ΚΕΦ. Β. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ. Ἀπολιναρίου. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν c δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’ ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀπολιναρίου. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ’ αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι. Κυρίλλου. Ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀίδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Ἀπολιναρίου. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντασία· μηδενὸς ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον. Ευσεβίου. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἔλληνας ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς d ἐλλειπούντων ἀσεβείας εἰδος. Οἵ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες. Ἀπολιναρίου. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ c Leg. δεῖ. d sic Cod. ὑπαίτιον τοῦ ἀνθρώπου, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον, ὅτι παρὰ Θεῷ κριτῇ κολάσεως ἐστιν ἄξια. δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτο, ἐπειδὰν κρίνωσι, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὐν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνονται, καὶ χρώμενοι γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ὅτι ἐποίησεν ὁ Θεὸς “τὸν ἄνθρωπον εὐθύc, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.” τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθηταὶ τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροὶ, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν "οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεως d ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἐκατέρα ποιοῦντας· Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἀπολινρίου. Περὶ Θεοῦ διαλεγόμενος, “ἀποδώσει,” φησὶ, "κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτῆρ’ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν "πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης. Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ. Σευηριανοῦ. Ὤσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι του κάκου. Ωριλένουσ. Ὀργῆ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἀν’ δία τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, c Sic Cod. d Leg. vid. ἐπιτάσεως. οὐδὲ εἰ νῆστις ὣν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἃν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “πλα- “τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη. Σευηριανοῦ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Ἀπολιναρίου. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν. ΚΕΦ. Γ. Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον. Ἀπολιναρίου. Δικαίωσιν δὲ οὐ τὴν τελείαν, τὴν κατὰ Χριστόν. περὶ γὰρ ἐκείνης ὅταν e φησὶν, “ ἐξ ἔργων νόμου οὐ δικαιω- θήσεται πᾶσα σάρξ.” Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει. Ἀπολιναρίου. Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησὶν, ἀπολέλειπται τὰ ἔθνη, ἀλλ’ ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῆ τὰ τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν. Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. Θεολώρου. Ἡ δὲ τούτων, φησι, διάγνωσις τότε ἔσται, ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθ’ ὃν “ τὰ “ πάντων τῶν ἀνθρώπων ἐξετάζει Θεὸς διὰ τοῦ Χριστοῦ, κατὰ τὸ “ Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν, c Post ὅταν est parvus hiatus in Cod. ὅτι ἔσται κρίσεως καιρὸς, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην. Ὠριγένουσ. Ἢ καὶ οὕτως κρινεῖ ὁ Θεὸς κατὰ τὸ Εὐαγγέλιον Παύλου, ἔτι καὶ τῶν παραπλησίων ἐκείνῳ, καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων, οὐδενὸς σκυθρώπου ἀλλ’ ἐφ’ ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστὶ τὸ Εὐαγγέλιον σὺν τῇ τοῦ Θεοῦ κρίσει διακόνῳ κεχρημενῃ. Ἀπολιναρίου. Ἄνθρωποι γὰρ τῶν φανερῶν f κάθονται δικασταὶ μόνον, κρίσιν δὲ τῶν ἀποκεκρυμμένων ὡς Θεὸς ποιεῖται. “ἄνθρωπος “γάρ” φησιν “ ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.” ὥστε Χριστοῦ κρίνοντος, Θεὸν εἰναι τὸν κριτήν. Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ. Θεολώρου. Οὐ κατ’ ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ “ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ,” ἀλλὰ κατὰ ἀπόφασιν. ἵνα εἴπῃ· μὴ ὣν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος. Ὁ οὖν διδάσκων ἕτερον. Ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ Ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· τοτὲ μὲν “εἰ “ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·” ποτὲ δὲ, “ περι- “ τομὴν ὠφελεῖν ἐὰν νόμον τίς πράσσῃ.” ἐστὶν οὖν νόμος κἀς ἕνα τρόπον ψιλὸν, τὸ Μώσεως γράμμα, καθὸ σημαινόμενον εἴρηται τὸ “ εἰ ἐν νόμῳ g δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” καὶ τὸ “ ὁ νό- “ μος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.” ἔτι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθὸ εἴρηται· “ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία.” ἔτι καὶ ὁ φυσικὸς, καθὸ εἴρηται· “ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ ποιεῖ,” καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μώσεως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ “ λέγετέ μοι οἱ τὸν νόμον ἀνα- “ γινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπραι γὰρ Ἀβραὰμ δύο υἱοὺς ἔσχε, καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, “ ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν h ἑτερογλώσσοις καὶ ἐν χείλεσιν “ ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,” ἐν Ἡσαΐᾳ. μήποτε δὲ καὶ τὴν f SlC Cod. g δικαιοῦσθαι Cod. h ἑτερογλώσσης. Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ, “ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπτάσατε,᾿ ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μώσεως γράμματος. περιτομὴν οὖν ἣν αὐτός φησι, νῦν ἑτέραν λέγει παρὰ τὴν κατατομὴν καὶ νόμον τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας. κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν, ὁ πνευματικῶς περιτεμνόμενος, ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν. διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν· καὶ φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵν Ἰουδαίους κερδήσῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενος καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν, “ περιτομὴ μὲν γὰρ ὠφελεῖ, “ ἐὰν νόμον πράσσῃς,” πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος, ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ. Ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ, τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ σπέρματος αὐτοῦ, καὶ τοὺς οἰκογενεῖς καὶ τοὺς ἀργυρωνήτους· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον. οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτους προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἣ τὰ περὶ τῶν ἱερέων, ἣ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεται τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται· ὡς ὅταν περὶ θυσίας φησὶν, ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι. ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ Κύριος ἔφη, “ πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι,” ἀφ’ ὧν Σαμαρείτης εἷς ἢν. ᾧτ’ μαρτυρῶν ὁ Σωτῆρ’ φησιν, “ οὐχὶ οἱ δέκα “ ἐκαθαρίσθησαν, οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες “ δόξαν δοῦναι τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.” εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν, ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ Θεὸς, τούτου δὲ ἱσταμένον, νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν. Ἑὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου. Θεολώρου. τῷ πνεύματι, οὐ τῷ Ἁγίῳ. οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ’ ὑποτίθεται δι’ ὅλου τοὺς ἔξω τὰ τοῦ νόμου ποιοῦντας· καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόντων· συνάδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ· πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας, καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρήζειν ἅπαντας. λέγει δὲ τὸ “ ἐν πνεύ- ματι,” ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῶν Ἀριθμῶν βίβλῳ φησιν ὁ Θεὸς, “ ὅτι πάντες οἱ παροξύναντές με οὐκ ὄψονται τὴν γῆν· ὁ δὲ “ παῖς μου Χάρεβ, ὅτι ἐγεννήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπη- “ κολούθησέ μοι,” καὶ τὰ ἑξῆς. φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών· καὶ ὁ προφήτης “ πνεύματι πορνείας ἐπλανήθησαν. ἵνα εἴπῃ πρόθεσιν ἔσχον πορνικήν. Ὠριγένησ. Καὶ κρινεῖ ἡ ἐκ πίστεως ἀκροβυστία. ἐλέγξησέ, φησιν, ὁ τὸ σημεῖον μὲν μὴ ἔχων· τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα· καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχον, διὰ τοῦ σημείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι.