ΚΕΦ. ΙΒ. Περ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ Πνεῦμα συμ- φωνίας. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς. Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίας. ἰδιώτης δὲ εἶναι φησὶ τῷ λόγῳ· ταύτητοι φαμὲν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων, λείπει τι βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἔδει γὰρ εἰπεῖν, τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς, λέλυται τυχὸν, ἣ πέπαυται. εἶτα προσυπενεγκεῖν τοῦ πράγματος τὴν άπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν, “ ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” καὶ τὰ τούτοις ἐφεξῆς δέδωκε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ. φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θερα- πειας ’τον τρόπον. Πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου ; καὶ ποῖον ἃν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου ; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ Πνεύματος, καθ’ ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν· εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γὰρ, ὅτι “τὸ γὰρ θέλειν παράκειται “μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.” πλεονεκτούσης δῆλον ὅτι τῆς ἁμαρτίας, καὶ του τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐκ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν οἶμαι τουτονὶ τρόπον νοοῖτ᾿ ἃν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦτε ἐν γράμμασι μασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως. καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ’ ὃν “ καὶ τὰ ἔθνη καὶ τοι τὸν γραπτὸν “οὐκ ἔχοντα νόμον, φύσει ποιοῦντα τὸν νόμον φαίνεται, καὶ νόμος “εἰσὶν ἑαυτοῖς, ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “καρδίαις αὐτῶν, καθὰ γέγραπται.” ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητής· δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὅγε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ Πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε u τοῦ ἐν γραμμὰς ἱν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνηρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ Πνεύματος, ἤτοι τοῦ νόος ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. Ο γὰρ τοῦ Θεοῦ Λόγος, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν σαρκί. γέγονε γὰρ ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο τῆς ἁμαρτίας· διά τε τὸ πεφυκέναι σεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν. τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς [γὰρ] οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροισ σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν. ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεὼς, καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκησεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθώμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς· ὅταν γὰρ καὶ ἥμιν εναυλίζεται Χριστὸς, διὰ τοῦ Ἄγ’ ἴου Πνεύματος, καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. u Cod. hic et infra εἰς, τε. Αληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ, κατακρίναντός τε καὶ κατηγορηκοτος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἴνα τὸ δικαίωμα του νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου, τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου· ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν· τοῦ ἐν ἡμῶν ὄντος νόμου κατ᾿ οὐδένα τρόπον, ὡς ἔφην, ἀσθενοῦντος ἐστὶ διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς. Γενναδίου. Ἣν ὁ νόμος, φησὶ, δικαίωσιν ὑπαγορεύων ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτης ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν ἑαυτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητήν τε καὶ ἁμαρτεῖν ἐπιδεχομένην· ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησίν· ὡς καὶ τὸ “ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος ἀντὶ τοῦ γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα φησὶν, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας περὶ ἁμαρτίας, τουτέστιν ἐφ’ ὅτε τὴν ἁμαρτίαν καταγωνίσασθαι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατεδίκασεν αὐτὴν ἐν αὐτὴ. ἀνέπαφον αὐτὴν καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν. ἣ καὶ ἄλλως. ὅτι περὶ ἁμαρτίας κατέκρινε ἦν ἁμαρτίαν ἐν τῇ σαρκὶ· ἀντὶ του, ἀναμαρτήτου τῆς σαρκὸς οὔσης αὐτῷ, καὶ οὐχ ὑποκειμένης διὰ τοῦτο θανάτῳ· κατέκρινε μὲν περὶ ἁμαρτίας τὴν ἁμαρτίαν ὁ Θεὸς ἐν αὐτῇ, ὡς οὐκ ἐν δίκῃ τῷ θανάτῳ τὴν τοῦ Κυρίου σάρκα περιβαλοῦσαν. διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐκείνην μετέβαλε πρὸς ἀπάθειαν. καὶ οὕτω λοιπὸν ἡ τοῦ νόμου δικαίωσις ἐν ἡμῖν κατορθοῦται, διὰ πίστεως ἤμων ἑνουμένων αὐτῷ, καὶ πνευματικῶν ἀντὶ σαρκικῶν γινομένων· τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εἰρημένον αὐτῷ, ὅτι “ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μώσεως δικαιωθηναι, ἐν τούτω καὶ ὁ πιστεύων δικαιοῦται. Διοδώρου. “ Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς “ σαρκός.” οὐχ ὁ νόμος φησὶν, ἀδύνατα προσέτασσεν, ἀλλ’ ἡ x Leg. credo ἔτι. σὰρξ οὐκ ἠδύνατο πληροῦν τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρὸν, ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινε Χριστός. “ὁ Θεός, φησι, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς “ἁμαρτίας.” ὅταν μὲν ἀποβλέψῃ πρὸς τὴν τοῦ Κυρίου σάρκα ὁ Απόστοος, ἀληθῶς οὖσαν σάρκα, ἐξ ὧν καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπολιτεύσατο τῷ βίῳ, φανερῶς τὴν σάρκα προσαγορεύει, ὡς καὶ ἐνταῦθα ἐπάγει “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί·” καὶ πρὸς Τιμόθεον γράφων, “Θεὸς ἐφανερώθη ἐν σαρκί·” ὅταν δὲ ἀποβλέψῃ πρὸς τὸ τῆς σαρκὸς ἀναμάρτητον καὶ καθαρὸν καὶ ὅσιον, ὁμοίωμα αὐτὸ σαρκὸς ὀνομάζει. οὐχ ὅτι κατὰ τὴν φύσιν διήλλαττεν, ἀλλ’ ὅτι ὅμοιον ἦν τῇ σαρκικῇ ἁμαρτίᾳ. ἔπεμψεν οὖν, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι ἀγγέλου ἣ τινὸς τοιαύτης δυνάμεως, ἀλλ’ ἐν ὁμοιώματι σαρκὸς, ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Κυρίου. ἀπεστάλη δέ, φησιν, ὁ Κύριος διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “περὶ ἁμαρτίας,” ἀντὶ τοῦ διὰ τὴν ἁμαρτίαν. Παρέλκει δὲ τὸ “καὶ” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, φησὶν ἐν ἡμῖν. οἷον ἐβούλετο μὲν πληρῶσαι δικαίωμα ὁ νόμος, ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι αὐτὸν αὐτοῖς τρυφᾶν. τι οὖν συνεχώρει. ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ συγκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τι οὖν ὠφέλησε συγκαταβὰς, εἰ μὴ ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο. “τοῖς “μὴ κατὰ σάρκα περιπατοῦσι,” φησὶν, ἀντὶ τοῦ κατὰ τὸν νόμον. εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ συγχωρῆσαι τρυφᾶν. Θεοδώρου. Ὁ μὲν οὖν νόμος, εἰ καὶ τὴν ψυχὴν ὠφελεῖ, φησὶν, ἀλλὰ τῇ κατορθώσει τῆς ἀρετῆς ἀτονῶν ἐφαίνετο· ἀντιπραττούσης αὐτῷ τῆς θνητότητος; καὶ πολλὴν τῆς ἁμαρτίας τὴν ἐνόχλησιν ἡμῖν ἐργαζομένης. ὁ δέ γε Υἱὸς τοῦ Θεοῦ1 ἐν ταύτῃ γεγονὼς τῇ φύσει τῇ θνητῇ, καὶ ἁμαρτίαις ὑποκειμένῃ, οὐχ ἑτέρου ἕνεκεν, ἀλλ’ ἢ ὥστε ἀφελεῖν αὐτῆς τὴν ἁμαρτίαν, ἀνεῖλε τὸ ἐνεῖναι δοκοῦν αὐτῇ κῦρος τῆς ἁμαρτίας. ἀφελὼν μὲν αὐτῆς τὴν θνητό- 1 Cod. om. Θεοῦ. τητᾷ, συνανελὼν δὲ αὐτῇ καὶ τῆς ἁμαρτίας τὴν ἐνόχλησιν. ὡς λοιπὸν τοῦ νόμου τὸν σκοπὸν καὶ τὸ βούλημα ἐν ἡμῖν πληροῦσθαι, τοῖς ἀπηλλαγμένοις μὲν τῆς θνητότητος, ἐν ἀθανασία δὲ καθεστῶσιν. ὃ γὰρ οὐκ ἴσχυσε ποιεῖν ἐν ἡμῖν ὁ νόμος, ὅτε ἔτι θνητοὶ τὴν φύσιν ὠμεν, καίτοιγε πλεῖστα περὶ τοῦ μὴ δεῖν ἁμαρτάνειν διαλεγόμενος, τοῦτο ἡμῖν ἐν τῇ τῆς θνητότητος ἀφαιρέσει προσεγενετο. οὐδὲ μίαν m ἐνόχλησιν ἁμαρτίας δυναμένοις ὑπομένειν, ἐπεῖδ’ ἃν ἅπαξ τὴν φύσιν ἀθάνατοι γενόμεθα. Ωριγένουσ. Μαλλὸν τὸ ἀδύνατον τοῦ νόμου τοῦ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὧδε λέγει. ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρὰ, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ’ αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα. κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν, ἀλλὰ τῶν ἐκλύτων· οὐ διὰ τὴν ἰδίαν ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν. τοῦ τοιούτου νόμου ἡ φύσις ἀδύνατός ἐστι. διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν τρόπον κατέκρινεν ὁ Θεὸς, πέμψας τὸν ἑαυτοῦ Υἱὸν, οὐκ ἐν σαρκὶ ἁμαρτίας τοιαύτης, ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ’ ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλ’ ὁμοίωμα. ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ Θεὸς κατεδίκασε τὴν ἁμαρτίαν γενομένην καθ’ ὑπερβολὴν ἁμαρτωλόν· καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περιπατοῦμεν. ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενὲς, ὁ ἐστιν ἡ κακία. ἀλλ’ ἑπόμενοι Θεῷ κατὰ τὸ Πνεῦμα αὐτοῦ, πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι τὸν Υἱὸν τοῦ Θεοῦ. Οἱ δὲ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν. Κυρίλλου. Θάνατον μὲν εἶναι φησὶ τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ Πνεύματος ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν τὸ διαβιοῦν ἑλέσθαι πνευμα τικως. Γενναδίου. Ὥσπερ, φησὶ, τοὺς ὄντας φθαρτοὺς, καὶ τὸ φρόνημα φθαρτὸν ἔχειν ἀνάγκη, οὕτω καὶ τοὺς ὄντας ἀφθάρτους m Cod. μία. ἄφθαρτον εἰκός ἐστιν ἔχειν καὶ τὸ φρόνημα. ἑκατέρων ἀνάλογον τῆς οἰκείας φύσεως τῶν λογισμὸν κεκτημένων. “τὸ γὰρ φρόνημά,” φησι, “τῆς σαρκὸς, θάνατος.” θάνατον τουτέστι προξενοῦν, καὶ πρὸς κόλασιν παροξῦνον Θεόν. “τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ “καὶ εἰρήνη·” τουτέστιν ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς Θεόν. Θεοφώρου. Ἀπεντεῦθεν λοιπὸν διὰ πλειόνων λέγει, ὅτι τοῖς μὲν θνητοῖς τὸ ἁμαρτάνειν ἕπεται πάντως. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. ὥστε κατὰ παράθεσιν φανῆναι τὰ κατὰ Χριστὸν πλεῖστον ὑπερέχοντα τοῦ νόμου, εἴπερ ἐκεῖνος μὲν ἀφελεῖν τὸν θάνατον οὐκ ἠδύνατο, καὶ ἀνάγκη πᾶσα ἦν κρατεῖν ἐν ἡμῖν τὴν ἁμαρτίαν· καὶ μυριάκις ἐπαιδεύετο ἡ ψυχὴ τὸ δέον. ὁ δέ γε Χριστὸς τόν τε θάνατον ἀφεῖλε, καὶ τὴν ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν συνανεῖλε τῷ θανάτῳ. ἤρξατο μὲν οὖν ἀπὸ τοῦ “δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν “διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,” τῶν διὰ τοῦ Χριστοῦ παρασχεθέντων ἡμῖν ἐξηγεῖσθαι τὸ μέγεθος σὺν πολλοῖς ἑτέροις, παραθέσει τῆς πρὸς τὸν νόμον δεῖξας αὐτῶν τὴν ὑπεροχήν. Ἐπειδὴ δὲ εἰς τὴν τῶν ἀνακυπτόντων ζητημάτων ἐτράπη λύσιν, ἀπολογησάμενος ὑπὲρ αὐτῶν ὡς τοῖς προκειμένοις δέδεικται ἡμῖν σαφέστερον, καὶ δὴ καὶ ὑπὲρ τοῦ ἁμαρτίας ποιητικὸν λέγειν τὸν νόμον· ἔδειξε μὲν αὐτοῦ τὸ χρήσιμον ἀναγκαίως. καὶ τοῦτο δὲ ἐν τοῖς ἀρτίως ἑρμηνευθεῖσι σαφέστερον δεδηλώκαμεν. πάλιν δὲ κατὰ παράθεσιν τοῦ νόμου λέγων τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος, ἐπὶ τὸν τῶν πρώτων ζητημάτων ἀνατρέχει λόγον· καὶ τὸ δεικνύναι ὡς μεγίστων ἡμῖν ἀγαθῶν ὁ Χριστὸς ἐγένετο πρόξενος. οὗπερ ἕνεκεν κἀνταῦθα βούλεται διὰ πολλῶν δεικνύναι, ὅτι τῆ μὲν θνητότητι τὸ ἁμαρτάνειν ἕπεται. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. διό φησιν, “οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς “ φρονοῦσι” καὶ τὰ ἑξῆς. τοῦτο λέγει, ὅτι οἱ μὲν θνητοὶ τὴν φύσιν, ἀναγκαίως πλείστην τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὐπομένουσι. τί γὰρ ἃν καὶ βουλεύσαιτο ἀθάνατον φύσις θνητή; εἰ δὲ καί τις ἐστὶν ἐν ἡμῖν ἀρετὴ, οὐ τῆς σαρκός ἐστιν αὕτη, ἁλλὰ τοῦ φρονήματος τῆς ψυχῆς, ἐπειδὰν ἀνωτέρα γένηται τῶν παρόντων. οἱ μέντοι τοῦ Πνεύματος ἤδη μετεσχηκότες, κρείττονα τούτων ἔχουσι τὸν λογισμὸν, ἀθάνατοι γεγονότες τὴν φύσιν, καὶ πάσης τῆς ἀπὸ τῶν χειρόνων ἐνοχλήσεως ἀπηλλαγμένοι. τοῦτο γὰρ λέγει τὸ εἰρήνην. ἐπειδὴ ἐν τοῖς ἀνωτέροις παρὰ τοῖς τὴν φύσιν θνητοῖς πόλεμον ε7ναι ἔφη, τῆς ἁμαρτίας ἀντιπραττούσης τῷ βουλήματι τῆς ψυχῆς. εἰρήνην ἐνταῦθα λέγων τὸ ἀφαιρεῖσθαι τῆςn ἁμαρτίας τὴν ἐνόχλησιν. Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν. Γενναδίου. Ἀμήχανον γάρ, φησι, τοῖς τοῦ Θεοῦ θελήμασ ι, τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν, τὸ θέλημα τῆς σαρκός ποτὲ συνελθεῖν καὶ φιλίαν ἀσπάσασθαι. ὁ μὲν γὰρ ἀπάθειαν ἐπαγγέλλεται, ἡ δὲ ἐστὶ παθητή. οὐ τοίνυν οὐδὲ τοὺς ἀνεχομένους τῷ φρονήματι τῆς σαρκὸς, καὶ μετέχοντας τῆς φύσεως ταύτης, οἷόν τε ἀρέσαι Θεόν. ἐπὶ τοσοῦτον γὰρ αὐτοῦ διεστήκασιν, ἐφ’ ὅσον εἰσι ταύτης ἐγγὺς· καὶ εἰσιν ἀρέτης πόρρω τοσοῦτον, ὅσον θνητότητος ο ἀθανασίας. Ὠρίγενουσ. Ἀφ’ ὧν διδάσκει ὁ Παῦλος, μανθάνομεν τίνες εἰσὶ κατὰ σάρκα· οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες οἱ κατὰ Πνεῦμα· οἱ τὰ τοῦ Πνεύματος φρονοῦντες. τὰ δὲ φρονή- φρονήματα τῆς σαρκός εἰσι, πορνεία, ἀσέλγεια, εδωλολατρεία καὶ τὰ ὅμοια· ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα· ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας, θερίζειν φθοράν. τοὺς δὲ Πνεύματι ζῶνταb σπείρειν εἰς τὸ Πνεῦμα, ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ Θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σηκὸς καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης· καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες 1ουδαῖοι· καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν σαρκὶ ἀσκοῦντες οὗτοι τὰ τῆς σαρκὸς του νόμου φρονοῦσιν. οἱ δὲ κατὰ Πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, ἤτοι φρονοῦσι τὰ τοῦ Πνεύματος. Καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ νόμου u Cod. τὴν. ο Leg. vid θνητότης. τοῦ Πνεύματος, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῆ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· ἀλλ’ οἱ ἐν τῷ Πνεύματι τοῦ νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ κατὰ Πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου- ρανιοις. Ὑμεῖς δ’ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ νεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Γενναδίου τοῦτο καὶ Θεοδωρήτου. Ἀλλ᾿ ὑμεῖς γάρ, φησιν, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων. εἴπερ Πνεῦμα Θεοῦ, φησιν, οἰκεῖ ἐν ὑμῖν. τότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπέλαβον, τοῦ Πνεύματος αὐτοὺς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν, φησι, πρὸς πνευματικὴν μετέστησε ζωὴν ἐκ τῆς σαρκικῆς, ἡ τοῦ Πνεύματος κατοικοῦσα χάρις ὑμᾶς ἀποχρώντως δηλοῖ. Διοδώρου. “Ὑμεῖς δέ,” φησιν,” οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν “ Πνεύματι·” ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ’ ἐν πνεύματι ζῆτε, “εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρθωκότας, κατὰ δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπὼν, “εἴπερ νεῦμα “Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς o ἦν, καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἴν αὐτοῦ. Γενναδίου. “Εἰ δέ τις,” φησι, “Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὕτος οὐκ ἔστιν αὐτοῦ. ὥσπερ οἱ ἐξ Ἄδὰμ τοῦ Αδὰμ είναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, ἑνώσεως εἶναι λέγοντες τοῦ Χριστοῦ, διὰ τῆς τοῦ ἑνὸς πνεύματος κοινωνίας μετουσίας εἰ o Cod. ἐπιβλαβής. δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. εἰ τοίνυν γνωρίζεται Χριστὸς φησὶν, ἐν ὑμῖν, τὸ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς, ὃν τρόπον ἐστὶ τὸ σῶμα διὰ τὴν ἁμαρτίαν ἀθανασίας ἀμέτοχον, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην τὸ πνεῦμα. Πνεῦμα δὲ τὸ πνευματικὸν σῶμα προσεῖπεν· ἐκ τοῦ μεθεκτικοῦ τὸ μέτοχον καλέσας, ὡς καὶ ἐν τοῖς Εὐαγγελίοις, “τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύμα- “τος, Πνεῦμα.” Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν. Γενναδίου. Ἀλλὰ μὴν οὐδὲ δεῖ περὶ τούτου, φησὶ, διαμφισβητεῖν, ὅτι τοὺς ἠξιωμένους λαοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτῃ κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο καὶ τῆς ἐκ νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀνα- στάσεως. Θεοδώρου. Προειπὼν “Πνεῦμα Χριστοῦ,” πάλιν φησὶ, “τὸ “Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν.” ἐπαναγαγὼν ἀπὸ τοῦ Χριστοῦ ἐπὶ τὸν Πατέρα· οὐδὲν ἕτερον ἣ σαφῶς διδάσκων ὅτι ἐκ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς θεότητός ἐστι· καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ Πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος Πνεύματος Ἁγίου καὶ τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλα φησίν· ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνά- στασις. Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ, κατὰ σάρκα ζῆν. Γενναδίου. Ἀγωνισάμενος διὰ πάντων, καὶ δείξας οὐκ ἔτι προσήκειν αὐτοὺς τῷ Ἀδὰμ, τουτέστι τῇ παθητῇ καὶ ὑπὸ νόμον ζωῇ, ἀλλ’ εἶναι Χριστοῦ, τουτέστι πνευματικούς τε καὶ ἀκηράτους, συγκεφαλαιούμενος τὰ διὰ πλειόνων ἐν τοῖς ἔμπροσθεν εἰρημένα, νουθεσίαν σαφῆ τε καὶ σύντομον ἐπιφέρει λέγων, μὴ χρῆναι τοῦ λοιποῦ τοῖς τῆς σαρκὸς ἑαυτοὺς πάθεσιν ἐκδιδόναι. διατὶ; εἰ γὰρ κατὰ σάρκα ζῆτε, φησὶ, μέλλετε ἀποθνήσκειν. τῆς γὰρ τοιαύτης ζωῆς, φησὶ, φθορὰ τὸ τέλος ἐστίν. εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. εἰ μέντοι, φησι, κατὰ τὴν ἐνοῦσαν ὑμῖν τοῦ Πνεύματος χάριν σπουδάζοιτε ζῆν, ἀνενεργήτους ἑαυτοὺς πρὸς τὰς τοιαύτας τοῦ σώματος πράξεις διαφυλάττοντες, οἴσεσθε τὴν ἀθανασίαν. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ. Γενναδίου. Οἱ γὰρ Πνεύματι Θεοῦ κυβερνώμενοι, τουτέστιν οἱ πνευματικοὶ καὶ οὐ ψυχικοὶ, ἑαυτοῖς ὡς ἀληθῶς τὸ εἶναι υἱοὶ Θεοῦ βεβαιοῦσιν. ἔφη δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὸν νόμον χρηματισάντων υἱῶν Θεοῦ, καὶ αὐτῶν διὰ τὴν ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἐξαίρετον τοῦ Θεοῦ κηδεμονίαν περὶ αὐτούς. “ἐλάλησας γὰρ ἐν ὁράσει τοῖς υἱοῖς σου,” φησι· καὶ “ἐγὼ εἶπα “Θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες.” ὡς πρὸς τούτους οὖν ἀντιδιαιρῶν τοὺς κατὰ Χριστὸν, ἔφη, “ οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.” Θεοφώρου. Δῆλον οὖν ὅτι οἱ τοιοῦτοι τὴν μακαρίαν ζωὴν παρὰ τῷ ἑαυτῶν πατρὶ ζήσονται. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. Διοώρου. Τὸν νόμον “πνεῦμα δουλείας” εἶπε, καὶ δούλους τοὺς ὑπὸ τὸν νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντας, τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι, δουλείας p σημεῖόν ἐστι. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν ἀποκαλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. εἴτε δὲ δουλείας ἐδόθη πνεῦμα, ἐπ’ ἀμφοτέρων ἐστὶ κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργεῖσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Θεοφώρου. Τὸ “πάλιν,” ὡς πρὸς τὸ “δουλείας” ἀπέδωκεν. ἀναγνωστέον οὖν οὕτως· “οὐ γὰρ ἐλάβετε πνεῦμα·” εἶτα διαστήσαντα ἐπαγαγεῖν χρὴ, “δουλείας πάλιν εἰς φόβον.” περὶ γὰρ τῶν ἐν νόμῳ λέγει· καὶ ἐν τῇ πρὸς Γαλάτας, ὅτι μία μὲν ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα δούλους τοὺς ἐν νόμῳ, παραθέσει τῶν τοῦ μέλλοντος αἰῶνος καλῶν. ἐπειδὴ οὗτοι μὲν ὑπὸ προστάγματα P Cod. δουλείαν. ὄντες, ἣ παραβαίνοντες ἐτιμωροῦντο, ἣ φυλάττοντες ἐπαινοῦντο. ὅπερ οὖν τῶν δούλων ἴδιον εἶναι συμβέβηκεν. ἐκεῖνοι δὲ χάριτι τοῦ δεσπότου τῶν μελλόντων ἀγαθῶν κομιζόμενοι τὴν ἀπόλαυσιν, οὐδεμίαν ἔτι μεταβολὴν ὑφορῶνται. ὅπερ οὖν ὑπάρχει τοῖς τέκνοις ἐκ τῶν πατέρων ἔθος. ὥσπερ γὰρ ἐν τῇ πρὸς Τιμόθεον λέγει· “οὐ “γὰρ ἐλάβετε πνεῦμα δειλείας q·” οὐχ ὡς ὄντος δειλίας πνεῦμα, ἀλλ’ ἀντὶ τοῦ ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. οὕτως ἐνταῦθα, “οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀντὶ τοῦ Πνεύματος μετεσχήκατε, οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε καὶ φόβον κατὰ τοὺς ἐν νόμῳ, ταῦτα γὰρ ἐκεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν οὐχ οἷόν τε· λάβετε r Πνεῦμα υἱοὺς ἐργαζόμενον Θεοῦ. ὅθεν καλεῖν s πατέρα τὸν Θεὸν προαγόμεθα. Δῆλον γὰρ ὅτι κατὰ τὴν τοῦ Κυρίου παράδοσιν τὴν “Πάτερ “ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς,” ἐκάλουν Πατέρα τὸν Θεὸν, οἱ τοῦ βαπτίσματος ἠξιωμένοι. καλῶς δὲ τὸ “ἀββᾶ ὁ πατὴρ,” ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι τὸ ἀββᾶ καλεῖν τοὺς πατέρας. νήπιοι δὲ ἔτι κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος, τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε, τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως, ἐν ᾗ νηπίων δίκην, οὐχ ὁλοτελῶς τῆς μετουσίας τῶν ἀγαθῶν κομισάμενοι τὴν ἀπόλαυσιν, περιέμενον τὸ ποτὲ αὐτοῖς προσέσεσθαι κἀκεῖνα ταῖς νῦν ἐπαγγελίαις ἀκολούθως. Σευηριανοῦ. Ἔνιοι δὲ “πνεῦμα δουλείας” τοῦ πονηροῦ φασὶν, ἀλλ’ οὐκ ἔστι. τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει, καὶ δούλους τοὺς ὑπὸ νόμον. διὸ ὡς τιμωρούμενοι εἰ ἔπταισαν ἐφοβοῦντο. ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν, υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. τὸ δὲ αὐτὸ πνεῦμα ἐστὶν ἐπ’ ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέραν ἀξίαν. q Cod. δουλείας. r Leg. ἀλλ’ ἐλάβετε sed plura desunt. s Cod. καλεῖ. t Cod. κομησάμενοι. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν. Διοφώρου. Ἔδειξε διὰ τούτου, ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική. καὶ τὸ χάρισμα τοῦ Πνεύματος Πνεῦμα. τοῦτο οὖν ἐστὶν ὁ φησιν ἀλλαχοῦ. “τὸ γὰρ τί προσ- “εὐξόμεθα οὐκ οἴ δάμεν· αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν “στεναγμοῖς ἀλαλήτοις·” καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας. ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς ἡ ἐπὶ τῶν ποστόν. ἐπειδὴ πολλάκις κατὰ τὰ μὴ συμφέροντα αἰτοῦμεν. διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν Ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν Θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὁ φησιν ἀλλαχοῦ, “ἕκαστος ὑμῶν ψαλμὸν ἔχει· “προσευχὴν ἔχει.” οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν, καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν, ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι προσηύχετο ὁ ἔχων τὸ χάρισμα. προσευχόμενος δὲ τὸ “Πατέρ’ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς” ἔλεγε. διὰ τοῦτο φησὶ, συμμαρτυρεῖ τὸ Πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν, ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, “ὅτι ἐσμὲν “τέκνα Θεοῦ.” κράζει γὰρ τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα τὸ τῆς προσευχῆς, “ἀββᾶ ὁ πατὴρ.” Θεοφώρου. Αὐτὸ τὸ νεῦμα τὸ Ἄγ’ ἴον συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι πνευματικῶς διάγομεν· διὸ καὶ ἐσμὲν τέκνα Θεοῦ. ἐὰν οὖν συμπάσχωμεν τῷ Χριστῷ, τουτέστιν ἐὰν τὰ αὐτὰ πάσχειν αἱρησώμεθα, ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων ἔπαθεν ἑκών· ἐὰν διωκόμενοι καρτερῶμεν, καὶ ὅσα ὅμοια πάσχωμεν ὑπὲρ εὐσεβείας, συνδοξασθησόμεθα αὐτῷ, ἐν τῷ γενέσθαι τέκνα Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. τίς δὲ ἡ κληρονομία προείρηται ὀπίσω, ἔνθα ὁ λόγος ἦν περὶ τοῦ, “εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται η πίστις.