ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. α'. Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ, καὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πνευματικῆς. β'. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν, τῶν οὐ φυλασσόντων τὰ φυσικά. γ'. Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα. δ'. Περὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας. ε'. Περὶ χάριτος, δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως, ἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἁβραὰμ τύπον. ς'. Περὶ τῆς ἀποκειμένης ἐλπίδος. ζ'. Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ. η'. Περὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς. θ'. Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς. ι'. Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὰ τὴν ἁμαρτίαν. ια'. Περὶ τῶν ἐν ἀνθρωπίνῃ φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον συμφωνίαν. ιβ'. Περὶ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ πνευμα συμφωνίας. ιγ'. Ἐπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης. ιδ'. Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστοῦ. ιε'. Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς, τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν. ις'. Ὦτε κατὰ ἀπιστίαν ἡ ἔκπτωσις διὰ τῆς εἰς ἄγνοιαν καταλήψεως, καὶ τοῦ μὴ ἁρμόζοντος αὐτοῖς κηρύγματος. ιζ'. Περὶ τοῦ σκοποῦ καθ’ ὃν ἐξεβλήθησαν, ὥστε δεύτερον ἐπανελθεῖν ζήλῳ τῶν τιμηθέντων ἐθνῶν συναχθέντων πιστῶν. ιη'. Παραίνεσις περὶ ἀρετῆς τῆς πρὸς Θεὸν καὶ ἀνθρώπους. ιθ'. Περὶ μιμήσεως τῆς Χριστοῦ ἀνεξικακίας. κ'. Περὶ λειτουργίας αὐτοῦ, τῆς ἐν ἀνατολῇ καὶ δύσει.