ΚΕΦ. Ις. Ὡς Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοΤς Λποστό- λοις διακριθcισι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς ἐν ’Λντιοχεία̣ ἀδελφούς. Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ- γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππη προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθό- ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα- 6νοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἢν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ του οὐράνου· Toῦ Αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα- μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν· ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν ἐγὼ ἐν Ἰόππῃ ἤμην τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς ει-’πε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο· ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ. Τοῦ άγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἀπὸ τοῦ Παναρίου κεφαλαίου κη'. Κήρινθος ὁ αἱρετικὸς παρεκίνειe περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς ‘Iερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας· ἐποίησε δὲ τοῦτο ὁ Κήρινθος πρὶν ἣ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον· διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηρά- σατο· τοῦ δὲ καὶ δόντος * τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ c παρεκείνη Cod. f κύδοντος Cod. Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “μήτι τὸ ὕδωρ δύναται τις ** κωλῦσαι, καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὁ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ Θεοῦ ὑπῆρχεν. Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τοῦ Χρυσοστόμου. Ὡσανεὶ ἔλεγεν· ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα· πλὴν ἀλλὰ καὶ φωνὴ προσ- ετίθει. Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦ αὐτοῦ. Ὄρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δι- δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ· πάντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἧ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνοντα· Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι νεύματος ἡ νομοθεσία. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσ- ήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· Τοῦ αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν ριαν ἐπάγηται. Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῶ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς Ἰόπ- πην, καὶ μεταπέμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Τοῦ Αὐτοῦ Οὐκ εἰπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα, ὅτι εἶπε τῷ Κορνηλίῳ, “αἱ εὐχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου,” καὶ τὰ ἑξῆς, ἀλλὰ τι φησι; “λαλήσει λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ “σὺ καὶ πᾶς ὁ οἶκός σου·” τοῦτο εἰκότως πρόκειται· καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός· τοῦ Πνεύματος πέμψαντός, φησι, τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ ἀγγέλου, ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διάκρισιν τῶν πραγμάτων τι ποιῆσαι ἔδει; ἀλλ’ οὐ λέγει τούτων οὐδέν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν τεκμήριον. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. Τοῦ Αὐτοῦ Καὶ οὐκ ἀρκεῖται τοῦτο, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου. Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. Τοῦ Αὐτοῦ. Ὅτι οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν· ἀλλ’ οὐκ ἔδει βαπτίσαι· ἀλλ’ ἀπήρτιστο τὸ βάπτισμα· καὶ οὐ λέγει ἐκέλευσα αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; δείκνυσιν αὐτὸν οὐδὲν ποιήσοντα· ὅπερ ἐσχήκαμεν, φησὶν, ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Τοῦ Αὐτοῦ. Ἴνα μειζόνως αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε τὴν ἴσην δωρεάν·’ ὁρᾶς πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν’ πιστεύσασι, φησὶ, “τὴν ἴσην δωρεὰν ἔδωκε καὶ οὐ λέγει ὑμῖν, ἀλλ’ “ἡμῖν·“ ἡμῖν· τί ἀναξιοπαθεῖτε ὅταν ἡμεῖς κοινωνοὺς αὐτοὺς λέγωμεν; Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Τοῦ Χρυσοστόμου. βαβαὶ πόση ἀπολογία· οὐ γὰρ εἶπε, ταῦτα οὖν εἰδότες ἡσυχάζετε; ἀλλὰ τί; δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται e, “τις τίς ἤμην δυνατὸς κωλῦσαι τὸν “Θεόν;” οὐκ ἠδυνάμην κωλῦσαι· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως· ὅθεν λοιπὸν φοιβηθέντες ἡσύχαζον, καὶ ἐδόξαζον τὸν Θεόν. Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε, καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα. Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίρρησιν τῶν ἀγανακτούντων παύσῃ· ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται, “ἀκούσαντες δὲ ἡσύχασαν. Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. Τοῦ Χρυσοστόμου. Ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων· ἐντεῦθεν ἀνεώχθη θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἀμμωνίου. Ὄτι ἡ εἰς Χριστὸν πίστις, μετάνοιαν ἐπὶ τοῖς πρώην πραχθεῖσιν αὐτοῖς ἢ δογματισθεῖσιν, εἰς ζωὴν ἄγοι· Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, Τοῦ Χρυσοστόμο. Οὐ μικρὸν κατόρθωμα ὁ διωγμὸς γέγονε· τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· οὐκ ἃν εἴγε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι f ἐποίησαν, ἣ τοῦτο διέσπειραν τοὺς διδασκάλους· ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη· διῆλθον, φησιν, “ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀν- τιοχείας·” οὐδενὶ μέντοι ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις. Μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰου- δαίοις. Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι οἰκονομικῶς τοσαῦτα γέγονε περὶ Κορνηλίον· τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων· ὅτε γὰρ Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς e ἀπολογεῖτε Cod. f ἀλλ’ ὅτι Cod. ἐκινδύνευσεν, ὅτε οἱ Ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθησαν, τότε Σαμαρεῖται· ὃ καὶ Παῦλος φησί· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ “στρεφόμεθα εἰς τὰ ἔθνη· περιῄεσαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Τοῦ Χρυσοστόμου. ’ίσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλληνας αὐτοὺς ἐκάλουν. Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψε πρὸς τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἰερουσαλὴμ περὶ ἀυτῶν· Τοῦ Αὐτοῦ. Τουτέστι τὰ σημεῖα εἰργάζοντο· ὁρᾶς διατί καὶ νυν η τῶν σημείων ἀνάγκη γέγονεν, ἴνα πιστεύσωσιν. Καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιο- χείας. Τοῦ Αὐτοῦ Διατί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; οὔπω τοῦ ἀνδρὸς ᾔδεισαν τὴν ἀρετήν· οἰκονομεῖται δὲ Βαρνάβαν παραγενέσθαι. ἐπειδὴ καὶ πλῆθος ἦν καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις· καὶ μάλιστα ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ Παῦλος κηρύττει. Εὐσεβίου Καισαρείασ ἐκ Τοῦ Α' Τόμου Τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Λέγεται εἷς τῶν g ἑβδομήκοντα Βαρνάβας γεγονέναι· τούτων δὲ τῶν ἑβδομήκοντα εἶναι φασὶ καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα, καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς Ἀποστόλοις συγκαταλεγέντα· καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἰναι φασίν. Ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῆ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ· g τὸν Cod. Τοῦ Χρυσοστόμου. Καθάπερ γὰρ γῆ λιπαρὰ, τὸν λόγον ἐδέξατο αὕτη ἡ πόλις, καὶ πολὺ τὸν καρπὸν ἐπεδείξατο. Ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Διδύμου. Οὐ ταὐτόν ἐστι Θεὸν μόνον ἀγαθὸν εἶναι, καὶ ἄνδρα ἀγαθὸν ὑπάρχειν. ὁ μὲν γὰρ κατ’ οὐσίαν ἀγαθὸς τυγχάνει· ἀρχὴ καὶ πηγὴ ὣν τῶν ἀγαθῶν· ὁ δὲ ἀνὴρ οὐ κατ’ οὐσίαν τυγχάνει, ἀλλ’ ἐν ἀναλήψει ἀρετῆς ἔχει τοῦτο αὐτό· ἀλλ’ οὐχ ἁπλῶς ἀνὴρ ἀγα- θὸς εἰς τοῦτο λήψῃ καὶ τὸ, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ.” Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, Τοῦ Χρυσοστόμου. Πολύχρηστος ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ συγγνωμονικός· ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μοναχὸν, ἐπὶ τὸν λεόντα· οὐκ ἔχω τι εἴπω, ὅσα ἐὰν εἴπω· ἐπὶ τὸν κύνα τὸν θηρευτικὸν, τὸν λεοντᾶς ἀναιροῦντα· ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρόν· ἐπὶ τὴν λαμπάδα τὴν φαιδράν· ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. ὄντως διὰ τοῦτο ἐνταῦθα ἐχρηματίσθησαν κα- λεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐνταῦθα τοσοῦτον ἐποίησε χρόνον. Καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐ- τοῖς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῆ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, Οὐ μικρὸν τῆς πόλεως ἐγκώμιον τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπήλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· διὸ καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. ὁρᾶς Παύλου τὸ κατόρθωμα, εἰς ὅσον ἐπῆρεν ὕψος. ὧσπέρ τι σημεῖον τὸ ὄνομα· ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν· ἀλλ’ οἱ τῆς ὁδοῦ ἤκουον, ἐνταῦθα Χριστιανοὶ ὠνομάσθησαν. Καὶ μετ’ ὀλίγα—Ἔδει καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα φυτευθῆναι καρπόν· καὶ ὅρα πῶς ἀναγκαίως οὐδεὶς τῶν περιφανῶν αὐτοῖς γίνεται δι- δάσκαλος. Χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Σευυήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Χριστιανὸς γὰρ πολυθείας ἀντίπαλον. Ἀμμωνίου. Σημειωτέον ὅτι μᾶλλον διὰ τοῦτο ἡ θρόνου ἠξιώθη ἀρχοντικοῦ· ἐπειδὴ ἐκεῖ πρῶτον ἐχρημάτισαν οἱ πιστοὶ Χριστιανοί. ΚΕΦ. ΙΖ. Προφητεία h Ἀγάβου περὶ λιμοῦ οἰκουμένης, καὶ καρποφορίας πρὸς τοὺς ἐν Ἀντιοχείᾳ ἀδελφούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἰεροσολύμων προφήται προφῆται εἰς Ἀντιόχειαν. Τοῦ Χρυσοστόμου. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι “ὁ νόμος καὶ “οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τοῦ Αὐτοῦ Κυπρίους ἔσχον διδασκάλους καὶ Κυρηναίους καὶ Παῦλον· ἀλλ’ οὗτος ὑπερέβαινεν αὐτούς· ἐπεὶ καὶ Παῦλος ’ν νίαν καὶ Βαρνάβαν ἔσχε διδασκάλους· ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο λιμὸς γέγονεν, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο, λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ· ἐσόμενα κακά· εἰ δι’ αὐτοὺς ἢν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τι ἠδίκησαν Ελληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑφεξαιρεθῆναι, διατὶ ὁ Χριστὸς τοῦτο προλαβὼν εἶπεν, ὅτι θλῖψιν ἑξέτε’ ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί- ζεσθαι. h προφητείαι Cod. et mox καρποφορίας. Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ- λου. Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτηρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω. Ἀμμωνίου. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπόστολοι· στόλοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται. ΚΕΦ. ΙΗ. Κατασφαγὴ Ἰακώβου τοῦ Ἀποστόλου. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ- κλησίας. Τοῦ Χρυσοστόμου. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος· ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι’ ἀνέ- σεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι οὐκέτι οὔτε τὸ συνέδριον, έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις. Τοῦ Αὐτοῦ “Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί· καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Χριστός· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.” Ἀμμωνίου. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν στῆμα Ἐκκλησία καλεῖται. Ποῖον καιρόν; τὸν ἐπὶ Κλαυδίου Καίσαρος· Γάιος γὰρ αὐτοκράτωρ Ρωμαίων Ἀγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, τὸν Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς g Γαλλίας] σὺν καὶ τῇ f Quæ uncinis inclusi in textu ommissa suppl. rec. man. in ἐξωρίσας δι’ αἰσχρότητα βίου CEcum. et Cod. BaroCC. 3. g Γαλιλαίας Cod. γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς Ἱστορεῖ Ἰώσηπος ἐν τῷ ἴη λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἣ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἣ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ καὶ ο χρόνος καὶ αἰ πράξεις ’τον αὐτὸν ὄντα δεικνύουσιν τουτεστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάιον γέγονεν αὐτο- κρατωρ. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Τοῦ Χρυσοστόμου. Ἁπλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, διατὶ συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχωρησιν αὐτοῦ γέγονε τοῦτο. Τοῦ Αὐτοῦ Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεὰν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. Τοῦ Αὐτοῦ Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε- θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί- θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ἀμμωνίου. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἣ σφαγεὶς ἣ ἀποτμηθεὶς τὴν κεφαλήν. Τοῦ Χρυσοστόμου. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν Ἰωάννου. Πέτρου σύλληψις πρὸς g Ἠρώδου· ὅπως τὲ αὐτὸν θείῳ θελήματι h ἄγγελος ἐξείλατο τῶν εἰργμῶν. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. g Ἡρώδην Cod. h ἄγγελον Cod. Τοῦ Αὐτοῦ Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Τοῦ Αὐτοῦ “Ἰδῶν δὲ ὅτι ἀρεστόν ἐστι,” φησὶ, τοῖς Ἰουοαιοις ἀρεστὸν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δέον γὰρ τοὐναντίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὣν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν. ’Hσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων. Τοῦ Αὐτοῦ Πἀλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι σαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλόμενος μένος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Τοῦ Αὐτοῦ Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀνδρίαν τὴν οἰκείαν. Τοῦ Αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγὼν, καὶ τὸ ἐκεῖνον ἀναιρεθῆναι περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῆ· προσευχὴ χὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Τοῦ Αὐτοῦ Φιλοστοργίας ἦν ἡ προσευχὴ, πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον· “ἐκτενὴς,” φησὶ, “προσευχή·” ἀκούσατε πῶς διέκειντο πρὸς τοὺς διδασκάλους· οὐκ ἐστασίασαν, οὐκ ἐθορύ- βησαν, ἀλλ’ ἐπὶ εὐχὴν ἐτράπησαν ὄντως συμμαχίαν τὴν ἄμαχον. Τοῦ ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ Τῆσ Πρὸσ Μήτραν Πρωτεύοντα ἐπιστολῆσ. τοῦτο καὶ ὑμᾶς ἡμῖν τοῖς βραχέσι παρακαλοῦμεν συνεισφέρειν, καὶ ἱκετείαις καὶ δά- i τὴν ἀμ’. supplevit sec. m. κρυσι· τὰ γὰρ κοινὰ πάθη τῆς Ἐκκλησίας καὶ κοινῶν δεῖται δεήσεων· οὕτω γὰρ καὶ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐν τῇ φυλακῇ δύσιν ἀλύσεσι δεδεμένου, καὶ φρουρᾷ στρατιωτῶν παραδεδομένου, φησὶ τὸ βιβλίον τῶν Πραξέων, προσευχὴ δὲ ἦν “ἐκτενὴς ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. τοῦτοί k νυν Ἀποστόλον τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Εκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτίᾳ σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλη- σίας καὶ πεπαιδευμένων, στενάζειν μετ’ αἰσθήσεως θεοφιλοῦς καὶ πνευματικῆς; Ὅτε δὲ ἔμελλε προαγαγεῖν αὐτὸν ὁ Ἡρώδης, τῆ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων. Τοῦ Χρυσοστόμου. Κατ’ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε· καὶ φῶς ἔλαμψε, φησὶ, ἐν τῷ οἰκήματι, ἴνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γεγόνει, πολλῷ πλεὸν οὕτως παρετάττετο πρὸς τὸν θανατον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Τοῦ Αὐτοῦ Ὄρα δὲ Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα οὐδὲ ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾖ προάγεσθαι ἔμελλε, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾐ· καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ’ ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης, οὐδὲν ὀνίνησι πλῆθος. k Sic. In marg. suppl. rec. m. πῶς οὐκ ἂν ἐνόμισε φαντασίαν εἶναι. Τοῦ Αὐτοῦ Ὄρα πῶς ἀκριβὴς ἡ φυλακή· καὶ φησὶ, ἀνάστηθι· συγκαθεύδοντες ἦσαν οἱ φύλακες, καὶ φῶς ἔλαμψε·” διατὶ φῶς; ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντα- σίαν εἶναι· καὶ τὸ ἐν τάχει, ὥστε μὴ ῥαθυμῆσαι· καὶ ἔπληξεν αὐτόν· οὕτως βαθέως ἐκάθευδεν· ἐδόκει δὲ ὅραμα βλέπειν. διῆλθον πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοὶ; εἰπάτωσαν ἡμῖν. Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χείρων. Τοῦ Χρυσοστόμου. Οὐχὶ θορυβοῦντός ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι. Τοῦ Αὐτοῦ Πἀλιν ἐνταῦθα δείκνυσιν ὅτι οὐ κακουργία γέγονεν· οὐδεὶς γὰρ ἔπε’ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος τοσαύτην ποιεῖται σπουδὴν, ὡς τὰ σανδάλια αὐτοῦ λαβεῖν καὶ σώζεσθαι. Εἶπε δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι· Τοῦ Αὐτοῦ Φέρε κἀκεῖνο ἐξετάσωμεν· εἶπεν ὁ Χριστός· μὴ “κτήσεσθε κτήσεσθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑπο- “δήματα, δήματα, μηδὲ ζώνην, μηδὲ ῥάβδον·” τί οὖν, εἶπε μοι, Πέτρος παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ζῶσαι ζῶσαι καὶ ὑπό- “δῆσαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη- μάτων ἦν· ἔστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι· ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ’ ὅμως εἶχε· τί δὴ ὁ Παῦλος ὅταν Τιμοθέῳ m γράφων· “σπούδασον σπούδασονπρὸ πρὸ χειμῶνος ἐλ- “θεῖον·“ εἰτα παραγγέλλει καὶ λέγει· τὸν φελώνην ὃν ἀπέλιπον ἐν “Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα “τὰς μεμβράνας· ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἃν ἔχοι τις εἰπεῖν ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δηλονότι ἕτερον εἶχε· τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι m Rec. m. add. ὅταν λέγῃ Τιμ. ἔμεινεν; ἀρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός περὶ οὑ ὁ Χριστὸς ἐμαρτύρησε λέγων· “ ὅτι σκεῦος ἐκλογῆς ἐστι μοι οὗτος· καὶ μετ’ ὁλίγα—Τί οὐν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς; “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώ- “νῆς καὶ ὑποδημάτων, μήτινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ, οὐ οὐκοῦν λοιπὸν κτήσασθε ἀλλὰ τι ἔδει, εἰπέ μοι, ἕνα χιτωνᾶ ἔχειν; τι οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἣ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἱον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην, διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν· τι δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἣ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τι δὲ εἰ τὸ ψῦχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον· οἴνῳ ὀλίγῳ χρῶ δία ’τον στόμαχον σου καὶ τὰς πυκνάς σου “ἀσθενείας·“ ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου “καὶ γὰρ ἠσθένησε παρα- “πλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ “μόνον, ἀλλὰ καὶ ἐμέ· ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι· τι οὖν ἀπόλλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι. Καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ἤδει, ὅτι ἀληθές ἐστι τὸ γενόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει γὰρ ὅραμα βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. Ἰωάννου. Ἴδου δεύτερον σημεῖον· ὅτε ἀπέστη ὁ ἄγγελος, ἐνόησεν ὁ Πέτρος. Τοῦ Αὐτοῦ Εἰκότως διὰ τὴν ὑπερβολὴν τῶν γινομένων· ὁρᾶς πόσον ἐστὶν ὑπερβολὴ σημείου· πῶς ἐκπλήττει τὸν ὁρῶντα· πῶς οὐκ ἀφίησιν ἀπιστηθῆναι. εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Καὶ μετ’ ὀλίγα— “Ἐξελ- “θόντες προῆλθον ῥύμην μίαν, ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὅντως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ὅτι ἐξαπέστειλε Κύριος “τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο, οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν. Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδο- κίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Τοῦ Αὐτοῦ Νῦν ἔγνων, φησὶν, οὐ τότε· διατί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστι Πέτρος ἐν αἰσθήσει τῶν γινομένων· καίτοι τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν. Συνιδὼν δὲ ἦλθεν ἐπὶ τὴν οἰκίαν Μάριας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι παιδίσκη ὀνόματι Ῥώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, Τοῦ Αὐτοῦ Ὄρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Καὶ μετ’ ὀλίγα — “συνιδὼν δὲ, φησί· τί ἐστὶ συνιδών; ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ’ ἀμείψασθαι τὸν εὐεργέτην· “ἦλθεν ἐπὶ τὴν οἰκίαν Μα- “ρίας·” τίς ἦν ὁ Ἰωάννης; ἴσως οὐκ ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν· εἶπε γὰρ, “τοῦ “ἐπικαλουμένου Μάρκου· ὅρα δὲ εὐχόμενοι ἐν νυκτὶ πόσον ἤνυσαν· σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργάσατο· εἶδες τοῦ φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου· εἰδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιν, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι’ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς κἀς ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Ἀμμωνίου. τάχα οὗτός ἐστι Μάρκος ὁ Εὐαγγελιστὴς, δι’ λέγουσιν ὅτι Πέτρος εὐαγγελίσατο· τὸ γὰρ Μάρκου εὐαγγέλιον Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὁ τε Πέτρος καὶ οἱ λοιποί. Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνη. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Τοῦ αὐτοῦ Ὄρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Καὶ μετ’ ὀλίγα—Καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν· “ ἀπὸ τῆς χαρᾶς, φησὶν, “οὐκ ἤνοιξε· καλῶς καὶ τοῦτο γέγονεν, ἵνα μὴ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ’ ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγγελια κομίσηται, ἔσπευσεν· ὄντως γὰρ εὐαγγέλια ἢν. Οἱ δὲ ἔλεγον, ὁ ἄγγελος αὐτοῦ ἐστιν. Τοῦ Χρυσοστόμου. τοῦτο ἀληθὲς, ὅτι ἕκαστος ἄγγελον ἔχει· καὶ τι βούλεται ὁ ἄγγελος; ἀπὸ τοῦ καιροῦ τοῦτο προσεδόκησαν· φησὶ γὰρ, “ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις. Τοῦ ἁγίου Βασιλείου Εἰσ Τὴν ἑρμηνείαν Τοῦ Λγ' Ψαλμοῦ. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήοιτε ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτως καὶ τὸν τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει- χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολὴ ἀνθρώπων παρα- σκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφαλείᾳ. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Ἀμμωνίου. Τέως σημειωτέον ἐν πρώτοις, ὅτι ἕκαστος ἀνθρώπων ἔχει ὁδηγόν· καὶ ὅτι συνεχῶς ἑώρων ἀγγέλους οἱ πιστοί· ὡς ὁ Φίλιππος καὶ οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ οἱ ἄλλοι· οἱ γὰρ ἄπιστοι οὐχ ὁρῶσι, κἂν πλησίον ὦσιν αὐτῶν· ἀμέλει ὁ Ἡρώδης οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἄγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν δηλονότι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες· καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικός· ὅτι “ ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγ- “γέλους·” καὶ Μώσης “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ- “ λῶν Θεοῦ. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῆ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἀπὸ τῆς φυλακῆς. Τοῦ Αὐτοῦ Πολλῷ ποθεινότερος λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἀπελθεῖν. Εἶπε δὲ, ἀπαγγείλατε τῷ Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταύτα. Πῶς οὐκ ἔστι κενόδοξος, οὐδὲ εἶπε, τοῖς ἀπανταχοῦ δῆλα ταῦτα ποιήσατε, ἀλλὰ τοῖς ἀδελφοῖς; Καὶ ἐὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβαλεν ἑαυτόν· ἐπεὶ καὶ τοῦτο ὅτε ἐκελεύσθησαν ἐποίησαν· “ εἰσελθόντες, φησὶ, “ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ· τούτῳ δὲ οὐκ εἶπεν ὁ ἄγγελος· ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν, ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος μέγας ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν. Τοῦ Χρυσοστόμου. Ἴσως τινὲς ἀποροῦσιν, ὡς περιεῖδεν ὁ Θεὸς τοὺς ἀθλητὰς ἀπολλυμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον· καίτοι δυνατὸν ἦν αὐτῷ μετὰ τὸν Πέτρον κἀκείνους ἐξελέσθαι· ἀλλ’ οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὴν ἀξίαν ἀπονεῖμαι ἑκάστῳ· ἄλλως δὲ οὐκ ἐνέβαλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι· ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ’ ὀλίγα — Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη φυγὴ ἃν εἰναι τὸ πρᾶγμα· τί οὐν οὐκ ἑτέρως ᾠκονομήθη φησί; ποία γὰρ βλάβη γέγονε νῦν ἃν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως παθόντες θόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ἡμερὰς δὲ γενομένης, φησὶν, “ἠν τάραχος οὐκ ὀλίγος οὕτως οὐκ ἤσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον· οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα- στος ὁ ἄνθρωπος γέγονε· διατί αὐτοὺς καταδικάζεις ; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον· πόθεν ; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου ; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον. Περὶ τῶν φυλάκων κολάσεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ἡρώδου πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς. Ἠν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τοῦ Χρυσοστόμου. ταύτης τί μέμνηται τῆς ἱστορίας, ει-’πέ μοι· τι πρὸς τὸ Εὐαγγέλιον ἀνήκει μαθεῖν, ὅτι θυμομαχεῖ Τυρίοις καὶ Σιδονίοις ; οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν, πῶς εὐθέως ἐπῆλθεν ἡ δίκη, καὶ κατέλαβεν αὐτόν· εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τι πρὸς τοῦτον ; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω- ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς, τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού- του κερδᾶναι. Τακτὴ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βα- σιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ αv θρώπου. παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Τοῦ Χρυσοστόμου. Ἰώσηπος φησὶν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὁρ́α καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὁρ́α καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη- ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά- πνεῦσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας· εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά κἂν πολ- “ λοὶ μοι ὑπηρετοῦσι. καὶ ὅσα τοιαῦτα. Εὐσεβίου Καισαρείασ ἐκ τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Εἴπερ τῆς τοῦ βασιλέως Ἡρώδου προσηγορίας δόξειε τισὶ διαφωνεῖν ὁ Ἰώσηπος· ἀλλ’ ὅγε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεικνύων· ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνό- μάτος, ἢ πέρι ’τον αὐτὸν, οἴα καὶ πέρι πολλοὺς, γενενημένης. Ἰώσηπος λέγει “ ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ “ ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν “ εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια- “ κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς, θαυμασίως ἀπέ- “ στίλβε· μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι “ φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ “ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε “ εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν· “ ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν. Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἀπὸ Ἰερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον. Τοῦ Χρυσοστὀμου. Ἔτι Βαρνάβα πρώτου μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρός· οὔπω σημεῖον οὐδὲν εἰργάσατο. ΚΕΦ. ΙΘ. Ἀποστολὴ Βαρνάβα καὶ Παύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα τε εἰργάσατο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς Ἐλύμαν τὸν μόγον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλη- σίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Ἀμμωνιου. Σημειωτέον ὅτι καὶ Παῦλος καὶ Βαρνάβας μετὰ τῶν προφητῶν κατετάγησαν. Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. “Μαναήν τε Ἠρώδου τοῦ τετράρχου σύντροφος.” ἰδοὺ ὁ τρόπος ἑκάστου, καὶ οὐκ ἐκ παιδὸς ἀνατροφὴ σώζει· βλέπε γὰρ πῶς ὁ μὲν Ἡρώδης κάκιστος ἢν, μὴ βουληθεὶς μετανοῆσαι· ὁ δὲ τούτου σύντροφος Μαναὴν, τοσοῦτον μετεβλήθη, ὅτι καὶ προφητείας ἠξιώθη. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Τοῦ Χρυσοστόμου. Τί ἐστι λειτουργούντων; τουτέστι κη- ρυττοντων. Εξ Ἀνεπιγράφου. Ὤσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πάντα πράττουσιν αὐτεξουσίως, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἀγίας Τριάδος. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ τοῖς τυχοῦσι λαλεῖ τὸ τὸ Ἅγιον, ἀλλὰ τοῖς λειτουργοῦσιν αὐτῷ καὶ νηστεύουσι· καὶ πάλιν σημειωτέον, ὅτι οὐχ ὡς ἔτυχεν ἐχειροτόνουν τοὺς διακόνους, ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν. Ινα τὸ ὁμότιμον δείξῃ. Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστιν ἀφορίσατέ μοι εἰς τὸ ἔργον; εἰς τὴν ἀποστολήν ὅρα πάλιν ὑπὸ τινῶν χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις· χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κηρύττειν· πῶς οὖν αὐτός φησιν, “οὐκ ἀπ’ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπων;“ ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο· τουτέστιν οὐδὲ δι’ ἀνθρώπων· διὰ τοῦτο φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ’ ὀλίγα—Σκόπει δὲ λοιπὸν τὴν αὐθεντείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ ἐξουσίας ὣν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε; διὰ προφητῶν ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ ἐμοί; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν— Οθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, “προσ- “ ἔχετε ἑαυτοῖς, φησι, “ καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ “ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “Ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκά- “ λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ n τοῦ Πνεύματος, τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων “ διὰ Ἰησοῦ “ Χριστοῦ καὶ Θεοῦ Πατρός. ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε “ καὶ Θεοῦ Πατρός·” εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι’ οὗ, ἴσως ἃν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν ο θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ’ ὡς p δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει. Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθέν τε ἀπέπλευσαν ’σαν εἰς Κύπρον. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἃν πολλὴν τὴν ὠφέλειαν· ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσιν. n τὰ om. Cod. o κοινὴ Cod. P οὐ Cod. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ Απὸ Λόγου Κη'. Ταῦτα εἴρηται κατὰ τὴν πρόχειρον ἔννοιαν· κατὰ δὲ τὴν ὑψηλὴν καὶ ἀνηγμένην καὶ ἀληθῆ, θάλασσαν τὸν κόσμον τοῦτον εἶναί φησι, διὰ τὸ ἄστατον καὶ ῥέον τοῦ βίου κλυδώνιον· οὗ τῶν Ἀποστόλων οἱ πόδες ἐπιβάντες, ἐτάραξαν ὕδατα πολλὰ, τὰ ἐνκόσμια καὶ φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδασκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Τοῦ Χρυσοστόμου. Ὁρᾶς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται· καὶ ἐκείνοις οὐκ ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις· καὶ αὐτοὶ εἰς τὰς συναγωγὰς ἀπήεσαν. Διεξελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνόματι Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος· οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Τοῦ Αὐτοῦ Πἀλιν μάγος Ἰουδαῖος καθάπερ Σίμων· καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσήεσαν, τότε· τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς νόσου ο τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγμα- τος μάνθανε· πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐ- ο νήσου Cod. τῶν ἀκοῦσαι; καὶ τὰ ὀνόματα δὲ λέγει· ἐπειδὴ προσφάτως ἔγρα- Φον· ὄρα ὅτι οὐδὲν πρὸς ’τον μάγον εἶπον, ὡς ἐκεῖνος ἀφορμὴν ἔδωκεν, ἀλλὰ τὸν λόγον τοῦ Κυρίου κατήγγελλον· ἐπειδὴ τοὺς ἄλλους ὁ μάγος ἑώρα προσέχοντας, πρὸς ἓν τοῦτο ἑώρα, ὥστε ἐκεῖνον μὴ πεισθῆναι. Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν, Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας· ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Τοῦ αὐτοῦ ἐκ τῆσ πρὸσ Ῥωμαίουσ ἐπιστολῆσ. τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; ἵνα μηδὲ ταύτῃ τῶν Ἀποστόλων ἔλαττον ἔχῃ· ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ. Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, Τοῦ αὐτοῦ. Καὶ ὅρα· οὐχ ὕβρις τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ κατηγορία· τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι· ἐνταῦθα ἀποκαλύπτει τὰ ἐν τῇ διανοίᾳ, πρὸς σχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Τοῦ αὐτοῦ. Ὢ πλήρης παντὸς δόλου· οὐδὲν ἐλλιπῶς φησι· καὶ καλῶς εἶπε “παντὸς δόλου,’ ὑπεκρίνετο γάρ· “υἱὲ διαβόλου” τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν· “ ἐχθρὲ πάσης δικαιοσύνης” ἡ γὰρ πᾶσα δικαιοσύνη αὕτη ἦν· ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ· οὐκ ἦν θύμου τὰ ῥήματα· διὰ τοῦτο προλαβὼν εἶπε, “πληδθρὶε πλησθεὶς Πνεύματος Ἁγίου, τουτέστιν ἐνεργείας. Διδύμου. Ἐπεὶ ὁ δικαιοσύνης ἐχθρὸς ἐναντίος αὐτῇ ἔστιν· ἀρετὴ δὲ ἡ δικαιοσύνη· τὸ δὲ ποιότητι ἐναντίον καὶ αὐτὸ ποιότης p. οὐ ποιότης δὲ ὁ προκείμενος μάγος, ἀλλ’ ἄνθρωπος· ἐχθρὸς δικαιο- σύνης, οὐχ ᾖ q ἄνθρωπος, ἄνθρωπος, ἀλλὰ τῷ ἔχειν ἀδικίαν τυγχάνει· εἰ δὲ τῷ ἔχειν ἀδικίαν κακός ἐστιν, οὐκ ἐκ κατασκευῆς ἐστὶ τοιοῦτος· ὅθεν οὐ ῥᾳδιουργία ἡ δολιότης ἐστὶν, ἀλλὰ πλήρης τούτων τυγχάνει, P αὐτοποιότης Cod. η οὐχὶ Cod. κατὰ διάθεσιν αὐτὰ σχών· ᾧ ἕπεται, κατὰ γνώμην, ἀλλ’ οὐ κατ’ οὐσίαν πόνηρον αὐτὸν εἶναι, ἐπιστατέον. Ἰσιδώρου Πηλουσιώτου ἐξ Ἐπιστολῆσ Τνα'. Οὐκ ἔστιν ἐναντίον τῷ θείῳ νόμῳ, ἐμφρονέστατε, τῷ ἀγαπᾶν τοὺς ἐχθροὺς παραγγέλλοντι, τὰ παρὰ τοῦ Ἀποστόλου εἰς τὸν μάγον γενόμενα· ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύπατον ἀφιστᾷ τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἢν πρὸς σωτηρίαν ῥᾴδιον, ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας, σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον· τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθησίαν· ἐδιδάχθη γὰρ ἐκείνῳ θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ὥσπερ αὐτὸς ἰάθη τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν· τὸ δὲ “ ἄχρι καιροῦ ὅριον τῇ γνώμη διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλλουσα πρὸς τὸ βελτίον’. Οὐ παύση διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐ- θείας; Τοῦ Χρυσοστόμου. Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλ’ ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας. Διδύμου. Καὶ τὸ “ οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς πρὸς δυνάμενον παύσασθαι ἡ ἐπίπληξις· οὐ δυνατὸν δὲ παύσασθαι τῷ κατ’ οὐσίαν κακῷ· συμφωνεῖ τούτοις καὶ τὰ τῆς ἐπιτιμίας· ἐκ βλέποντος γὰρ τυφλὸς γενόμενος μεταβολὴν ἔσχεν· ἀλλὰ καὶ τὸ “ ἄχρι καιροῦ προσκείμενον δείκνυσιν, ὅτι τῷ φαύλως βλέπειν ἀπο- βεβηκὼς q μετὰ τὸν δηλούμενον καιρὸν, ἔσται ἐν τῷ καλῶς ὁρᾶν· καὶ τοῦτο τὸ ῥητὸν ἀνατρέπει δόξαν τῶν λεγόντων, μὴ ἀγαθοῦ Θεοῦ εἶναι τὸ ποιεῖν βλέποντα καὶ τυφλόν· οὐ γὰρ ἐκείνου τοῦ Θεοῦ κατὰ τὴν γνώμην ταύτην τοῦ ἀγαθοῦ διάκονος ὢν Παῦλος, δυνάμει τοῦ ἰδίου Θεοῦ τὸν Ἐλύμαν ἐτύφλωσεν. Καὶ νῦν ἰδοὺ, χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔση τυφλὸς μὴ βλέπων τὸν ἥλιον, ἄχρι καιροῦ. Τοῦ Χρυσοστόμου. Ὧι αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. q ἀποβεβληκὼς Cod. corr. pr. m. ἀποβεβληκὼς voluit. Τοῦ Αὐτοῦ Καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ. οὐκ ἄρα τιμωρία ἢν, ἀλλ’ ἴασις· μονονουχὶ γὰρ ἔλεγεν, οὐκ ἐγὼ ποιῶ, ἀλλ’ ἡ τοῦ Θεοῦ χείρ· ὅρα τὸ ἄτυφον· οὐκέτι φῶς ὡς ἐπὶ Παύλου περιήστραψεν αὐτόν. Τοῦ Αὐτοῦ τοῦτο οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ’ ἐπιστρέφοντος· εἰ γὰρ κολάζοντος ἦν, διὰ παντὸς ἃν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Ἐξ Ἀνεπιγράφου. Τὸ “ἄχρι καιροῦ” μετανοίας κόν· ἵνα εἰ μὲν μετανοήσῃ, σωτηρίας τύχῃ παρὰ Θεοῦ· εἰ δὲ καταφρονήσει, καὶ οὕτως τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ χρηστότητος ἀναπολόγητον ἕξῃ τὴν δίκην. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιαγῶν ἐζήτει χειραγωγούς· τότε ἰδὼν ὁ ἀνθύπα- τος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῆ δι- δαχῇ τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Διατί μὴ ἕτερον σημεῖον ἐποίησεν; οὐκ ἦν τούτου ἶσον τὸν ἐχθρὸν ἑλεῖν. Καὶ μετ’ ὀλίγα—τεκμήριον τῆς τυφλότητος τὸ χειραγωγοὺς ζητεῖν· καὶ ὄρα τὴν πύρωσιν ὁ ἀνθύπατος μόνος ἐπίστευσε, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐκπληττόμενος· εἶδεν ὅτι οὐ λόγος οὐδὲ ἀπάτη ταῦτα. ὅρα πόσον ἐρώτα εἶχε διδασκαλίας, ἐν ἀρχῇ ὣν τοσαύτῃ ἐκπληττόμενος· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ αὐτοῦ, ταύτῃ τῇ τιμωρίᾳ παιδευθῆναι ἐχρῆν· ὥσπερ οὖν καὶ οἱ μάγοι ὑπὸ τῶν φλυκτίδων ἐπαιδεύοντο. ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντίπερα χώραν ὁρμῶν- τας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου, οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. Τί δήποτε ὁ Ἰωάννης ἀποχωρεῖ ἀπ’ αὐτῶν; ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἦν· ἀλλὰ τὸν κίνδυνον αὐτοὶ εἶχον· ἐλθόντες δὲ αὐτοὶ πάλιν εἰς Πέργην παρατρέχουσιν· ἐπὶ γὰρ τὴν μητρόπολιν ἠπεί- γοντο τὴν Ἀτιόχειαν. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργησ, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων τῇ ἡμέρᾳ τῶν Σαββάτων, ἐκάθισαν. Τοῦ Αὐτοῦ Πἀλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσήεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι· καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοὶ, εἴτις ἐστὶν ἐν ὑμῖν λόγος παρακλήσεως σεως πρὸς τὸν λαὸν, λέγετε. Τοῦ Αὐτοῦ Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν· οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις· ὅρα δὲ αὐτοὺς ἀφθόνως τοῦτο ποιοῦντας· μετὰ δὲ τοῦτο οὐκέτι· εἰ τοῦτο βούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι, ἀλλ’ ὣ τῆς φιλαρχίας, ὣ τῆς κενοδοξίας· πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι κατὰ τῆς οἰκείας, κατὰ τῆς τῶν ἄλλων σωτηρίας· ἑστάναι παρασκευάζει πηροὺς ὄντας, καὶ τυφλοὺς ἐργάζεται ὥστε χειραγωγοὺς ἐπιζητεῖν· ἀλλ’ οὐκέτι τούτου ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται, καὶ ζόφος οὐκ ἀφίησι διακλέψαι. Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ἐν τοῖς Σάββασιν σκειν τὸν νόμον Μωυσέως καὶ τοὺς προφήτας· καὶ μετὰ τὴν τούτων ἀνάγνωσιν προσομιλεῖν καὶ ἐξηγεῖσθαι· διὸ καὶ οἱ Ἰουδαίων ἀρχισυνάγωγοι μετὰ τὴν ἀνάγνωσιν προετρέποντο τοὺς περὶ Παῦλον λαλῆσαι παραινετικοὺς λόγους τῇ συναγωγῇ. ΚΕΦ. Κ. Παύλου εὐθαλὴς διδασκαλία εἰς Χριστὸν ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῆ χειρὶ, εἶπεν, ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεὸν, ἀκού- σατε. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα κηρύττει πρῶτον Παῦλος· καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, διατρίβει· καθὼς αὐτός φησι γράφων· “οὕτως δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνο- “ μάσθη Χριστός”—Καὶ μετ’ ὀλίγα —Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ πῶς γὰρ οὔ; ὃν ἤγαγεν ἄπο Ταρσοῦ ὡσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν· καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν 8 αὐτοὺς ἐξ αὐτῆς· καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν· ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. Τοῦ Χρυσοστόμου. Ὄρα αὐτὸν τὸν Θεὸν αὐτῶν καλεῖ τὸν κοινὸν πάντων ἀνθρώπων Θεόν· καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας· καθάπερ καὶ Στέφανος ποιεῖ. Καὶ μετὰ ταῦτα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προ- φήτου. Τοῦ Αὐτοῦ Ἐνταῦθα ὅτι διαφόρως κατ’ αὐτοὺς οἰκονομεῖται ἐδήλωσεν. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αυτον, ηγειρεν αυ- τοῖς τὸν Δαβὶδ εἰς βασιλέα, Τοῦ Αὐτοῦ Οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Θεοδωρήτου εἰσ Τὴν ἑρμηνείαν Τῆσ Πρώτησ Τῆν Βασιλειῶν. “Ζητήσει γὰρ Κύριος,” φησὶν, “ ἑαυτῷ ἄνθρωπον κατὰ τὴν “καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται αὐτῷ Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν “ λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος·” ἐντεῦθεν ὁ Παῦλος τέθεικε τὸ, “ εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου·” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ. Ὦι καὶ εἶπε μαρτύρησας, εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Σημειωτέον ὡς οὐδαμῶς αὐτολεξεὶ ταῦτα τὰ ῥητὰ κεῖνται ἐν τῇ βίβλῳ τῶν βασιλειῶν· ἢ μόνον προφητικῶς ὑπὸ τοῦ θείου Σαμουὴλ εἰρημένα πρὸς τὸν Σαοὺλ οὕτω· ” καὶ νῦν ἡ βασιλεία “ σου, οὐ στήσεται σοι· καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ “ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ “ τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.” Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνη- ρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς τοῦτο αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον· πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ τοῦ Δαβὶδ ὄνομα· οὐκοῦν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι φησὶ “ προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει φεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. “Ἤγειρε” λέγει, οὐκ ἔκτισε· τὸν γὰρ ὄντα ἤγειρεν, οὐ τὸν μὴ ὄντα. Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε, τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγὼ, ἀλλ’ ἰδοῦ, ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Τοῦ Χρυσοστόμου. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ πάντων ἐπ’ αὐτὸν ἀγόντων τὴν δόξαν, αὐτὸς αὐτὴν ἀποκρούεται· οὐ γάρ ἐστιν ἶσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταὐτὴν τὴν τιμὴν διωθεῖσθαι· καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ τοσαύτης σαύτης ὑποστολῆς. Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαι τισὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν, τοὺς προσιόντας ἀυτῇ ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὣν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστὴς προειπὼν, ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη- “μάτων αὐτοῦ, προσήνεγκεν εὐθύς· “οὗτος ὑμᾶς βαπτίσει ἐν “Πνεύματι Ἁγίῳ καὶ πυρί·” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἃν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὣν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ο αὐτὸς. O τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται; Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος οὗτος τῆς σωτηρίας ἐξαπεστάλη. Απὸ τοῦ προπάτορος αὐτοὺς καλεῖ. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὑμῖν οὐκ Ἰουδαίοις· δίδωσι δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ. Οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. Τοῦ Αὐτοῦ Πανταχοῦ σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶ ὃν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν· ἐπειδὴ ἐσταύρωσαν αὐτὸν, τοῦτό φησιν, “ἀγνοήσαντες·” ἀγνοίας ἦν τὸ ἁμάρτημα· ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἡρέμα· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ οὕτως ἔδει γενέσθαι. Τοῦ Αὐτοῦ “Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἐξαπεστάλη·” τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκήν. Τοῖς τὸν ἕνα καὶ μόνον ἀσεβῶς τολμῶσι διαιρεῖν καὶ ἀνὰ μέρος ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μάριάς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνῃρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον τὸ κατ’ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μάριας πη αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ’ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οἰδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· παθόντα καὶ ἀναστάντα· καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθήμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πα- τρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διὸ μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαίζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. Τοῦ Χρυσοστόμου. Ὄρα πῶς αὐτοῖς περισπούδαστον τὸν τρό- πον εἰπεῖν τοῦ θανάτου· καὶ Πίλατον εἰς μέσον φέρουσιν· ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγοροῦνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ· καὶ οὐκ εἰπεν ἐνέτυχον, ἀλλ’ “ ᾐτήσαντο·” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ ἐκείνου “ἀπολύειν·” πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόνον· Καὶ μετ’ ὀλίγα—Καὶ “μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·” ὅπερ οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν; Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Τοῦ Αὐτοῦ. Ὅρα πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὄν· ὅρα τί λέγοντες ἔπεισαν· ὅτι ἐσταυρώθη· τι τούτου ἀπιθανώτερον; ὅτι ἐτάφη παρ’ αὐτῶν οἱς ἐπηγγέλλετο σωτηρία ἔσεσθαι· ὅτι ὁ ταφεὶς ἀφίησι ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον· καὶ οὐκ εἶπεν, ὧν οὐκ ἠβουλήθητε, ἀλλ’ “οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυ- “σέως δικαιωθῆναι, πᾶς ὅς τις ἃν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος ἐκείνων· είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας λαίας εἰς Ἱερουσαλήμ. Σευήρου ἀρχιεπισκόπου ἀντιοχείασ ἐκ τῆσ πρὸσ Μάρωνα ἐπιστολῆσ. Μῆ θορυβείτω δέ σε τὸ τὸν Ἰησοῦν ἐγηγέρθαι ὑπὸ τοῦ Θεοῦ λέγεσθαι· εἰ γὰρ Ἰησοῦς οὐκ ἄλλος ἐστὶν ἢ ὁ Λόγος ὁ σαρκωθεὶς, οὗτος δέ ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, δι’ ἧς ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ “σοφία·” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ’ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “ λύσατε τὸν ναὸν “τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” Οἵτινες εἰσὶ νῦν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν, ὅτι ταύτην ὁ Θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Οὐκ ἃν ὄντες εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ Ἰησοῦς ὄνομα ἐπὶ τοῦ ἀνθρώπου ἐκλαμβάνουσιν, οἱ τῶν θεοκτόνων ἀδελφοί· ἐπειδὴ ὁ προλαβὼν εἶπε τεθεῖσθαι τὸν Λόγον ἐν μνημείῳ· ἵνα μή τις ὑπολάβῃ ἄσαρκον αὐτὸν εἰρηκέναι τὸν Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ Λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν ἀποφράττων τὸ στόμα. Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ἴδου τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα τοῦτον εἴρηκεν ἐκ νεκρῶν ἀναστάντα. Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ὁ τῆς μεγά- “λῆς βουλῆς Ἄγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὣν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ ἔφη γὰρ, ὅτι Υἱός “μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” ὁρᾶς ἐναργῆ τὴν ὁμοτὸν λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἢν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “σήμερον ἐγέννησά σε, ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας παρθένου· ταύτῃ τοι καὶ θεοτόκος ὠνόμα- σται. Ἡσυχίου Πρεσβυτέρου. ταῦτα τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ πρέπει δήπου τὰ ῥήματα· ἥτις χρονικὴν εἶχε τὴν ἐπιφοίτησιν· σιν· τὸ γὰρ σήμερον καὶ αὔριον ἡμερῶν ἐστὶ παραστατικόν· ἀχρόνως γὰρ παρὰ τοῦ Πατρὸς, ὡς καὶ παῖδες αἱρετικῶν ὁμολογοῦσι, τίκτεται. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆς πρὸσ Τιμόθεον Ἀρχιεπίσκοπον Ἀλεχανδρείασ ἐπιστολῆσ. ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταὐτὸν λέγων αὐτὸ καὶ πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ του καιροῦ τῆς σαρκώσεως· Διὸ καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῆ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. Τοῦ Αὐτοῦ ἐκ Τῆσ Πρὸσ Αἰδεσινοὺσ r ἐπιστολῆσ. Ἀφθαρσίας χωρίον ἀπεργασαμένη τὸν τάφον· ἐξ αὐτοῦ γὰρ ἡμῖν ἐγερθεὶς ὁ Χριστὸς, ὡς ἀφθαρσίας ἀληθῶς ἡγεμὼν ἀνατέταλκεν, ἵνα καὶ ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐπιζομένην ἀνάστασιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντησωμεν. Ησυσίου Πρεσβυτέρου. Ὁ γὰρ Χριστὸς κατὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ σῶμα χωρὶς φθορᾶς ὡς Θεὰς διεφύλαξεν. Καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὐκ εἶδε διαφθοράν. Ὁ τὴν φύσιν φθαρτὸς ὣν καὶ πρὸ θανάτου ὁρᾶ ἑαυτὸν φθειρό- μενον. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτω πᾶς ὁ πιστεύων δικαιοῦται. Τοῦ Χρυσοστόμου. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ μνημονεύων ἔλεγεν· “ ἐξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ- “χοῦ Δαβίδ·” καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “ προσετέθη “πρὸς πρὸς τοὺς πατέρας αὐτοῦ. καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ’ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω- σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε· τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Τοῦ Αὐτοῦ. Τί μὴ ἐπήγαγε μαρτυρίαν δι’ ἧς ἔμελλον θεσθαι ὅτι ἄφεσις ἁμαρτιῶν δι’ αὐτοῦ γίνεται; ὅτι τὸ σπουδαζό- r Leg. Ἐδεσσηνούς. μένον τοῦτο ἦν, δεῖξαι τέως ὅτι ἀνέστη· τοῦτο δὲ ὡμολογημένου· ἐκεῖνο ἀναμφισβήτητον ἦν. Καὶ μετ’ ὀλίγα—ὅρα πῶς πλέκει ’τον λόγον ἄπο τῶν παρόντων ἄπο τῶν προφήτων· ἄπο του σπερματος τοῦ κατ’ ἐπαγγελίαν· εἶτα τὸν Ἰωάννην ἐπάγει πάλιν· κρίναντες ναντες ἐπλήρωσαν πάντα τὰ γεγραμμένα· εἶτα μάρτυρας τοὺς Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον. Ἀμμωνίου. Σημειωτέον ὅτι ὁ εἰς τὸν Χριστὸν πιστεύων, καὶ δικαιοῦται καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνει· ὁ γὰρ νόμος Μωυσέως οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς κατόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντολῶν τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, “ὧν οὐκ “ ἠδυνήθητε ἐν νόμῳ Μευσίεως δικαιωθῆναι.” βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφηταῖς, ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, Κυρίλλου. Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε· καὶ ὃ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον. Τοῦ Χρυσοστόμου. Κατακεκραγότες τῆς ἀδίκου κρίσεως τοῦ προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσομένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρωτότοκος ὠνομασμένος, καὶ δι’ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλείᾳ καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι ειτις ἀυτὰ ὑμῖν προαπαγγέλλοι. Θεολότου s Ἀγκύρασ. ταῦτα μὲν προφανῶς δοκεῖ λέγειν ἱστορικῶς· ἡ δὲ τῶν ῥητῶν ἔννοιά ἐστι τοιαύτη· ἀπὸ τῆς τῶν κριτῶν ἀδικίας ἐπὶ καθολικὴν οἰκονομίαν ὁ προφήτης Ἀμβακοὺμ τὸν λόγον ἀπήγαγεν· ὡς τῶν οὕτως ἐχόντων πραγμάτων θαυμαστῆς δεομένων ἐπιμελείας, ἐκπληττούσης καὶ ἀφανιζούσης τοὺς καταφρονητάς· ποίαν δ’ ἃν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προηγουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ τὸ ἐν Ψαλμοῖς εἰρημένον “ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν- “θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο- θέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ Αὐτοῦ. Μῆ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Ἐξιόντων δὲ αὐτῶν εἰς τὸ μεταξὺ σάββατον παρεκάλουν λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς τοὺς προσμένειν τῆ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου. Ἀμμωνίου. “Εἰς τὸ μεταξὺ Σάββατον·” ἀντὶ τοῦ τὸ ἐσσό- μενον, ὡς σαφηνίζει κάτω. Τοῦ Αὐτοῦ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν· οὐχὶ τότε ἐθαυμάσθῃ μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως· εἰπὼν τινὰ σπέρματα, καὶ μὴ ἐπιλύσας, μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀναρτῆσαι καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥίψαι ψυχὰς, εἶπεν, “ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται· τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ ἢν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν. s Θεοδώρου Cod. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, βλασφημοῦντες. Τοῦ Χρυσοστόμου. Ὄρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους· τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν. Τοῦ Αὐτοῦ. Διατὶ πρὸ τούτου οὐκ ἀντέλεγον; ὁρᾶς ὅτι πάθει ἐκινοῦντο, καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβάσφήμουν· καὶ γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Τοῦ Αὐτοῦ. τοσαύτη τῆς βασκανίας ἡ τυραννίς· πολλοὶ γὰρ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἣ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τι χεῖρον γένοιτ’ ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται. Περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη, διωγμοῦ τὲ αὐτῶν ἐκεῖ καὶ ἀφίξεως εἰς Ἰκόνιον. Παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη· ἀπολογησά- μένοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ’ ἐκρίνατε ἑαυτοὺς ἀναξίους. Υμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Επειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη. Τοῦ Αὐτοῦ. Οὐδὲν ὑβριστικὸν, ὃ δὴ καὶ ἐπὶ τῶν ἐποίουν· μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιάν. Τοῦ Αὐτοῦ. Οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ ὑμῶν· ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ, τὸ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν “ἀπωθεῖσθε αὐτὸν,” καὶ τότε “στρεφόμεθα εἰς τὰ ἔθνη·” πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα· οὐκ εἶπε καταλιμπάνομεν ὑμᾶς, ἀλλ’ ὥστε δυνατὸν φησὶν, καὶ ἐν- ταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν· τι οὑν οὐκ ἐποιήσατε τοῦτο; ἔδει μὲν ἀκοῦσαι τὰ ἔθνη· καὶ τοῦτο οὐ πρὸ ὑμῶν· παρ’ ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν· Ἀμμωνίου πρεσβυτέρου. “Καὶ οὐκ ἀξίους κρίνετε ἑαυτούς· ὥστε οὖν ὁ Θεὸς οὐδὲν ἀνάξιον λέγει τοῦ σωθῆναι ἢ εἰς τὴν βασιλείαν αὐτοῦ εἰσελθεῖν, οὔτε τὸ ἐναντίον κρίνειν τὸν ἄνθρωπον ἄξιον εἶναι κολάσεως· ἀλλ’ ἡμεῖς ἑαυτοὺς κρίνομεν κατὰ τὴν ἑκούσιον ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰωνίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Τοῦ Χρυσοστόμου. Τουτέστιν εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ. καὶ οὐχ ἁπλῶς “ἔθνη,” ἀλλὰ πάντων “ ὅσοι ἦσαν τεταγμένοι εἰς “ ζωὴν αἰώνιον καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι· τεταγμένοι δὲ οὐ κατ’ ἀνάγκην· οὓς προέγνω φησὶ κα προώρισεν· Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τὲ καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Θεοδωρήτου. Γένος τοῦ Κυρίου κατὰ σάρκα κοινὸν μὲν, ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ· ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετο· τὰ δὲ ἔθνη διὰ τῶν Ἀποστόλων ἐφώτισε· δέδωκά σε, φησι, τούτοις διὰ τὴν πρὸς τοὺς αὐτῶν γεγενημένην ἐπαγγελίαν· φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη, καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ ἕως ἐσχάτου τῆς γῆς· καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν. Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, Τοῦ Χρυσοστόμου. τοῦτο καὶ τούτους προθυμοτέρους ἐποίει· ὅταν ὀφειλόντων ἐκείνων ἀκοῦσαι πρότερον, αὐτοὶ τούτων ἀπολαύουσι· κἀκείνους μᾶλλον ἔδακνεν. Καὶ ἐπίστευσαν, ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Τοῦ Αὐτοῦ. Τουτέστιν ἀφωρισμένοι τῷ Θεῷ· ὅρα πῶς νυσι τὸ τάχος τῆς ὠφελείας. Διδύμου. Ἐπεὶ τὸ “ἐπίστευσαν προαιρετικὴν ἐνέργειαν δηλοῖ, καὶ οὐκ οὐσιώδη ὁρμὴν, πεπιστευκέναι τοὺς “ὅσοι ἦσαν τεταγμένοι,” ἀνενεκτέον εἰς πρόγνωσιν Θεοῦ καὶ προορισμὸν, ἀλλ’ οὐκ εἰς ὑπόστασιν οὐσιωδῶς κεκτημένην τοῦτο. Εξ ἀνεπιγράφου. Προειρηκὼς τὸ “ἐπίστευσαν· καὶ δεί s τὸ αὐτοπροαίρετον τῶν ἀνθρώπων, ἐπήγαγε τὸ “ὅσοι ἦσαν τεταγμένοι “εἰς ζωὴν αἰώνιον· ἵνα ᾖ τὸ “τεταγμένοι” ἀπὸ τῆς πίστεως· πιστεύσαντες φησὶ, καὶ εἰς τοῦτο τὸ τάγμα ἐλθόντες. Ἀμμωνίου. Ὥστε κατὰ μὲν πρόγνωσιν οἱ “ τεταγμένοι εἰς οὗτοι ἐπίστευσαν, πλὴν οἰκείᾳ γνώμῃ καὶ προαιρέσει· ἡ γὰρ τοῦ Θεοῦ πρόγνωσις οὐκ ἀναιρεῖ τῆς ἡμετέρας βουλήσεως τὸ αὐτεξούσιον· ὅπου πρὸ καταβολῆς κόσμου προορισθεὶς ὁ Παῦλος κατὰ τὴν τοῦ θείου πρόγνωσιν, σκεῦος ἐκλεκτὸν ἔσεσθαι, οὐκ ἐκ κοιλίας μητρὸς ἔτυχε τούτου, οὐδὲ ἐν νέᾳ ἡλικίᾳ, ἀλλὰ μετὰ προκοπὴν χρόνου, ὅτε εἰχεν ἑαυτοῦ γνῶσιν καλοῦ καὶ ἀγαθοῦ καὶ κατὰ τὴν ἑαυτοῦ γνώμην πρῴην βλάσφημος ὢν καὶ διώκτης, ὕστερον διὰ τῆς τοῦ Ἰησοῦ χάριτος μετέγνω, φοβηθεὶς τὴν ἐν τῆ ὁδῷ ὀπτασίαν, καὶ ἑκὼν πιστεύσας τῷ Ἰησοῦ. εἰ δέ τις φησὶ διατὶ οὖν καὶ νῦν οὐ γίνεται φόβος τοῖς ἀπιστοῦσιν ἵνα μεταγνῶσιν, ἐκεῖνο λεκτέον· ὅτι οὐ πᾶς ἄνθρωπος ἔκφοβος μετανοεῖ· ἀλλ’ ὁ ἀγαθῇ προαιρέσει ποιῶν θεοσεβεῖς πράξεις· ὑπὸ δὲ τῆς πατροπαραδότου πίστεως πλανώμενος παρὰ τὴν τοῦ ὄντως ἀληθοῦς γνῶσιν· οἱος ἦν Κορνήλιος, καὶ Παῦλος, καὶ Κλήμης· οἵτινες ἀφιλονείκως πιστεύ- s Sic. Fors. leg, δείξας. σαντες τῇ ἀληθῇ τῶν γραφῶν διδασκαλίᾳ ἐσώθησαν· καὶ ταῦτα ὄντες ἐκ τῆς ἔξωθεν παιδείας. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας. Τοὐ Χρυσοστόμου. ἀντὶ τοῦ διεκομίζετο, ἀντὶ τοῦ οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν· ὅρα πάλιν διωκόμενοι πῶς ἕτερα κατασκευάζουσι μεγάλα· διὰ τοῦ ζήλου κατεσκεύαζον παρρησιάσασθαι αὐτοὺς καὶ εἰς τὰ ἔθνη ἐλθεῖν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅσον ἤνυσαν ἐναντιούμενοι τῷ εἰς ὅσην αἰσχύνην τὰς γυναῖκας ἤγαγον. Ἀμμωνίου. “Εὐσχήμονας” λέγει τὰς πλουσίας· “σεβομένας δὲ οὐ τὰς πιστὰς λέγει, ἀλλὰ τὰς Ἑλληνίδας ἤτοι Ἰουδαίας· πλὴν ὡς κάκιστοι καὶ μιμηταὶ τοῦ ἀρχεκάκου δαίμονος καὶ παραβάτου, διὰ τῶν γυναικῶν ἀποκλεῖσαι σπουδάζουσι τοῖς ἀνθρώποις τὴν ὁδὸν τῆς σωτηρίας· ὥσπερ κἀκεῖνος διὰ τῆς Εὔας ἀπέκλεισε πρὸς καιρὸν τοῖς ἀνθρώποις τὸν παράδεισον, ὃν ὁ Θεὸς Ἰησοῦς ἀνέῳξε πάλιν τοῖς πιστεύουσιν ἐπὶ τὸ ὄνομα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς ἐκεῖ· ὧν πρῶτος εἰσῆλθε σὺν αὐτῷ ὁ λῃστής. Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον. Τοὐ Χρυσοστόμου. Ἐνταῦθα τὸ φοβερὸν λοιπὸν ἐποίουν, ὅπερ προσέταξεν ὁ Χριστός· “ἐὰν ἐὰν μή τις ὑμᾶς δέξηται, ἐκτινάξατε “τὸν κονιορτὸν τῶν ποδῶν. αὐτοὶ δὲ οὐχ ἁπλῶς τοῦτο ἐποίησαν· ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Καὶ πάλοιν—ὃ ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης πρόξενον. Οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου. Τοῦ Χρυσοστόμου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον· εἶδες φύσιν εὐαγγελίου δύναμιν ἔχοντος πολλήν. Καὶ πάλιν—Πάθος γὰρ διδασκάλου παρρησίαν οὐκ ἐκκόπτει, προθυμό- τερον δὲ ποιεῖ τὸν μαθητήν.