TOT ΚΑTΑ ΙΩΑΝΝHΝ ΕΥΑΓΓΕΛΙΟΥ TA ΕΦΑΛΑΙΑ a. α΄. Περὶ τοῦ ἐν κανᾶ γάμου. β΄. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. γ΄. Περὶ Νικοδήμου. δ΄. Ζήτησις περὶ καθαρισμοῦ. ε΄. Περὶ τῆς Σαμαρείτιδος. ς΄. Περὶ τοῦ βασιλικοῦ. ζ΄. Περὶ τοῦ λῆ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. η΄. Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων. θ΄. Περὶ τοῦ ἐν θαλασσῇ περιπάτου. ι΄. Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. ια΄. Περὶ Λαζάρου. ιβ΄. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. ιγ΄. Περὶ ὧν εἶπεν Ἰούδας. ιδ΄. Περὶ τοῦ ὄνου. ιε΄. Περὶ τῶν προσελθόντων Ἑλλήνων. ις΄. Περὶ τοῦ νιπτῆρος. ιζ΄. Περὶ τοῦ παρακλήτου. ιη΄. Περὶ αἰτήσεως τοῦ Κυριακοῦ σώματος. ιθ΄. Περὶ τῆς ἀναστάσεως. a Hæc e Cod. L. sumpta ΕΡMΗΝΕΙΑ ΕΙΣ TO ΚΑTΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. Τοῦ ἀγίου Ἰωάννου Τοῦ Χρυσοστόμου ἑρμηνεία Εἰσ τὸ Κατὰ Ἰωάννην Εὐαγγέλιον. Εἰ μὲν Ἰωάννης διαλέγεσθαι καὶ τὰ αὑτοῦ ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρὶ δᾶ εἰπεῖν καὶ ἀνατροφήν. ἐπειδὴ δὲ οὐχ οὗτος, ἀλλ’ ὁ Θεὸς δι’ αὐτοῦ φθέγγεται, περιττόν ἐστι ταῦτα ἀναζητεῖν. ἔστι δὲ πατρίδος μὲν ἤτοι κώμης εὐτελοῦς· ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας· πατρὸς δὲ ἁλιέως καὶ πένητος· παιδείας δὲ τῆς ἔξωθεν οὐδ’ ὁτιοῦν αὐτῷ μετῆν· καὶ γοῦν μαρτυρεῖ Λουκᾶς ὅτι οὐ μόνον ἰδιώτης ἦν, ἀλλὰ καὶ ἀγράμματος. Οὗτος ὁ ἁλιεὺς ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως, ὁ ἰδιώτης ἰδιωτίαν τὴν ἐσχάτην, ὁ γράμματα μὴ μαθὼν, μήτε πρότερον μήθ’ ὕστερον, μετὰ τὸ συγγενέσθαι Χριστῷ, ταύτην φθέγγεται τὴν συγγραφήν. Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοδιδάσκαλοι τινες ἔφασαν τὸν ἀίδιον τοῦ Θεοῦ Λόγον τότε πρῶτον κεκλῆσθαι πατρὸς ὕπαρξιν, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου· συναχθέντες τῶν πιστευσάντων οἱ νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν Ιωάννην τὸν τοῦ Ζεβεδαίου, καὶ τὴν τοιαύτην ἀπήγγελλον νόσον· ὃς τοῦτο ἀκούσας, εὐθέως ἐπὶ τὴν τοῦ παρόντος ἔδραμε συγγραφὴν, ἀνατρέπων τὴν τῶν ψευδοδιδασκάλων ψευδοδοξίαν. Ἐρώτησισ. τίνος ἕνεκα τῶν ἄλλων Εὐαγγελιστῶν ἀπὸ οἰκονομίας ἀρξαμένων, τοῦτο μὲν ἐν βραχεῖ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀιδίου γεννήσεως ἡμῖν διαλέγεται; Ἀπόκρισισ. Ἐπειδὴ οἱ ἄλλοι Εὐαγγελισταὶ τὸ πλεῖον ἐν κατὰ σάρκα διατρίψαντες λόγοις, δέος ἦν πολλοὺς χαμαιπετεῖς ὄντας, μηδὲν ὑψηλότερον τῶν ἀνθρώποις προσόντων ἐννοῆσαι περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· διὰ τοῦτο ἐκεῖνα παραδραμὼν ἀπὸ τῆς ὑπάρξεως τῆς ἀιδίου ποιεῖται τὴν διήγησιν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν· ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφεὶς τῆς οἰκονομίας ἠμέλησε, οὔτε ἐκεῖνοι περὶ τὴν ταύτης ἐσπουδακότες διήγησιν, τὴν πρὸ αἰώνων ἐσίγησαν ὕπαρξιν· καὶ μάλα κἰκότως· ἓν γὰρ ἦν Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ιωάννης τὸν γενεαλογούμενον σιωπῶν, ἀπὸ τοῦ ἀγενεαλογήτου ἄρχεται. πρέπει γὰρ τὸν θεολογούμενον Υἱὸν τοῦ Θεοῦ μήτε γενεαλογεῖσθαι, “τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται;” μήτε πειράζεσθαι· Θεὸν γὰρ διάβολος πειράζειν οὐ δύναται. τοῦτο δέ φαμεν οὐ λύοντες τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, δεικνύντες δὲ τὰ ἐπινοούμενα πράγματα ἐπὶ Ἰησοῦ Χριστοῦ. τὸν δὲ νοῦν τοῦ προκειμένου Εὐαγγελίου οὐδεὶς δύναται λαβεῖν, μὴ ἀναπεσὼν ἐπὶ τὸ τοῦ Ἰησοῦ στῆθος καὶ λαβὼν τὴν Ἰησοῦ μητέρα Μαρίαν ἀπὸ τοῦ Ἰησοῦ μητέρα, καθὼς Ἰωάννης. Τί δήποτε δὲ τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; ἐπειδὴ ἐκεῖνος μὲν δῆλος ἦν ἅπασιν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός. ὁ δὲ μονογενὴς ἠγνοεῖτο· εἰκότως τοίνυν τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσε θεῖναι τοῖς οὐκ εἰδόσιν αὐτὸν, ἀλλ’. ὥστε οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ πρῶτον μάλιστα τιμῶντας καὶ τιθεμένους Θεὸν, καὶ διὰ τοῦτο ἐντεῦθεν ἄρχεται· ὅμως οὐδὲ τὸν Πατέρα ἐν τούτοις ἀπεσιώπησεν· “ἐν ἀρχῇ ἦν ὁ “Λόγος.” Ισον δύναται τοῦ ἐν ἀρχῇ τὸ ἦν· εἰ γὰρ ἐν ἀρχῇ ἦν, ποτὲ οὐκ ἢν, καὶ διὰ τοῦτο δὲ φησὶν ὁ Λόγος καὶ οὐχ ὁ Υἱὸς, ἵνα μὴ τῇ προσηγορίᾳ τοῦ Υἱοῦ εἰσέλθῃ σοὶ ἡ τοῦ πάθους ἔννοια, ἐπειδὴ τὰ παρ’ ἡμῖν γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς, προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις οὕτω φησί. Λόγος δὲ ἐκλήθη, ἵνα δειχθῇ ὅτι ἐκ τοῦ νοῦ προήχθη, καὶ ὅτι ἀπαθῶς ἐγεννήθη. “Ἐν ἀρχῇ ἦν ὁ Λόγος” εἶδες παρρησίαν καὶ ἐξουσίαν πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται. Τὸ “ἐν ἀρχῇ ἦν” ἐπισυνημμένον προσκειμένου τὲ οὐδενὸς ἑτέρου, ἀπόλυτόν τινα καὶ ἀπεριόριστον δείκνυσι τὴν ἀρχήν. Τὸ δὲ ἢν οὐδὲν ἕτερον ἔστιν ἀλλ’ ἣ τοῦ εἶναι ἀεὶ δηλωτικὸν καὶ ἀπείρως εἶναι. Λόγον δὲ αὐτὸν ἐκάλεσεν, ἵνα μὴ παθητὴν αὐτοῦ τὴν γένεσιν ὑπολάβωμεν· ἔτι δὲ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν τὰ τοῦ Πνεύματος. οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον ἐκάλεσεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ὅπως τῶν λοιπῶν αὐτὸν λόγων καὶ ἐν τούτῳ χωρίσῃ. πολλοὶ γὰρ οἱ τοῦ Θεοῦ λόγοι, ἀλλ’ οὐδεὶς ἐκείνων τῶν λόγων Θεός· ἀλλ’ ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα, οὗτος δὲ ὁ Λόγος οὐσία τις ἐνυπόστατος ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. εἰπὼν οὖν ὅτι καὶ “Θεὸς ἦν ὁ “Λόγος,” οὐκ ἐμφαίνει τι μέσον τῆς θεότητος ταύτης, ἐπειδὴ οὐχ ἧττον Θεὸς ὁ Υἱός· εἶπεν οὖν τὸ γνωριστικὸν τῆς γνησίας αὐτοῦ θεότητος καὶ τὸ ἀίδιον, διὰ τοῦ ἐν ἀρχῇ ἢν· τὸ δὲ συναΐδιον ἐνέφηνεν ἡμῖν διὰ τοῦ “οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” τουτέστι μὴ νομίσῃς πρεσβυτέραν εἶναι, φησὶ, τὴν ὕπαρξιν τοῦ Πατρός· οὐ γὰρ ἦν ἔρημός ποτε τοῦ Λόγου· εἰ δὲ λέγοι τις, καὶ πῶς ἔστιν Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός· τὸ γὰρ ἔκ τινος ὂν ἀνάγκη πᾶν ὕστερον εἶναι τοῦ ἐξ οὗ ἔστιν; ἐκεῖνο ἐροῦμεν, ἄρα τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, μὴ ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς ἀκτῖνος; οὐδαμῶς· ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθήσεις σεῖς πεπηρωμένον· οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ· ἰδοὺ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσωμεν, μᾶλλον δὲ καὶ μειζόνως καὶ θεοπρεπῶς· διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν. Επειδὴ ὁ Μωϋσῆς ἐλάχιστον μέρος τὴν κτίσεως ἀπολαβὼν, οὐδὲν ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων, εἰκότως ὁ Εὐαγγελιστὴς ἐνὶ βραχεῖ ῥήματι ὅλα περιλαβὼν φησί· “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονε, τουτέστι, τῶν