ΚΕΦ. ς. Δικαιωθέντες οὖν ἐκ πίστεως — εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται. Απολιναρίου. Ἀχώριστος τοῦ Πατρὸς Υἱὸς, προσαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν, καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινεἰμας, νείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι Θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας. πρὸς μὲν τὸν Πατέρα τῇ θεότητι συνημμένος· πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρώπότητα συναφθείς. ὥστε ὅσους κατὰ τὸ ἀνθρώπινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει Θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προσαγούσης Θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος· δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γεγραπται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καὶ φησὶν, “ ὅτι “ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,” προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσῇ, ἀληθεία δὲ ἐν Χριστῷ· ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης, ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, χαρακτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ, δι’ ἀποκρυφῶν ἐνεργειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν, τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος, ἧς Ἰωάννης λέγει, “ ἀδελφοὶ, “ νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὕπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν “ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.” Μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσι. καύχησιν γὰρ ἐπ’ ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται· καὶ αὕτη ἦν ἡ μακαρία καύχησις, ἣν ὁ προφήτης Ἱερεμίας εἰσηγεῖται· “ μὴ καυχάσθω,” λέγων, “ ὁ πλούσιος ἐν “ τῶ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, “ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον,” καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι φησι καὶ θλίψεις πάρεισι, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, εἰδότες τὴν τῶν πόνων ὑπομονήν. διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται· ὁ δὲ ὑπομείνας, δόκιμος. ὁ δὲ δόκιμος παρὰ Θεῷ γενόμενος, ἐλπίζει ζεῖ ἔχειν τὰ παρὰ Θεοῦ. ὁ δὲ ἐλπίσας εἰς Θεὸν, οὐκ αἰσχυνθήσεται. εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις, γίνεται ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη· ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς Θεὸν γινομένην. τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ Πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ’ ἡμᾶς τὴν ἀγάπην ὁ τὸ αἷμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως τὸ Πνεῦμα q ἐνῴκισεν· ὡς καὶ αὐτὸς ὁ Σωτῆρ’ λέγει· “ ὅτι παρ’ ὑμῖν μένει· καὶ σὺν ἡμῖν ἔσται.” q Aliquid deesse videtur, r Χρυσοστόμου. Τί ἐστιν “ εἰρήνην ἔχωμεν;” τινές φασιν, ὅτι μὴ δὴ στασιάζωμεν εἰσαγαγεῖν. ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης αὐτὴν προὔθηκεν, ἵνα μήτις νομίσῃ ῥαθυμίας ὑπόθεσις εἰναι τὰ λεγόμενα φησὶν “ εἰ- “ρήνην ἔχωμεν” τουτέστιν, μηκέτι ἁμαρτάνωμεν, μὴ δὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. καὶ πῶς δυνατόν φησι, τὸ μηκέτι ἁμαρτάνειν; πῶς τὸ πρότερον ἐγένετο δυνατόν; εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἱ; ἐσμὲν, μεῖναι δι’ αὐτοῦ δυνησόμεθα· οὐ γάρ ἐστιν ἰσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν. ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον. ἀλλ’ ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη· οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἃν ἐχώμεθα καὶ ἐκεῖνα ἡμῖν ἠνυκότες. ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξε πολεμωμένους, εὔλογον μένειν ἐπὶ τοῖς καταλλαγεῖσι, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ s Πατρί Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. Ἀπολιναρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ δεσπότου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ’ ὑπὲρ ἁμαρτωλῶν καὶ ὠρῶν φαίνεται σταυρωθείς. Ὠριγένουσ. Ὅπου μὲν ἀσθενεῖς ἣ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπεριλαμβάνει. ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι· καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὣν, ὃς ἠσθένει διὰ τῆς σαρκὸς, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλὸς, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν, καὶ ἀσεβεῖς λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ Θεῷ· καὶ γὰρ “ ἐὰν ἁμαρτάνωμεν, σοὶ “ ἐσμὲν, εἰδότες σου τὸ κράτος·” ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι r Desunt plura ut opinor. s In marg. οὕτως Θεοφύλακτος. ὑπὸ τὸν νόμον, τυγχάνουσιν· ἐπὰν ἐγκαταλιπόντες τὸν Θεὼ τῶν πατέρων, ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ, ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει· πάντα γὰρ μᾶλλον ἣ Θεὸν ἀγαπῶμεν. ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ Θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ’ ἡμῶν τῶν ἐμποδιζόντων τῆ συστάσει τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ “ αυνίστησιν” ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ Θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως, ἢ αὐτοῦ τοῦ Θεοῦ τυγχάνουσαν. Τοῦ Αὐτοῦ. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον, ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυνόμεθα τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἤμων γενόμενος, τὴν εἰρήνην ἐπραγματεύσατο· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Ἀνώνυνον. Τὸ “ οὐ μόνον,” περὶ τὴν τῶν προειρημένων εἴρηται ἀπόδειξιν. θαρσεῖν γὰρ πάρεστι, φησὶ, καὶ ταύτῃ περὶ τῶν εἰρημένων, ἣ καυχώμεθα ἐν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. εἰσὶ δὲ δυνάμεις καὶ χαρίσματα τῶν ἰαμάτων, ἃς ἐπιτελοῦντες οἱ Ἀπόστολοι, πίστιν τῷ κηρύγματι παρείχοντο μεγάλην· καλῶς δὲ τὸ καύχημα εἶπεν ἔχειν ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἐξ ἔργων νόμου τι κτώμενοι, ἐφ’ ἑαυτοῦ ἔχειν εἴρηται τὸ καύχημα· οἱ δὲ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δικαιούμενοι, ἐν τῷ Θεῷ τὸ καύχημα ἔχουσι· τῷ δωρουμένῳ διὰ Ιησοῦ Χριστοῦ τὰ πλούσια χαρίσματα τῶν ἰαμάτων, ἀρραβὼν τυγχάνοντα τῆς μελλούσης χαρᾶς. πιστοποιεῖται ἡμᾶς καὶ τῆς ὀργῆς ῥυθησομένους διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθησομένους ἐν τῇ ζωῇ αὐτοῦ. αὐτὸ δὲ τοῦτο καὶ τῆς πρὸς τὸν Θεὸν καταλλαγῆς σημεῖον εἶναί τι ὑπὲρ ἁμαρτωλῶν ἀποτεθνηκέναι, οὐ πάντων, φησὶν, ἀνθρώπων ἀσεβῶν τυγχανόντων. οὐ γὰρ Αβραὰμ, ἣ οἱ προφῆται ἢ πάντες οἱ κατὰ νόμον πολιτευσάμενοι ἀσεβεῖς. ἀλλὰ τῶν μὲν ὡς ἁμαρτωλῶν, τῶν δὲ καὶ ὡς ἀσεβῶν· ἵνα πᾶς μὲν ἀσεβὴς καὶ ἁμαρτωλὸς ᾖ, οὐ μὴν τοὐναντίον· ἐπὶ πλεῖον μὲν ἡ ἁμαρτία· ἡ δὲ ἀσέβεια ἐπ’ ἔλαττον· καὶ διὰ τοῦτο καὶ ὁ Ἀπόστολος ἐν πρώτοις εἰρηκὼς Χριστὸν ὑπὲρ ἀσεβῶν ἀποτεθνη- κέναι, ὕστερον ἐπιδιορθούμενος ἑαυτὸν, τὸ καθολικὸν ἐπείπει. ἀσε- βῶν οὖν φησὶ τῶν ἐθνῶν, οὐ μὴν τὸ καθολικὸν ταύτῃ δηλοῦται· ἀλλ’ ἐν τῷ εἰπεῖν· “ἔτι γὰρ ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς “ὑπὲρ ἡμῶν ἀπέθανc” τὸ ὑπὲρ πάντων αὐτὸν ἀποτεθνηκέναι λοῦται σαφῶς ἐνταῦθα. Ἄλλ εἰ καὶ τοῦτό τις παραδέξαιτό, φησι, πιθανῶς εἰρημένον, πῶς οὐκ ἃν ἐπιζητήσειεν, τίνα τρόπον ἁμαρτωλὸς ἃν λέγοιτο ὀρθῶς ὁ Αβὲλ, ὁ καὶ ὑπ’ αὐτοῦ τοῦ Κυρίου δίκαιος κεκλημένος ; ἣ αὖ ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον Ἑνώχ; ἣ οἱ λοιποὶ πάν. τες, οἱ ὑπὸ τῆς θείας γραφῆς χρηματίσαντες “ὧν οὐκ ἦν ἄξιος ὁ ’* κόσμος ; ’ φαμὲν οὖν, τῶν ἁμαρτημάτων, τὰ μὲν κατὰ διάνοιαν ε7ναι μόνον· τὰ δὲ καὶ εἰς ἐνέργειαν ἔρχεται· τὸ γὰρ μηδὲ μέχρις ἐνθυμήσεως λογίσασθαι τὸ πονηρὸν, τὴν ἡμετέραν ἴσως ἐκπέ- φευγε δύναμιν· τὰ μὲν οὖν εἰς ἐνέργειαν ἥκοντα, τὴν νομίζομεν ἐπισεσημειῶσθαι γραφήν· τὰ δὲ μέχρις ἐνθυμήσεως, ἣ καὶ τὴν ἡμετέραν ἐκφεύγοντα διάνοιαν, ἃ δὴ κρύφια ὠνόμασεν ὁ Δαβὶδ, οὐκ ἠξιῶσθαι ὑπονοοῦμεν ἐν αἰτίας μέρει τεθεῖσθαι, καὶ ὅλως ἀναγεγράφθαι. καὶ ἴσως οὐ τὰ ἐνθυμήματα ἔκρινεν ὁ νόμος, ἀλλὰ τὰ ἀποτελέσματα, ἃ καὶ ἠλέγχοντο ὁμολογεῖν ἄνθρωποι κἂν γὰρ ὁ νόμος *’ οὐκ ἐπιθυμήσεις λέγει, οὐ τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα κρίνει. καὶ ἴσως ταύτῃ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὡς μὴ μόνον τοῦ τὰ ἄτοπα μὴ πράσσειν δύναμιν κεκτῆσθαι, ἀλλὰ καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὰ φαῦλα. οὐ γὰρ ἃν ἐπέτασσεν ὁ Ἰησοῦς, α ἐρρέθη,” λέγων, ** τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων ** γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ *’ καρδίᾳ αὐτοῦ.” καὶ περὶ φόνου καὶ πληγῶν ὡσαύτως καὶ τῶν παραπλησίων. Τῶν οὖν μοχθηρῶν ἐνθυμήσεων καθαρεύειν βουλόμενος τοὺς ἑαυ- τοῦ μαθητὰς, δύναμιν αὐτοῖς ἐνέθηκεν ἀναστὰς ἐκ νεκρῶν τὴν τοῦ Ἀγίου Πνεύματος χάριν, τοῦ μὴ ἀναβαίνειν ἐπὶ τὰς καρδίας αὐτῶν ἐνθυμήσεων φαντάσματα· καὶ ταύτῃ καὶ ὑπὲρ τῶν ιἡιαρ- τωλῶν ἀπέθανεν, ἵνα καὶ τοὺς τοιούτους καὶ τοὺς ὀλίγῳ πρόσθεν εἰρημένους ὁ θάνατος αὐτοῦ καθαρεύσῃ, πιστεύοντας εἰς τὸν θάνατον αὐτοῦ καὶ εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. τοῦτο φανερώτερον ὁ Ἀπόστολος ἐδήλωσεν ἐν τῇ πρὸς Ἐφεσίους λέγων, ” οἱ ἄνδρες “ ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε “ τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν “ ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.” εἰτα βουλόμενος διατάξαι τίς ἁγιασμὸς, ἐπιλέγει γράφων, “ ἵνα παρα- “ στήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, “ ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἵνα ᾐ ἁγία καὶ ἄμωμος·” καὶ διὰ τοῦτο οὐδεὶς λέγεται τετελειῶσθαι, πρὸ τοῦ τὸν Κύριον παθόντα, καὶ τῶν τοιούτων σπίλων καὶ ῥυτίδων καθάρσιον γενέσθαι τοῦ γένους ἤμων. ΚΕΦ. Ζ. Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ. Κυρίλλου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων· “ οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλη- “ τᾶι, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” ἔδωκε γὰρ ὁ Θεὸς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν. ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑκατέρου τινος χάριν γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας· καταργήσῃ δὲ καὶ αὐτὸν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Σατανᾶν, καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ. Παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ. ταύτῃ τοι γέγονε καἰ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὀλοτρόπως δὲ ἀπολωλότας κατελέησε πάλιν ὁ τῶν ὅλων δεσπότης. καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσία,., καὶ ἀνακομίζων εἰς τὸ ἀπαρχῆς· “ καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή. γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι· πρόξενος δὲ μᾶλλον καὶ δοτῆρ’ τῆς πρὸς ἓν οἰκειότητος δι’ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας, καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως. οὐκοῦν “ ὡς δι’ ἑνὸς ἀνθρώ- “ που,” φησιν, “ ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς “ ἁμαρτίας ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον.” εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις βατὴν s ἤργασται τὴν ἀνθρώπου διάνοιαν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ Παναγίου Θεοῦ, διάτοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, ἀλογώτερον διεζῶμεν βίον. καὶ κατέπιεν μὲν ὁ θάνατος ἰσχύσας, ὡς ὁ προφήτης φησίν· “ ἐπλάτυνε δὲ καὶ ὁ Ἅιδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ “ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν μιμηταὶ, καθὸ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ’ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπουρανόν· καθήρηται γὰρ ἡ ἁμαρτία· πέπτωκεν ὁ Σατανᾶς· κατήργηται δὲ καὶ ὁ θάνατος. Ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ. Κυρίλλου. Ὁ νόμος διὰ Μωϋσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας, κατεργάζετο δὲ μᾶλλον ὀργήν. ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις. οὗ δὲ δὴ ὅλως παραβάσεως τρό- s Sic. πος, ἔκει που πάντως καὶ ἁμάρτια· καὶ εἴπερ ἐστιν ἁμάρτια θανάτου πρόξενος, πᾶσα πῶς ἀνάγκη συνερρῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφέντα t θάνατον· καθῃρημένη τε πάντως συγκατασείεσθαι· καὶ οἷά περ ἰδίᾳ συνδιόλλυσθαι μητρί. ἦν οὖν ἄχρι νόμου ἁμαρτία, φησιν, ἐν κόσμῳ κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή. πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος. Τοῦ αὐτοῦ. Ἀλλ’ εἰ τοῦτο τίνα τρόπον φαίη τις ἃν, κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος. Τοῦ αὐτοῦ. Εἰ γὰρ καὶ τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διάτοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ’ ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡς εἰ λέγοι τυχὸν, ἐπιτρέχοντος τοῦ θανάτου καθ’ ὁμοιότητα τὴν Ἀδάμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πὼς ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας· τύπον γέ μὴν αὐτὸν τοῦ μέλλοντος εἶναί φησι, τουτέστι Χριστοῦ· καίτοι παραγεγονότος ἤδη καὶ τῆς μετὰ σαρκὸς οἰκονομίαν διαπεράναντος τὸ μυστήριον· πῶς οὐν μέλλοντα καλεῖ; φαίη τίς ἃν ἴσως· παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ’ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σωτήρ τε καὶ λυτρωτής. ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης οὗτοι δὲ εἰσὶν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸ δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς. Γενναδίου. Ταύτης ἡμῖν φησὶ τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης, καὶ διὰ τοῦτο καὶ νομοῦ δεομένης εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδὰμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανόμησας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων, t Sic fors. leg. ἀναφύντα. πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι’ ὧν καὶ αὐτοὶ παρηνόμουν, ἠπείγοντο τῷ θανάτῳ· οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς· διὰ τοῦτο νῦν μὲν φησὶν εἰς πάντας ἀνθρώπους εἰσῆλθεν ὁ θάνατος, ἐφ’ ᾧτ’ πάντες ἥμαρτον· ἀντὶ τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ αὐτοῖς u μετὰ ταῦτα· “ εἰ “ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” τοὺς πολλοὺς ἀντὶ τῶν πάντων φησι· “ νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ “ Ἀδὰμ μέχρι Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” οἱ γὰρ οὔτε πράξεως, οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντὸς, πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοιοῦτον ἐστιν· Ὁ μακάριος Παῦλος ἀπὸ τῶν κατὰ Χριστὸν πολλάκις ἡμῖν διαλέγεται· ὡς μετὰ τὴν φανέρωσιν τοῦ Σωτῆρος, οὐκέτι τῆς παλαῖας κρατούσης ἀλλὰ τῆς καινῆς καταστάσεως. ἐν μὲν οὐν τῇ παλαίᾳ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις μαθήμασιν, ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινε ταῖς τῶν τιμωριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς· καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις, τουτέστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι, περιττὸς παντάπασιν ὁ νόμος ἐστί. διὰ τοῦτο λέγει, “ δικαίῳ “ νόμος οὐ κεῖται· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον.’ διὰ τοίνυν τοῦ “ ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ” τοῦτο λέγει, ὅτι ἕως οὑ φύσεως ἦμεν σαρκικῆς τε καὶ παθητικῆς, καὶ διὰ τοῦτο ὑπὸ νόμον εἶναι χρηζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα· πολιτευομένης αὐτῆς ἐν τῷ κόσμῳ παντί· ἀναιρεθέντος μέντοι τοῦ νόμου, διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελθεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία. οὐ γὰρ ἐλλογεῖται λοιπὸν, μὴ ὄντος νόμου· Ὁ τοίνυν σύμπας, ὡς ἃν ἐν κεφαλαίῳ τίς εἴποι, τῆς ῥήσεως ταύτης νοῦς οὗτός ἐστι. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις, τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι. καὶ διὰ τοῦτο ὅτι οὐδὲν ἀπεικὸς, ἀλλὰ καὶ σφόδρα γε εὔλογον ἄρξαι τοῦτον ἡμῖν τῆς ἀθανάτου καὶ δικαίας ζωῆς· ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον u Leg. ἐν τοῖς. ὁ Ἀδὰμ τῆς φθαρτῆς τε καὶ παθητικῆς. εἰ γὰρ ἐκείνῳ πταίσαντι καὶ κατακριθέντι τελευτῇ, οἱ μετ’ αὐτὸν ἐξ αὐτοῦ κεκοινωνήκαμεν ἅπαντες, οἱ μὲν, καὶ αὐτὸ προσεφαμαρτάνοντες τὸ παρανομεῖν· οἱ δὲ ἀπὸ μόνης κατὰ τὸ συγγενὲς τῆς ἐκείνου κολάσεως· πῶς οὐκ ἀντίρρητον τῷ t καὶ τῷ δεσπότῃ Χριστῷ κατὰ τὸ ἀνθρώπινον πολιτευσαμένῳ καὶ κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν. διὰ τοῦτο γάρ, φησιν, αὐτὸν ὁ Θεὸς ὑπερύψωσεν τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως, καὶ καταξιουμένους τῆς τοῦ Πνεύματος ἐνοικήσεως, τοῦ πρῶτον αὐτὸν ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς, ἀντὶ σαρκικῶν γενομένους πνευματικοὺς· Ἀλλ’ “ ἐβασίλευσέ,” φησιν, “ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι “ Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς “ παραβάσεως Ἀδάμ.” ἀντὶ τοῦ, καθ’ ὃν τρόπον παραβεβηκότος Ἀδὰμ, ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ’ αὐτὸν γενομένων, ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ “ μέχρι Μωσέως” ταὐτόν ἐστι τὸ ἄχρι γὰρ νόμου· Μωσέα γὰρ νῦν, οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς, ἀλλὰ τὸ πρᾶγμά φησι, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν· οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους “ ἕως ἀναγινώσκηται Μωσῆς,” τουτέστιν ὁ νόμος ὁ διὰ Μώσεως δοθεὶς, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησιν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ, καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα· ταῦτα δὴ τὰ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν “ πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, “ τὸν δὲ ἔσχατον Ἀδὰμ, εἰς πνεῦμα ζωοποιοῦν.” ἐπειδὴ γοῦν, “ ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ὁ δὲ δεύτερος “ ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ,” ἀνάγκη “ κατὰ μὲν τὸν χοικὸν “ εἶναι τοὺς χοικούς· κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους. “ καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω δήπου καὶ τὴν “ εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.” ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπάρχοντα. Διοδώρου. Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ, ἐπὶ τῇ ἀποφάσει τοῦ θανάνου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται. ὅτι ἥμαρτον, ἐκ τοῦ ἐπάγειν· “ ἄχρι γὰρ νόμου ἁμαρτίᾳ ἦν ἐν κόσμῳ.” t Aliquid excidit hic. μὴ γὰρ νομίσητέ, φησιν, ὅτι οὐκ ἢν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωσαϊκοῦ. εἰ δὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις, ἦν γὰρ καὶ ἐνελογεῖτο, ἐπεὶ καὶ νόμος ἦν· ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσικὸν, καθ’ ὃν κινούμεθα διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα· περὶ οὗ νόμου ἤδη ἔφησεν, “ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ του νόμου ποίῃ, οὐτῶ νόμον μὴ ἔς, ἑαυτοῖς εἰσι “ νόμος,” ἀλλ’ ὡς ὄντων, φησὶν, ἁμαρτημάτων, καὶ ἐμπολιτευομένων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μηδὲ παραβεβηκότας ἐντολὴν Θεοῦ κατὰ τὸν Ἀδάμ· ἀλλὰ νόμον φύσεως παραχαράξαντας. τὸ δὲ, “ ὅς ἐστι τύπος τοῦ μέλλοντος,” τουτέστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδὰμ, οὐ κατὰ τὴν ἁμαρτίαν, ἣ τὴν δικαιοσύνην, κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον, ἀλλὰ κατὰ τὸ προῆρχθαι. ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδάμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος καὶ καθ’ ἕτερον λόγον. ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας, καθὸ ἀνὴρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καθὸ νυμφίος αὐτῆς ἀνηγόρευται· ὡς καὶ ὁ Ἀπόστολός φησιν, “ ἀντὶ τούτου καταλείψει “ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθή- “ σεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο, μέγα ἐστιν· “ ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.” Θεοδώρου. Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησι, τὴν ἁμαρτίαν ἔλυσεν· ἀλλ’ ἄχρις ἢν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην· οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς· καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει, “ ἁμαρτία δὲ “ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.” τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησὶ, τοῦ τὴν ἁμαρτίαν ἀνελεῖν, ὥστε οὐδ’ ἃν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν· εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν· εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιὼν, ἀλλὰ τοῦτο μὲν, εἰς αὔξησιν τοῦ ἐφ’ ᾧ πάντες ἥμαρτον, τέθεικεν. ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας, ἐπήγαγεν, “ ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος “ ἀπὸ Ἀδὰμ μέχρι Μώσεως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν “ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅς ἐστι τύπος τοῦ μέλ- “ λοντος.” Τὸ μὲν οὖν “καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι “ τῆς παραβάσεως Ἀδὰμ,” τοῦτο λέγει, ὅτι ὁ θάνατος ἐκράτησεν ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων. οὐ γὰρ ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί· ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδήποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες. οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας· ἔστι δὲ ἐν τῷ πᾶν ἀπὸ τοῦ, “ οὐ μόνον δὲ ἀλλὰ καὶ καυ- “ χώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐ λέγει γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας. λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ Θεὸς ἑαυτῷ, ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ, καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥτε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς, καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός· πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω, τῶν δὲ οὕτω· ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ’ ἁπάντων ὁμοίως· ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἐπὶ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο· τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός· ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ “ ὅς ἐστι τύπος τοῦ μέλλοντος·” ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν. ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα. Ακακίου. Οὐχ ἁπλῶς εἴρηκε “ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” ἄντικρυς γὰρ ἐναντίον ἢν τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ· τῷ “ πάν- “ τες γὰρ ἥμαρτον,” ἀλλ’ “ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ “ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·” τουτέστι καὶ ἐπὶ τοὺς μὴ διὰ τοῦ φαγεῖν ἀπὸ τοῦ ἐν τῷ παραδείσῳ ξύλου ἁμαρτῶντας. ἐκ τούτου δὲ ἴσως ἄν τις κατασκευάσῃ, ἀλλὰ περὶ ἑνὸς καὶ μόνου τοῦ Ἀδάμ· εἰ γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου γεγραμμένον ἦν τὸ περὶ τῆς παραβάσεως γράμμα, οὐκ ἃν ἐνταῦθα ἐλέγετο “ καὶ ἐπὶ “ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως “ Ἀδάμ.” Φωτίου. “ Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ “ Μωϋσέως.” τριά ἐστιν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν, ὁμοιότης τις, ἐναντιότης, ὑπερβολή. κατὰ τὴν ὁμοιότητα ἐναντιότης μὲν, ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς Θεὸν, καταλλαγὴ πρὸς Θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶμα μὰ καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν. ὥστε οὐχ ὁμοίως καὶ ἐπίσης, ἀλλὰ καθ’ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης· πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω· ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν. Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Κυρίλλου. Τέθεικας u εἰς τύπον τοῦ προτέρου τὸν δεύτερον, μονονουχὶ πυνθάνεται τὸν ἀκροώμενον, ὡς ὑποστιγμῇ τε καὶ ἐπερωτήσει λέγων· “ ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χά- “ ρισμα.” ὅμοιον γὰρ ὡς λέγοι· κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπάρχη τοῦ γένους· ἀλλ’ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν. τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν. ἆρα οὖν, φησὶ, τοῦτο λέγων, διημάρτηκα κατ’ ἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; “ οὐχ “ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα ; ” ἀλλ’ ἴσχυσε μὲν δι’ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι’ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐχ u Leg. τεθεικώς. ἀληθὲς ἐκεῖνο εἰπεῖν; “ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολ- “ λοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν “ χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς “ ἐπερίσσευσεν.” ἀνέξεται γὰρ ἤκιστά γε φιλάνθρωπος ὣν ὁ δημιουργὸς, κατισχύσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι’ ἑνὸς ἀνθρώπου ζωήν. ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς. Γενναδίου. Μία μὲν γάρ φησιν ἡ ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν. Διοδώρου. Τοῦτο x δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τὸ “ εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν·” εἰπὼν γὰρ ἀνωτέρω περὶ πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν. ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις. ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων, ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί. δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας· ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι· καὶ διὰ μὲν τοῦ “ πάντες” σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον· διὰ δὲ τοῦ “ πολ- “ λοὶ” ψυχικὸν, ἀλλ’ οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν. οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισι. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρὸς, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἄνθρωπον βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδήμησας ὁ Κύριος ἐχαρίσατο. Θεοδώρου. Καὶ οὐδὲ τοῦ παραπτώματος εἶδός φησι, τοσοῦτον, ὅσον τὸ του χαρίσματος· εἰ γὰρ καὶ ἡ του ἕνος ἁμάρτια τοῖς ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν· ἀλλ’ οὖν γε ἡ διὰ τοῦ Χριστοῦ x Cod. τοῦ. δωρεὰ, μείζων τις περὶ τοὺς ἀνθρώπους ἐγένετο. τὸ γὰρ “ οἱ πολ- “ λοὶ ἀπέθανον ” ἀντὶ τοῦ πάντες λέγει. πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· “ εἰ πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος. δῆλον δὲ ὅτι τὸ “ καὶ εἰς τοὺς πολλοὺς ἐπερίσσευεν” ὁμοίως ἀντὶ τοῦ εἰς πάντας λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις, ἀπάντων ἀνισταμένων ὁμοίως· Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Κυρίλλου. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ. εἰ γὰρ δή, φησι, τὸ ἐξ ἑνὸς, ἤτοι δι’ ἑνὸς κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ’ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν, ὡς ἔφην, τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἃν γένοιτο καὶ πίστει παραδεκτὸν καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἣ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἣ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μώσεως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται χριστὸς ὁ δεύτερος Ἀδὰμ ὁδῷ τῇ πρώτῃ, βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δὲ φαμὲν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προσήκοντά γε μὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν· ἀλλ’ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Γενναδίου. Μιὰ μὲν γάρ, φησιν, ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς καὶ δικαίαν ἐργασάμενος τὴν φύσιν ἡμῶν. Διοδώρου. Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδάμ. μεγάλη γὰρ ἦν καὶ πολλὴ, καὶ τὰ ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὐπερβαίνουσα· ὅπερ διδάσκων ἐπάγει· “ τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς “ κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίω- “ μα.” βούλεται γὰρ εἰπεῖν, ὅτι τὸ μὲν τοῦ Ἀδὰμ ἁμάρτημα ἓν ἦν, ἀλλ’ ὅμως ἓν ὃν ἐξ ἑνὸς ἁμαρτήματ’ ὃς κατέκρινε τοὺς πολλοὺς διὰ τὸ μισήσασθαι τὸν Ἀδάμ. τὸ δὲ χάρισμα τοῦ Κυρίου, οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα· ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν, ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστι τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαγεν, ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν· Θεοδώρου. ίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς. ἐκεῖ μὲν γάρ φησιν, εἷς ἡμαρτηκὼς, καὶ κατακριθεὶς διὰ τοῦτο, εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν ἐνεχθῆναι παρεσκεύασε πάντας, κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς τοῦ θανάτου. ἡ δὲ χάρις οὐχ ὁμοίως. οὐ γὰρ ἀπ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν. ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατακεκριμένων, σύντομον εἴς τε τοὺς πρό- τερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώπους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξά- πλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔκλαμψε τοὺς ἑξῆς· τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προσειληφότας ἔλυσε τῶν ἐγκλημάτων. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι. Κυρίλλου. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινού- κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν. οὐ γὰρ δή, φησι, φαίη τις ἃν ὡς ἦν εἰκὸς κατισχύσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι’ ἑνὸς θάνατον, εὐσθενείας γε μὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ. Γενναδίου. Ἀποδείξας αὐταρκῶς τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον, καὶ φησὶν, “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι “ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς” καὶ τὰ ἑξῆς. τῷ γὰρ συν- συνδέσμῳ, νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο. εἰ τοίνυν φησι καὶ ἑνὸς ἀν- θρώπου παραπτώματι καὶ δι’ ἑνὸς παραπτώματος ὁ θάνατος ἐβα- σίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασι- λεύσουσιν ἐν ἀθανάτῳ ζωὴ. Θεοδώρου. Ἔτι μὴν κακεινο φησὶ, πολλὴν δείκνυσι τὴν δια- φοράν· ὅτι ἐκεῖ μὲν ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ, καὶ κρατήσας ἐπὶ τῶν ἀνθρώπων, ἐδέξατο λύσιν. ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι’ ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα, καὶ ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται. διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες. Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος. Κυρίλλου. Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέσιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα, καὶ φησὶν, “ ἄρα οὖν ὡς δι’ “ ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. κατακεκρίμεθα γὰρ, ὡς προεῖπον ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥιζ́ης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος. δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς. κατώλισθε γὰρ εἰς φθορὰν τότε, καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. ἀλλ’ εἴποι τις ἄν· ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογίσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο. εἶτα πῶς ἁμαρτωλοὶ δι’ αὐτὸν κατεστάθησαν οἱ πολλοὶ; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ, καίτοι Θεοῦ λέγοντος, “ οὐκ ἀποθανοῦνται “ πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. ψυχὴ ἡ ἁμαρ- “ τάνουσα αὕτη ἀποθανεῖται,” τίς οὖν ἃν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον. πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς· ὅλον ἦν καὶ διαπαντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτᾷ. Επειδὴ δὲ πέπτωκεν ὑφ’ ἁμαρτίαν καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι. ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πότε, ἀλλ’ ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας. ὥσπερ τοίνυν ἠρρώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ. γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Διοδώρου. Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ προστριβεῖσαν ἀνθρώποις ζημίαν, καὶ τὴν παρὰ τοῦ Κυρίου δωρηθεῖσαν εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὣ; τοῦ μὲν Ἀδὰμ κατέκρινε, καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα, τοῦ δὲ Κυρίου ἐζωοποίησε τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακοή· τί τοῦ Κυρίου τὸ δικαίωμα; ἡ ὑπακοὴ, ἣν ὑπήκουσεν τῷ Πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθώς ἐν ἑτέροις ὁ Ἀπόστολός φησι, “ σχήματι “ εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος “ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν, καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο. Θεοδώρου. Ἀρκούντως ἐν τοῖς προκειμένοις τὴν διαφορὰν δείξας τῶν πραγμάτων, συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ “ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε·” ταῦτα ἀποδιδοὺς καὶ λέγων, ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος, ὁ Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῶν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι, καθ’ ἣν ἔξω πάσης ἁμαρτίας πολιτευσόμεθα. τοῦτο γὰρ λέγει τὸ ἁμαρτωλοί. οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῆ φύσει καταστάντας, πάσης ἁμαρτίας διάγειν ἐλευθέρους, ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κανταῦθα ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ πάντες λέγει· εἰν γὰρ τὸ “ εἰς “ πάντας ἀνθρώπους, εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν “ ἁμαρτωλοὶ “ κατεστάθησαν οἱ πολλοί.” ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ οἱ πάντες λέγει, καὶ ἀνωτέροις, κἀνταῦθα. Ἀκακίου. “Ὥσπερ γάρ,” φησι, “ διὰ τῆς παραβάσεως τοῦ “ ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ,” οὐ τοῦτο λέγει ὅτι ἑνὸς ἁμαρτῶντος καὶ οἱ πολλοὶ ἁμαρτῶντες, τὴν αὐτὴν δόξαν ἀπηνέγκαντο μετὰ τῶν τιμωριῶν· ἄδικον γὰρ, x ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἀρχὴν ἔσχεν ἡ ἀνθρωπότης, καὶ ὑπάρχειν καὶ ἁμαρτάνειν. Σευηριανοῦ. Εἶδες πῶς διορίζει κᾳνταῦθα ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης, τὸ “ πολλοὶ” τιθείς· οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου, οὐδὲ ἐδικαιοπράγησαν πάντες ἐν τῇ χάριτι· “πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.” ἐπὶ δὲ τοῦ σωματικοῦ θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες. Ἀνεπιγράφου. Τοῦτο ἐναντιοῦται τῇ ἀποστολικῇ ῥήσει τῇ λεγούσῃ “ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, καὶ τὰ ἑξῆς. τοὺς πολλοὺς οὖν τοὺς πάντας λέγει. ἡ γὰρ χάρις καὶ ἡ δωρεὰ ἡ διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ οὐκ ἔστι μερική· ὥστε “ οἱ πολλοὶ” ἀντὶ πάντων εἴληπται· εἰ δέ τις βούλοιτο τοὺς πολλοὺς νοεῖν τεθνηκέναι, ὑπεξαιρουμένων τοῦ Ἐνὼχ, καὶ τοῦ εἰς οὓς διῆλθε μὲν ὁ θάνατος, καθὸ γεγόνασι θνητοὶ, οὐ μὴν καὶ κατέσχεν αὐτῶν· ὅτι ὁ μὲν μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, ὁ δὲ ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, πόσῳ μᾶλλον ἡ εἰς τὰ ἄπειρα πλήθη ἀποσταλεῖσα χάρις τοῦ παναγάθου Θεοῦ ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ; εἰ δὲ καὶ τινες ἐν τῇ παρουσίᾳ καταληφθέντες τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μὴ γεύσαιντο θανάτου, καὶ πρὸς τοὺς τοιούτους ἃν εἴη ἀντιδιαστελλόμενον τὸ “ οἱ πολλοὶ ἀπέθανον·” τι γὰρ τὸ ἀναγκαῖον τοὺς περιλειπομένους ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου θανάτου γεύσασθαι, εἶτα αὖθις ἀνίστασθαι· ἀλλὰ μὴ ἐντεῦθεν εἰς ἀθανασίαν χωρεῖν. οὐ γὰρ ὅτι ὁ Χριστὸς ἀπέθανε, ταύτῃ καὶ πάντας ἀποθανεῖν ἀνάγκη. ἀλλ’ ἐκ τοῦ ἐναντίου, εἰ ὑπὲρ πάντων ἀπέθανεν, οὐδεὶς ὤφειλεν ἀποθνήσκειν οὐκέτι. εἰ δὲ διὰ τὴν φύσιν τοῦ πράγματος οὕτω γίνεται, οἱ καταλαμβανόμενοι ἐν τῇ παρουσίᾳ αὐτοῦ οὐ τεθνήξονται. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Κυρίλλου. Διαλογιεῖται τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνο που, καὶ λέγει· τύπος ἦν τοῦ μέλλοντος ὁ Ἀδάμ· καὶ ὥσπερ ἐν ἐκείνῳ x Leg. ἀλλ’ ὅτι. κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι’ ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς, τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι. εἰταποία γέγονε τῶν διὰ Μώσεως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία. πρὸς δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων “ νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα·” τὸ δὲ “ παρεισῆλθεν,” ἀντὶ τοῦ πάρεισ’ βέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης. Καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος, “ ἵνα πλεονάσῃ τὸ παράπτωμα.’ τί φῆς ᾦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος; καὶ πεπλήθυνται δι’ αὐτοῦ τὰ παραπτώματα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρύναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαβὶδ “ ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρη- “ στότητα, οὐκ ἦν ἕως ἑνός.” διεφθάρκασι γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν, μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃ τοι καὶ ἐκολάζοντο· κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμόν· ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ’ οὖν καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. Πεπραχότας οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπετο· ἀλλὰ δεῖ x ᾠήθη καὶ μαλὰ ὀρθῶς πολὺ, νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γὰρ φαμὲν, οὐ τὸν ἤδη δίκαιον, ἀλλ’ εἴ τις ἐστιν ἁμαρτίαις ἔνοχος. πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος, ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἴνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο το παράπτωμα· μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενές· ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς x Leg. vid. δεῖν. ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα. ταύτῃ τοι φησὶν, “ οὗ δὲ ἐπλε- “ όνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ἔδει γὰρ εἶναι τοσαύτην, ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου. Διοδώρου. Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸς νόμον ἦν παράπτωμα, καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον ἐπεγίνωσκον ὡς πταίσματα· ἀλλ’ ὁ νόμος δοθεὶς, ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἣ ἃ ἐνόμιζον· ἀκριβῶς δὲ εἶπε τὸ “ παρεισῆλθε,” μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. “ οὗ “ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις. ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ Ἀπόστολοι, καὶ τὸ τῆς σωτηρίας κεφάλαιον ὁ Χριστός. Φωτίου. Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου· ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις y θανάτου, οὕτως ὁ χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως. εἰπὼν οὖν, ὡς ἔφημεν, ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα κατασκευάζει καὶ τύπον, ἄλλα καὶ τὴν ἐν τῳ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν, ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα· καὶ πάλιν, καὶ οὐχ ὡς ἑνὸς ἁμαρτήσαντος. ἐπεὶ οὖν σύνθετον αὐτῷ πὼς γέγονε τὸ ἐπιχείρημα, ἀνομοιώτητά πὼς ἐν ὁμοιότητι διαπλέκοντι· νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτὸ, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι· καὶ οὐκέτι πλέκων ὅσον ἀπὸ τῆς λέξεως τινὰ ἀνομοιώτητος μάχην· εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι’ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσει δι’ ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπαραινούμενος, καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καὶ φησιν· “ ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀν- “ θρώπους τὸ κατάκριμα,” καὶ τὰ ἑξῆς· εἶτα καὶ ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ δια- y Cod. ἄνθρωπος sed marg. γρ ἀνθρώποις κεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ· καὶ ἐν τῷ “ ὥσπερ” συμπεράσματι ἐπενεχθέντι. παραπτώματος μὲν καὶ χαρίσματος καὶ κατακριματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει· ὅθεν καὶ τὴν ἄρχην εἴληφεν ἐκατέρα τῶν ἐναντίων η συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο. νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει, καί φησιν, ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη, τὰ δὲ ἐξ ὑπακοῆς ηνθησεν· ὥστε κατασκευαστικὸν ἃν εἴη τοῦτο του ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον τοῦ “ εἰ “ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος,” καὶ ἑξῆς. Οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οἰηθείη, ὁ θεῖος Ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν· ἔστι μὲν οὖν τὸ μὲν “ ἀλλ’ “ οὐχ ὡς τὸ παράπτωμα,’ καὶ ἑξῆς, ἕως τοῦ “ ἐκ πολλῶν παραπτω- “ μάτων εἰς δικαίωμα.” ἐπιχείρημα μὲν, ὡς ἔφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος· ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως. τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα, ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλον· ἀλλ’ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα, καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. οὐδὲ τοῦτο παρορᾷ, ἀλλ’ ὡσπερ συμπεραινόμενος, καὶ τῇ του λόγου θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· “ ἄρα οὖν ὡς δι’ “ ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. εἶτα, ἐπεὶ οὖν ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων, “ ὥσπερ “ γὰρ διὰ τῆς παρακοῆς,” καὶ ἑξῆς. Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ. Γενναδίου. Ὥστε φησὶν ἀναντίρρητον ὅτι καθάπερ ἡ ἁμαρτία τὴν ἑαυτῆς ἐν τῷ θανάτῳ καὶ διὰ τοῦ θανάτου δυναστείαν ἐκράτυνεν, οὐτῶ καὶ η χάρις τὴν ἐν χριστῷ τοῖς πάσι παρεχομένη δικαίωσιν, ἐν ἀτελευτήτῳ ζωῇ τὴν βασιλείαν ἀδιάδοχον ἥξει. Θεοδώρου. τῷ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, οὕτως λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχήκαμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς, τῆς πέρι τε βρῶσιν καὶ πόσιν, καὶ τὸν ἔξωθεν κόσμον, καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ’ ἑκάστου τούτων, οὐκ ἐπὶ τοῦ πρέποντος τῶν πολλῶν ἱσταμένων, ἀλλ’ εἰς ἀμετρίαν ἐκφερομένων· ταῦτα δὲ ἀθανάτῳ μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει· ποία γὰρ ἡδονή; τίς δὲ φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον μέν τινα ἀπὸ τῶν προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομέμένομεν, πολλὴν δὲ τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχόμεθα. καλῶς οὖν ἔφη βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, μονονουχὶ κρατοῦσαν ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ οὖν τότε φησὶν, ἡ ἁμαρτία ἡμῶν ἐκράτει συνωθουμένων ἐπ’ αὐτὴν, καὶ παρὰ γνῶ μὴν πολλάκις, οὕτω δὴ ἡ τοῦ Θεοῦ καθέξει δ ρ α φιλοτιμία, ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιοσύνῃ διάγειν μέλλομεν, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι. Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῆ ἁμαρτίᾳ. Γενναδίου. Τὰ προλαβόντα εἰρηκὼς ἐπὶ συστάσει τοῦ περὶ τῆς κατὰ Χριστὸν χάριτος λόγου, συνεῖδεν ἐκ τούτων αὐτῷ τικτομένην ἀντίθεσιν· καὶ ταύτην ἀντιθεὶς, ὡς ἀπὸ τοῦ ἐναντίου τὴν λύσιν αὐτῆς ἰσχυροτάτην ἐργάζεται, καὶ φησὶν, “ τι “ οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; “ μὴ γένοιτο.” ἄρα οὖν φησὶν, ἔκ γε ὧν ἔφην, ὡς ἐπεξαμαρτητέον ἡμῖν, καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονα τε καὶ μείζονα. εἴπερ οὑν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρτημάτων καὶ ἡ ταύτης αὔξεται φύσις. ἔοικε δὲ μάλιστα τοῦτο, τῷ “ φασί τινες ἡμᾶς λέ- “ γειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά.” μὴ γένοιτό φησι· τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο. μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις z τὴν ἀτοπίαν αὐτοῦ διελέγχει, καὶ φησὶν, “ οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ ” τοῦτο λέγειν ἄν φησιν ἔχοιεν οἱ σαρκικοί τε καὶ ἄπιστοι. ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόντας αὐτῇ. Διοδώρου. “ Τί οὖν ἐροῦμεν,” φησὶν, “ ἐπιμενοῦμεν τῇ ἁμαρ- “ τίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.” ἀσφαλῶς ἐπήγαγε z Cod. ἀνεμφιλέκτοις, τὸ “ μὴ γένοιτο·” οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι, ἀλλ’ οἱ διὰ ῥαθυμίαν καὶ ἀπροσεξίαν τὰς παρὰ τοῦ διαβόλου μεθοδείας δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαοι παρὰ τοῦ Θεοῦ. “ οἱ τινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ, καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.