ΚΕΦ. Θ. Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ. Κυρίλλου. Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμον κεῖσθαι ζητεῖν. προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῆν τὴν διὰ πίστεως χάριν, τουτέστιν τὴν ἐν Χριστῷ δικαίωσιν, ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους· ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ. τοιγάρτοι καὶ ἔφασκε, “ μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν “ σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστά- “ νετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστή- “ σατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας· καὶ τὰ μέλη “ ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν. πλὴν οὐκ ἠγνόησεν ὁ πνευματοφόρος ὅτι δὴ πάντως ἐροῦσι τινες, ἤγουν διαλογιοῦνται, ὅτι διημαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες. ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδα πῶς ἤδη τῆς ἐκείνων πολιτείας τὰ αὐχήματα. εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ βίου σκοπὸς, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; Ἀγωνίζεται τοίνυν ὁ Χριστὸς (sic) ἔχων ἐν ἑαυτῷ, καὶ ὑποπλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι. περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις ἔθεσιν ἐμφιλοχωρεῖν. ταυτήτοι o φησὶν, “ ἣ ἀγνοεῖτε ἀδελφοὶ, γινώ- “ σκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ o Cod. ταυτοιτη. “ ὅσον χρόνον ζῇ ; ” ὅρος οὗτος γενικὸς κατά τε νόμου παντὸς καὶ τῶν ὑπὸ νόμον. ἅπασι μὲν γὰρ τοῖς ὑπὸ σκῆπτρα βασιλέων διορίζουσι νόμοι τό τε πρακτέον καὶ τὸ μή. ἰσχύουσι δὲ παρά γε τοῖς ζῶσιν ἔτι. εἰ δὲ δή τις τῶν ὑπὸ νόμον τῆς ἐνσωμάτου ζωῆς ἀπαλλάττοιτο, συναπεδύσατο τῇ ζωῇ καὶ τῶν νόμων τὴν ἐξουσίαν. εἰ γὰρ πέπαυται τοῦ πλημμελεῖν, ἀπρακτήσει τοῦ πάντως καὶ ὁ νόμος ἐπ’ αὐτῷ. ἀληθὲς οὖν ὅτι κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῆ. Καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς ἀναγκαῖον εἰπεῖν. δύο κατ’ αὐτὸν εἰσκομίζει n χρήσιμα. ἡμεῖς μὲν γάρ, φησιν, οἱ συντεθαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου· μετεστοιχειώθημεν γὰρ εἰς ζωὴν ἑτέραν. οἱ δέ γε πρὸ τῆς ἐπιδημίας οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ· ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἁνήρ. ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκήσαντος ο, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ’ ἑτέρῳ σύνοδον εἰ δὲ δὴ τεθναίη φησὶν, ἔξω κεῖσθαι δίκης, κἂν εἰ ἕλοιτο δρᾶν εὐνόμως. κατὰ τὸν ἴσον οἶμαι τρόπον, οἱ μήπω τῆς ἁμαρτίας τὴν νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπράχασιν εἰκότως καὶ ὑπὸ νόμον. κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι’ ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ, καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν κοσμῶ, ἀκαταίατο p ποιοῖντο ἃν τὴν ἔξω νόμου ζωήν. τεθανάτωνται γὰρ, ὡς ἔφην, διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ, δικαιούμενοι διὰ πίστεως. Διοδύρου. Ἐκ τούτου κατασκευάζει ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τουτέστιν τῇ χάριτι. παυσαμένου δὲ τοῦ νόμου, καὶ τρόπον τινὰ ἀπαθανόντος, ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν Ἐκκλησίαν τῷ οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησι. τὸν μὲν τῆς Ἐκκλησίας, ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνὴρ, m Leg. που. n Cod. εἰκοσμίζει. o Cod. συνωκησαντος κοτος. p Leg. ἀκαταιτίατον. οὕτως q ὁ Χριστὸς τῆς Ἐκκλησίας. καὶ ὁ νόμος ποτὲ τῆς συναγωγῆς. “ ὁ νόμος,” φησὶ, “ κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ ὅσον χρόνον “ ζῇ.” τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ. Ὠριγένουσ. Τὸ γινώσκειν τὸν νόμον πάντως οἶδε τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητος τοῦ γράμματος καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητος τοῦ Πνεύματος. τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ παράλληλον. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ὁ νόμος ἐστὶν ὁ ἀνήρ. δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα. οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο, διὰ τὸ εἶναι παλαιότης γράμματος. τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν, ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν, καὶ οὕτω προαιρουμένοις· ἵν’ οὕτως εἴπω ζη r * * * Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. Ἀνεπίγραφον. Ἀπόλουθον ἦν εἰπεῖν, ὥστε ἀδελφοὶ μου καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθαι s μοιχείας ἀνδρὶ γενόμενοι ἑτέρῳ. ἀλλ’ οὐκ εἶπεν οὕτως. ἀλλὰ πῶς; “ ἐθανατώθητε “ τῷ νόμῳ·” εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ νόμον. εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς, οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὐτὴ τετελευτηκυῖα ἀπήλλακται τούτου. εἶδες Παύλου σοφίαν; πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ. οὐ γὰρ κωλύει, φησὶ, συνιέναι ἀνδρὶ ἑτέρῳ, τελευτήσαντος τοῦ προτέρου. πῶς γὰρ, ὅπου καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; ἀλλὰ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν τῶν γυναικῶν. εἰ γὰρ καὶ συνεχωρῆτο, ἀλλ’ ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον. ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίμων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά. τὸ τοίνυν θαυμαστὸν φησὶ, τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημά- q Cod. οὗτος. r In marg. ζητ. mox vacuum spatium et λει. s Leg. κρίνεσθε. τῶν ὑμᾶς ἀποστάντας αὐτοῦ. καὶ γὰρ καὶ αὐτὸς τέθνηκε, καὶ ἡμεῖς τεθνήκαμεν. καὶ διπλῆ τὰ τῆς ἐξουσίας ἀνῄρηται. ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ τὸ αἴτιον προστίθησιν. οὐ γὰρ ἁπλῶς ἀπηλλάγητέ φησιν, ἀλλὰ διὰ τοῦ θανάτου τοῦ δεσποτικοῦ. “ ἐθανατώθητε,” γάρ φησιν, “ τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ “ Χριστοῦ.” οὐκ ἐντεῦθεν δὲ προτρέπει μόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός. διὸ καὶ ἐπήγαγεν, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ ἐκ νεκρῶν ἐγερθέντι. Γενναδίου. Φέρε δή, φησιν, συστήσωμεν καὶ ἀπὸ τοῦ νόμου τοῦτο αὐτό. οὐκοῦν ἴστε νομομαθεῖς ὄντες τοῦτό γε ἀκριβῶς, ὅτι τοῦ ἀνθρώπου κύριος ὁ νόμος μέχρις οὗ ζῇ καθέστηκεν. ἡ γοῦν ὕπανδρος γυνὴ ζῶντι μὲν τῷ ἀνδρὶ, προσδέδεται νόμῳ. οὐκοῦν αὐτοῦ περιόντος ἴδοι πρὸς ἕτερον, ἢ κεκρίσεται μοιχαλίς· τελευτήσαντος δὲ ἀφεῖται τοῦ νόμου, καὶ συνοικήσει μὲν, ᾧ βούληται· τὸ δὲ τῆς μοιχείας ἔγκλημα διαφεύξεται. ἄρα οὖν ἀδελφοὶ, τοιοῦτόν τι καὶ τὸ καθ’ ὑμᾶς. γεγόνατε μὲν γὰρ πιστεύσαντες τοῦ σώματος τοῦ Χριστοῦ. τετελευτηκὼς δὲ ἐκεῖνος τῷ νόμῳ πρὸς ἑτέραν ἐκ τῶν νεκρῶν ἀνεβίω ζωήν. οὐκοῦν ἓν ὄντες καὶ ὑμεῖς ἐν αὐτῷ, τῷ μὲν νόμῳ τεθνήκατε· καρπώσετε διὰ τῆς ἀναστάσεως αὐτῷ παραπλησίως καὶ ὑμεῖς. Θεοδώρου. Δεικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον r ἐπάγει· “ ἵνα καρποφορήσωμεν τῷ Θεῷ.” οὐκ ἐπ’ αἰτίας δὲ λέγει τὸ εἶναι, ἀλλὰ τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν, ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ, διηνεκεῖς οἴσομεν τῆς δικαιοσύνης τῷ Θεῷ τοὺς καρποὺς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώτατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν, ἐθανατώθητε διὰ τοῦ βαπτίσματος, ἀλλὰ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. ἀρχὴ μὲν γὰρ τῆς παρούσης ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώπους ἐγένετο· τῆς δὲ μελλούσης ὁ Χριστός. ὥσπερ οὖν ἐπὶ τοῦ παρόντος βίου, τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος, τὴν πρὸς τὸν Χριστὸν ὁμοιότητα λαμβάνομεν· ἐκεῖθεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες. μέρος οὖν τοῦ σώματος λεγόμεθα τοῦ Κυρίου, ἅτε δὴ τὴν πρὸς αὐτὸν κοινωνίαν δεχόμενοι. r Cod. ὠφέλημον. Ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις s διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν, τοῦτο λέγει, ὅτι μέρος γενόμενοι τοῦ σωματος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας, τῆς ἐν τῶ βαπτίσματι, πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἰ τῷ παρόντι βίῳ λοιπὸν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέστηκας· οὐδεμίαν φέρων ἑαυτῷ διαβολὴν, εἰ μὴ κατὰ ταὐτὸν πολιτεύοιο. ἐπειδὴ φύσις αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν. Ὅτε μὲν γὰρ ἦμεν ἐν τῆ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου. Κυρίλλου. Σάρκα μὲν, τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν ἑτέροις φησὶν, “ οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ “ δύνανται.” καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ’ αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ; τι δὲ βουλεται δηλοῦν πολυπραγμονεῖν ἀναγκαῖον. ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου, πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ. τί οὖν; φαίη τις ἃν, πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλάξωμεν; τί οὖν πρὸς τοῦτο φαμέν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη· τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληίζεται νοῦν. καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων, “ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ “ πνεῦμα κατὰ τῆς σαρκός.” ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. νυνὶ δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησιν, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διάγε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη· μᾶλλον δὲ φυσικῶς. καὶ τόγε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που φησὶν ὃ Παῦλος, “ ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἐχθρὰ εἰς Θεόν. τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι’ αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστηοις s Cod. ἐκείναις. Τί οὖν; ὁ Παῦλος φησίν· ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγεται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ· καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἃν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διάγε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν. ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας· ἔτι νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὑτῷ. εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. Γενναδίου. Τῷ τῆς σαρκὸς ὀνόματι διχῶς ἡ θεία χρῆται γραφή· νῦν μὲν τὴν φύσιν οὕτως αὐτὴν ὀνομάζουσα, ὡς τὸ “ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα,” τῷ Σωτήρι’ πρὸς τοὺς μαθητὰς περὶ αὐτοῦ μετὰ τὴν ἀνάστασιν εἰρημένον· νῦν δὲ οὐκ αὐτὴν, ἀλλὰ τὸ αὐτῆς ἐμπαθὲς, ὡς τοῦτο αὐτὸ τὸ προκείμενον. οὐ γὰρ ὡς ἀσάρκων νῦν ὄντων ἔφησε τὸ “ ὅτε “ ἦμεν ἐν τῇ σαρκὶ,” ἀλλ’ ὡς πρὸς ἀθανασίαν καὶ ἀπάθειαν ἐν Χριστῷ μετεληλυθότων. πολλάκις γὰρ, καθὼς ἤδη προέφην, ἀπὸ τῶν κατὰ Χριστὸν πιστευομένων ἡμῖν ὡς ἐνεστώτων προσδιαλέγεται. λέγει τοίνυν ὅτι τῆς προτέρας ἡμῶν ἔτι τῆς σαρκικῆς ὄντων ζωῆς, τὰ ἐν τοῖς ἡμετέροις παθήματα μέλεσι πρὸς ἁμαρτίαν ἐνηργεῖτο διὰ τοῦ νόμου. τουτέστιν ὑπ’ ἡμῶν ἐνεργούμενα, διὰ τὸν νόμον ἡμῖν εἰς ἁμαρτίαν κατελογίζετο· τιτρωσκόμενοι δὲ ὑπὸ ταύτης, ἀναγκαίως τῷ θανάτῳ παραπεμπόμεθα. πρὸς γὰρ τούτοις δι’ ἀλλήλων κρατυνομένοις ἡ φύσις ἡμῶν ἐδογματίζετο· τῆς μὲν ἁμαρτίας ἰσχυούσης διὰ τοῦ νόμου, τοῦ θανάτου δὲ διὰ τὴν ἁμαρτίαν κρατοῦντος· τοῦ νόμου δὲ τοῖς θνητοῖς τε καὶ διὰ τοῦτο πρὸς ἁμαρτίαν ἐπιρρεπέσιν, ἀναγκαίως ἐπικειμένου. οὐκοῦν τὴν μὲν ἁμαρτίαν ὁ κόσμος t νόμος συνέστη. ἡ δὲ ἁμαρτία τὸν θάνατον t Sic Cod. ἀπεγέννα. ὁ δὲ θάνατος τὴν φύσιν εἰς ἁμαρτίαν εὐόλισθον διὰ τοῦ ἐμπαθοῦς ἐργασάμενος, ἐν χρείᾳ νόμων κατέστησεν. Διοδύρου. “ Ὅτε γάρ,” φησιν, “ ἦμεν ἐν τῇ σαρκὶ,” ἀντὶ τοῦ ἐν τῷ νόμῳ· οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί· ἀκριβῶς δὲ εἶπε “ τὰ διὰ τοῦ νόμου,” οὐ τὰ ἀπὸ τοῦ νόμου. οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν. ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ’ ὃ μὴ ἤθελεν. Θεοδώρου. Ἠ θεία γραφὴ ποτὲ μὲν σάρκα λέγει τὴν φύσιν αὐτὴν, ποτὲ δὲ οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ’ ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει, ὡς ἃν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπόθοιτο τὸν θάνατον. ὡς ὅταν λέγῃ τὸ “ σὰρξ καὶ αἷμα βασι- “ λείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.” ὡς ἃν οὐκέτι σαρκὸς, οὔτε οὔσης οὔτε ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν λέγῃ, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ,” ἵνα εἴπῃ ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ. καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς ἐν τῇ πρὸς Κορινθίους εἰπὼν, “ ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καται- “ σχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· “ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,” ἐπήγαγεν, “ ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ·” καίτοιγε οὐ διαφόρων ζώων μνησθεὶς, ἀλλ’ ἵνα εἴπῃ ὥστε παντᾶ τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν. οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν, οὐδέ ποτε ταύτῃ καλουμένου τῆ φωνὴ. Σαρκὸς δὲ, ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς προσηγορίας, οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης, ἀλλ’ ἐπὶ σημασίᾳ τῆς θνητότητος, ὑφ’ ἣν εἶναι συμβέβηκεν ἡμᾶς. ποτὲ δὲ τοῦ προσκαίρου παντὸς τὴν ὑπὸ τὸν ὄρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ “ σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται οὕτως λέγει τὸ, “ ὄτε ἠμεν ἐν τῇ σαρκὶ, ἀντὶ τοῦ ὅτε ἦμεν θνητοὶ, ἐν σαρκὶ λέγων εἰναι τὸ εἰναι θνητούς. τοὺς γὰρ πεπιστευκότας Χριστῷ, καὶ τὴν περὶ τῶν μελλόντων ἐπαγγελίαν ἤδη κομισαμένους, καὶ μὴν καὶ τοῦ τύπου τῆς ἐν τῷ βαπτίσματι χάριτος καταξιωθέντας, οὐκέτι λογίζεται εἰναι θνητούς· ὅθεν καὶ κοιμωμένους ἐν τῇ πρὸς Θεσσαλονικεῖς καλεῖ τοὺς ἀποθνήσκοντας· τότε τοίνυν τὸ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνεργεῖν ἐν τοῖς μέλεσιν ἡμῶν, ὥσπερ διάφορα πάθη τῷ σώματι τῷ ἡμετέρῳ συμβαίνειν πέφυκε, κἂν μὴ πάντα πᾶσι μηδὲ πάντοτε ἐγγίνεται. οὕτω καὶ ἁμαρτιῶν διάφορα πάθη πέφυκεν ἡμῖν ἐνοχλεῖν, κἂν μὴ πάντα παρὰ πάντων ἐπιτελῆται, μηδὲ πάντοτε. ὡς γὰρ κατὰ τὸ σῶμα, ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον τοῖς πάθεσι περιπίπτει, οὕτω ἐπὶ τῶν ἁμαρτημάτων, ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα ἁμαρτάνει. Ἐπειδὴ τοίνυν νόμῳ τινι τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν διάκρισιν, εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις, τοῦτο λέγει, ὅτι πάντα τῶν ἁμαρτιῶν τὰ πάθη ὅσα περὶ νόμῳ τινὶ διακρινόμενα ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν, ἢ διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο παρ’ ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες, καὶ περὶ τὸ ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες, ἅπαν εἶδος ἐπετελοῦμεν ἁμαρτίας· καίτοιγε διαφόροις τοῖς νόμοις παιδευόμενοι ὧν ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς καί τι τὸ ἐντεῦθεν γινόμενον εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία. ὡς γὰρ ὑπὸ τῆς θνητότητος μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν, οὕτως ἡ τιμωρία ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν ἠδύνατο· τοὐναντίον δὲ καὶ ἁμαρτημάτων ἐγίγνετο πρόξενος, ἐπειδὴ ταῖς διαγορεύσεσι τἀναντία διεπραττόμεθα. Νυνὶ δὲ κατηγορήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες, ἐν ᾧ κατειχόμεθα. Κυρίλλου. Ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ. εἰ δὲ ἀπεθάνομεν “ ἐν ᾧ κατειχόμεθα,” τουτέστι τῇ ἁμαρτίᾳ, συναποπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω δὴ οὖν τῆς τοῦ νόμου χρείας, οἱ τῇ ἁμαρτίᾳ νενεκρωμένοι· γεγόναμεν γὰρ ἑτέρῳ· καὶ αὐτῷ δουλεύσωμεν ἐν καινότητι πνεύματος, κα οὐ παλαιότητι γράμματος. Γενναδίου. Νῦν μέντοι, φησὶν, ἀπὸ τοῦ νόμου τοῦ κατέχοντος ἡμᾶς κατηργήθημεν, “ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος “ καὶ οὐ παλαιότητι γράμματος.” δέον οὖν ὡς ἀθανάτους τοῦ λοιποῦ καὶ πνευματικοὺς γεγενημένους ἡμᾶς πολιτεύεσθαι· ἀλλὰ μὴ ὡς φθαρτοὺς ἔτι καὶ παλαιουμένους, καὶ νόμῳ διὰ τοῦτο κατηναγκασμένους δουλεύειν. ἀντιδιέστειλε δὲ τῷ γράμματι μὲν τὸ πνεῦμα· τῇ παλαιότητι δὲ τὴν καινότητα· καὶ αὐτοῖς τοῖς ὀνόμασι μεγίστην δεικνὺς τὴν τῶν πραγμάτων διαφοράν. Θεοδώρου. Ἀλλὰ πάντα νῦν φησὶ μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ γεγόναμεν· ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς τὸ τῷ νόμῳ πολιτεύεσθαι· ὅθεν οὐδὲ ἔστι τις ἡμῖν κοινωνία βίου πρὸς αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέντες γὰρ τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἕτεροι μὲν ἀνθ’ ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν. οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς τοῦ κακοῦ τὴν ἀποχήν. ταῦτα γὰρ τοῖς ἐν τῆ τοῦ βίου τούτου παλαιότητι καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνακαινισθεῖσι καὶ γεγόνασιν t ἀφθάρτοις· οἷς νόμων οὐκέτι χρεία, διὰ τὸ μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ, καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν ἔχοντα τῶν ὑπὸ τὸν νόμον παιδαγωγουμένων.