γενητῶν, κἂν ὁρατὸν ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Χριστοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη· οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν εἰς τὸ “οὐδὲ ἕν’ ἐπιθήσωμεν κατὰ τοὺς αἱρετικούς· ἐκεῖνοι γὰρ οὕτω φασὶν, “ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν,” βουλόμενοι τὸ Πνεῦμα τὸ Ἅγιον κτίσμα λέγειν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπω. Εἰπὼν περὶ τῆς δημιουργίας, ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον. ἵνα γὰρ μηδεὶς ἀπιστῇ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι’ αὐτοῦ γέγονεν, ἐπήγαγεν, “ὅτι ἐν αὐτῷ ζωὴ ἦν,” τουτέστιν, ὅτι ἐν αὐτῷ ζῇ τὰ πάντα, καὶ ἐν αὐτῷ προνοεῖται, καὶ ὅπερ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ αὐτοῦ κυρίως ἂν λέγοιτο, “ὅτι ἐν αὐτῷ “ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.” Τὸ δὲ ἐπαγόμενον, “καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,” οὐ τοιοῦτον αἰσθητὸν φῶς ἦν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζων αὐτήν. καὶ οὐκ εἶπε, τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου “τῶν ἀνθρώ- “πων·” οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν. Καὶ τὸ φῶς ἐν τῆ σκοτίᾳ φαίνει. Φαίνει δὲ τὸ φῶς τὸ νοητὸν τοῦτο ἐν τῇ σκοτίᾳ· σκοτίαν λέγει ἣ τὸν θάνατον ἢ τὴν πλάνην· τὸ γὰρ κήρυγμα μεταξὺ τῆς πλάνης ἔλαμψε, καὶ ἐν τῷ θανάτῳ δὲ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν. Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἡ σκοτία δὲ αὐτὸ οὐ κατέλαβεν, ἐπειδὴ οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη· ἔστι γὰρ ἀκαταγώνιστον. οὐκ ἐμφιλοχωρεῖ δὲ ταῖς μὴ βουλομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμῖν ὁ Θεός. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ. Διαλεχθεὶς ἡμῖν συμμέτρως περὶ τοῦ Θεοῦ Λόγου, ὁδῷ καὶ τάξει προβαίνων ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν Ἰωάννην ἔρχεται. Ἀκούοντες δὲ ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον νομίσωμεν εἶναι τῶν λεγομένων· οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται, διὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ τὸ μηδὲν ἴδιον εἰπεῖν· τὸ δὲ “ἐγένετο” ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς· τὸ γὰρ “ἐγένετο ἀπεσταλμένος” ἀντὶ τοῦ ἀπεστάλη εἴρηται· Ινα μαρτυρήσῃ περὶ τοῦ φωτός. Τὸ δὲ “ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς,” οὐχ ὡς ἀξιόπιστον τοῦ Υἱοῦ τοῦ Θεοῦ τὴν φύσιν ποιήσων, ἢ ἵνα τῷ δεσπότῃ προσθῇ εἰς ἀξίας λόγον, ἀλλὰ διὰ τὸ ἐπαγόμενον, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ, τουτέστι οἱ ὁμόφυλοι, αὐτὸς γὰρ Θεὸς ὣν καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας τῆς ἀκηράτου καὶ μακαρίας, οὐ δεῖται b τοῦ μαρτυρήσοντος· ἐπειδὴ δὲ τῆς σωτηρίας αὐτῷ μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβη ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἑαυτοῦ. Διὰ τι εἶπεν “οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ “περὶ τοῦ φωτός;” ὡς τὰ πολλὰ τὰ ῥήματα, μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο νομίσῃ, τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρῶν τοῦτό φησι. Κυρίλλου Οὗτος ὁ ἐκ Θεοῦ ἀπεσταλμένος ὁ πᾶσαν καταπλήξας τὴν Ἰουδαίαν, τῆ τε τοῦ βίου σεμνότητι καὶ ταῖς εἰς ἄσκησιν ὑπερβολαῖς, ὁ διὰ φωνῆς ἁγίας προφητῶν προκηρυτ- τομενος. Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τοῦτο μείζων τῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκήρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν, καὶ πεισθεὶς διὰ σημείων ὅτι οὗτος δὴ ἦλθε, μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν. Ὠριγένουσ. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γὰρ εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμὸν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἃν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ’ ᾧτε πάντας φωτίζεσθαι· ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας. Κυρίλλου Ἀλεξανδρείασ. Ἀπεστάλθαι φησὶ παρὰ Θεοῦ· ἔδει γὰρ οὐκ αὐτόμολον πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας ἰόντα δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς τοῦ Πατρὸς ὑπηρετοῦντα θελήμασι· δοκεῖ δέ μοι λίαν ἠσφαλισμένος ἐν τούτοις ὁ Εὐαγγελιστὴς, οὐχ ἁπλῶς, ὅτι γέγονεν, εἰπεῖν, ἀλλὰ καὶ διὰ τοῦ προσθεῖναι, καὶ “ἄνθρωπος,” ἀβουλοτάτων τινῶν ἀνατρέπων ὑπόνοιαν τῶν λεγόντων, μὴ ἄνθρωπον ὄντως ὑπάρχειν τὸν βαπτιστὴν, ἀλλὰ τῶν τοῦ Πατρὸς καὶ Υἱοῦ ὑπηρετοῦντα θελήμασιν, ὡς ἐκ τῶν οὐρανῶν ἕνα τινὰ τῶν ἁγίων ἀγγέλων παραγενόμενον ἀνθρωπίνῳ χρήσιμον σώματι, καὶ πρὸς τὸ κηρύττειν b οὐδέ τις Cod. ἀπεσταλμένον παρὰ Θεοῦ· ἀποσφάλλοντες δὲ τῆς ἀληθείας οἱ ἄφρονες· τὸ γὰρ ἄγγελος ὄνομα λειτουργίας μᾶλλον ἐστὶν ἣ περιουσίας σημαντικόν· ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Ἰὼβ ἄγγελοι, ἄλλος ἐπ’ ἄλλῳ τρέχουσι, τὰ πολύτροπα κηρύττοντες πάθη. Οὐκοῦν ἄγγελος ὁ μακάριος βαπτιστὴς διὰ τῆς τοῦ δεσπότου κατωνόμασται φωνῆς, οὐκ αὐτὸς κατὰ φύσιν Ἄγγελος ὣν, ἀλλ’ ὡς εἰς τὸ ἀγγέλλειν ἀπεσταλμένος, καὶ “τὴν ὁδὸν ἑτοιμάσατε Κυρίου” βοῶν. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀνάγων δὲ πάλιν τὴν ἔννοιαν ἡμῶν πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην, ἔφη· “ἦν “τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον·” καὶ εἰ πάντα ἄνθρωπον φωτίζει, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι· τὸ μὲν εἰς αὐτὸν ἧκον πάντας ἦλθε φωτίσαι, εἰ δέ τινες ἥκοντες τοὺς ὀφθαλμοὺς τῆς διανοίας μύσαντες, οὐκ ἠθέλησαν παραδέξασθαι τοῦ φωτὸς τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσις ἡ σκότησις ἐκείνη, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς σωτηρίας. Κυρίλλου Ὑπείληπτο γὰρ παρά τισι διὰ τὰ προσόντα αὐτῶν πλεονεκτήματα, ὡς αὐτὸς εἴη ὁ Χριστὸς, διὰ τοῦτό φησιν, ἵν ὁλόρριζον ἀνέλῃ τὴν τοιαύτην πλάνην, δηλονότι φῶς δὲ καὶ αὐτὸς κατὰ μετοχὴν, ὡς καὶ πάντες οἱ ἅγιοι. Ἀμμωνίου. Εἰ καὶ φῶς ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ’ ἐκεῖνοι τὸ θεολογούμενον, ὅς ἐστι Χριστὸς, ὁ φύσει φῶς· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν· διὸ περὶ τοῦ Χριστοῦ φησιν, ἢν τὸ φῶς τὸ ἀληθινόν. Κυρίλλου. Ἑκάστων τῶν εἰς τοῦτο εἶναι καλουμένων ἤτοι θεογνωσίας ἐντίθησι καὶ ῥίζαν ἐμφυτεύει συνέσεως· λογικόν τε οὗτος ἀποτελεῖ τὸ ζῶον τῆς οἰκείας φύσεως μέτοχον ἀποδεικνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ’ ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον· φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν Υἱὸς, ἅτε δὴ τὸ φῶς ὐπάρχων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις· καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀνακαίουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν· οὕτως οἱ Ἄγγελοι φῶτα, καὶ πάντες οἱ ἅγιοι, κατὰ μετοχὴν δηλονότι. Ἀμμωνίου Πρεσβυτέρου. Ὁ Κύριος τὰ λογικὰ ἀπὸ φυσικῶν ἐννοιῶν φωτίζει εἰς τὸ πεισθῆναι ὅτι ἔστι Θεός· στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ καλλονῆς καὶ εὐταξίας τὸ ὑπερανέχον τῆς αὐτοῦ δυνάμεως. Θεοδώρου. Εἰπὼν “τὸν ἐρχόμενον εἰς τὸν κόσμον” περὶ τοῦ δεσπότου Χριστοῦ, καλῶς ἐπήγαγε τὸ “ἐν τῷ κόσμῳ ἦν,” ὥστε δεῖξαι ὅτι τὸ “ἐρχόμενον” πρὸς τὴν διὰ σαρκὸς εἶπε φανέρωσιν· τῇ γὰρ ὑποστάσει φησὶ καὶ τῇ φύσει ἦν ἐν τῷ κόσμῳ καὶ πρὸ τούτου, καὶ ὡς καὶ τούτου μικροῦ τινὸς ὄντος ἐπήγαγε, “καὶ ὁ “κόσμος δι’ αὐτοῦ ἐγένετο,” τουτέστι, καὶ τί θαυμαστὸν εἰ ἦν ἐν τῷ κόσμῳ, ὃς οὐκ ἂν ἦν, εἰ μὴ ἐκεῖνος ἐβουλήθη; “Ἐν τῷ κόσμῳ ἦν,” οὐχ ὡς τοῦ κόσμου σύγχρονος· διὰ γὰρ τοῦτο ἐπήγαγε, “καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο·” πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πᾶς ἄνθρωπος, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ ἐστι, πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν. Ἀμμωνίου. Ὡς Θεὸς ἦν ἐν τῷ κόσμῳ, οὐ κατ’ οὐσίαν, κάτα τὸ προνοητικὸν. Τοῦ Αὐτοῦ. πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν εἶναι κτίσματα τοῦ Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰ λοιπά. Τὸ δὲ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω,” κόσμος ἐνταῦθα τὸ δημῶδες πλῆθός φησι, τὸν χυδαῖον καὶ ταραχώδη λαὸν, τὸν τῷ κόσμῳ προσηλωμένον καὶ τὰ τοῦ κόσμου φρονοῦντα. οἱ γὰρ τοῦ Θεοῦ φίλοι πάντες αὐτὸν ἔγνωσαν, οὐ μετὰ τὴν ἐν σαρκὶ αὐτοῦ μόνην παρουσίαν, ἀλλὰ καἰ πρὸ ταύτης, ὡς ὁ Ἀβραὰμ καὶ ὁ Μωϋσῆς καὶ ὁ Δαβὶδ, καὶ πάντες οἱ ἀπὸ τοῦ Σαμουὴλ προφῆται, ὡς ὁ Πέτρος φησί. Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ τὸν ἐκεῖνον διὰ τοῦτό σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν μονογενοῦς· ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, οἷος ἃν εἴη; πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν· ὅθεν μοὶ καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε. Ἀμμωνίου. Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει, μέρους ὀνομάζων τὸν κόσμον, ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας καὶ αὐτῷ προσηλωμένους, ὅτι τινὲς διὰ τὴν πρὸς τὰ γήινα προσπάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν· οἷοι ἦσαν οἱ εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι. Τὸ δὲ, “εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν “οὐ παρέλαβον,” ἣ περὶ τῶν Ἰουδαίων λέγει ὡς λαὸν ὄντα περιούσιον, ἣ καὶ περὶ τῶν ἀνθρώπων τῶν ὑπ’ αὐτοῦ γεγενημένων· φιλάνθρωπος γὰρ ἃν ὁ Θεὸς, βίᾳ μὲν οὐδένα, πειθοῖ δὲ πάντας ἕλκει πρὸς αὑτόν· διὸ καὶ ἐλθόντα αὐτὸν, οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἔλαβον. εἰς τὰ ἴδια ἦλθεν οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀνενδέες γὰρ τὸ θεῖον, ἀλλὰ τῆς τῶν ἰδίων εὐεργεσίας χάριν. Πόθεν δὲ ἦλθεν ὁ τὰ πάντα πληρῶν καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον ὁ πάντα συνέχων; τόπον μὲν οὐδένα ἤμειψε, πῶς γάρ; τῇ δὲ πρὸς ἡμᾶς συγκαταβάσει τοῦτο εἰργάσατο, καὶ ἑαυτὸν ἐφανέρωσεν ἡμῖν, τὴν ἡμετέραν ὑποδὺς σάρκα. τὴν φανέρωσιν οὖν ταύτην καὶ κατάβασιν ἔλευσιν καλεῖ, εἰ καὶ Ἰουδαῖοι αὐτὸν παραλαβεῖν πάντες οὐκ ἐθέλησαν. Ἀμμωνίου Πρεσβυτέρου. Λέγεται εἰς τὰ ἴδια ἐληλυθέναι, καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν θεασαμένοις ὀφθαλμοφανῶς· ἣ ὅτι πρὸς τοὺς ἰδίους ἦλθεν, οἳ ἐδόκουν αὐτοῦ ἴδιοι εἶναι, κατὰ τὸ ἐξ ὣν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Τὸ δὲ “ὅσοι ἔλαβον αὐτὸν, τουτέστι, κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν‘ Ἕλληνες, κἂν βάρβαροι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παῖδες, κἂν πρεσβύται, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, πάντες τῆς αὐτῆς ἀξιοῦνται τιμῆς· ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις τὴν κοσμικὴν ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα, τὸν βασιλικόν. Ωριγένουσ. Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτὸν, γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτὸν, καὶ μάλιστα οἱ Ἀπόστολοι, ἐπιφέρει ὁ Εὐαγγελιστὴς, “ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔσχον ἐξου- “σίαν τέκνα Θεοῦ γενέσθαι.” τότε γενησόμενοι τοῦτο, οὐ τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅτ’ ἂν τελειθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει. τίς δὲ ἡ αἰτία, δι’ ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν “τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ,” τοῦ φωτὸς δηλονότι. Οὐκ εἶπε δὲ, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ’, “ἔδωκεν αὐτοῖς ἐξουσίαν,” δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα ὁλόκληρον ἡμῖν διατηρῆσαι καὶ ἀνέπαφον. Κυρίλλου. Οἱ διὰ πίστεως, φησὶ, τῆς εἰς Χριστὸν υἱουεσίας κεκλημένοι Θεοῦ, τῆς μὲν οἰκείας φύσεως τὴν εὐτέλειαν ἀπεδύσαντο, κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι πρὸς τὸ ὑπὲρ φύσιν ἀνακαίουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρηματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον γεννήματα. Τί οὖν ἄρα τὸ πλεῖον ἐρεῖ τις τυχὼν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγενῆσθαι λέγεται παρὰ Θεοῦ κατὰ τὸ “υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ “με ἠθέτησαν;” πρὸς τοῦτο ἐροῦμεν, ὅτι σκιὰν ἔχων ὀνόματος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ὡς ἐν τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς, ἄχρι καιροῦ διορθώσεως, καθὰ γέγραπται, καθ’ ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν γε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν διὰ τὸ ἐνοικῆσαι αὐτοῖς Πνεῦμα τοῦ μονογενοῦς. οἱ μὲν γὰρ εἶχον “πνεῦμα δουλείας εἰς φόβον,” οἱ δὲ “πνεῦμα υἱοθε- “σίας εἰς ἐλευθερίαν, ἐν ᾧ κράζουσιν, ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ὁ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν, καθάπερ ἐν σκιαῖς, ἐν ἐκείνῳ προκατεγράφετο· ὥσπερ οὖν ἀμέλει καὶ τῇ ἐν πνεύματι νοουμένῃ περιτομῇ, ἐν τῇ ἐκείνων πάλαι προετυποῦτο σαρκὶ, καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ ἡμέτερα τυπικῶς. Ἀνέμνησε δὲ τῶν σαρκικῶν ὠδίνων, εἰπὼν, “οἱ οὐκ ἐξ αἱμάτων,” καὶ τὰ ἑξῆς, ἵνα συγκρίναντες τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου, ἤγουν τὸ σαρκικοῦ τόκου, πρὸς τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος, ὅπερ ἐστὶν ἐκ Θεοῦ γεννηθῆναι, μεγάλην τινὰ ἔννοιαν περὶ αὐτοῦ λάβωμεν, καὶ τῆς τοῦ γεγεννηκότος δωρεᾶς ἀξίαν· διὸ καὶ τὴν αἰτίαν τῆς ἀφράστου ταύτης τιμῆς τίθησι λέγων, “καὶ ὁ λόγος σὰρξ ἐγένετο,” τουτέστι, διὰ ταύτην τὴν ὑπόθεσιν τοῦ γενέσθαι σάρκα τὸν λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν λαβεῖν τὸν δεσπότην, τέκνα Θεοῦ γεγόναμεν. “Γέγονε δὲ ὁ Λόγος σὰρξ,” οὐ τῆς οὐσίας αὐτοῦ μεταπτώσεως εἰς σάρκα, τὸ γὰρ ἐννοεῖν τοῦτο τῆς ἐσχάτης ἀσεβείας ἐστὶν, ἀλλὰ μένουσα ὅπερ ἐστίν. Οὕτω τὴν τοῦ δούλου μορφὴν ἔλαβεν· “ἐγένετο” δὲ, εἶπε, τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα, τῶν λεγόντων ὅτι φαντασία τις ἦν ἡ οἰκονομία, οὐ σαρκὸς ἀληθινῆς ἀνάληψις. Ti ἐστι τὸ, “ἐσκήνωσεν ἐν ἡμῖν;“τὸ σκηνοῦν οὐ ταὐτὸν εἴη τῇ σκηνῇ, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ σκηνοῖ, τουτέστιν, ὁ Θεὸς Λόγος ἐσαρκώθη καὶ ἡνώθη σαρκί· ἕτερον δὲ κατ’ οὐσίαν φα- μέν· τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ εἷς ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σάρξ· οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ’ ἑνώσεως τινος ἀρρήτου καὶ ἀφράστου, καὶ ἣν μόνος οἶδεν αὐτὸς. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ. Διὰ τοῦ συντρόφου σώματος ἡμῖν δηλονότι. Εἰ γὰρ τὸ πρόσωπον Μωϋσέως οὐχ ὑπέμειναν οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν δοξασθὲν ἰδεῖν, πῶς θεότητα γυμνὴν καὶ φῶς ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἃν ενεγκειν. Καὶ ἐπειδὴ πολλοὶ τῶν προφητῶν ἐδοξάσθησαν, ὧν εἷς οὗτος αὐτός ἐστι Μωϋσῆς· ἐθαυμάσθησαν δὲ καὶ Ἄγγελοι παρὰ ἀνθρώποις φανέντες, καὶ τὰ Χερουβεὶμ δὲ καὶ τὰ Σεραφεὶμ μετὰ πολλῆς δόξης ὤφθη τῷ προφήτῃ· πάντων τούτων ἀπάγων ἡμᾶς ὁ Εὐαγγελιστὴς, πρὸς αὐτὴν τῶν ἀγαθῶν ἡμᾶς ἵστησι κορυφὴν, λέγων, “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ “ἀληθείας.” αὐτήν φησι τοῦ βασιλέως, τοῦ γνησίου μονογενοῦς Παιδὸς τοῦ Πατρὸς, αὐτοῦ τοῦ πάντων Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ “ὡς” ἐνταῦθα οὐχ ὁμοιώσεως ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως, καὶ ἀναμφισβήτου διορισμοῦ, ὡσανεὶ ἔλεγεν, ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἦν ἔχειν μονογενῆ καὶ γνήσιον ὄντα Υἱὸν τοῦ παμβασιλέως Θεοῦ. τίς δὲ ἦν αὕτη ἡ δόξα; ὅτι μετ’ ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης πάντα ἐποίει, καὶ οὐχ ὡς Ἄγγελοι καὶ προφῆται προσταττόμενοι, αὐτοχάρις. καὶ ἀλήθεια ὑπάρχων πεπληρωμένη, καὶ ἄλλοις ταύτην χορηγῶν. τίνος ἕνεκεν πολλάκις ὁ Εὐαγγελιστὴς τὴν Ἰωάννου περιφέρει μαρτυρίαν, ὥσπερ καὶ ἐνταῦθά φησιν, “Ἰωάννης μαρτυρεῖ περὶ “αὐτοῦ;” οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα συνετῶς· ἐπειδὴ γὰρ πολλοὶ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι, ὥστε καὶ τὸν Ἰώσηπον διὰ τὴν τούτου τελευτὴν τὴν τῶν Ἰουδαίων πόλιν ἀφανισθῆναι πολέμῳ λογίζεσθαι, καὶ μακροὺς περὶ αὐτοῦ λόγους ἐγκωμίων ποιεῖσθαι· τούτου χάριν ἀπ’ αὐτοῦ τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ προδρόμου μαρτυρίας· οὐ τὸν δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῆς τῶν νηπιαζόντων Ἰουδαίων ἀσθενείας συγκαταβαίνων. Τὸ δὲ, “κέκραγε,” λέγει, τὴν παρρησίαν αὐτοῦ δηλοῖ, καὶ ὅτι χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκήρυττε. Διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “οὗτός ἐστιν ὃν εἶπον,” δείκνυσιν, ὅτι καὶ πρὶν φανῆναι τὸν Χριστὸν, ἀνεκήρυξεν αὐτόν· τοῦτο δὲ ἐποίει ἵνα εὐπαράδεκτον ἡμῖν γένηται. Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” σημαίνει, ὁ μετ’ ἐμὲ κηρύττων, οὐχ ὁ μετ’ ἐμὲ γενόμενος. Τὸ “ ἔμπροσθέν μου γέγονε,” τουτέστι, λαμπρότερος, ἐντιμότερος. Τὸ δὲ “πρῶτός μου ἦν,” ὅτι οὐκ ἔκ τινος προκόπης πρῶτον μὲν ὄντα, ὀπίσω πεποίηκεν εἶναι, ἀλλ’ ἀεὶ πρῶτος ἦν, εἰ καὶ ὕστερος παραγίνεται. “Ἐκ τοῦ “ρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,” ὅτι οὐ ἔχει τὴν δωρεὰν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτόριζα πάντων ἐστὶ τῶν. ἀγαθῶν, αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαληθεία· οὐκ ἐν ἑαυτῷ συνέχων τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὐπερκλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερκλύσαι μένων πλήρης. Ἀντὶ ποίας χάριτος ποίαν χάριν ἐλάβομεν; ἀντὶ τῆς πάλαι τὴν καινήν· καὶ γὰρ χάριτι καὶ Ἰουδαῖοι προσεδέχθησαν τότε, ὡς γέγραπται, ὅτι “οὐ διὰ τὸ πολυπληθεῖς ὑμᾶς, ἀλλὰ διὰ τοὺς “πατέρας ὑμῶν ἐξελεξάμην.” καὶ ἡμεῖς πάλιν χάριτι ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μειζόνως διὰ τὴν τοῦ Πνεύματος δωρεὰν, καὶ διὰ τὴν ἀπὸ τῆς καταλλαγῆς γενομένην παρρησίαν. Καὶ τὸ λαβεῖν δὲ τὸν νόμον, χάριτος ἦν, καθὼς ἐπάγει, ὅτι “ὁ νόμος διὰ “Μωϋσέως ἐδόθη.” εἰ γὰρ καὶ τύπος ἦν ὁ νόμος ἐκεῖνος, ἀλλ’ οὖν ἐλεημοσύνην ἐμφαίνει Θεοῦ καὶ οἰκτιρμοὺς, ὅτι “ἐγνώρισε “τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ,” καθώς φησιν ὁ Δαβίδ. Ὅτι δὲ ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ ὅτι τοῦτο μείζονα ἡμῖν ἐκόμισεν ἀγαθὰ, δῆλον· ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὣν ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ δεσπότης καὶ βασιλεὺς καὶ βασιλέως Υἱὸς, τὰ πολλῷ κρείττονα ἤγαγεν ἡμῖν, συνὼν ἀεὶ τῷ Πατρί. “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε” εἰπὼν ὁ Εὐαγγελιστὴς, στῆς, ἐδήλωσεν ἡμῖν, ὅτι πάντα ὅσα εἶπον οἱ προφῆται, οἷον Ἠσαίας, ὅτι εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνον, καὶ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβεὶμ, καὶ Δανιὴλ ἐπὶ θρόνου, καὶ ἕτεροί τινες ἐξ αὐτῶν περὶ τῆς θεωρίας αὐτοῦ, πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὁραθείσης. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο· ἁπλῆ γάρ τίς ἐστι καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραφος, καὶ οὐδὲ κάθηται οὐδὲ ἕστηκε. ταῦτα γὰρ πάντα σωμάτων ἐστὶ, καὶ οὐδὲ τῶν Ἀγγέλων τις αὐτὸν ὁρᾷ, οὐδὲ τῶν ἀρχαγγέλων, μή τι γε ἀνθρώπων. Τὸ γὰρ εἰρημένον “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ- “πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς,” δηλοῖ, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν, οὐδὲν ἕτερον ἀλλ’ ἢ ἀεὶ τὸν Θεὸν φαντάζονται, ὥσπερ καὶ οἱ καθαροὶ τῇ καρδίᾳ, τῇ κατὰ διάνοιαν ὄψει τῇ ἀνθρώποις δυνατῇ, καὶ τῇ ἐννοίᾳ τῇ περὶ Θεοῦ· οὔτε γὰρ πρόσωπον ἔχει Θεὸς, ἀλλ’ οὔτε ἐν οὐρανοῖς περιγέγραπται. Τουτο δὲ αὐτὸ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀξιόπιστον τὸν λόγον ποιῆσαι βουλόμενός, φησι, “ὁ μονογενὴς Γιος ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἀκούων δὲ κόλπον, μηδὲν ὑποπιστεύσῃς ταπεινόν· ταύτην γὰρ τὴν ἀνθρωπίνην ῥῆσιν εἶπε, τὸ ἀχώριστον καὶ συναΐδιον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα δεῖξαι βουλόμενος, καὶ ὅτι πάντα τὰ τοῦ Πατρὸς ἀνελλειπ\ῶς ἐπίσταται, οὐκ Ἰουδαιοῖς δὲ μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ ἐξηγήσατο. Τίνος ἕνεκεν τοὺς ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας πρὸς Ἰωάννην ἐξαπέστειλε; ὡς ἐντιμοτέρους τῶν λοιπῶν, ἐπειδὴ καὶ αὐτὸν τὸν Ἰωάννην ἔντιμον καὶ μέγαν εἶχον· ὅθεν αὐτὸν καὶ διδάσκαλον ἑλεῖν ἐβούλοντο· διὸ καὶ κολακευτικῶς αὐτὸν ἐρωτῶσιν, ὥστε αὐτὸν ἐκ τούτου ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι εἶναι τὸν Χριστόν. Ὅτι γὰρ οὐκ ἠγνόουν, δῆλον ἦν ἐκ τῆς γενέσεως αὐτοῦ· καὶ γὰρ ἔλεγον τότε πολλοὶ, “τί ἄρα “παιδίον ἔσται τοῦτο;“διὰ τοῦτο οὖν καὶ αὐτὸς πρὸς ἐρώτησιν αὐτῶν πρώτην τε καὶ δευτέραν εἶπεν εὐθέως, ὅπερ ἐξ εὐθείας ἦν εἶπεν· “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,” ἀλλ’ ὅπερ ὑπόπτευον ἐκεῖνοι, “ὅτι οὐκ εἰμὶ ὁ Χριστός.” Περὶ δὲ τοῦ Ἡλία ἐρωτῶσι, μή τι αὐτός ἐστιν, ἐπειδὴ προσεδόκων αὐτὸν ἥξειν, καὶ λέγει, οὐκ εἰμί. Διὰ τι οὐκ εἶπον, ὅτι προφήτης εἶ σὺ, χωρὶς τοῦ ἄρθρου, ἀλλὰ μετὰ τῆς τὸ ὁ” ἄρθρου προσθήκης, “ὁ προφήτης εἶ σύ;“καὶ τοῦτο πανούργως. γὰρ ἤκουσαν τοῦ Μωϋσέως εἰπόντος, “ὅτι προφήτην ὑμῖν ἀνα- “στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ,” οὗτος δὲ ἦν ὁ Χριστός· διὰ τοῦτο οὕτως αὐτὸν ἐρωτῶσιν, ἵνα κἂν τοῦτο πείσωσιν αὐτὸν συνθέσθαι. αὐτὸς δὲ γνοὺς τὴν πανουργίαν αὐτῶν εἶπεν, οὐκ εἰμί. Ἐπιμενόντων δὲ αὐτῶν τῇ ἐρωτήσει, τότε φησὶν, “ὅτι ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.” ἐπὶ τὸν προφήτην κατεφυγεν ἀξιόπιστον τὸν λόγον ποιῶν· καὶ γὰρ ὁ Ἡσαΐας τοῦτό φησι. Τὸ δὲ εἰπεῖν αὐτῷ πάλιν· “τί οὖν βαπτίζεις, εἰ σὺ “εἶ ὁ Χριστός;” ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν ἑαυτὸν τὸν Χριστόν· μέσον δὲ ὁ βαπτιστὴς εἰρηκέναι αὐτῶν τὸν Χριστόν φησιν, ἐπειδὴ εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ, ὡς ἕνα τῶν πολλῶν ὄντα, πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον ἐπιδεικνύμενον. ἰὰ τοῦτο δὲ εἶπεν, ὃν ὑμεῖς οὐκ οἴδατε, διὰ τὸ τὴν ἀληθῆ εἴδησιν περὶ αὐτοῦ μὴ γινώσκειν αὐτοὺς, οἷον τίς ἐστι καὶ πόθεν. Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” συνεχῶς τίθησι, δηλῶν ὅτι οὐχὶ τέλειόν ἐστι τὸ αὐτοῦ βάπτισμα, ἀλλὰ σκιὰ καὶ εἰκὼν καὶ προοδοποίησις, ὡς ἄλλου μετ’ αὐτὸν τὴν ἀλήθειαν ἐπιθήσοντος. Τὸ δὲ “ἔμπροσθέν μου γέγονε,” τουτέστι, τιμιώτερος, ὥστ’ ἐμὲ μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον· τὸ γὰρ τὸ ὑπόδημα λῦσαι τῆς ἐσχάτης διακονίας ἐστί. τίνος ἕνεκε φησὶν, ὅτι “ταῦτα ἐν Βηθανίᾳ ἐγένετο,” καὶ τὰ ἑξῆς; ἵνα τὴν παρρησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν, ἐν μέσῳ πλήθους τοσούτου τὰ περὶ Χριστοῦ πᾶσιν ἀνεκήρυττε. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων ἐν Βηθαβαρὰ περιέχει· ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που τῶν Ἱεροσολύμων. καὶ τοῦτο δὴ χρὴ μὴ ἀγνοεῖν, ὅτι τὰ μὲν περὶ τοῦ βαπτίσματος ὁ Ματθαῖος διηγεῖται, καὶ τοὺς πρινὶ τὸν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς. Ὁ δὲ Ἰωάννης τούτοις μάλιστα ἐνδιατρίβει, καὶ τὰ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται. Ὁ δὲ βαπτιστὴς τὸ “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ” λέγει, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτόν. ἀμνὸν δὲ καλεῖ αὐτὸν, τῆς τε προφητείας ἀναμιμνήσκων τοῦ Ἡσαΐου, καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέας, ἵνα ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται τῇ ἀληθείᾳ. αἴροντα δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου, φησὶν, ὅτι ἐκεῖνος μὲν ὁ ἀμνὸς οὐδενὸς καθ’ ἅπαξ ἁμαρτίαν ἔλαβεν, οὗτος δὲ ἁπάσας τῆς οἰκουμένης ἁπάσης· κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι ταχέως διέσωσεν. Τὸ δὲ “ἔμπροσθέν μου γέγονε,” ἐνταῦθά φησι διὰ τὸ βαπτίσαι ἐν Πνεύματι Ἁγίῳ, διὰ τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου. ἡ μὲν γὰρ ἐμὴ παρουσία, φησὶ, πλέον οὐδὲν ἔχει ἢ τοῦ κηρύξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην· ἡ δὲ τοῦ Κυρίου τοῦ καθαρᾶι πάντας ἀνθρώπους, καὶ χαρίσασθαι τοῦ παρακλήτου τὴν ἐνέργειαν. Ἀμμωνίου Πρεσβυτέρου. Ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ κατὰ σάρκα, ἢ ὅτι τέλειος ἦν ἐν ἡλικίᾳ, τριακονταέτης που ὑπάρχων· ἣ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ· ἣ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὁ ἐστι τῆς Εκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς Ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον, ὁ Χριστὸς ἀνὴρ καλεῖται, ὡς νυμφευόμενος τὰς τῶν πιστῶν ψυχάς. Διὰ τι τὸ κἀγὼ οὐκ ᾔδειν αὐτὸν,” λέγει; ἀνύποπτον τὴν μαρτυρίαν ἐργάσασθαι βουλόμενος, ὡς οὐκ ἀπ’ ἀνθρωπίνης φιλίας ἦν αὕτη, ἀλλ’ ἐξ ἀποκαλύψεως· δείκνυσι δὲ καὶ ἣν εἶχεν αἰτίαν τὸ ἴδιον αὐτοῦ βάπτισμα. “Ἀλλ’ ἵνα φανερωθῇ τῷ “Ἰσραὴ,” τοῦτ’ ἔστι διὰ τὸ προοδοποιῆσαι τῇ τοῦ πίστει τοῖς λοιποῖς ἅπασι· “διὰ τοῦτο ἦλθον κἀγὼ βαπτίζων ἐν “ὕδατι.” βουλόμενος δὲ ἀξιοπιστοτέραν τὴν ἑαυτοῦ ποιῆσαι, ἀνάγει αὐτὴν ἐπὶ τὸν πατέρα, καὶ ἐπὶ τὸ Πνεῦμα τὸ Ἅγιον, οὕτως εἰπὼν, “ὄτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον “περιστερὰν,” καὶ τὰ ἑξῆς. Συνεχῶς δὲ λέγει τὸ κἀγὼ οὐκ ᾔδειν αὐτὸν, διότι συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. “Ιδοὺ,” φησὶν, ὁ Ἄγγελος, φησὶ, πρὸς τὴν Μαρίαν, “Ἐλισάβετ ἡ συγγενής σου·” ἵνα οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, τοῦτό φησιν· ὅθεν καὶ τὸν ἅπαντα χρόνον κατ’ οἰκονομίαν Θεοῦ ἐν τῇ ἐρήμῳ διέτριβε. Κατῆλθε δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κύρων ἡμῶν καὶ Θεὸν Ιησοῦν Χριστὸν, οὐχ ὅτι χρείαν αὐτοῦ εἶχε, καθὼς καὶ ἡμεῖς, ἀλλ’ ὑπὲρ τοῦ κηρύξαι αὐτὸν μόνον, ὡς καὶ περὶ τούτου φησὶν ὁ Βαπτιστὴς, ὅτι “ὁ πέμψας με βαπτίζει ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτός “ ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.” Χρὴ δὲ γινώσκειν ὅτι οὐχὶ μόνος ὁ Ἰωάννης εἶδε τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς, ἀλλὰ καὶ πάντες οἱ τότε παρόντες ἐκεῖσε, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· τὰ γὰρ τοιαῦτα οὐ μόνον τῶν σωματικῶν ὀφθαλμῶν δεῖται, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Ιωάννου τοῦ Χρυσοστόμου. Εἰ γνώριμος ἦν, οὐκ ἃν “ἵνα φανῇ τῷ Ἰσραηλ, διὰ τοῦτο ἦλθον βαπτίζων.” ἐντεῦθεν δηλονότι, ἅ φασι παιδικὰ τοῦ Σωτῆρος, ψεῦδος καὶ πλάσματα ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν αὐτὸν Ἰωάννης ἠγνόησεν, οὔτ᾿, ἃν τὸ λοιπὸν πλῆθος ἐδεήθη διδασκάλου τοῦ φανερώσαντος αὐτόν. Τίνος ἕνεκεν ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι εἶπεν ὁ Ἰωάννης, “ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ;“ἵνα