστον, ἠφάνισέ τε καὶ πρόρριζον ἐκτεμοῦσα ἀνέσπασεν. ἁμαρτίαν δὲ ὅταν ἀκούσῃς, μὴ δύναμίν τινα ἐνυπόστατον νομίσῃς· ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν ἐπιγινομένην τὲ καὶ ἀπογινομένην ἀεί. καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. διὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη. νόμος δὲ οὐδέποτε ἐπ’ ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ’ ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως. Θεοδώρου Μονάχου. Ἀλλὰ φέρε καὶ αὖθις περὶ τῶν εἰρημένων διεξέλθωμεν εὐκρινέστερον· ὥς τινος εἰπόντος κατὰ ἀντίθεσιν. τοῦτο ἀγαθὸν ὁ θανάτου κατέστη μόνον αἰτίον· ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, φησί. ἀντὶ τοῦ, οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο· ἀγαθὸν δὲ παρέσχεν οὐδέν· ἀλλὰ καί τινος ἐξ αὐτοῦ ἀπελαύσαμεν ἀγαθοῦ. ἡ ἁμαρτία φησὶ, ἵνα φανῇ ἁμαρτία· διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου. διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τὲ καὶ χείρονος. πᾶν δὲ τὸ προστυχὸν ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις νόμοις ὑπεναντίον ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα. πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκε, νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς, καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν. ὑπακοῆς τὲ γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προὔκειτο, πρὸς ὃ ῥέπειν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ τι μὲν ἁμάρτημα, τι δὲ δικαιοσύνη. καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα· ἁμάρτημα δὲ, τὸ ποιεῖν τι τούτων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα· εἶτα τὴν ὑπὲρ τούτου τιμωρίαν ἐδέξατο, μεῖζον ζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο· πάλαι μὲν λόγῳ παιδευθεὶς, ὡς ἡ ἁμαρτία θανάτου παρεκτική. ὕστερον δὲ ἐπὶ τῶν ἔργων, τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τιμωρίαν κατέστη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν, ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν “ἡ ἁμαρτία “ἵνα φανῇ ἁμαρτία,” ἀντὶ τοῦ, ὥστε φανῆναι τὴν ἁμαρτίαν, ὅπερ ἐστι· τι δὲ τοῦτο; αὐτὸ τοῦτο ἁμαρτία. ἵν εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ· ἵν εἴπῃ διὰ τῆς ἐντολῆς. καὶ ὅπως ἐφάνη· κατεργαζομένη θάνατον. ἀφ’ ὧν θανάτου γίνεται πρόξενος. συνεβάλετο οὖν μοι τὸ ἀγαθόν· ἵν εἴπῃ ἡ ἐντολὴ, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν, ὅτι δὴ κακόν. ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ, τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη. τὸ γὰρ “ἵνα” οὐκ ἐπὶ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἀποδοτέον δὲ τὸ “διὰ “τοῦ ἀγαθοῦ μοι” κατὰ τὴν ἔννοιαν, τῷ “ἡ ἁμαρτία ἵνα φανῇ “ἁμαρτία·” οὐ τῳ ἑξῆς, τῷ, “κατεργαζομένη θάνατον.” λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι τῆς ἐντολῆς, κατάδηλός μοι ἡ ἁμαρτία ἐγένετο, ἡλίκον ἔστι κακὸν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδεύοντων αὐτήν. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμὶ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. e In marg. a m. rec. ἵν᾿ οὖν μή. f In marg. a m. rec. καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος. τοῦτο γάρ ἐστιν εἶναι πνευματικόν· τὸ, πάντων ἀπάγειν ὰμαρτημάτων· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος· τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Θεοδρήτου. Ἢ πνευματικὸς ὁ νόμος, ὅτι θείῳ ἐγράφη πενύματι. ταύτης γὰρ μετέχων τῆς χάριτος, φησὶ, Μώσης, τὸν νόμον συνέγραψεν. Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως.