ΚΕΦ. ΙΑ. οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ’ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ Ἁγίου Πνεύματος δίδοται. ᾿Ιδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ᾿Αποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἃν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. Τοῦ Χρυσοστόμου. Οὐκ ἃν εἶδεν εἰ μή τι αἰσθητὸν ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα τὴν μιαρίαν τοῦ Σίμωνος· χρήματα διατί προσήνεγκε; καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῶ,” καὶ τὰ ἑξῆς. * Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος. Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγω τούτῳ. Τοῦ Αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἃν εἴποι, εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα. Φεοφίλου ἐπισκόπου Ἀλεξανδρείασ. Τὰς ἐκκλησιαστικὰς χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ ῾Ιεροβοὰμ κακὰ, ἵνα μὴ μελέτη καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν. Ἡ γὰρ καρδία σου οὐκ ἐστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ. Τοῦ Χρυσοστὀμου. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εξ ἀνεπιγράφου. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα τὸ Ἅγιον ἡγησάμενος. Διδύμου. Προαιρετικὴ τροπὴ ἣ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα- βολῆς· ὅθεν παρέλκει τὸ “μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ’ οὐ ματαίως εἴρηται τὸ “μετανόησον οὖν·” αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου δὲ μὴ ὄντος φύσει κακοῦ, ἣ ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ’ ἄλλος τις εὑρεθείη τοιοῦτος. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Τοῦ Χρυσοστόμου. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ῄ· ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα. Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Τοὺσ Λεγομένουσ Καθαροὺσ Λόγου Γ. Πρὸς οὖν τὴν προυποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας “διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ “λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ “τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεται σοι “ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια “τῆς καρδίας σου· σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ᾿ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεται σοι ἡ ἐπί- “νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα· καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε· οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος ᾿Απόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ υποθέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον. ᾿Αποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν n ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή- κατε. Τοῦ Χρυσοστὀμου. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “εἰ ἄρα ἀφεθήσεται σοι· οὐχ ὡς συγχωρηθέντος ἃν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ’ ἔθος καὶ τοῖς προφήταις τοῦτο ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε- γομενος. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόλον τοῦ Κυρίου. Τοῦ Χρυσοστομου. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν. n μὴ Cod. ῾Υπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο. Τοῦ Αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά- νοῦσιν. ΚΕΦ. ΙΒ. Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν ο, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη. Τοῦ Αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἃν ἀπὸ Ἰεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτοι ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατὶ; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπάνιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλοφύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱεροtκταλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν ῾Ησαΐαν τὸν προφήτην. Τοῦ Αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὣν, ἤρχετο προσκυνήσων εἰς ᾿Ιεροσόλυμα· καὶ πολλὴ ἡ σπουδὴ, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος ο εὐοδοῖ τὴν σωτηρίαν ὁ Θεὸς Œcum. ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ- ματι. ᾿ΕΞ Ἀνεπιγράφου. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν· οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν Ρ· “Αἰθίοπες τοὺς βασιλέων πα- “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην. Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην· Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλότερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ’ ἡμέρως. Σευήρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν ᾿Ησαΐου τοῦ προφήτου βιβλίον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῶ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγωγίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγεκεκρυμμένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’ ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτότοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται. Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπεν, πῶς γὰρ ἃν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἢν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Εἰρηναίου. τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πὼς οἰκονομεῖται· πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ’ ὀλίγα— Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν ὅτι καὶ οἲδε ταῦτα, καὶ βούλεται διδάξαι. ΚΥΡÍΛΛΟΥ. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπρᾶχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω κἀς ἡμᾶς γενόμενος. Φεοδώρου ἩΡΑΚΛΕÍΑΣ. Τὸ ἑκούσιον τοῦ Σωτῆρος ἐν πειρᾷ τῶν οἰκονομουμένων σημαίνεται· ὡς γὰρ πρόβατον ἀγόμενον εἰς θυσίαν ἣ ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν, ἀνάγκῃ τε δαμαζόμενα οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα. Ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τοῦ Αὐτοῦ. τὴν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτῷ γενομένην δηλοῖ τῆς ἀληθείας κρυβείσης. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τοῦ Αὐτοῦ. τὴν μετὰ τὴν ἀνάστασιν γενομένην δόξαν, καὶ τὴν ἐν γένει αὐτοῦ ἀξίαν, ἣν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, τίς ἔσται ἱκανὸς λόγῳ φράσαι; αὐτοῦ μὲν θανάτῳ ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν χάριτι αὐτοῦ ζωοποιουμένων καὶ πίστει λυτρουμένων. Εὐσεβίου ΚΑΙΣΑΡΕÍΑΣ. Διελθὼν αὐτοῦ τὰ πάθη τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν, ἐπιλέγων “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὣν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἀπὸ ΛÓΓΟΥ Μϛ. Ἦν γὰρ ὁ αὐτὸς καὶ ἀγενεαλόγητος ὡς Θεὸς, καὶ κατὰ σάρκα γένος ἐπιγραφόμενος. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦ Αυτοῦ ἐκ τοῦ ΠΡÒΣ ᾿ΙΟΥΛΙΑΝÒΝ ΣΥΝΤÁΓΑΜΑΤΟΣ. Τοῦ γὰρ εἰς θάνατον ἑκουσίως καταβεβηκότος ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωή· καὶ μετεωρίσθη καὶ διήλασε καὶ ὑπερανέβη τοὺς οὐρανοὺς, ὅτι βασιλεὺς ὑπῆρχε τῆς δόξης, καὶ ἡ αὐτοκαταφύσιν ο ζωὴ, καὶ κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἣ καὶ διὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ ο Sic. πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυναμένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Τὸ ὅλως εἰδέναι ὅτι ἄλλως καὶ περὶ ἄλλων λέγουσιν οἱ προφῆται, ἣ ὅτι περὶ ἑαυτῶν ἑτέρῳ προσώπῳ διαλέγονται, σφόδρα περιεσκεμμένη ἐστὶν ἡ ἐρώτησις. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτι- σθῆναι; Διδύμου. Ἐπιστατέον ὡς πολλὴ σπουδὴ ὑπῆρχε τοῖς χριστιανίζουσι περὶ τὸ αἰσθητὸν βάπτισμα· διττοῦ γὰρ ὄντος τούτου διδομένου ὅτε μὲν δι’ ὕδατος, ὅτε δὲ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὐ διὰ τὴν ὑπεροχὴν τοῦ ἐν Πνεύματι βαπτίσματος κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος. Εἶπε δὲ αὐτῷ, εἰ πιστεύεις ἐξ ὅλης καρδίας σου ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ ’τον εὐνοῦχον. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὁρᾶς ὅτι τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης τὸ πᾶν εἶχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· εἰ δὲ πολλὴν τὴν ἐπιθυμίαν δείκνυσιν, μὴ θαυμάσῃς· αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε. Ἄγγελος δὲ Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν οδὸν αὐτοῦ χαίρων. Τοῦ Αὐτοῦ Ὅρα προθυμίαν, ὅρα ἀκρίβειαν. Τοῦ Αὐτοῦ Διατί ἥρπασεν αὐτόν; τὸ γενόμενον θαυμασιώτερον ἐδείκνυτο· καὶ τότε οὐκ ἤδει· ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο· “ἐπορεύετο γάρ,” φησι, “χαίρων.” Τοῦ Αὐτοῦ Ἵνα θεῖον δειχθῇ τὸ γινόμενον· ἵνα μὴ νομίσῃ ὅτι ἄνθρωπος ἐστὶν ἁπλῶς. Διδύμου. Ἡ προκειμένη ἁρπαγὴ ἰσοδυναμοῖ τῇ Ηλιοῦ· καὶ ἐπεὶ ἁρπαγεὶς ὁ Φίλιππος ἐκ τόπου εἰς τόπον μετηνέχθη, ἀκόλουθον καὶ τὸν Ἡλίαν ἀναληφθέντα ἐκ τοῦ περὶ γῆν τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαίνηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἀρπαγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέλου ἐκ τῆς ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα· ᾿Ηλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις καὶ Ἑνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ περὶ τοῦ Ἡλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταὐτόν ἐστι τοῦ ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρτυριαι εἰσι πέρι τουτου. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος, εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Τοῦ Χρυσοστόμου. Οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ· συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος· Τοῦ Χρυσοστóμου. Μέγα καὶ ὁ Φίλιππος ἐκέρδανεν· ἤκουε περὶ τῶν προφητῶν, περὶ ᾿Εζεκιὴλ, Ἀμβακοὺμ, καὶ τῶν ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἔστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει. ΚΕΦ. ΙΓ. Περὶ τῆς οὐρανόθεν θείας κλήσεως Παύλου εἰς ἀποστολὴν o Χρίστου. Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ Ἀρχιερεῖ, ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ῾Ιερου- σαλήμ. Τοῦ Αὐτοῦ Ἀξίως εἶπε τὸν Παύλου ζῆλον, καὶ δείκνυσιν ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται, καὶ οὐδέπω κορεσθεὶς τῷ φόνῳ Στεφάνου· οὐκ ἐνεπλήσθη τῷ φόνῳ τῆς ἐκκλησίας καὶ τῆ διασπορᾷ. ἰδοὺ τοῦτο ἐπλήρου τὸ παρὰ τῷ Χριστῷ εἰρημένον· ὅτι “οἱ ἀπο- “κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἰεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μέγ’ ἄλη ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι ἀλλὰ τῷ ἱερεῖ. ο ἀποστολὴν Cod. Coisl. Ct Œcum. ἀπόστολον Cod. Ν. C. Τοῦ Αὐτοῦ ῾Υποκείσθω τοίνυν ὡς ἐν πίνακι ἡ ψυχὴ Παύλου· οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμον· οὐδὲν γὰρ βλασφημίας χεῖρον· ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζεν, καὶ εἶδεν οὐ παρὰ ῥαθυμίαν καὶ βλακίαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας· ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὑν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβουμένων, ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διάτοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας. Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ- αἱρέσεως ἐλευθερίᾳ ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλῦον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν η πονηρία. Ἐκ τοῦ προτασσομένου προλόγου τῆσ βίβλου τοῦ Ἀποστόλου Παύλου P. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο· παν- ταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας· πολλάτε ἢν καὶ μεγάλα τὰ παρ’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν Ψ ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα — Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβροςr περι- κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω- λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα- νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέωνs τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ- σεῖν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα- πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραυτίκα τὸ σύνταγμα τῆς μα- νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει. Τοῦ Χρυσοστόμου. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες· ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ 4οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν ἀυτῷ. τοῦ Αὐτοῦ. Διατὶ μὴ ἐν Ἱεροσολύμοις ; διατὶ μὴ ἐν Δα- P Hunc prologum, vulgo Euthalio Diacono attributuni, eodem quo hic titulo, invenimus in Cod. Harl. 5588. ssec. xiii. f. 57. q ἐνέλει- πεν Harl. r λαῦρὁ Cpd. s τῆς ὄψεως Harl. t τῆς Cod. τοῦ Harl. μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ’ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα. ᾿Αμμωνíου Πρεσβυτéρου. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στόμα οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ ᾿Ανανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τελείους βαπτίζοντες. Σαοὺλ, Σαοὺλ, τί με διώκεις; εἶπε δὲ, τίς εἶ Κύριε; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Τοῦ Αὐτοῦ Καὶ οὐδὲν αὐτῷ λέγει οὐ λέγει πίστευσον, οὐδὲ ὅλως τοιοῦτον οὐδὲν, ἀλλ’ ἐγκαλεῖν μονονουχὶ λέγων, τι παρ’ ἐμοῦ μέγα ἣ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσης πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἐθαύμαζον. Ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ “κλητὸν” ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην· ἐνταῦθα τοῦ μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, ἣ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ. Τοῦ Αὐτοῦ Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον. Τοῦ Αὐτοῦ ἐκ Τοῦ Εἰσ Τὴν NB ὁμιλίαν. Ὦ φιλανθρωπία δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί με διώκεις; τὸν πατέρα τὸν ἑαυτοῦ μιμεῖται· καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραικῷ λέγει· “λαός μου τι ἐποίησά σοι; ἣ τί ἐλύπησά σε; “ἣ τί παρηνόχλησά σοι; ἀποκρίθητι μοι.” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· “Σαῦλε τί με διώκεις;” τι οὖν ἐκεῖνος; “τίς “εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ὢ σοφία δεσπότου· διατὶ μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίησας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεννηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωριου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις ὃν οἰδας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο. Ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν. Τοῦ Αὐτοῦ Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλεσεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα- βλέψει. Διδύμου. Ἐπεὶ ὁ εἰπὼν τῶ Παύλῳ Ἰησοῦς· “Σαοὺλ, τί με διώκεις;“αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων τῶν αἱρετικῶν τοῦ εἰπόντος “τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ἐγὼ Κύριος ὁ Θεός;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περιίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλίψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαι φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγορευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὐ γὰρ περὶ αἰσθητῆς ὄψεως ἣ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;“τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.” Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὶν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Διδύμου. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμήνενυσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε;“οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε- θεᾶσθαι. P ἀπογεννητῆς Cod. Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Εὐσεβίου. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἱν οὖν μὴ τὰ τοιαῦτα μερίζηται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τοῦ Χρυσοστóμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Τοῦ Αὐτοῦ Τοφλὀς ἦν· τι τούτου ἴσον γένοιτο; τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγὴ γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατὶ δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατὶ οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγγενέσθι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε q, τότε ἀποκρίνεται, ἵνα μή τις εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατὶ δὲ οὐκ q εἶδε suppl. rec. m. in marg. ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἃν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμένος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν προσδοκήσαντα αὐτοὺς ἕλξειν· καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατεγίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγκαστικωτερον του σεισμοῦ του ἔπι τῆς ἀναστάσεως; τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἃν μετέθετο μὴ γενομένου τούτου· ὥστε πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλλον δὲ πρὸ τῆς Δαμάσκου τοῦτο ἔπαθεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ᾿Ανανίας· καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος, ᾿Ανανία· ὁ δὲ εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα. ᾿ΑΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤÉΡΟΥ. Ὅτι καὶ Ἀνανίας Διάκονος ἦν· ὡς καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν. Τοῦ ΧΡΥΣΟΣΤÓMOY. Τί δήποτε οὐδένα τῶν ἀξιοπίστων μεγάλων οὔτε εἵλκυσεν, οὐδὲ μετέστησε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; ὅτι οὐκ ἔμελλε δι’ ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ ἐπεὶ καὶ οὕτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς· ὅτι γὰρ οὐ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον. ᾿Ιδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Τοῦ Αὐτοῦ Οὐκ εἶπε πρὸς αὐτὸν, διαλέχθητι καὶ κατήχησον αὐτόν· εἰ γὰρ εἰπὼν ὅτι εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι. ᾿ΑΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι ἐκεῖνα τὰ ῥήματα r λέγεται, ἅπερ κοινωφελῆ ἐστι, καὶ συμβάλλεται εἰς θεοσέβειαν· ὅσα ἔχει τοῦ Κυρίου τὴν παράστασιν ἣ ἀγγέλου· καθ’ ὃν ἃν δέ ἐστιν ἰδικὰ, οὐκ ὀφείλει λαλεῖσθαι· πλὴν εἶ’ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄνθρωπον προσκαλεῖται. ᾿Απεκρίθη δὲ ᾿Ανανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίνσεν ἐν Ἰερουσαλήμ· Τοῦ Αὐτοῦ Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; οὔπω καλῶς ᾔδεισαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα— Εἰ πρὸς αὐτὸν ἀντεῖπε, πολλῷ μᾶλλον εἰ ἄγγελον ἔπεμψε· διὰ τοῦτο οὐδὲ πρὸ τούτου ὁ Φίλιππος ἀκούει τὸ γινόμενον, ἀλλ’ ὁρᾶ τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλομένου, οὐκ ἀπιστοῦντος. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Τοῦ Αὐτοῦ Πόθεν τοῦτο δῆλον; εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι· οὐχ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλὰ τούτων ὄντων, πῶς δύναταί, φησι, ταῦτα γενέσθαι; ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι;“τοῦτο γεγένηται ἵνα πιστεύση τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ· προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν, r In marg. ὀνείρατα. “ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἢ; καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε. Τοῦ Αὐτοῦ Ὅρα, φησὶ, τίνι με παραδίδως· φοβοῦμαι μή ποτέ με εἰς ῾Ιεροσόλυμα ἀπαγάγῃ· τι με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ ᾿Ιουδαίων ταῦτα λέγεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται, καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε ᾿Ισραήλ. Τοῦ Αὐτοῦ Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκὰλος, καὶ πολλῇ χρήσεται τῇ παρρησίᾳ. Τοῦ Αὐτοῦ ᾿Εκ περιουσίας τὸν φόβον ἔλυσεν, εἴγε μέλλοι οὕτω προθύμως τὰ ἡμέτερα φρονεῖν, ὡς καὶ πολλὰ πάσχειν· “σκεῦος δὲ καλεῖται δικαίως, δεικνύντος τοῦ λόγου ὡς οὐκ ἔστι φυσικὴ ἡ κακία· “σκεῦος,” φησὶν, “ἐκλογῆς·” τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. μὴ δὲ νομίσῃ τις ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν, οὐδὲ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου. Τοῦ Αὐτοῦ Ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀποδείκνυται. Διδύμου. Οἱ τὰς φύσεις δογματίζοντες, φασὶ Παῦλον ὄντα ἀνεπίδεκτον εἶναι κακίας· κρατύνουσι δὲ τοῦτο αὐτῶν τῶν τὸ φρόνημα καὶ ἐκ τῆς προκειμένης λέξεως, εἰπόντος τοῦ Θεοῦ περὶ αὐτοῦ, “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος·” οὐ γὰρ “ἔσται” γέγραπται, φησὶν ἐκεῖνοι· ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἡ μαρτυρία αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ ᾿Ανανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι θεοσεβὴς ὣν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ Σωτήρι’, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεικῇ πὼς προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις; εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει ἔπραξεν· ἐπαύσαντο δὲ ἃν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες, εἰ ἐπιστήσαντες ἤσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκλεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος. Tαῦτα, οὔπω τῆς χάριτος παρούσης, ἐμαρτύρησεν ὁ ταῖς καρδίις ἐμβατεύων ἡμῶν· μὴ οὖν σφάλλωμεν ἑαυτοὺς, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλον τινά· τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Οὕτως ἐπιδώσει ἡ διδασκαλία· ὥσπερ ἐξέπληττε τούτῳ, οὕτω κἀκείνω. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἄμα καὶ ἐντρεπτικῶς· εἰ ἐκεῖνος πάντα πείσεται ὁ οὕτω μεμηνὼς, σὺ δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλεις; καλῶς ἔχει, φησὶν, ἄφες αὐτὸν πεπληρῶσθαι· διὰ τοῦτο ταῦτα λέγει, τυφλός ἐστιν ὅλος· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργάσεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμαστὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Ἀπῆλθε δὲ Ἀνανίας, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς εἰς αὐτὸν τὰς χεῖρας, εἶπε, Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι· “᾿Ιησοῦς,” φησιν, “ὁ ὀφθείς “σοι ἐν τῇ ὁδῷ·” καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ Πνεύματος ἔμαθεν· ἵνα ἀναβλέψῃς, φησί. Καὶ μετ’ ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παραχρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπήρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ. ᾿ΑΜΜΩΝÍΟΥ. Καὶ ἡ ἴασις διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως γίνεται, ὡς κατάγοντος θείαν δύναμιν ἰατικὴν τοῦ σχήματος ἐπὶ τῆς χειρρτονίας, καὶ τῆς ἐπὶ τῶν βαπτισθέντων χειροθεσίας. Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὐκ εἶπεν ὁ πηρώσας, ἀλλ’ “ὁ ὀφθείς σοι·” ὅρα καὶ τοῦτον οὐκ ἀλαζονικόν· ἀλλ’ ὥσπερ ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν οὕτω καὶ οὕτος, Ἰησοὺς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται. Τοῦ Αὐτοῦ Καὶ μὴν οὐκ ὤφθη· ἀλλὰ διὰ πραγμάτων ὤφθη· καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα- “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος μετασχεῖν. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Τοῦ Αὐτοῦ Ὅρα καὶ ἐξησθενηκὼς ἦν ἀπὸ τῆς ὁδοιπορίας, ἀπὸ τοῦ φόβου, καὶ τοῦ λιμοῦ, καὶ τῆς ἀθυμίας· βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἣ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία. Τοῦ Αὐτοῦ Ἰδῶν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρονισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἐτέρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη. Τοῦ Αὐτοῦ Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι ᾿Ιησοῦς ὁ σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν. * Περὶ ἰάσεως κοὶ βαπτίσματος Παύλου διὰ Ἀνανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ᾿Απο- στόλους. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε. Τοῦ ἁγίου Εἰρηναίου Ἐπισκόπου Λὂυγδούνων. Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός· τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν. Τοῦ Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο· “ὅτι οὗτός ἐστιν “ὁ Υἱὸς τοῦ Θεοῦ.” Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Τοῦ Χρυσοστóμου. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ “εἰς τοῦτο ἐλήλυθεν· οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγενετο. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, Τοῦ Αὐτοῦ Ἄτε νομομαθὴς ὣν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον. Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. Τοῦ Αὐτοῦ Τουτέστιν ὅτι μετ’ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εῖ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Τοῦ Αὐτοῦ Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ Ιουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ ΣαύΛῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. Τοῦ Χρυσοστóμου. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζόμενον, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Τοῦ Αὐτοῦ Ἵνα ἀνύποπτον ἢ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίνδυνον διαφυγὼν, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ’ ἀπέρχεται ἔνθα μειζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπιστον ἦν· διὰ τοῦτο μεθ’ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἰεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορίσσθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλλον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν. Τοῦ Αὐτοῦ ἐκ Τοῦ ΠΡÒΣ ΚΟΡΙΝΘÍΟΥΣ B ἐπιστολῆσ ὑπομνήματοσ. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῃτεῖτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός. Σευήρου ἀρχιεπισκόπου ᾿Αντιοχεíας. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τύπτεσθαι ταῖς πρώταις προσβολαῖς, ἱν ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν ᾿Ισ- “ραὴλ,” καὶ τὰ ἑξῆς. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής. Τοῦ Χρυσοστóμου. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἰεροσόλυμα, ἀλλ’ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἰεροσόλυμα· καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “οὐδένα “τῶν Ἀποστόλων εἶδον·” νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς ᾿Αποστόλους· ἣ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τι γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς ῾Ιεροσόλυμα· ἣ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἣ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ᾿Αποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὣν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἣ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς ῾Ιεροσόλυμα, εἶτα εἰς Συρίαν· ἣ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καρσαρείαν· καὶ τὸ διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα· ἣ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πὼς οὔκ ἐστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν ῾Ιεροσολύμοις· οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ. Τοῦ Αὐτου. “᾿Επειρᾶτο,” φησὶ, “κολλᾶσθι τοῖς μαθηταῖς·” ἀναισχύντως προσῆλθεν, ἀλλ’ ὑπεσταλμένως· μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐ ἃν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν q ἤγαγε πρὸς τοὺς q ἐπιλεγόμενος αὐτοῦ Cod. Ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῆ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Τοῦ Αὐτοῦ Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιόπιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ ᾿Ιωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν. Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ῾Ιερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη- νιστας· Τοῦ Χρυσοστóμου. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, δὲ ᾿Απόστολοι οὐκ ἐπίστευον αὐτῶ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· “ἐλάλει,” φησὶ, “καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς·” τοὺς Ἑλληνιστὶ, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Τοῦ Αὐτοῦ τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβηθέντες λοιπὸν μὴ ταὐτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ r πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπίνως· εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ. r οἰκία Cod. Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου, Τοῦ Αὐτοῦ Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν· ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου νεύματος ἐπλη- θύνετο. Τοῦ Αὐτοῦ Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ’ ἑαυτον ἕκαστος. ΚΕΦ. ΙΔ. Περὶ Αἰνέα s παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου. Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κετελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Τοῦ Αὐτοῦ Καθάπερ γάρ τις στρατηγὸς περιῄει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ· ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὄρα πανταχοῦ αὐτὸν επιτρεχοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἢν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ καὶ ταλαιπωρεῖ. Εὖρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν t ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα u, ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον. s ἐνέα Cod. t ἐνέαν Cod. u ἐνέα Cod. Τοῦ Χρυσοστόμου. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· “καὶ εἶδον αὐτόν,” φησι, “πάντες οἱ κατοικοῦντες Λύδδαν, καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως ὥστε οὐκ εἰκότως ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν· καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Διδύμου. Πόλλην διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ σκίμποδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, “Αἰνέᾳ ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ, τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά- “βάττον σου καὶ περιπάτει, οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·” ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγεγονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνηθέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον αἴροντος καὶ περιπατοῦντος s. ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν ᾿Ιησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶται “σε ᾿Ιησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα. s περιπατοῦντας Cod. Ἐν ᾿Ιοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά· ἡ διερμηνευομένη λέγεται Δορκάς. Τοῦ Χρυσοστóμου. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως καὶ νήφουσα ὥσπερ δορκάς· πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν. Διδύμου. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκόπου· πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους. Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Τοῦ Χρυσοστομου. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγαθῶν ἔργων, ὅσα ἐποίει. μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπεινοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο. Διδύμου. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον· ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὣν ἐποίει, ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλίδωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θηρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ. Ὅρα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι τὰ ἔπι νεκρῷ πάντα ἐποίησαν. Διδύμου. Διατὶ περιέμειναν ἀποθανεῖν; διατί μὴ Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν· * Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἢν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰόππῃ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῆ ᾿Ιόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ- κἀς. Τοῦ Χρυσοστóμου. Οὐ παρακαλοῦσιν, ἀλλ’ ἐπιτρέπουσιν, τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται προτροπὴ. Τοῦ Αὐτοῦ ἐκ Τοῦ ὑπομνήματοσ τῆσ Τῆσ Πρὸσ Ῥωμαίουσ Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦτον· πολλάκις δὲ, οὐδ’ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἃν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρος, άπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις κἂν θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοῖχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους u οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορθούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἃν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον. ΕΞ ἀνεπιγράφου· Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν. Ἐκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος. Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο. Τοῦ Αὐτοῦ Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν. Τοῦ Αὐτοῦ Ὅρα τὴν ἐπιτεταμένην εὐχήν. Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν ἀυτὴν. Τοῦ Αὐτοῦ Ὅρα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός· ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφθαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού- μενος. u γενομένας Cod. Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Τοῦ Αὐτοῦ ῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελφὴν, ἣ ὅτι θαῦμα είδον· ταῖς δὲ, εἰς u προστασίαν. Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευον ἐπὶ τὸν Κύριον. Τοῦ Αὐτοῦ Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύσωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν· ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευσαν, εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμελητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο; Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ. Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες. ΚΕΦ. ΙΕ. Περὶ Κορνηλίου ὅσα πρὸς αὐτὸν ὁ ἄγγελος εἶπε, καὶ ὅσα πόλιν Πέτρῳ οὐρανόθεν περὶ κλήσεως ἐθνῶν ἐρρέθη. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς. Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ τῶν τὸν νόμον, ἀλλ’ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν· ὅρα δύο πιστεύοντας· ὡς τὸν εὐνοῦχον τὸν ἐπὶ τῆς Γάζης, καὶ τοῦτον· ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους· καὶ ὅρα πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. ἀλλὰ μὴ νομίσῃς ὅτι διὰ τὰ ἀξιώματα τίθησιν, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ· θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος· u εἰς om. Cod. x τινάς Cod. καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα. Πρῶτος οὗτος ἐξ ἀπίστων ἐθνῶν μετετέθη. Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Τοῦ Αὐτοῦ Ἵνα μὴ νομίσῃς ὅτι διὰ τὸ ἀξίωμα ταῦτα γίνεται, ὅτε Παῦλον ἔδει προσαχθῆναι, οὐδαμοῦ ἄγγελος ἀλλ’ αὐτὸς ὁ Κύριος· καὶ οὐ πέμπει αὐτὸν πρὸς μέγαν τινὰ, ἀλλὰ πρὸς εὐτελῆ· ἐνταῦθα δὲ τοὐναντίον τὸν κορυφαῖον ἄγει, καὶ οὐκ αὐτοὺς πέμπει, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ εἰδὼς πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις. “ἀνὴρ,” φησὶν, “εὐσεβὴς καὶ φοβούμενος “τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ·” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο. Σευήρου ἐπισκόπου ἀντιοχείασ ἐκ Τοῦ Πρὸσ ἐκ Τοῦ ΠΡÒΣ ΚΩΝΣΤÁΝΤΙΟΝ ἀπούπατον y ἐπιστολῆσ. Θεοσεβῶς μὲν βιοῦς, τὴν δὲ τῆς θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγγελίοις μεγαλοφώνως βοήσαντα· “ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν “τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ “νομὴν εὑρήσει·” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λειτουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ ὑποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν. Ἰσιδώρου Πηλουσιώτου. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας. Ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διαπαντός. Τοῦ Χρυσοστóμου. Μέγα καὶ τοῦτο τὸ ἐλεημοσύνας καὶ εὐχὰς, καὶ δίκαιον εἶναι ἐν ἀρχῇ τοιαύτῃ· διὰ τοῦτο τὸν ἄνδρα ποιεῖ γνώριμον καὶ δῆλον, ἵνα μήτις εἴπῃ ὅτι ψεύδεται τῶν γραφῶν ἡ ἱστορία· “ἐκ σπείρης,” φησὶ, “τῆς καλουμένης ᾿Ιταλικῆς·” σπεῖρα δέ ἐστιν ὃ καλοῦμεν νυνὶ νούμερον. Εἶδεν ἐν ὁράματι φανερῷ, ὡς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. y ἀπὸ ὕπατον Cod. Διατί βλέπει τὸν ἄγγελον; καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρωι ἐνάτη ὥρα, ὅτε φροντίδων ἠφίετο καὶ ἐν ἡσυχίᾳ ἦν· ὅτε ἐν εὐχαῖς ἦν καὶ κατανύξει. Τοῦ Χρυσοστóμου. Καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διόρ- θωτο. Τοῦ Αὐτοῦ Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα ἃ λέγει, ἀλλὰ πρότερον αἴροντα αὐτοῦ τὴν διανοίαν καὶ μετεωρίζοντα. ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο, ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέψαι μόνον· εἶτα καὶ τὰ ῥήματα τὸν φόβον ἔλυσεν· ὁ φόβος διήγειρεν· ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν. ῾Ο δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. Τοῦ Αὐτοῦ Ὅρα μέχρι ποῦ προβαίνει ἡ ἐλεημοσύνη· τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ μετ’ ὀλίγα—Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἀψῖδας· καὶ σὺ μὲν σιγᾶς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πάσης τοιαύτη θυσία εὐδοκιμώτερα. Σευηριανοῦ ΓΑΒÁΛΩΝ. Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστι, πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος· “Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου “ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει, “ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο- “λήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ “ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “δεκτός ἐστι·” τουτέστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. ᾿Αμμωνíου. Σημειωτέον ὅτι ἐκτενῶς καὶ καθαρῶς συνειδότι, δεόμενος τοῦ Θεοῦ καὶ ποιῶν ἐλεημοσύνας, οὐ μένει οὕτως, ἀλλ’ ὁ Θεὸς, δι’ ὀπτασίας ἀγγέλου ἢ ἀνθρώπου θεοσεβοῦς, δείκνυσι τὴν ἀληθῆ πίστιν, δι’ ἧς τις σώζεται· ὥστε οὖν ἐν ᾧ τις ἀγνοεῖ τόδε ἣ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦσαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστιανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρηγόριον, δι’ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς τριάδος ὅπως δεῖ φρονεῖν. Ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ’ ἄν· τοιοῦτον ἐλεημοσύνη· τοιοῦτον εὐχή· μᾶλλον δὲ καὶ αὐτὴ παρ’ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται· “αἱ εὐχαὶ γάρ σου,” φησὶν, “καὶ “αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ·” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τι λέγω νηστείαν; κἂν σωφρονῇς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσυνην οὐκ ἔχων. Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θάλασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν. Τοῦ Χρυσοστόμου. Ἵνα μὴ ἐπ’ ἄλλον ἔλθωσι· οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἄλλα καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα. Τοῦ Αὐτοῦ. Ἴδετε πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδιώκων οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τι οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδου ἔστι ἄλλο σημεῖον τὸ παρὰ θάλσσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, Τοῦ Αὐτοῦ. Ὁρᾶς οὐχ ἁπλῶς ταῦτα φησὶν, ὅτι οἱ προσκαρτερουντες αὐτῷ τοιοῦτοι ἤσαν. Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. ᾿Αμμωνíoy. Σημειωτέον ὅτι οὐκ ἐμποδίζει ἡ στρατεία πρὸς θεοσέβειαν· κἀκεῖνο δὲ, ὅτι οὐκ ἀτάκτους οὐδὲ ἀσεβεῖς, ἀλλὰ Θεοσεβεῖς ἔπεμψε πρὸς τὸν Πέτρον ὁ Κορνήλιος· καὶ ὅτι καὶ τοῦτο δεῖγμα ἦν τῆς αὐτοῦ ὁσιότητος, τὸ συγκολλᾶσθαι καὶ ἔχειν ἐγγὺς ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “μετα ὁσίου ὅσιος ἔσῃ, καὶ τὰ εζης. Τοῦ Αὐτοῦ. Ὅρα τὸ ἄτυφον· οὐ γὰρ εἶπε, καλέσατέ μοι Πέτρον, ἀλλ’ ὥστε καὶ πεῖσαι ἐξηγήσατο ἅπαντα· τοῦτο οἰκονομικῶς· οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἢν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἐνάτην. Τοῦ Αὐτοῦ. Ὅρα πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα· οὔτε θᾶττον οὔτε βραδύτερον τοῦτο ποιεῖ γενέσθαι. Τουτέστι κατ’ ἰδίαν καὶ ἐν ἡσυχίᾳ, ὡς ἐν ὑπερῴῳ. Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρα- σκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις, Τί ἔστιν ἔκστασις ; μᾶλλον πνευματική τις ὡσανεὶ θεωρία γέγονεν αὐτῷ τοῦ σώματος· ὡσανεὶ εἴποι τις, ἐξέστη ἡ ψυχή. ἘΞ iκΕu1ΓΡΛ́ΦΩΥ. Ἡ ἔκστασις δηλοῖ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ ε7δε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παρα- φροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τι δὲ πράττουσι· δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνό- ἦτα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ ἁμαρτωλῶν. Διδύμο. Οἱ τὰς φύσεις εἰσάγοντες ἑτερολκτοι, φασὶν ἀν- επιδέκτους ε7ναι σωτηρίας τοὺς ἀνθρώπους ἐκείνους τοὺς διὰ φαυ- λότητα ἤθους, κύνας καὶ χοίρους καλουμένους· οἷς τὸ ἅγιον δι- δόναι καὶ τοὺς μαργαρίτας τοὺς θείους ἀπεῖπεν ὁ σωτήρ· πρὸς τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπα- γας καὶ ἀλώπεκας, καὶ πάντας ἁπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτα- σίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω- πον παραιτεῖσθαι ὡς κοινὸν ἣ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ’ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ συνηθείᾳ, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν, ἣ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ἀφ’ οὐ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ- πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη- θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν· ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαρισθέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἣ τοὺς μαργαρίτας κεκώλυται κυσὶν ἣ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἣ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς. “Ἐγένετο δὲ ἐπ’ αὐτόν,” φησιν, “ἔκστασις, καὶ θεωρεῖ τὸν οὐ- “ρανὸν ἀνεῳγμένον.” Οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἰναι μαθηταὶ, οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγούσης ἐξεστακέναι τὸν Πέτρον· ἀλλ’ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδηγούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχθέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακολουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη z. ἣ πῶς οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον· πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκαψύψεως ἐφανέρωσε τὸ μυστήριον· διά τε τοῦ κατὰ τὴν σινδόνα z In marg. sec. m. πῶς ἐδεῖτο ὁ Πέτρος τὸ κυ9 τοῦ Κορνηλίου ἀποκαλύψεως τὰ ἔθνη. παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ῾Αγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης καταγνώμην u ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρηζον ἐφ’ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳ x μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ’ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην, Τοῦ Χρυσοστóμου. Σύμβολον τῆς οἰκουμένης ἁπάσης ὁ ἀκρόβυστος ἦν· οὐδὲ γὰρ κοινὸν εἶχε πρὸς Ἰουδαίους· ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου· τοῦτο πάνυ αὐτοῖς προσίστατο· ὅρα οὑν τι οἰκονομεῖται, ἱν ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὁ τι καὶ ἀντεῖπε· πάνυ γὰρ αὐτοὺς ἔδει τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον y, φησὶ, “μηδαμῶς Κύριε. Εὐαγρίου. Αἱ τέσσαρες ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα καὶ τὸ φανὲν σκεῦος τὸν παχύτερον κόσμον σημαίνει· καὶ τὰ διάφορα ζῷα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα. Τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα· καὶ τὰ θηρία, u Sic. x εἰδέτω Cod. γ Sic. καὶ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐ- ρανου. Τέσσαρσιν εὐαγγελίοις δεδεμένην τὴν Ἐκκλησίαν, ἐν ᾗ πάντα τὰ ἔθνη. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δοκεῖ καὶ κήρυγμα τοῦτο ὅτι θεῖον ἦν τὸ γενόμενον· τό τε ἄνωθεν ἰδεῖν, τὸ τε ἐν ἐκστάσει γενέσθαι, καὶ τὸ φωνὴν ἐκεῖθεν ἥκειν, καὶ τὸ τρὶς ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· εἰ γὰρ καὶ περιτομῆς ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν. Του ἁγίου ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ τοῦ Α βιβαίου τῆν Παναρίων κατὰ ᾿Εβιωναίων. Εὑρεθήσεται ἐκ τῆς ἀληθείας ἡ σύστασις· εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρόβατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτήρι’ ἐξ ᾿Ιουδαίων ὁρμώμενος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεωφαγία παρ’ αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτήρι’ εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων· πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἣ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἃν εἴη. Ἀμμωνίου. Μαλλὸν ἣ πάντα ἀκάθαρτα ἦν ἐν τῷ σκεύει ὀθονοειδεῖ, ἣ δεικτικῶς ἡ φωνὴ αὐτῷ ἐσήμανεν ἐκ τῶν ἀκαθάρτων φαγεῖν· ἢ καὶ κοινῷ ὀνόματι ἀορίστως εἰποῦσα ἡ φωνὴ, ἀναστὰς, φάγε ὃ δοκεῖ σοι ἐκ τῶν φαινομένων, ἐποίησε τὸν Πέτρον εἰπεῖν, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινόν·” “τοῦτο δὲ “ἐγένετο ἐπὶ τρίς.” Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν, Τοῦ ἁγίου Κυρίλλου ἐκ Τοῦ Δευτέρου Τεύχουσ τῶν Κατὰ Ἰουλιανοῦ. Τοῦ θεσπεσίου Πέτρου ἐπὶ τοῖς Ἰουδαίοις ἐμφιλοχωρεῖν ἐθέλοντος, καὶ οἷον ὀκνοῦντος ἰέναι πρὸς τὰ βελτίω, διὰ τὸ ἡττῆσθαι y δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματωδῶς μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο· καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποιεῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ λέγοντος ᾿Ιουδαϊκῶς, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· εἰτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴονταί τινες εἰκῆ τεθειμένους ἀποφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί· ἀλλ’ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυκᾶσθαι τυχὸν, ἀλλ’ οὖν οὐκ ἀκάθαρτον· ἐδώδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ’ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. γ διάτο τὸηττῆσθαι Cod. Τοῦ Χρυσοστóμου. Δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι ἡ τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται· εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι· ἡ οὖν γῆ τουτέστιν ἡ σινδὼν, τὰ δὲ ἐν αὐτῇ θηρία οἱ ἐξ ἐθνῶν· τὸ δὲ “θῦσον καὶ φάγε,” ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι τὸ βάπτισμα. Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Εἰρηναίου. τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος, ἐν ᾗ οὐράνιος εἶπεν αὐτῷ φωνὴ, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· τοῦθ’ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεὸς, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο. Τοῦ Χρυσοστóμου. Πολλὴ ἡ τόλμα· διατὶ ἀντεῖπε; ἵνα μή τις εἴπῃ ὅτι ἐπείραζεν ὁ Θεὸς ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· διὰ τοῦτο φησὶν, οὐχὶ ἀντιλέγων· ὥσπερ οὖν καὶ πρὸς τὸν Φίλιππον ἔλεγε “πόσους ἄρτους ἔχετε οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν· καὶ μὴν αὐτός ἐστιν ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλεχθεὶς ἀνθρώπῳ· ἀλλὰ καὶ ἐκεῖ τετράποδα ἦν, καὶ οὐδὲ οὕτως ᾔδει. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. Ἀμμωνίου. Τὸ τῆς τριάδος δείκνυσιν αὐτῷ τὸ ἀληθὲς τῆς ὀπτασίας· ὥσπερ καὶ ἡ εἰς Τριάδα πίστις τὴν ἀληθῆ θεοσέβειαν παρίστησιν. Ὡς δὲ ἐν αὐτῷ διηπόρει ὁ Πέτρος, τί ἃν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, Τοῦ Κρυσοστóμου. Εὐκαίρως ἔρχονται οἱ ἄνδρες τὴν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι ὁ Χριστὸς, καὶ τότε τὸν ἄγγελον πέμπει· εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη· οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν καθ’ ὃν ἠρώτησαν εἰ ἐκεῖ ἐξενίζετο. Διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· Τοῦ Αὐτοῦ Ἅτε ὡς εὐτελῆ οἰκίαν κάτωθεν ἐπυνθάνοντο, τοὺς γείτονας ἠρώτων. Καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ὁράματος, εἶπε τὸ Πνεῦμα αὐτῷ, Τοῦ Αὐτοῦ Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν ὅτι καὶ διεκρίθη καὶ ἐπαιδεύθη μὴ διακρί- νεσθαι. Ἀμμωνἰου. Σημειωτέον ὅτι οὐ δεῖ τινὰ ἑαυτῷ αὐθεντεῖν καινοτομίας εἰσάγειν ἐν τῇ πίστει· ὅπου μετὰ ὀπτασίαν ὁ Πέτρος τοσοῦτον διηπόρει, ὥστε καὶ Πνεῦμα αὐτὸν προτρέψασθαι· δεῖ οὖν καὶ θείας προτροπῆς ἐν τοῖς δοκοῦσι παρὰ κανόνα γίνεσθαι, ὡς καὶ ἄνω ἐπὶ τοῦ βαπτίσματος Φιλίππου σεσημείωται· ὃν εἶπον διάκονον ὄντα μὴ δύνασθαι δίχα ἀνάγκης βαπτίζειν. Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσί σε· ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. Τοῦ Αὐτοῦ Πολλὴ τοῦ Πνεύματος ἡ ἐξουσία· ὃ γὰρ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν· ὁ μὲν γὰρ αγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἶπεν, “αἱ εὐχαί σου καὶ ἐλεημο- “σύναι σου·” ἵνα δείξῃ ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· ἀλλ’ ὅτι “αὐτοὺς ἐγὼ ἀπέσταλκα.” Τοῦ Αὐτοῦ. Καὶ οὐκ εἶπε, διὰ γὰρ τοῦτο ὅραμά σοι ὤφθη· ἀλλ’ “ἐγὼ αὐτοὺς ἀπέσταλκα· οὕτω δεῖ τῷ Πνεύματι πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα· ἀρκεῖ πρὸς πᾶσαν πληροφορίαν τὸ ακοῦσαι παρ’ αὐτοῦ· τόδε ποιῆσον· τόδε πίστευσον· μηδὲν πλέον. Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτὸν, εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία, δι’ ἢν πάρεστε; Τοῦ Αὐτοῦ Εἶδε στρατιώτην· εἶδεν ἄνθρωπον· οὐκ ἐφοβήθη λοιπὸν, ἀλλὰ πρότερον ὁμολόγησας αὐτὸς εἶναι καὶ ζητήσας, τότε τὴν αἰτίαν πυνθάνεται· ἵνα μὴ νομισθῇ διὰ τοῦτο τὴν αἰτίαν πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι· ἵνα ἃν μὲν εὐθέως κατεπείγει, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ εἰς τὸν οἶκον αὐτοὺς. Οἳ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων. Toῦ αὐτοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ· ὅρα πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν· ἀπὸ ἀνδρὸς εὐσε- βοῦς ἀξίου φανέντος ἀπὸ τῶν ἔργων· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὁμ́ως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν· τί οὐκ ἃν ἐγένετο ; ὅρα πόση ἀσφάλεια, ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινόν. Ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Toῦ αὐτοῦ. Μῆ καταφρονήσῃς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ’ ἐκελεύσθη οὕτως. * ὅτι μετασταλεὶς ὁ Πέτρος ἦλθε πρὸς Κορνήλιον. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Toῦ Αὐτοῦ. Μετὰ παρρησίας λοιπὸν καὶ συνδιαιτᾶται, καὶ ἦλθον σὺν αὐτῷ ἄλλοι. Tῇ ἐπαύριον ἀναστὰς ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· καὶ τῆ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Toῦ Χρυσοστόμωυ. Καλῶς πρότερον φιλοφρονεῖται τοὺς ἄν- δρας, ἄτε ἄπο καμάτου ὄντας, καὶ οἰκεῖοι ἑαυτῷ καὶ τινες ἔρχον- τᾶι μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε ε-ι’ναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογει-σθαι δέῃ Πέτρον. Tοῦ αὐτοῦ. Ἐπίσημος ἦν ὁ ἀνὴρ, καὶ ἐν ἐπισήμῳ πόλει τυγ- χάνων· διὰ τοῦτο πάντα γίνεται· καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγμα· οὐχὶ ἐν ὕπνῳ ὤφθη, ἀλλ’ ἐγρηγορότι· ἐν ἡμέρᾳ, περὶ ὥραν ἐνάτην οὕτως αὐτῷ προσεῖχεν. Ὀ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκελεσά- μένος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φί- λους. Τοῦ αὐτοῦ. τοῦ φίλου τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγα-5o θοῖς πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους· εἰκότως οἷς ἐθάρρει ἀεὶ περὶ τοιούτων ὄντος αὐτῷ τοῦ ἀγῶνος· φοβούμενος τοῖς ἄλλοις ἐγχειρίσαι. ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ’ αὐ- τοῦ δοκοῦσιν εὐωχεῖσθαι· ὅρα πῶς ἐπίστευσεν ὅτι πάντως ἥξει ὁ Πέτρος. Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνη- σεν. Τοῦ Αὐτοῦ τοῦτο καὶ τοὺς ἄλλους παιδεύων, καὶ τῶ Θεῶ εἰχαριστῶν, χαριστῶν, καὶ τὸ ταπεινὸν αὐτοῦ ἐνδεικνύμενος. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι· καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλούς. Τοῦ Αὐτοῦ. Ὅρα πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ αὐτὸν φαντάζεσθαι. Ἀμμωνιου. Εἰ ὁ Πέτρος ὁ τοσοῦτος οὐκ ἠνέσχετο τοῦ αὐτῷ, ἶσον ἑαυτὸν ποιῶν τῷ Κορνηλίῳ, καὶ ταῦτα ἔτι ὄντι ἐθνικῷ, τί δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν ἀνθρώπων; Ἔφη τε πρὸς αὐτοὺς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσεύχεσθαι ἀλλο- φύλῳ. Τοῦ Χρυσοστὀμου. Ὄρα εὐθέως περὶ τῆς τοῦ Θεοῦ διαλέγεται· καὶ δείκνυσιν ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ὁ Θεός· καὶ ὅρα πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει· οὐ γὰρ εἶπεν, ἄνθρωποι, μηδενὶ καταξιοῦντες κολλᾶσθαι ἤλθομεν πρὸς ὑμᾶς, ἀλλάγε, ὑμεῖς ἐπίστασθε, ὁ Θεὸς τοῦτο ἐκέλευσε παρά. νόμον εἰναι κολλᾶσθαι ἣ προσεύχεσθαι ἀλλοφύλῳ. Καί μοι ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Εἰρηναίου. Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν πορεύετο πρὸς αὐτοὺς, εἰ μὴ κεκέλευστο· ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ Ἁγίου ἐπαναπαύοντος Ζ αὐτοῖς, προφητεύοντας αὐτοὺς ἀκηκόει· καὶ διὰ τοῦτο ἔλεγε· μή τις τὸ ὕδωρ κωλύσαι δύναται τού- z Incertæ scripturæ est vox, et fors. ἐπαναγέντος scripsit librarius. “τοὺς, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;“πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων, ὅτι εἰ μὴ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ἐπαναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος. Τοῦ Χρυσοστὀμου. Ἵνα μηδεὶς οὕτω τὴν χάριν ἔχῃ, ταῦτά φησιν· ἵνα μὴ δόξη κολακεύειν αὐτόν. Ἀμμωνιου. Σημειωτέον ὅτι αὐτὸς ὁ Θεὸς ἐπέτρεψε τῷ Χριστιανῷ λαῷ, μηδένα ἄνθρωπον κοινὸν ἢ ἀκάθαρτον λέγειν, ἀλλὰ συνεῖναι αὐτοῖς· ἅτε ἐλπίδα ἔχοντες τοῦ πιστεύειν μάλιστα εἰς τὸν Χριστόν. Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Ἵνα μὴ νομίσωσιν ὅτι παρανομία ἦν τὸ πρᾶγμα, μὴ δὲ νομίσῃ ἐπειδὴ ἄρχων ἦν διὰ τοῦτο ὑπήκουσεν· ἀλλὰ τὸ πᾶν τῶ Θεῶ λογίσωνται. οὐ μόνον κολλᾶσθαι ἀλλ’ οὐδὲ προσέρχεσθαι ἑξῆν. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. Τοῦ Αὐτοῦ Ἤδη τὸ πᾶν ὁ Πέτρος ἤκουσε καὶ παρὰ τῶν στρατιωτῶν, ἀλλὰ πρῶτον βούλεται αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθυνους ποίησαι τῇ πίστει ἤκουσε γὰρ παρὰ τῶν στρατιωτῶν. Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῳ οἴκῳ μου. “Τὴν ἐνάτην ὥραν,” φησὶ, “προσευχόμενος,” τι ἐστι τοῦτο ἐμοὶ δοκεῖ καιροὺς οὗτος ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου· καὶ ἔν τισιν ἡμέραις· διὰ γὰρ τοῦτο εἶπεν“ἀπὸ τετάρτης ἡμέρας·” ὅρα πόσον ἐστὶν εὐχή· ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. αὕτη μία ἡμέρα, καὶ ἣν ἀπῆλθον οἱ πεμφθέντες παρὰ Κορνηλίου, μία· καὶ ἣν ἦλθον, μία· καὶ τετάρτη ἐφάνη ὡσεὶ τρίτην ὥραν μεθ’ ἣν προσηύξατο. a Καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 1 καὶ φησί. Τοῦ Αὐτοῦ Οὐ λέγει ἄγγελος· οὕτως ἐστὶν ἄτυφος. a Καὶ ὁ Πέτρος ἐμφανὴς γενόμενος νύκτωρ τοι] ἀδελφοῖς ὑπεχώρησεν. Male hoc loco hunc sectionis titulum ponit Codex. Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Τοῦ Χρυσοστόμου. Ἵνα δείξῃ ἑαυτὸν ἄξιον ὅντα· ἐπειδὴ εἶπεν, “ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι, ἢ συνεύ- “Χεσθαι ἀλλοφύλῳ·” οὐκ ἔστι τοῦτο κενοδοξίας·“πάντες ἐπίστασθε,” φησὶ, καὶ τὴν ἐκείνων κατεγγυήται γνώμην. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου. Τοῦ Αὐτοῦ. Ὄρα ὅση πίστις ὄρα ὅση εὐλάβεια ᾔδει ὅτι οὐδὲν ἀνθρώπινον εἶπε Πέτρος· ὅτι ὁ Θεὸς ἔδειξέ μοι, φησί· λέγει λοιπὸν οὗτος, πάρεσμεν ἀκοῦσαι τὰ προστεταγμένα σοι ὑπὸ τοῦ “Κυρίου.” Τοῦ Αὐτοῦ Οὐχὶ ἐνώπιον ἀνθρώπου ἀλλὰ τοῦ Θεοῦ· οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις· εἴδετε διάνοιαν διεγηγερμένην· εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων. Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ’ ἀληθείας καταλαμβάνομαι. Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Τρανῶς σημαίνει ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, τὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι’ ὧν b καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ’ ἀληθείας ἐστὶ Θεός· ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις. Ὄτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, Τοῦ Χρυσοστόμου. Τουέστιν ἄν τε ἀκρόβυστος ᾖ, ἄν τε ἐμπερίτομος c τι οὖν φησι; δεκτὸς αὐτῷ ἐστὶν ὁ ἐν Πέρσιδι; ἂν ᾖ ἄξιος· ταύτῃ δεκτός ἐστι τῷ καταξιωθῆναι τῆς πίστεως· τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε· τι οὖν ἂν εἴποι τις περὶ τῶν θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναι ποτε· ὁ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται. b Sic. c ἐνπερίτομος Cod. Τοῦ Αὐτοῦ Τουτέστιν οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων ἐξετάζει διαφοράν. Τοῦ Αὐτοῦ Ὡς ὅταν λέγῃ Παῦλος, ὅταν γὰρ ἔθνη τὰ μὴ “νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ,” καὶ δόγμα τίθησι καὶ πολιτείαν· εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐ δὲ λῃστὴν, οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως. Τοῦ Αὐτοῦ Προσίεται Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐργάτας ὁ φιλαβέτας ἡμῶν Χριστός. Ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος μένος δικαιοσύνην, δεκτός αὐτῷ ἐστι. Εὰν προσδράμῃ τῷ βαπτίσματι τῷ θείῳ, ἀποστὰς τῆς προτέρας πλάνης, ἤγουν τῆς προλαβούσης. Τοῦ Χρυσοστὀμου. τὴν πᾶσαν φησὶν ἀρετὴν ἐν τάξει ριμμενων εἶναι. Ἀμμωνιου. Πρὸ τοῦ οὖν δέξασθαι b τὸν δικαιοπραγοῦντα διὰ τῆς εἰς ἑαυτὸν πίστεως ὁ Χριστὸς εἰς τὴν Ἐκκλησίαν, καὶ πιστεύσῃ c τοῖς θείοις καὶ ἀληθινοῖς δόγμασιν, ἀπρόσδεκτος ὣν, οὐκ εἰσέρχεται εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάντων Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Τοῦ Χρυσοστὀμου. ταῦτα λέγει καὶ διὰ τοὺς παρόντας· ἵνα καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον. Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει. Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ ἐκένωσεν ἑαυτὸν, καὶ παραπλησίως b δέξαι prim. man. corr. postea δέξασθαι. c Prim. man. πιστεύση dein corr. aliq. πιστεύσει. Leg. κἂν πιστεύση. ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ’ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐτοῦ. ἀλλ’ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι’ ἑαυτοῦ. Διδύμου. Ἰστέον ὡς ἡ τάξις ἡ κατὰ τὴν ἐπαγγελίαν τῆς προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καὶ ποτε συμπίπτει τοῦτο· διὸ καὶ d πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαίρετον φρονοῦντες εἶναι τὴν τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἣ τὸ Ἅγιον Πνεῦμα· διὸ κἂν λέγηται ὁ Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρῖσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἣ ὅτι Πνεύματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι. Ὣς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Τοῦ Χρυσοστὀμου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ’ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἠν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων δι’ ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβησάμενος, σάμενος, κατὰ τὸ, “ἀπὸ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία. Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἐν τῆ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου· τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτη ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι. Τοῦ Χρυσοστὀμου. Πἀλιν τὰ ταπεινά. Καὶ μεθ’ ἕτερα—Ὅτε ἔδειξεν ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει ὅτι ἀνῃρέθη· ἵνα μή τι ἄτοπον φαντασθῇς. ὁρᾶς αὐτοὺς οὐδαμῶς κρύπτοντας τὸν d Leg. vid. κἂν. σταυρόν· ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας, καὶ τὸν τρόπον, ὃν καὶ “ἀνεῖλον,” φησὶ, “κρεμάσαντες κρεμάσαντες ἐπὶ ξύλου. Οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειρο- τονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, Τοῦ Αὐτοῦ. Καίτοι γε αὐτοὺς αὐτὸς ἐξ ἐλέξατο· ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ, “τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν. “διαμαρτύρασθαι φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταπεσεῖν i καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι. ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν. Οἵ τινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κήρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχεἰας ἐκ τῆσ Ορὸσ Ἀνασταςἰαν Διἀκονον έπιστολῆσ. Καὶ μὴν καὶ καινὴν συνέφαγεν, οὐ κατὰ τὴν προτέραν τάξιν ἣν συνήσθιεν αὐτοῖς καὶ συνέπιε πρὸ τῆς ἀναστάσεως. τότε γὰρ κάτα πάντα χωρὶς αμαρτίας ὁμοιωθεὶς ἡμῖν, ἤσθιε καὶ ἔπινε καθάπερ ἡμεῖς· ἑκὼν ἐνδιδοὺς τῇ σαρκὶ τὴν τῆς τροφῆς χρείαν ἐπιζητεῖν· διὸ καὶ τὸ τῆς πεινῆς βουλόμενος προσείκατο πάθος· μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπιδεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπαράτου δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν. τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ αἵματος αὐτοῦ πάντα τὸν πι- πιστεύοντά εἰς αὐτὸν. Ἐξ ἀνεπιγράφου. Ὅσοι, φησὶ, προφῆται ἐλάλησαν περὶ ἁμαρτιῶν ἀφέσεως, ἐν τούτῳ τῷ Ἰησοῦ εἶπαν αὐτὰς ποιεῖσθαι· οὕτω καὶ Ἡσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ἐγώ εἰμι “ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.” Διλύμου. Εἰ τις μετανοῶν ἐφ’ οἷς ἔπραξε κακοῖς, πιστεύσας εἰς τὸ ὄνομα Κυρίου, ἄφεσιν δέχεται τῶν ἡμαρτημένων ἐφ’ οἷς γνησίως μετέγνω· πάντες δὲ οἱ προφῆται, ὧν φέρεται διδασκα- λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Τοῦ Χρυσοστόμου ἐκ τῆσ πρὸσ Τιμόθεον β' ἐπιστολῆσ όμιλίασ β'. Ἐπεπήδησεν εὐθέως τὸ Πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσ- ἤνεγκεν· οὕτως τὸ πᾶν τῆς πίστεως ἐστιν. Τοῦ αὐτοῦ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· οὐκ ἀφῆκεν ἀπαρ- τισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ ἐπαχθῶς ε7χον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι· παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν lepoao- λύμοις ἀμφισβήτησις γίνεται, τι ἃν ἐγένετο, εἰ μὴ ταῦτα παρη- κολούθησε; καὶ διὰ τοῦτο μεθ’ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· μήτι τὸ ὕδωρ δύναταί “τις κωλῦσαι, καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο οὕτως τῆς γνώμης ταύτης ἢν μήτι “τὸ ὕδωρ,” φησι, “κωλῦσαι κωλῦσαι δύναταί τις;“σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον· τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν. Κυρἰλλου. Ἐάν τις ἀμφιβάλλοι πάλιν, πρὸ τοῦ βαπτισθῆναι τοὺς ἀμφὶ τὸν Κορνήλιον, πῶς ἠξιώθησαν τοῦ Ἁγίου Πνεύματος, ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Σὀλωνα ἐπίσκοπον ἐπιστολῆσ Λῆσ Τῆσ Κατα Εὐχιτῶν. Διά τοι τοῦτο καὶ παρὰ τὰς ἀρχὰς τοῦ κηρύγματος, ὅτε κατήγγελον οἱ Ἀπόστολοι τὸ Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προεφήτενον· φήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρεοῶδες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ σημείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν. Ἀμμωνιου. Σημειωτέον ὅτι οὐκ ἄλλως ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ, καίτοι μαρτυρηθέντας εἶναι θεοσεβεῖς καὶ δικαίους, εἰ μὴ προκατηχηθέντας τὸν τῆς πίστεως λόγον, ἤκουσαν καὶ ἐπίστευσαν· ὡς καὶ ἔνθεν δῆλον εἶναι, ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πί- στεως. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλ- θον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν. Τοῦ Χρυσοστόμου. Ὅπου γε καὶ τοῖς πεπιστευκόσιν περιτομῆς, παράδοξον τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ ἐνεκάλουν τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἀπελθόντι· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, ἔτι καὶ οὕτως ἐθαύμαζον, πῶς “καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·” γὰρ ἐκπλήττεσθαι ἐνεδείκνυτο, ὡς οὐκ ἄν ποτε τοῦτο ἐγένετο τὸ παραδοξον. Τότε ἀπεκρίθη Πέτρος, μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς; Τοῦ Αὐτοῦ Πρὸς Πρὸς τοὺς λεπτολογεῖν ἐθέλοντας καὶ πολυπραγμονεῖν τὰ θεῖα μυστήρια, καὶ ζητοῦντας ἃ μὴ δεῖ, καὶ λέγοντας διατὶ ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατὶ πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορνήλιον νήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπτισθῆναι ὕδατι ἐκεῖνον, ἐφ’ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου d νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ’ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί- νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύνατον κατὰ τὸ εἰρημένον· “τίς ἔγνω νοῦν Κυρίου; Προσέταξε δὲ αὐτοὺς βαπτισθῆναι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινας. Τοῦ Χρυσοστόμου. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοὺς προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν. Διδύμου. Ὁ βαπτιζόμενος εἰς τὸ ὄνομα Ἰησοῦ, εἰς τὴν βαπτίζεται· ὡς ὁ λαμβάνων ἐκ τοῦ Θεοῦ τὴν δωρεὰν, ἐν τριάδι αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥημάτων τὴν Σαβελλίου γνώμην· τριάδα γὰρ τιθέμεθα, ἀλλ’ οὐ τριώνυμον ὑπόστασιν μίαν. d φίλιππον Cod. Τοῦ Χρυσοστόμου. Καὶ τίς ἦν τοῦ ὕδατος χρεία, τοῦ Ἁγίου Πνεύματος ἐπιπεσόντος αὐτ’οἶς; καὶ ταύτην ἤδη λοιπὸν ὁρῶ τὸ μυστήριον ἐκκαλύπτων ἡμῖν τὸ ἀποκεκρυμμένον· θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα· τάφος καὶ νέκρωσις· καὶ ἀνάστασις καὶ ζωή. ὥσπερ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι· οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στο- χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “συνετάφη- μὲν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον·” καὶ πάλιν, “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, σύμ- φυτοὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.” Τοῦ Αὐτοῦ Τότε εἰκότως καὶ θαρρούντως λοιπὸν ἐπιμένει. Ἤκουσαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Τοῦ Αὐτοῦ. Ὄρα πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο· εἰδες τὸν ζῆλον οἷον εἶχον ὑπὲρ τοῦ νόμου; οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν· οὐ τὰ γενόμενα σημεῖα· οὐ τὸ κατόρθωμα ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ’ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο· εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ’ οὐκ ἀπολογεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν. Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς. Τοῦ Χρυσοστόμου. Μετὰ τοσαῦτα διεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ Ἀπόστολοι· μὴ γένοιτο· ἐσκανδαλίζοντο δὲ, φησὶν, οὐ μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατὶ κατήγγειλες; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν;