ΚΕΦ. Β. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ. Ἀπολιναρίου. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν c δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’ ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀπολιναρίου. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ’ αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι. Κυρίλλου. Ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀίδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Ἀπολιναρίου. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντασία· μηδενὸς ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον. Ευσεβίου. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἔλληνας ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς d ἐλλειπούντων ἀσεβείας εἰδος. Οἵ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες. Ἀπολιναρίου. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ c Leg. δεῖ. d sic Cod. ὑπαίτιον τοῦ ἀνθρώπου, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον, ὅτι παρὰ Θεῷ κριτῇ κολάσεως ἐστιν ἄξια. δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτο, ἐπειδὰν κρίνωσι, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὐν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνονται, καὶ χρώμενοι γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ὅτι ἐποίησεν ὁ Θεὸς “τὸν ἄνθρωπον εὐθύc, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.” τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθηταὶ τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροὶ, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν "οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεως d ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἐκατέρα ποιοῦντας· Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἀπολινρίου. Περὶ Θεοῦ διαλεγόμενος, “ἀποδώσει,” φησὶ, "κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτῆρ’ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν "πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης. Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ. Σευηριανοῦ. Ὤσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι του κάκου. Ωριλένουσ. Ὀργῆ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἀν’ δία τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, c Sic Cod. d Leg. vid. ἐπιτάσεως. οὐδὲ εἰ νῆστις ὣν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἃν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “πλα- “τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη. Σευηριανοῦ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Ἀπολιναρίου. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.