ΚΕΦ. Ι. Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὸ τὴν ἁμαρτίαν. Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος. Ὠριγένουσ. Τὸ Ἅγιον Πνεῦμα ἀεὶ ἐστὶν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράσκον, ἀλλὰ μᾶλλον τοῦ ἔσω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου, ἡμέρα καὶ ἡμέρα· καὶ ἡ παλαιότης δὲ τοῦ t Leg. γεγονόσιν. γράμματος, οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ παλαιὸς ἡμῶν ἄνθρωπος καινὸς ποτὲ ἦν. ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ, τῶν τοίων δὲ νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν. Σευηριανοῦ. Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν· διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασι. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν, οὐκ ἦν τοῦ σκόπου τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε· λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία. ἀλλ᾿ οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται κατόρθου· ὃ δὲ μὴ ἤθελε, προεξένει. Ἀπολιναρίου. Μηδεὶς ταῦτα ἀκούων, ἐρεσχελείτω πρὸς τὸν Ἀπόστολον φάσκων, ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ τὰ θανατοῦντα διαγορεύειν, καὶ γνώριμα ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλὰ, οὐδὲν ἧττον καὶ ὁ Κύριος, τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λόγοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν. τὸ γὰρ διάφορον μέγα, καὶ πολὺ τὸ μεταξύ· νόμου μὲν ἐν ῥήμασι νόμου κειμένου, καὶ μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ᾿ ἐπὶ τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος. τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ Πνεύματος τὴν τῶν ὑφ᾿ ἑαυτὸν σωτηρίαν ἐργαζομένου, καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς ἐξαρχῆς, καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν θείαν ἐπίπνοιαν ὑποδέχεσθαι τοὺς πιστεύοντας, καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι. λόγοις δὲ εἰς παραίνεσιν κεχρημένου, δι᾿ ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ μορφοῦντι καὶ διατιθέντι Πνεύματι. Οὐχ ἡμῖν u αὐτοῖς τὰ καθ᾿ ἡμᾶς ἐπιτρέψας. ᾖ γὰρ ἂν κατεκρινόμεθα πάλιν, ἀδυνατοῦντες εἰς τὸ πείθεσθαι· καὶ ἡ τῆς ἁμαρτίας γνῶσις καθ᾿ ἡμῶν μᾶλλον ἢ παρ᾿ ἡμῶν ἐγίνετο· ἀλλὰ τῷ Πνεύματι δοχεῖα χεῖα παρασκευάζων ἡμᾶς· ἀνιέντας μὲν ὡσημέραι (sic) πρὸς τὸν κόσμον συμπάθειαν, καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά· ἐπιτείνοντας δὲ τὴν πρὸς τὸ Πνεῦμα οἰκείωσιν. Διὸ καὶ νόμος μὲν εἰς τιμωρίαν ὀξύς· Πνεῦμα δὲ ἀνεξίκακον. u Cod. ὑμᾶς. ὁ μὲν τὴν ἰδίαν τῶν ἀνθρώπων κατόρθωσιν εἰς δικαιοσύνην ζητῶν, τὸ δὲ τὴν παρ’ ἑαυτοῦ χορηγοῦν. τούτῳ γὰρ ἕπεται τὸν μὲν νόμον οὐ κατορθουμένου τοῦ προκειμένου τιμωρητικὸν ἐπιφέρειν τῷ προστακτικῷ· τούτῳ γὰρ ἦν ἐχόμενον ἐκείνου. τὸ δὲ Πνεῦμα δύναμιν ἔχων (sic) εἰς τὴν τῶν πεπιστευκότων διόρθωσιν, εἰ καὶ τὰ πρῶτα ἐξασθενοίην τὴν παρ’ αὐτοῦ δημιουργίαν ὑποδέξασθαι. μήτε ἀπογινώσκειν, μήτε κολάζειν εὐθὺς, ἀλλὰ τῇ παρ’ ἑαυτοῦ σωτηρίᾳ φυλάττον τὸν ἄνθρωπον παιδευόμενον, ὥσπερ ὁ Παῦλος ἔφασκε τῷ Σατανᾷ παραδώσειν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ, τὸ Πνεῦμα τοῦ Κυρίου. ἀνέχεται γὰρ ἄχρι τῆς Χριστοῦ παρουσίας, ἕως περ ἃν ὁ τῆς νῦν ἐπιτελουμένης δημιουργίας ἐξήκῃ χρόνος, κρίσεως ἐπιστάσης, ἣ τοὺς ἀδιορθώτους ἀποθεῖται τὸ λοιπὸν, ἀνεπιτηδείους εἰς τὴν αἰώνιον ζωὴν εὑρισκομένους. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος “ Θεὸν εἶναι τὸν “ ἐνεργοῦντα ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδο- “ κίας.” οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν παρὰ Θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ Σωτῆρ’ Πνεῦμα Ἅγιον ἐνεφύσησεν ἀναστάς· διὰ τοῦτο προσοικείων ἡμᾶς· καὶ μηδὲ μεριμνᾶν ὅτι λαλήσομεν ἐκέλευσεν· “ οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λα- “ λοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν διαθήκην ἐν τῇ δόσει τοῦ Πνεύματος ὁριζόμενος λέγει, θεικὴν ἐξηγούμενος πρὸς τὸν Ἰσραὴλ διάλεξιν. “ καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη εἶπεν, καὶ τὸ “ Πνεῦμα τὸ ἐμὸν ἐστὶν ἐπί σοι, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ “ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ “ σπέρματος σου, εἶπε Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.” καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαΐου. Διὰ δὲ τοῦ Ἱερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελλόμενος ὁ Θεὸς, “ αὕτη,” φησὶν, “ ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν “ ἐκείναις ταῖς ἡμέραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐ- “ τῶν, καὶ ἐπὶ διανοίαν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ οὐ μὴ δι- “ δάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, λέγοντες γνῶθι τὸν Κύριον, “ ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι “ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν.” τὴν τοῦ Πνεύματος ἐν τούτοις ἐνέργειαν εἰς καρδίας ἐπαγγελλόμενος, δι’ ἧς καὶ ἱλασμὸς παρὰ Θεοῦ γίνεται. τῶν μὲν τῆς ἁμαρτίας ἐκλογισμῶν τῶν κατὰ τὸν νόμον ἀνιεμένων, τῆς δὲ πνευματικῆς ἀνεξικακίας τὸν ἱλασμὸν ἐπιχωρούσης. καὶ μὴν καὶ διὰ τοῦ Ἐζεκιὴλ δώσειν καρδίαν καινὴν καὶ Πνεῦμα καινὸν ἐπαγγέλλεται, εἰς τὴν τῶν ἰδίων θελημάτων ἐν ἡμῖν πλήρωσιν. ὥστε καλῶς καὶ ἐν τοῖς προκειμένοις ὁ Ἀπόστολος τὴν κατὰ Χριστὸν ζωὴν ὁριζόμενος, οὐκ ἐν γράμματι καὶ τὸ τῆς ἁμαρτίας παραλύεσθαί φησι καθ’ ἡμῶν ἰσχυρόν. ἅτε δὴ τοῦ Πνεύματος οὐκ εἰς γνῶσιν καὶ τὴν διὰ ταύτης κατάκρισιν ἐπιδημοῦντος, ἀλλ’ εἰς ἀναίρεσιν μὲν ἁμαρτίας, δικαιοσύνης δὲ ἐνέρ- γειαν, οὐκ ἀνθρωπίνης ἀλλὰ θεικῆς, ὡς καὶ ἐν ἀρχῇ, δικαιοσύνην Θεοῦ διὰ τοῦ εὐαγγελίου εἶπεν ἀποκαλύπτεσθαι. Τί οὖν ἐροῦμεν 5 ὁ νόμος ἁμαρτία; Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ ὅτι “ ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα “ τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, “ εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·” ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος. ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθὺς, βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ λόγος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι’ αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν, ὡς ἀσθενῆ καὶ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησὶ, τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου.” ἀλλ’ ὅτι μὴ ἔγνω μᾶλλον αὐτήν. οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος. παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς τοῖς οὐκ εἰδόσιν αὐτήν. ἐμφανεὶς καθιστὰς, οὐχ ἵνα μαθόντες ἐργάσαιντο, εἴγε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων. οὐ γὰρ ἦν δίκαιος κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχωρήσειαν· Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκομιζοῦσά ποι. καὶ διερρίφθωμεν x ἐν αὐτῇ πολλὴ διὰ μέσου χάσμος. ὀρωρύχθω (sic) δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτα τινὲς ἔστωσαν οἱ ἐν x Leg. διερρίφθω μὲν. νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ, περιπταίοντές τε καὶ μαλὰ συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν καὶ βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος, δᾷδά τις λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις ἐμφανῆ καθιστὰς τοῖς οὖσι τὰ μεταξύ. οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλὰ ἵνα μᾶλλον ὑπερφέροιντο καὶ ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρα οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἣ μᾶλλον ἐκεῖνο φαμὲν, ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν, ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους, ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοὶ, πλείστοις τε ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἃν εἰκότως ἢ λέγοιτο, πολλοῦ γε καὶ δεῖ. παραδεκτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην. Θεοδύρου. Τὸ οὖν ᾔδειν καὶ οὐκ ἔγνων, οὐ παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικὰ, ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου. Γενναδίου. “Τήν τε γὰρ ἐπιθυμίαν,” φησὶν, “οὐκ ᾔδειν, εἰ μὴ ὁ “ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” οὐ τοῦτό φησιν, ὅτι τῆς ἐπιθυμίας μοι τὴν φύσιν ἐντέθεικεν οὐκ ἔχοντι τὸ παράγγελμα. ἡ γὰρ ἐπιθυμία τῆς φύσεως. ἀλλ’ ὅτι μὴ διδάξαντός με τοῦ νόμου διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην. Διοδύρου. “ Ἀλλὰ τὴν ἁμαρτίαν,” φησὶν, “ οὐκ ἔγνων εἰ “ μὴ διὰ νόμου.” οὐκ εἶπεν, ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα μὴ διὰ νόμου, ἀλλ’ “ οὐκ ἔγνων.” ὥστε, οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐμπίπτειν φύσιν. ἐκεῖνο μέντοι ζητητέον πῶς ἐνταῦθα εἰπὼν τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ τοῦ νόμου, ἐν ἑτέροις δείκνυσιν ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησιν, “ ὅταν γὰρ ἔθνη “ τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ “ ἔχοντες, ἑαυτοῖς εἰσὶ νόμος.” διὰ τούτων παρίστησιν, ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δὲ ὅτι καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται. παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ εἰ ἀναγκαῖα τοῦ νόμου ἡ δόσις, διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μὴ, καὶ διαρθροῦσα ἡμῖν καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν. Θεοδώρου. Αἰσθόμενος ἀπό τε τοῦ “ τὰ παθήματα τῶν ἁμαρτιων καὶ διὰ τοῦ νόμου, καὶ ἀπὸ τοῦ “νόμος δὲ παρεισῆλθεν ἵνα “ πλεονάσῃ τὸ παράπτωμα,” καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς ἀνωτέροις εἰρήκει, διαβολὴν τινὰ ἐπιφυομένην τῷ νόμῳ ὡς ἀναιτίῳ (sic) καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ περὶ τούτων λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτω λέγων, “ τί οὖν ἐροῦμεν; ὁ “ νόμος ἁμαρτίᾳ ; ” ἀλλ’ ἀρα φησὶ, μὴ τοῦτο; ἀπὸ τῶν ἡμετέρων δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νόμος; “ μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ “ νόμου.” τοὐναντίον οὐδ’ ἃν ἔγνων τὴν ἁμαρτίαν, δι’ ἧς ἐκκλίνειν προσήκει τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παιδεύων ἡμᾶς ὥστε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ. ὥστε ὁ νόμος ἡμῖν τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος· ὃς ὑπέδειξέ τε αὐτὴν, καὶ ἀποφεύγειν προσέταξε· καὶ σαφέστερον ποιῶν τό εἰρημένον ἐπήγαγε, “ τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ “ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” Πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρόντα βίον συμβέβηκεν· οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς κοινωνίας μόνον, ἀλλὰ καὶ δόξης καὶ χρημάτων. ὧν δὲ τὴν ἐπιθυμίαν ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ νόμου διδάσκοντος ἡμᾶς, ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ οὖν καὶ τὸν λόγον ἕκαστον ἀπαραιτήτων τὴν οἰκείαν ἐκπληροῦν ἐπιθυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλκοντος. ὑφ’ οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, εἰς μείζονα τοῦ γενομένου σαφήνειαν· νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη· καὶ συνεβάλλετο τὰ κατ’ ἐκεῖνον εἰς σύστασιν τῶν περὶ τοῦ νόμου λόγων. Ὠριγένουσ. Νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μώσεως τὸν κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν. ἐνέσπαρται γὰρ ἡμῖν φυσικῶς ἡ ἐπιθυμία ὡς πάθος, καὶ ὁ περὶ ταύτην νόμος, καὶ ἔλαβεν ἀφορμὴν ἡ ἁμαρτία, οὐ διὰ τῆς γραπτῆς μόνης ἐντολῆς, ἀλλὰ καὶ διὰ τῆς φυσικῆς. καὶ ὁ Ἀδὰμ δὲ ᾔδει τοῦτο καὶ πρὸ τοῦ Μώσεως νόμου. Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Γενναδίου. Μῆ διδάξαντός με τοῦ νόμου, φησὶ, διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην. νυνὶ δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα. μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὅροις τακτοῖς αὐτὴν περιγραφούσης τε καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα δι’ αὐτῆς ἀφορμὴν, τουτεστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς αμετρίαν ὑποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε· τὸ γὰρ “ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ ἐπιθυμίαν,” ἐνδεῖτο ἀπηγορευμένην. Θεοδώρου. Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, ἐπεὶ κἀκεῖνος προκειμένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουληθέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο δὲ ὅμως ὑπὸ τῆς ἐντολῆς, ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπηγορευμένων ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέντος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. Καὶ οὐ μόνον ἀφορμὴ τῆς ἁμαρτίας ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντες δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν· ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθάνοντες ἡμαρτάνομεν, τὰ τῆς ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπει- γόμενοι. τοῦτο γὰρ λέγει τὸ “ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- “ μίαν·” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν, ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένης ἐντεῦθεν. οὕτω καὶ ἐν τοῖς ἀνωτέροις τὸ “ τὴν “ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” ἀντὶ τοῦ οὐκ ἃν ᾔδειν ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων, εἰ μὴ νόμος ἦν ὁ τοῦτο διορίζων ἡμῖν. Καὶ γὰρ τὸ “ ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγειν τῶν ἀνθρωπων καὶ τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοίνων. ὅθεν ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου· διὰ πάντων δεῖξαι βουλόμενος ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολιτευόμεθα, ὑφ’ ὧν ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις· παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ ποιεῖν προσήκει· ὥς τε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς μελλούσης ἡμῖν καταστάσεως, ἐν ᾗ γεγονότες, τὰ φαινόμενα ἡμῖν καλὰ ταῦτα καὶ ποιῆσαι δυνησόμεθα ῥαδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος ἀκολουθίας καὶ τοῦ δεικνύναι, ὡς οὐδ’ ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦτε καλοῦ καὶ τοῦ χείρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα διώριστο παρ’ ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλομεν, ἐπάγει, “ χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά.” οὐδ’ ἂν ἐνεργηθείη, φησιν, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διά τι; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν. Ὠριγένουσ. Οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ’ ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος. ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν, μὴ ἀποπεσεῖν πάθεσι· κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλὸν, ἣν ὁ νόμος ἀπαγορεύει, διδάσκων τὸ “ οὐκ ἐπιθυμήσεις.” ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παράλογον, καθ’ ἣν φιλοζωοῦμεν ὡς ἀγαθοῦ ὀρεγόμενοι, πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπᾶῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν πᾶν τὸ ὑφ’ ἡμῶν ἐπιθυμούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται. Σευηριανοῦ. Οὐ κακός, φησιν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ γνωρίζεται μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ παρέσχε. τοῦτο δὲ διατί φησι; δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. οὕτω, φησὶν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγορευότων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα άρξαμένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν. ἐξαφθεῖσαν δ᾿ ἐπὶ πλέον, καὶ τὸ σβεστικὸν ὕδωρ πλέον ἅπτει. οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην, ὁ νόμος ἤλεγξαι, σβέσαι δὲ οὐκ ἴσχυσεν. Απολιναρίου. τοῖς μὲν οὐκ ἀκούσασι νόμου, φυσικῶς ἡ τούτου γνῶσις ἐγγίνεται, καθὰ καὶ πρότερον εἴρηκεν· “ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦντα, γραπτὸν ἐνδείκνυσθαι “τὸ ἔργον τοῦ νόμου ἐν ταῖς ἑαυτῶν καρδίαις.ö τοῖς δὲ ὑπὸ νόμον τὸ τοῦ νόμου γράμμα καὶ τὴν φυσικὴν ἔννοιαν ἀνακινεῖ, κατηχουμένοις ὑπὸ τοῦ διδασκάλου, πρὸς τὸ καὶ συνιέναι τὸ καλὸν καὶ τὸ φαῦλον ἀφ’ ἑαυτῶν δύνασθαι. Χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά. Κυρίλλου. Εἰ γὰρ μὴ κέοιτο φησὶν ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν. κατερθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου· καὶ ῥᾳθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός. μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον. οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον διακρίνοντος. ἐζηκέναι δὲ, φησὶν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ. εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν· τεθνάναι γε μὴν αὐτὸν ἰσχυρίζεται. καὶ σχήματ’ ἵζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾐρημένῳ, ἥλω γραφῇ ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην, τότε δὴ τότε, ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστύγνασας. καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκρά- ζεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς “ἐντολῆς ἡ ἁμαρτία ἔζησεν. ἐγὼ δὲ ἀπέθανον.” εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον ἐμπνοῦν ἀποτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ τῷ ἐν ἡμῖν. οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διάτοι τὸ μὴ μὴ τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάμορφον (sic) ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις,” καθὰ φησὶν αὐτός. οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίωμεν u ὥσπερ ἡ ἁμαρτία, κατηργήθη δὲ ὁ θάνατος, καὶ ἄρα καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. Καὶ τί τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν. εὕρηται γὰρ ἡ ἐντολή, φησιν, ἡ δοθεῖσα πρὸς ζωὴν, ἀυτὴ εἰς θάνατον. ὡσπερ γὰρ κατασίνεται πὼς τῆς ἡλιακῆς ακτινος τὸ φῶς, τοὺς οἷσπερ ἂν εἶεν τὴν ὄψιν ἠρρωστηκότες· καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ ο κατ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν. νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἰσον οἶμαι τρόπον πρόφασιν δίδοσθαι τῇ ἁμαρτίᾳ, φησὶ, τὴν ἐντολὴν, ἐξηπατῆσθαι τε δι’ αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. Φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ x σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πω; μάχεσθαι τὸ φιλόπονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι γενικώτερον ἀντεξάγουσι· καὶ τονοῦν y ἐσθ’ ὅτε καταληίζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες· καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταὐτή τοι, φησὶ, σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαι τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κάταγε τοὺς προειρημένους τρόπους. Ἰσιφώρου. Ἐπειδή πὼς χωρὶς νόμου ἡ ἁμαρτία νεκρὰ, ἠθέλησας μαθεῖν, φημὶ ὅτι τοῦτο βούλεται εἰπεῖν ὁ Παῦλος, ὅτι οὔπω u Leg. ἀνεβίω μὲν. x Cod. δεῖ. y In marg. ἴσως γρ. καίτοι νοῦν (sic) sed leg. καὶ τὸν νοῦν. ἦν γνώριμος. οὐ γὰρ τοῦτο αἰνίττεται, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἐπεὶ ἀλόγως εὑρεθεῖεν κολασθέντες οἱ πρὸ τοῦ νόμου. οἱ μὲν γὰρ ὕδατος, οἱ δὲ πυρὸς ἔργον ἐγένοντο. ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. Γενναδίου. “Χωρὶς γὰρ νόμου” φησὶν, “ἡ ἁμαρτία νεκρά.” τὴν γὰρ πρᾶξιν ἁμαρτωλὸν ὁ νόμος ἀπαγορεύων συνίστησιν, ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος αὐτῆς ἀποχὴν ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι. “οὗ γὰρ οὐκ “ἐστὶ νόμος, οὐδὲ παράβασις.” οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. τὸ ἐγὼ νῦν ἀντὶ τοῦ ὁ ἄνθρωπος λέγει, λέγει δὲ περὶ τοῦ Ἀδάμ. “ἐλθούσης δὲ τῆς “ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.” ἐμὲ γοῦν τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας, ἀναζησάσης, τοῦτο ἀφείλετο· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. καὶ πέπονθά τι σχέτλιον, καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβεὶς, καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπόλεσας. “ ἡ γὰρ “ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν.” ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, δι’ αὐτοῦ με τούτου παρακρουσαμένη κατέσφαξε. δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον, κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ τὴν δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει λέγων, “δικαιοσύνη “ἐνώπιον αὐτοῦ προπορεύσεται” καὶ πάλιν ὁ Σολομὼν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα. Διοδώρου. “ Ἐλθούσης δέ,” φησι, “τῆς ἐντολῆς, ἡ ἁμαρτία ‘ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον.” εἰ ἀνέζησε, δῆλον ὅτι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ ἐντολὴν καὶ εἰδότα, τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν. καὶ γὰρ αὐτὸς ἐν γνώσει ἥμαρτε παραγγελθεὶς μὴ φονεύειν τὸν ’ν, διὰ τοῦ “ἥμαρτες, ἡσύχασον.” μὴ οὔσης οὖν μεταξὺ, μήτε ἐντολῆς, μήτε νόμου, ἐνεκροῦντο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ. τὰ γὰρ πλεῖστα ἠγνόουν πταίοντες· ὥστε οὔτε ὑπὸ τοῦ συνειδότος κατεκρίνοντο. τι οὖν ἐκ τούτων ; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον ; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν. ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀνελεῖν τῶν σπουδαίων καὶ ἐνα- ρέτων τὴν τῆς σωτηρίας ὑπόθεσιν. Θεοδώρου. Πἀλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προ- κειμένου πίστωσιν, καὶ φησὶν, *’ ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτὲ,” περὶ τοῦ Ἀδὰμ λέγων. ὡς ἃν ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχά- νοντοζ́ πρὶν ἢ δέξασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρότερον· εἶτα τὴν ἐντολὴν ἐδέ- ξατο ὕστερον. ὅθεν ἐπάγει· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία “ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον.” ἐπειδὴ δέ, φησιν, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρ- τία παρεισδὺς ἱν ἔσχεν· ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῶ δεδογμένοις, θανάτῳ κατεκρίθην. γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ τοῦ Θεοῦ τεθεὶς νόμος, ἐπὶ τῷ ζῆσαι πεισθέν- πεισθέντας αὐτῷ. ὁ γάρ τοι μακάριος Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτοις ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεῖξαι βουλόμενος ὡς οὐ φαῦλον αὐτὸν ἡγεῖται. κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ νόμου φύσεως δια- λέγεται, τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώ. ποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει· “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία” καὶ τὰ ἑξῆς. Ὡριγένουσ. τότε γὰρ καὶ γένοιτ’ ἃν περὶ τοῦ τοιούτου, ὅτι οὗτος ζῇ χωρὶς νόμου. ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτέ. ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου, ὅπου καθὼς αὐτὸς φησὶ, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, Ἑβραῖος ἐξ Ἑβραίων. οὐ γὰρ δύναται τὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῆν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν. καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἡ ἐντολή. ποτὲ δὲ ἣ ὅτε συνεπλή- ρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προτάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε. ἅμα δὲ τοῦ ἐλθεῖν τὴν ἐντο- λὴν κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν, ὑφίσταται ἡ κακία, ἣ ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπειδὴ μὴ πέφυκεν ἀναζῆν ἁμαρτία, καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει· κατὰ τὸ, “ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.” τὸ γὰρ “ἐγὼ” ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔσω ἄνθρωπον ἀναφέρεται. μὴ νομίσῃς δὲ παραπλήσιον τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας, τῷ δευτέρῳ ταύτης θανάτῳ. ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς νόμου, καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία, νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ γῆς ἀπὸ τοῦ λόγου. οὕτως καὶ τὴν καθ’ ἑκάτερα νεκρότητα τῆς ἁμαρτίας ζωῆς, πολλή τις ἃν εἴη καὶ οὐ συγκριτικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορᾷ τοῦ ζῆν. δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ, ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὑπὸ τοῦ λόγου. πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη, νεκρὰ οὔσα. Ἀπολιναρίου. Νόει γοῦν μοι, φησι, μὴ τεθέντα πρῶτον νόμον, ὡς νῦν οὐ πάρεστιν ἐπιτίμησις. ἄγνοια γὰρ ἀνεύθυνον κόλασιν οὐχ ὑπόκειται. μετὰ ταῦτα ἐπεισιοῦσαν θεώρει τὴν ἐντολήν. ἐνταῦθα κατεξανίσταται καθ’ ἡμῶν ἡ ἁμαρτία, προσγενομένης τῆς γνώσεως, καὶ μηκέτι τῆς ἀγνοίας τὴν ὀργὴν ἀφιστάσης τὴν ἐπὶ τοῖς γινομένοις. οὕτω δὲ ζῇ μὲν ἡ ἁμαρτία, δύναμιν καὶ ἰσχὺν λαμβάνβουσα. ἀποθνήσκει δὲ ἄνθρωπος, τῇ γνώσει καταδικαζόμενος· καὶ περιίσταται τὸ ζωοποιοῦν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν. ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν, οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δήπου καὶ τὸ τῆς πονηρίας ἔγκλημα, καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται. Φωτίου. Ἠ μὲν ἁμαρτία νεκρά· ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος, μηδὲ νεκρούμενος ὑπ’ αὐτῆς. πῶς οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου; τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸν ἐπίθεσιν παρωξύνθη, καὶ οἷον ἐπηρεάσαι ὥρμησεν· ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξαντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον· καὶ μᾶλλον αὐτὴν κατ’ ἐμαυτοῦ ἐπερώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπιχορηγῶν, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσε. πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην, ἐγὼ ἔζων μᾶλλον. τοῦτο δὲ ἢν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς. ὥστε εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία, ἀλλ’ οὖν ἐκείνου δοθέντος, κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν. αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ἐνισχυσάντων αὐτήν· καὶ τὴν καθ’ ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ πάρα. σχομένην. ἀλλ’ ἐκείνη μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. “Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα.” ἀνωτέρω εἰπὼν “ὅτι “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με. αὕτη γέγονεν εἰς θάνατον. εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συναίρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησί πὼς “κατειργάσατο πᾶσαν ἐπιθυμίαν, ”καὶ φησὶν, “ὅτι ἀφορμὴν λα- “βοῦσα ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα ὅτι ἐκ τούτου δὲ εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει ἅπτει τὸ τέλος, “καὶ ἀπέκτεινεν· ἵν ἦ κατὰ συνέχειαν εἴ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν·” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία τοῦ θανάτου. τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστόν ἐργαζομένης. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δίκαια καὶ ἀγαθή. Κυρίλλου. “Ἄγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δίκαια “καὶ ἀγαθή.” ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς τοὺς οἵπερ ἃν δύναιντο φυλάττειν αὐτόν. ἵνα δὴ γένοιντο ταῖς ἐκ παραβάσεων αἰτίαις οὐδαμόθεν ἁλώσιμοι. ἀλλ’ ἦν τοῦτο πῶς ἀνέ- φικτον. “παραπτώματα γάρ τις συνήσει;” κατὰ τὸ γεγραμμένεν. Γενναδίου. “Ὥστε,” φησὶν, “ὁ μὲν νόμος ἅγιος, καὶ ἡ “ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.” ὁ μὲν σύνδεσμος ἁπλῶς ἐνταῦθα προσέρριπται· νόμον δὲ καὶ ἐντολὴν ταὐτὸν ἀμφοτέρως ὠνόμασεν. ἁγίαν μέντοι τὴν ἐντολὴν εἶπεν, ὡς τῆς ἁμαρτίας ἀπα- γοῦσαν, καὶ διιστῶσάν τε καὶ ἀφορίζουσαν τοῦ κακοῦ. δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσάν τε ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ ὡς ὁδηγοῦσάν τε πρὸς τὸ ἀγαθὸν καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ. οὐ τοίνυν ὁ νόμος ἁμαρτία φησὶν, ὅσγε γνωρίζει τέ μοι τὸ φαῦλον, καὶ τῆς τούτου πράξεως εἴργει. ἀλλὰ τοὐναντίον, ἅγιός τε καὶ δίκαιος καὶ ἀγαθός. Θεοδώρου. Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων άμφότερα λέγει, “ ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δι- “καία καὶ ἀγαθή.” ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως οὐκ ἐπ’ ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δεδόσθαι, καὶ θανάτου παρεκτικῆς ἅπασι γενομένης. ἐκάλεσε δὲ αὐτὴν ἁγίαν μὲν, ὡς τὰς ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως, καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφορίζουσαν· δικαίαν δὲ, ὡς ἀναγκαίως μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπάγουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν· ἀλλὰ καὶ ἀγαθὴν, ὡς καλῶν παρεκτικὴν, τό τε παρέχειν τὴν διάγνωσιν, καἰ τὸ μείζονα πειθομένοις ὑπισχνεῖσθαι καλά. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος. Κυρίλλου. “Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ “ ἀγαθή.” εἶτα πῶς ἔφασκε, “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν “αὕτη εἰς θάνατον;” ἆρα οὖν, εἶπέ μοι, γέγονε τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτό, φησιν, ἐπαιτιῶμαι γὰρ ἐν τούτοις, ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος. καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν, ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑπεζευγμένοις. πῶς, ἣ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον, ὁ σώζων νόμος; ὁ ἅγιος τε καὶ ἀγαθὸς, νεῦρά πὼς δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τοῖς μὲν ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις. ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστιν αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος. προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν. τοῖς γε μὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰ καὶ μὴ ὀνείδη πὼς, οὐκοῦν ἐφαίνετο διαβιοῦν ᾐρημένοις ἀνοσίως, οὐκ ἀγνοίας ἔσται, ἀλλ’ ἀπονοίας τὸ κατηγόρημα, καὶ τῆ; ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας. οὕτως ἃν λέγοιτο “καθ’ ὑπερβολὴν ἁμαρτωλός.” ἁμαρτωλοῦ μὲν ὑπάρχοντος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γε μὴν καθ’ ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. Γενναδίου. Τὸ οὖν ἀγαθὸν ἐμοὶ, φησὶ, γέγονε θάνατος; μὴ γένοιτο. ἀλλ’ ἡ ἁμαρτία. οὐκ ἄρα, φησὶ, τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κρατηγορῶ, καἰ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν εἰναι σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶν, ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου καὶ τὴν ἑαυτῆς φύ- σιν ἥτις ἐστὶ κατεφάνη· “ἵνα γένηταί,” φησι, “καθ’ ὑπερβολὴν “ἁμαρτωλὸς καὶ ἁμαρτία διὰ τῆς ἐντολῆς.“ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, φησὶν, ἡλίκον τε καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία κακόν. τὸν γὰρ παρακελευόμενον αὐτήν μοι φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με, δι’ ἀπάτης αὐτόν μοι τοῦτον ἐπίστησε φονευτήν. Διοδώρου. Ἔλεγχός, φησι, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος. ἀγαθὸν δὲ τὸν νόμον εἶπε. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὣν πονηρός. ὅταν διὰ τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον προὐξένησεν. “ἁμαρτωλός,” φησιν, “ἡ ἁμαρτία.” φανερώτατα νῦν ἔδειξεν ὅτι ἁμαρτίαν τὸν διάβολον ἔλεγε, καὶ ἁμαρτωλὸν νῦν αὐτὸν ὠνόμασεν· ἁμαρτωλὸς γάρ ἐστιν ὁ ἁμαρτιῶν ποιητικὸς. Ωριγένουσ. Εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων, μήποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ; “ἐλθούσης “γὰρ τῆς ἐντολῆς ἀνέζησεν ἡ ἁμαρτία. ὁ δὲ ἄνθρωπος ἀπάθανεν.” ἀκούσετε ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ’ ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστι κακόν. ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν. καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα θανάτου πρόξενος. καὶ ἡ ἁμαρτία οὐχ ἁπλῶς ἁμαρτία, ἀλλὰ καθ’ ὑπερβολὴν ἁμαρτωλὸς αὕτη, διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα, καὶ τὸν θάνατον ἡμῖν κατεργα- ζομένη. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν. Κυρίλλου. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευματικοὺς τοὺς ἑπομένους αὐτῷ. νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὸς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ Πνεύματος. ἔφη δὲ καὶ ὁ μακάριος Δαβὶδ, “ὁ νόμος “Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. ἡ μαρτυρία Κυρίου πιστὴ, “σοφίζουσα νήπια· ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶ- “νος.” ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἰδε γὰρ ἀμώμους ἀποτελεῖν· πιστὴν δὲ τὴν μαρτυρίαν, ὡς πιστοὺς ἀποφαίνουσαν· καὶ ἁγνὸν τὸν φόβον· ἔστι γὰρ ἁγνοποιός· οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ. εἰ γάρ ἐστιν ἐν σκιαῖς, ἀλλ’ οὑν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τι οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν ὅτι πνευματικὸς ὁ νόμος. αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν καὶ πειρᾶται πληροφορεῖν ὡς ἔπειπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃ τοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει. τι γὰρ εἰπέ μοι φησιν; “εἰ ὁ μὲν νόμος ἐστὶ “πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι·” τουτέστι τὸ τῆς σαρκὸς φρονήματι τυραννούμενος. ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα. ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἃν νοοῖτο τὸ τῆς σαρκός. ἀντίκεινται γὰρ Z Cod. in marg. ἴσως τῷ. ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταὐτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἃν γένοιτο καὶ εἰς τὸ τοῖς οὕτως ἠρρωστηκόσι τὴν ἁμαρτίαν; μάλα ἐμφρόνως. εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἃν οἷά τις αἰ λωτὸς, καὶ ἐν τάξει τῇ οἰκετικὴ. Γενναδίου. Ἐπὶ πλέον ὑπεραπολογούμενός τε τοῦ νόμου, καὶ τῆς αἰτίας ἀπολύων αὐτὸν, τοῦτό, φησιν, ἐπίσταμαι, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν ἀθανάτοις προσήκουσαν. ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα, ἐκδεδομένος ὥσπερ εἰς πταίσματα; τὶ γὰρ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν; ἀντὶ τοῦ ὡς πεπραμένος λέγει καὶ τοῦτο δὲ ἰδίωμα γραφικὸν τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος λέγειν τι τῶν προκειμένων πολλάκις. οἷόν ἐστι καὶ τὸ “ὁ Θεὸς “ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ “δοῦλοι ἦτε τῆς ἁμαρτίας” ἐν τοῖς “τίνι ὑπόχρεως ὣν πέπρακα ὑμᾶς, ἀλλ’ ἣ ταῖς ἁμαρτίαις “ὑμῶν ἐπράθητε·” καὶ τῷ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρημένῳ παρὰ τοῦ Σωτῆρος ἡμῶν. “ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι “τῆς ἁμαρτίας,” ὄντως γὰρ ᾦτις ἥττηται, τούτῳ καὶ δεδούλωται. Διοδώρου. Εἰκότως λέγεται πνευματικὸς ὁ νόμος. φυλαχθέντα γὰρ τὰ ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον. ἢ καὶ ὅτι φησὶ κατ’ ἐνέργειαν Πνεύματος Ἁγίου ἐπιδεκτικοὺς, κεκαθαρμένους, τῇ τοῦ νόμου παιδαγωγίᾳ. “πεπρμένος a ὑπὸ τὴν “ἁμαρτίαν,” οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ’ αὐτὸς ὑφ’ αὐτοῦ κατολιγωρῶν τῶν πεπαρηγγελμένων. Θεοδώρου. Τὸ “πνευματικὸς ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνάμενος τὴν ψυχήν. τὸ δὲ σαρκικὸς ἀντὶ τοῦ θνητὸς, καὶ διὰ τοῦτο πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν. τοῦτο γὰρ λέγει τὸ “πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.” ἐπειδήπερ ἡ πρᾶσις, δοῦλον πάντως ποιεῖ ’τον πεπραμένον ὑπὸ του τῆς ὑπηρεσίας καθιστάμενον ἀνάγκην, ὡς ἃν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι καλὸς μὲν ὁ νόμος, παιδεύει γὰρ τὴν ψυχὴν, τινὰ μὲν ἀγαπᾶν, a Cod. πεπραγμένοι et sic iterum posthac. τινὰ δὲ ἀποστρέφεσθαι προσήκει, καὶ τὸ πάντων προτιμᾶν τῶν θείων τὸ βούλημα· ὄφελος δὲ ἐμοὶ πρὸς τὸ ἀπηλλάχθαι τῆς ἁμαρτίας ἐντεῦθεν οὐ γίνεται. θνητὸς γὰρ ὣν τὴν φύσιν, καὶ πολλὴν διὰ τούτου περὶ τὸ ἁμαρτάνειν τὴν εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν οὐ δύναμαι. κἂν μυριάκις ἃ προσήκει διὰ τοῦ νόμου παιδεύωμεν τὴν ψυχήν. Ωριγένουσ. Ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς, πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις, ὁ λέγων “τιμῆς ἠγοράσθητε,” καὶ “Χριστὸς “ἡμᾶς ἐξηγόρασε,” καὶ “ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι- “στός.” εἰ μή που εἴπωμεν ὅτι προσωποποιΐας ἔχει διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου, ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἧττον ὡς πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, καὶ γινώσκουσι πώς ἐμπίπτουσιν ὕπο τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Κυρίλλου. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ᾿ ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνώκασι, πλανῶντές τε καὶ πλανώμενοι. εἱμαρμένην γάρ τινα πλαστουργοῦντες, καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἃν ἕλοιτο τῶν πρακτέων. ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ’ ἐκείνων ὅροις τὲ καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον. εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο, τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ’ ἃν ὅλω, διαμωμήσαιτο τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης. Επαινέσειε δ᾿ ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον. τί γὰρ εἰ γέγονε τοιοῦτος οὐχ ἑκὼν, ἀλλὰ τοῖς ἑτέρου νεύμασι παρενηνεγμένος εἰς τοῦτο· μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης; οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητήν· ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτερίας ἰέναι κατόπιν, τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν, εἰ λέγοι τυχόν· “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω. ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ.” εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο, καὶ δὴ καὶ ἕλοιτο φρονεῖν ὡς εἱμαρμένη μὲν καὶ τύχη τὴν τῶν καθ’ ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἂν εἰκότως εἴροιτο ἃν αὐτὸν ἐκεῖνό που λέγων· εἰ σκληραῖς καὶ δυσαντήτοις ἀνάγκαις ἐνειλημένοι τῶν πρακτέων ἣ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν· εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις καὶ τοῦ κατὰ γνώμην εἰργόμεθα· πῶς ἡμῖν γέγραφας αὐτὸς, “ἣ ἀγνοεῖτε ἀδελ- “φοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ άν- “θρώπου ἐφ’ ὅσον χρόνον ζῇ.” κυριεύει δὴ οὖν τινα τρόπον τῶν ζώντων ὁ νόμος. ἀπρακτήσει μὲν γὰρ ἀραρότως ὡς ἐπὶ τοῖς τεθνεῶσιν. ὁρίζεται δὲ οὐκ ἐκείνοις ποθὲν, ἀλλὰ τοῖς ἔτι τῶν ἐν σώματι τρί- βουσι βίον. καὶ στεφανοῖ μὲν ἐπαίνοις τὸν εὐδοκιμεῖν εἰωθότα, καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην. εἶτά πὼς ὁ νομοθέτης ὅσιος ἔσται κριτὴς κολάζων ἡμαρτηκότ’ ἃς τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ τύχης ἠναγκασμένους; μᾶλλον δέ τε καὶ ὅλως τὸν νόμον ὡρίσατο. τοῖς μὲν γὰρ ἔχουσιν ἐπ’ ἐξουσίας ἃ ἃν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην, εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθουργίαις ἐπιδόντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετιμηκάσι, καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα. Τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ οἵπερ ἃν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα· καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ’ ἃν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένοις βρόχοις ἐνειλημμένους ἠπίστατο; ἣ γὰρ ἐκεῖνο λεγόντων οἱ δι’ ἐναντίας, ὡς ἠγόη z (sic) καὶ τοῦτο Θεός. ἣ εἴπερ ὀρθὰ z Cod. αὐτὸ. Leg. ἠγνόει. φρονεῖν ᾑρημένοι, δεδίασι σφόδρα τὸ τῆς ἀρρήτου δόξης καταχέαι τὴν ἄγνοιαν a. νενομοθετικέναι δέ φασι, καὶ μὴν καὶ τῶν καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς. οἰδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον, καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ’ ὅπερ ἃν ἐβούλετο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός. Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον, ἐφ’ ὅσον χρόνον ζῇ. οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένοις νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται. μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων b, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν, ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα προτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ, καὶ ἢν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν οὔπω γεγονότων κατ’ αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ Ὄταν οὖν ἀκούσῃς λέγοντος, “ὃ γὰρ κατεργάζομαι, οὐ γινώ- “ σκω,” ἐννόει τινὰς τῶν ὑπεράγαν c ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν πανάριστον ἀληθῶς διαζῶσι βίον· καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἃν γένοιτο τὸ ἰσοστατοῦν. καταμυ- σάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναμβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς. καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς “ἡ κοιλία· καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.’ οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον, “ὃ “ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐκοῦν ἀκουέτωσαν, “ἐκνήψατε “οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἃν εἰδεῖεν τὰ σφισὶ δρώμενα d, κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηρρωστηκότες, ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅτι ποτε δρῶσιν εἰδεῖεν ἄν. Νόσημα οὖν ἡμῖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἐξηγεῖται λέγων, a Leg. vid. ἄνοιαν. b Cod. ἀρηστημάτων. c Cod. ὕπερ ἄγαν. d Cod. δρόμενα. “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω.” εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν· καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ· πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς, καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίην ἃν εἰκότως. “οὐ γὰρ ὃ θέλω, τοῦτο “πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. ὡς πόσοι ποσάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν· καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον ἐνηργήκασι e τὴν ἁμαρτίαν· κατηφείας γε μὴν μεμέστωνται· τούτοις ἃν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθενηκόσι τὸ φάναι δὴ πάλιν, “νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἡ ἁμαρτία. Γενναδίου. Ἐπειδὴ εἶπεν τὸ “πεπραμένος f ὑπὸ τὴν ἁμαρτίαν·” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο· ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατεργάζομαι οὐ “ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους, ἀλλὰ δεσποτικοῖς ὑπηρετεῖσθαι προστάγμασι. πολλάκις γοῦν τι φησὶ, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι. τὸ γὰρ “οὐ “γινώσκω οὐχ ὅτι ἀγνοῶν λέγει· πῶς γὰρ, εἰ ὃ πράττει τις τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ. ἣ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο ἐν εὐαγγελίοις τοῦ Σωτῆρος, “οὐκ οἶδα ὑμᾶς, ἀπέλ- “θέτε ἀπ’ ἐμοῦ.” ἀντὶ τοῦ κατεργάζομαι τι πολλάκις, οὐκ οἰκειούμενος, οὐδὲ χαίρων, οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ, συντόμως εἰπεῖν, ὑπακούων, ἀλλ’ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησι, δῆλον. “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, “τοῦτο ποιῶ.” τουτέστιν, ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶ, οὐκ ἃν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μὲν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκείνου νόμον παραβαίνειν φησὶ τὸν φυσικόν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν “ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς “ποιεῖτε. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.” e Cod. ἐνηργήμασι. f Cod. πεπραγμένος. Διοδώρου. Οὐχ ὅτι τὴν ἁμαρτίαν, ὅτι ἁμαρτία ἐστὶν ἀγνοεῖν φησὶν, ἀλλ’ ἀντὶ τοῦ πῶς αὐτὴν ποιῶ, καὶ πῶς ὑποβλέπτομαι οὐκ αἰσθάνομαι. οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην ἐμαυτοῦ. χρὴ μέντοι εἰδέναι, ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων ἐν ἑαυτῷ ὑπογράφει. τὸ φορτικὸν ἐπὶ ἑτέρου τάξαι παραιτούμενος. δείκνυσι γὰρ ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ὑττώμεθα μεθα δὲ τῆς ἡδονῆς, ὅσοι ὑπὸ νόμον ἐσμέν. οὐ μὴν ὅσοι ὑπὸ χάριν· οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν χάριν γεγόναμεν. Ὠριγένουσ. Ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας· διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι· καὶ τοῖς ὑπὸ θυμοῦ ἐσθ’ ὅτε νικωμένοις καὶ ὑπὸ φόβου, καὶ πράττουσιν ἃ μὴ θέλουσι, καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, σύμφαμεν τῷ νόμῳ ὅτι καλὸς, ποιοῦμεν δὲ τὸ καθ’ ἡδονήν. Εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Γενναδίου. Εἰ τοίνυν φησὶν, “ὃ μὴ αὐτὸς θέλω, τοῦτο ποιῶ,” διὰ τοῦτο τὸν νόμον εἶναι καλὸν καθομολογῶ. ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ προκατέγνωκα, κἂν μετίω τοῖς ἔργοις αὐτά, Κυρίλλου. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς, τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται· αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὅτι οὖν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκκήματα πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο, ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητὴς, “πόθεν πόλεμοι ἐν ὑμῖν, καὶ πόθεν “μάχαι; οὐχ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων “ ἐν τοῖς μέλεσιν ὑμῶν;”