διττῶς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς φωνῆς, τοὺς μὴ ἕως τότε προσεσχηκότας διὰ τὸ πολὺ τοῦ ὕπνου τῆς πωρώσεως, ἀφυπνίσῃ λοιπὸν πρὸς τὴν τοῦ Σωτῆρος ἐπίγνωσιν. Ἠκολούθησαν δὲ τῷ Ἰησοῦ οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οὐ τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλὰ τῇ μαρτυρίᾳ αὐτοῦ μᾶλλον πεισθέντες. Οὐκ εὐθέως δὲ προσελθόντες ἠρώτησαν τὸν Ἰησοῦν, ἀλλ’ ἠκολούθησαν ὅτι περ οὐ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, ἀλλ’ ἰδίᾳ διαλεχθῆναι ἐσπούδαζον. Ἐρωτᾷ δὲ αὐτοὺς, τι θέλετε; οὐχ ἵνα μάθῃ, πῶς γὰρ ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων; ἀλλ’ ἵνα διὰ τῆς ἐρώτησε ὡς μᾶλλον αὐτοὺς οἰκειώσηται καὶ πλείονος μεταδῷ τῆς παρρησίας· εἰκὸς γὰρ ἦν αὐτοὺς ἐρυθριᾶν καὶ δεδοικέναι ἀγνῶτάς τε ὄντας αὐτῷ, καὶ τοιαῦτα παρὰ τοῦ διδασκάλου περὶ αὐτοῦ μαρτυροῦντος ἀκηκοότας. αὐτοὶ δὲ οὐ διὰ τῆς ἀκολουθήσεως μόνον τὸν πόθον ἐνέφηναν, ἀλλὰ καὶ διὰ τοῦ διδασκάλου αὐτὸν ὀνομάσαι, τοῦτο γὰρ ἑρμηνεύεται “ ῥαββί·” καίπερ οὐδὲν οὐδέ πὼς μαθόντες περὶ οὐδὲ ἀκούσαντες. Τὸ δὲ “ ποῦ μένεις;” εἶπον ἐκ πολλῆς συνέσεως, μετὰ ἡσυχίας εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι παρ’ αὐτοῦ πάντα ἤθελον. Οὐ λέγει δὲ τὸν τόπον, οὐδὲ τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, ἔρχεσθε καὶ ὄψεσθε, ὅπως πλέον αὐτοὺς ἐπισπάσηται πρὸς τὴν ἀκολούθησιν. Διὰ τὶ ὁ Εὐαγγελιστὴς ἐσήμανε τὸν καιρὸν, εἰπὼν τὸ ὥρα ἢν ὡς δεκάτη;” ὅπως τὴν σπουδὴν, ἣν εἰχον περὶ ἀκρόασιν, ἐπιδείξηται, ὅτι οὐδὲ ὑπὸ τῆς ὥρας περιετράπησαν· καὶ γὰρ ἔτυχε πρὸς δυσμον ο ἥλιος ων· ἔτι δε καὶ αὐτοῦ του δεσποτου φιλανθρωπίαν, ὅτι οὐδὲ αὐτὸς εἶπεν. ἄκαιρόν ἐστι νῦν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀλλ’ ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. εἰ δὲ καὶ ἀλλαχοῦ ὥραν μέν φησιν, “ ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “κλῖναι” τοῦ μηδὲν ἴδιον καταγώγιον κεκτῆσθαι δηλωτικόν ἐστιν, οὐ τοῦ μὴ μένειν ἐν οἰκίᾳ· καὶ γὰρ καὶ ἡ παραβολὴ τῶν ἀλωπέκων καὶ τῶν πετηνῶν τοῦτο βούλεται. Σευήρου ἀπολ. Ἐξ ὧν, φησὶν, ἐθεασάμην μεῖναν τὸ Πνεῦμα θεϊκῶς ἐν Υἱῷ, κατέλαβον μιᾶς εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν οὐσίας τε καὶ θεότητος, καὶ μεμαρτύρηται ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ· οὐκ ἃν τοῦτο φιλοτιμεῖσθαι δυνάμενος, εἰ μὴ ἴδιον καὶ τῆς αὐτῆς οὐσίας ἦν αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον· ὃ γὰρ ἐκ δωρεᾶς τις λαμβάνει, τοῦτο ἑτέροις ὡς ἐξ οἰκείου προσώπου δωρήσασθαι οὐ δύναται· αὐτὸς δὲ τοῖς μαθηταῖς ἐνέφυσε λέγων, “ λάβετε Πνεῦμα Ἄγ’ Ἅγιον.” διὸ καὶ ὁ Παῦλος Ῥωμαίοις ἐπιστέλλων φησὶν, “ εἰ δέ τις Πνεῦμα Χρι- “ στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” Ἀμμωνίου. Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ’ οὗ οἱ Φαρισαῖοι τὴν πρὸς Ἰωάννην συντυχίαν, ἐν ᾗ ἐπυνθάνοντο αὐτοῦ τίς ἐστιν. Τοῦ Χρυσοστόμου. Ὅταν ἀκούσης τοῦ βαπτιστοῦ τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίαν καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς μίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ καθάπαξ εἰπὼν ἀκουσθῆναι· ἐπεὶ δὲ οἱ πολλοὶ τοῖς λεγομένοις οὐ προσεῖχον ἐξ ἀρχῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρα πάλιν αὐτοὺς ἀφυπνίζει φωνή. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας. Ἀμμωνίου. Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐτὸν φθάσαι, συγκαταβατικῶς στρέφεται πρὸς αὐτοὺς, δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν τὸν νόμον, καὶ διδάσκων τὰ ἐν αὐτῷ. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Διὰ τὸ ῥάθυμον τῶν ἀκροατῶν, τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ διδασκάλου τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς τῶν ἀκροατῶν ψυχαῖς. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου. Τὸ δὲ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα, ἀλλὰ τὸ τοῦ Ἀνδρέα μόνον, διότι, ὥς τινές φασιν, αὐτὸν ὑπάρχειν τὸν τοιαῦτα γράψαντα τὸν ἠκολουθηκότα. τινὲς δὲ πάλιν οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ἐκεῖνος οὐ τῶν ἐπισήμων ἦν, καὶ οὐκ ἦν τι κέρδος ἀπὸ τοῦ μαθεῖν αὐτοῦ τὸ ὄνομα· τοῦ δὲ Ἀνδρέα μέμνηται καὶ διὰ τὸ εἶναι αὐτὸν ἐπίσημον, καὶ διὰ τὸ τὴν ἀρχὴν τῆς πίστεως προκαταβαλέσθαι Σίμωνι τῷ ἑαυτοῦ ἀδελφῷ· ὅθεν καὶ διὰ τοῦτο εὐθέως ἀκούσας “ ὅτι ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,” οὐκ ἠπόρησε πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ πεισθεὶς ἠκολούθησεν ὁ Σίμων. δῆλον δὲ ὅτι τοῦτο εἰς τὸν Σίμωνα ὁ Ἀνδρέας εἰργάσατο, ἐκ τοῦ μὴ κατασχεῖν παρ’ ἑαυτῷ τὸν τῆς διδασκαλίας τοῦ Σωτῆρος θησαυρὸν, ἀλλὰ ταχέως δραμεῖν καὶ τοῦτον μεταδοῦναι τῷ ἀδελφῷ. Τί δηλοῖ τὸ εἰπεῖν αὐτὸν, “ εὑρήκαμεν τὸν Μεσσίαν, ὃς “ νεύεται Χριστός;“τὴν ὠδίνουσαν τὴν ψυχὴν αὐτοῦ περὶ Χριστοῦ παρουσίαν, καὶ ὅτι περὶ τὴν ἄφιξιν αὐτοῦ προσεδόκα διὰ παντὸς, ὅθεν καὶ περιχαρὴς γέγονε διὰ τὸ συμβῆναι τὸ προσδοκώμενον· διὸ καὶ ἐπείγεται καὶ ἑτέροις μεταδοῦναι τῶν εὐαγγελίων. Οὐχ ἁπλῶς δὲ Μεσσίαν λέγει, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης “ τὸν Μεσσίαν,” ὡς ἕνα Χριστὸν προσδοκῶντες, οὐδὲν κοινὸν νὸν πρὸς τοὺς ἄλλους χριστοὺς ἔχοντα. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν εὐθέως ὡς εὐπειθῆ καὶ εὐήνιον, καὶ διὰ τὸ θερμὸν αὐτοῦ καὶ εὐζήλωτον, ὅπερ ἐξ ἀρχῆς οὗτος αὐτὸς ὁ Πέτρος ἐκέκτητο· οὐκ ἐξ εὐκολίας δὲ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπέδραμεν, μὴ τοῦτό τις ὑποπνεύσῃ περὶ αὐτοῦ, ἀλλὰ πολλὰ ζητήσας καὶ τὸν ἀδελφὸν ἀνακρίνας, οὕτω τὸν λόγον παρεδέξατο· ἀλλ’ οἱ Εὐαγγελισταὶ τοῦτο ἐπιτέμνουσι, βραχυλογίας ἐπιμελούμενοι. Ἐπειδὴ δὲ τῶν σημείων οὐχ ἧττον αἱ προφητεῖαι προσάγονται, ἄρχεται λοιπὸν ἐντεῦθεν ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προρρήσεων. Ἐμβλέψας γὰρ αὐτῷ φησι· “ σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ,” ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται· ὁ γὰρ τὸ ὄνομα εἰπὼν, δηλονότι καὶ τὸ μέλλον προῄδει, καὶ μετ’ ἐγκωμίου ἡ πρόρρησις· τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος, “ σὺ κληθήσῃ “ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. οὐκ εἶπε δὲ, ὅτι ἐγώ σε ὅπερ μείζονος ἦν ἐξουσίας, διὰ τὸ μὴ βούλεσθαι ἐξ ἀρχῆς τὰ τῆς αὐθεντείας ἐπιδείκνυσθαι ἅπαντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται. Tίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ὠνόμασε, τοὺς δὲ περὶ Ἰάκωβον υἱοὺς βροντῆς; ἵνα δείξῃ ὅτι καὶ τὴν παλαιὰν αὐτός ἐστιν ὁ δεδωκὼς, ὁ a τὰ ὀνόματα ὥσπερ καὶ τότε καὶ νῦν μεταρρθμίζων· τὸν γὰρ Ἀβρὰμ Ἀβραὰμ ἐκάλεσε, καὶ τὴν Σάραν Σάρραν. Ὁ μὲν Ἀνδρέας ἀκούσας παρὰ τοῦ προδρόμου ἠκολούθησε τῷ Χριστῷ, καὶ ὁ Πέτρος παρὰ τοῦ Ἀνδρέα· ὁ δὲ Φίλιππος ὅθεν; παρ’ οὐδενὸς μαθὼν οὐδὲν, ἀλλὰ τοῦτο μὲν εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, “ ἀκολούθει μοι, ” ἐπείσθη τε εὐθέως, καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ κήρυξ ἑτέροις γίγνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, “ ὃν ἔγραψε,” φησὶ “ Μωϋσῆς καὶ οἱ προφῆται, “ καμεν.” Πρῶτον μὲν διὰ τὸ τὴν φωνὴν τοῦ Κηίου ἐργάσασθαι τι ἐν αὐτῷ· ἔπειτα δὲ καὶ διὰ τὸ μεμεριμνημένην διάνοιαν ἔχειν, a ὃς cod. καὶ συνεχῶς μελετᾷν τὰ Μωυσέως, καὶ προσδοκᾷν τὴν παρουσίαν αὐτοῦ. καὶ γὰρ τὸ “ εὑρήκαμεν” ζητούντων ἐστὶν ἀεί. Λέγει δὲ καὶ τὴν κώμην τοῦ Φιλίππου ὁ Εὐαγγελιστὴς, ἵνα μάθωμεν κἀντεῦθεν τὴν τοῦ Χριστοῦ δύναμιν· ὅτι ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν τοὺς τῶν μαθητῶν ἐγκρίτους ἐξελέξατο. Ἐπὶ δὲ τὸν Μωϋσέα καὶ τοὺς προφήτας τὸν Ναθαναὴλ ὁ Φίλιππος παρέπεμψεν, ἵνα ἀξιόπιστον ποιήσῃ τὸ κήρυγμα· καὶ γὰρ ἦν ἀκριβῆς καὶ πάντα διεσκεμμένος ὁ Ναθαναὴλ μετὰ ἀληθείαν, ὡς καὶ ὁ χριστὸς ἐμαρτύρησεν αὐτῷ, καὶ τὸ ἔργον ἔδειξεν. Τἴον δὲ “ τοῦ Ἰωσὴφ” εἶπεν, ἐπειδὴ τούτου τέως εἶναι παῖς ἐνομίζετο. Λέγει δὲ “ ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν εἶναι;“διὰ τὸ αὐτὸν ἐκ τῶν γραφῶν ὅτι ἐκ Βηθλεὲ δεῖ ἐλθεῖν τὸν Χριστόν. Τὸ δὲ “ ἔρχου καὶ ἴδε” φησὶν ὁ Φίλιππος, εἰδὼς οὐκ ἀποστησόμενον λοιπὸν, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας Χριστοῦ. Ἐπαινεῖται δὲ παρὰ τοῦ Χριστοῦ, καὶ θαυμάζεται ὡς ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐπειδὴ οὐδὲν πρὸς χάριν οὐδὲ πρὸς ἀπέχθειαν ἐφθέγξατο· οὐ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ ἀδεκάστου κρίσεως, ὅθεν καὶ ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχεν. ὅτι οὐκ ἐστιν ἐκ Ναζαρὲτ, ταύτην ἔμεινε διατηρῶν. Πῶς αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ δὲ εἰπεῖν, “ πόθεν με γινώσκεις,” δείκνυσιν αὐτὸν ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα, ὅτι περ οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐδὲ τοῖς ἐγκωμίοις ἐπέδραμεν, ἀλλ’ ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, βουλόμενός τι μαθεῖν σαφέστερον· Τί σημαίνει τὸ “ πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν “ συκῆν εἶδόν σε;“τὸ κατ’ αὐτὴν τὴν ὥραν, ὅτε ἐν τῇ συκῇ, οὐδενὸς παρόντος, μόνος ὁ Φίλιππος τῷ Ναθαναὴλ κατ’ ἰδίαν περὶ τοῦ Χριστοῦ διελέγετο. Πρὸ τοῦ πλησιάσαι δὲ εἶπεν, “ ἴδε ἀνὴρ “ Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι·” ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν, ὡς τοῦ Φιλίππου προδιαλεχθέντος τῷ Χριστῷ περί τε τῆς συκῆς, περὶ ὧν τε ἐλάλησεν· ὅθεν ἐκεῖνος ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ δένδρου, ἀπό τε τοῦ τὴν γνώμην αὐτοῦ ἐξετάσαι μετὰ ἀκριβείας, συνιδὼν τίς ἐστιν, ἀποκριθεὶς εἶπε· “ ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς “ τοῦ Ἰσραήλ.” ταῦτα δὲ ἀπὸ πολλῆς χαρᾶς ἐφθέγξατο· τοῦτ’ ἔστι, σὺ εἶ, φησὶν, ἐκεῖνος ὁ προσδοκώμενος, ὁ ζητούμενος, καὶ πρὸ τῆς διδασκαλίας. Ἄξιον δὲ καὶ ζητῆσαι, τίνος ἕνεκεν Υἱὸν Θεοῦ εἰπὼν ὁ Ναθαναὴλ, καὶ πρὸ τῶν σημείων, οὐκ ἐμακαρίσθη, καθάπερ καὶ ὁ Πέτρος; ὅτι οὐ μετὰ τῆς αὐτῆς διανοίας ἑκάτερος τὰ αὐτὰ ἐφθέγξατο ῥήματα. Ὁ μὲν γὰρ Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλόν· καἰ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν, “ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, οὐ τοῦ Ἱσραήλ ἐστι μόνον βασιλεὺς, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Χριστὸν, ’τι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τὰ ἑξῆς, ἀπὸ b αὐτὸν κατὰ μικρὸν ἀνάγει, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι αὐτὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ τῶν Ἀγγέλων δεσπότην αὐτὸν ὁμολο- γῆσαι. ᾧ c γὰρ Ἄγγελοι διακονοῦσι, καὶ ἐφ’ ὃν Ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἄνθρωπος οὗτος ἃν εἴη ψιλός; Ταῦτα δὲ τὰ περὶ τῶν Ἀγγέλων, ἐκβήσεσθαι ἔμελλεν ἐπὶ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως. ΚΕΦ. Α. Περὶ τοῦ ἐν Κανᾶ γόμου. Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδὲ ὡς μέγαν d τινὰ, ἀλλ’ ἁπλῶς ὡς γνώριμον· ὅθεν τοῦτο σημαίνων ὁ Εὐαγγελιστὴς φησί· “ ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ “ ἀδελφοὶ αὐτοῦ ἐκεῖ·” ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς, οὕτω καὶ τὸν Ἰησοῦν ἐκάλεσαν· αὐτὸς δὲ παραγίγνεται, ἐπειδὴ οὐκ εἰς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι δοῦλος, πολλῷ μᾶλλον οὐκ ἃν ἀπηξίωσε εἰς γάμον ἐλθεῖν. Πόθεν ἐπῆλθε δὲ τῇ μητρὶ αὐτοῦ μεγάλα λογίσασθαι περὶ αὐτοῦ “ οἶνου οὐκ ἔχουσι;” πρῶτον μὲν ἡ σύλληψις, καὶ τὰ περὶ τὴν σύλληψιν γενόμενα ἀπάντα οὐδὲ γὰρ παι, ὢν ἐθαυματούργησεν, η κὰν ἐν σημεῖον ἐποίησεν, ἐπειδὴ ἔμελλεν ἃν πανταχοῦ ἀπελθεῖν ἡ ἀκοὴ αὐτοῦ. ἔπειτα ’δε καὶ δία τὸ ἀκηκοέναι ἀυτὴν, ὅτι ο Ἰωάννης δι’ αὐτὸν b Est lac. in Cod. c ὡς Cod. d μεγάλα Cod. ἦλθε, καὶ ὅτι αὐτῶν ἐμαρτύρησε, καἰ ὅτι μαθητὴν ἔσχε, διὰ τοῦτο λοιπὸν θαρροῦσα παρακαλεῖ· ἐβούλετο γὰρ καὶ ἐκείνην καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Τὸ δὲ “ τί ἐμοὶ καὶ σοὶ γύναι;” ταύτης ἕνεκεν τῆς προφάσεως ὥστε μὴ ὑποπτευθῆναι τὸ γινόμενον θαῦμα. καὶ γὰρ οὐ παρὰ τῆς μητρὸς παρακληθῆναι ἐχρῆν, ἀλλὰ παρὰ τῶν δεομένων· ἡ γὰρ παρὰ τῶν οἰκείων γινομένη παράκλησις σκάνδαλον τίκτει τοῖς ὁρῶσι, κἂν μεγάλα ᾖ τὰ γενόμενα, ὅτ’ ἂν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, αἰ, ἀνύποπτον τὸ πρᾶγμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος. Τὸ δὲ “ οὔπω ἡ ὥρα μου ἥκει,” οὐκ ἀνάγκῃ καιρῶν ὑποκείμενος, οὐδὲ ὥρας παρατηρούμενος, πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς καὶ χρόνων καὶ αἰώνων δημιουργός; ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁ μὲν πάντα ποιῶν, ἐπεὶ σύγχυσίς τις ἔμελλεν εἶναι καὶ ἀταξία. Ἐπεὶ οὖν ἄδηλον ἦν τοῖς πολλοῖς, καὶ οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεσαν; ἦ γὰρ ἃν αὐτοὶ προσῆλθον καὶ περὶ τοῦ οἴνου παρεκάλουν ἐν χρείᾳ καταστάντες, διὰ τοῦτό φησιν, “ οὔπω ἥκει ἡ ὥρα μου. 1 ἰνὸς δὲ ἕνεκεν εἰπὼν, οὔπω ἥκει ἡ “ ὥρα μου,” καὶ παραιτησάμενος, ἔπραξε; δεικνὺς μὲν τοῦ μὴ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι, ἔπειτα δὲ καὶ τὴν μητέρα τιμῶν, ἵνα μὴ δόξῃ ἐπιπολὺ ἀντιλέγειν καὶ καταισχύνειν αὐτὴν, καὶ ἵνα μὴ ἀσθενείας λάβῃ ὑπόνοιαν. τοῖς δὲ διακόνοις εἶπεν ἡ μήτηρ αὐτοῦ, “ ὁ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε,” ὥστε πλείονα γενέσθαι τὴν αἴτησιν. Δεῖ γὰρ εἰδέναι ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιρρίπτειν ἑαυτὸν τοῖς θαυματουργοῖς. Οὐχ ἁπλῶς δὲ εἶπε “ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,” ἀλλ’ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν ὅτι τρυγία τις ἐναπομεί- νασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἰνος λεπτότατος γέγονε, δείκνυσιν ὅτι οὐδέποτε ἐκεῖνα γέγονεν οἴνου δοχεῖα· ἐπειδὴ γὰρ ἄνυδρος ἦν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνην εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὴν ὑδρίαν ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴ ποτε ἀκάθαρτοι γένοιντο, ἀλλ’ ἐγγύθεν ἔχειν τοῦ καθαρμοῦ τὸν τρόπον. οὐκ ἐποίησε δὲ τὸ τούτου παραδοξότερον πρινὶ γεμισθῆναι τὴν ὑδρίαν ὕδατος, ἐξ οὐκ ὄντος οἶνον δημιουργήσας, ὅπως εὐπαράδεκτον μᾶλλον τὸ θαῦμα γένηται. Διὰ τοῦτο τοίνυν ἐν ἅπασι τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκών. Οὐ παρήγαγε δὲ αὐτὸς τὸ ὕδωρ, ἀλλὰ τοῖς διακόνοις συνεχώρησε τοῦτο ποιῆσαι, ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου. Ἀμμωνίου. Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα. Διὰ δὲ τοῦ μὴ εἰπεῖν τινὰς, ὅτι μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις αὐτῶν διεφθαρμένη καὶ οὐχ ἱκανὴ διακρῖναι πότερον ὕδωρ ἢ οἶνος εἶναι τὸ ποτὸν, διὰ τοῦτο κελεύει τῷ ἀρχιτρικλίνῳ δοθῆναι τῷ νήφοντι· καὶ γὰρ οἱ τοιαύτην διακονίαν, ὡς ἐπίστασθε, πεπιστευμένοι, μάλιστα εἰσὶν οἱ νήφοντες, ὥστε ἐν κόσμῳ καὶ τάξει πάντα διατίθεσθαι αὐτούς. Τίνος ἕνεκεν τὸν νυμφίον ἐφώνησεν ὁ ἀρχιτρίκλινος, οὐ τοὺς διακόνους; οὕτω γὰρ ἃν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. κατ’ οἰκνομίαν τινὰ γέγονε τοῦτο. ἠρέμα γὰρ καὶ κατὰ μικρὸν ὁ Χριστὸς ἐβούλετο γνωσθῆναι τὸ σημεῖον. Εἰ γὰρ τότε ἐλέχθη, οὐκ ἃν οἱ διάκονοι διηγούμενοι ταῦτα ἐπιστεύθησαν, ἀλλ’ ἔδοξαν ἃν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ εἶναι δοκοῦντι τοιαῦτα μαρτυροῦντες. Αὐτοὶ μὲν γὰρ οἱ διάκονοι διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν, ἑτέρους δὲ πιστοῦσθαι, οὐκ ἦσαν ἱκανοὶ τότε· διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασι παραχρῆμα, οὔτε ἐκεῖνοι τότε εἶπον· μετὰ γὰρ τὴν τῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. ὅθεν καὶ ὁ βασιλικὸς διὰ τοῦτο αὐτὸν πρὸς τὴν τοῦ παιδὸς ὑγιείαν προσεκαλέσατο, διὰ τὸ μαθεῖν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον· ὅπερ καὶ παράδηλον ὁ Εὐαγγελιστὴς ἔλεγεν “ ὅπου “ ἐποίησε τὸ ὕδωρ οἶνον.” οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησε, ἀλλ’ οἶνον κάλλιστον. τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῶν τῶν διὰ τῆς φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε, τὸ δὲ καλὸν γενέσθαι, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον· ἅπερ σαφέ- στερα γέγονε τοῦ χρόνου προἰόντος, καθάπερ καὶ ἕτερα πλεῖστα τῶν σημείων ὡς πρότερον ἀμυδροτέρως δειχθέντα. ὅτι δὲ εἶπεν ὁ Εὐαγγελιστὴν, “ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς “ ἐν κανᾶ τῆς Γαλιλαίας,” εἶπον καὶ πρώην, ὅτι τινὲς καὶ ταύτην εἶναί φασιν, εἰ καὶ πρόσκειται τὸ ἐν κανᾶ. Ἐγὼ δὲ ὑπὲρ τούτου μὲν οὐδὲν ἀκριβολογησαίμην, ἀλλ’ ὅτι μὲν μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ ἔμπροσθεν ἐδηλώσαμεν· εἴτε δὲ τοῦτο, εἴτε ἕτερον σημεῖον ἐγένετο πρότερον, οὐ σφόδρα διϊσχυρίζεσθαι ἀναγκαῖον εἶναι μοὶ δοκεῖ. Πῶς δὲ “ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ;” οὐδὲ γὰρ πολλοὶ εῖχον τότε τῷ γεγεννημένῳ a, εἰ μὴ οἱ διάκονοι καὶ ὁ ἀρχιτρίκλινος καὶ ὁ νυμφίος. ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες, ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται καὶ οὐ διέλαθεν. Πῶς δὲ “καὶ οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν” οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν; ὅτι περ τότε προσθήκην ἐδέξαντό τινα τῆς εἰς αὐτὸν πίστεως. Διὰ τι κατέβη εἰς Καπερναοὺμ ὁ Χριστὸς μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν; διὰ τὴν εἰς μητέρα τιμὴν, ὅπως ἀποκαταστήσῃ αὐτὴν καὶ τοὺς ἀδελφοὺς, ἵνα μὴ πανταχοῦ αὐτούς τε καὶ αὐτὴν ἐπισύρηται, καὶ οὕτως πάλιν ἐπιλάβηται τῶν θαυμάτων. καὶ γὰρ διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πόθεν δὲ τοῦτο δῆλον, ὅτι διὰ τοῦτο κατέβη εἰς Καπερναούμ; ἐκ τοῦ μηδὲ ἓν θαῦμα ἐργάσασθαι ἐν αὐτῇ, οὐ γὰρ ὑγιῶς πρὸς αὐτὸν εἶχον οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, διὰ τὸ σφόδρα ὑπάρ- χειν αὐτοὺς διεφθαρμένους· καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπὼν, “ καὶ σὺ Καπερναοὺμ ἡ ἕως τῶν οὐρανῶν ὑψωθεῖσα,” κ. τ. ἑ. ΚΕΦ. Β. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν τὸ “ ἦν δὲ ἐγγὺς τὸ “ Πάσχα τῶν Ἰουδαίων,” δείκνυσιν ἡμῖν ὅτι οὐ πρὸ πολλῶν πάνυ ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελὼν δὲ εἰς τὰ Ἱεροσόλυμα ποιεῖ πρᾶγμα πολλῆς αὐθεντείας γέμον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βοῦς καὶ πρόβατα” καὶ τὰ ἑξῆς. καὶ οὗτος μὲν ὁ Εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων τοὺς καπήλους καὶ ἐκείνους καὶ τοὺς ἐκεῖ διατρίβοντας, ἔλεγε πρὸς αὐτοὺς, “ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·” ἕτερος δὲ Εὐαγγελιστὴς “ σπήλαιον λῃστῶν,” ὅθεν ζητητέον εἰ κατὰ τὸν a Sic. αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν τοῦτο ποιεῖ· διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρώμενος “ σπήλαιον λῃστῶν” ἐκάλεσεν· ἐνταῦθα δὲ ἐν προοιμίοις ὣν τῶν σημείων, ὑφειμένως τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο γεγενῆσθαι. Εκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνος ἕνεκεν αὐτὸς τοῦτο πεποίηκεν; ἐπειδὴ ἔμελλεν ἐν σαββάτῳ θεραπεύειν, καὶ πολλὰ ἕτερα ποιεῖν, ἃ ἐδόκει τῶν νόμων παράβασις εἶναι, ἵνα μὴ δόξῃ ὡς ἀντίθεος τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ, ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας ποιεῖται τὴν διόρθωσιν· οὐ γὰρ ἃν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην ἠθέτησε· καὶ οὐδὲ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ παρακεκινδυνευμένως· καὶ γὰρ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχυσεν· οὐκ ἃν οὖν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ δεσπότου τοῦ οἴκου κατεφρόνησε· καὶ οὐδὲ εἶπεν ἁπλῶς τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ “ τὸν οἶκον τοῦ Πατρός μου.” Τὸ δὲ εἰπεῖν αὐτοὺς, “ τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ποιεῖς;” τὴν ἐσχάτην ἄνοιαν αὐτοῖς ἐμφαίνει. ποίου γὰρ χρεία ἢν, ὥστε τὰ κακῶς γενόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; Αὐτὸ γὰρ τὸ τοσοῦτον λαὸν ἐκβάλλειν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, μέγιστον σημεῖον ἦν ἀρετῆς· καὶ εἰ μὲν εὐγνωμόνως διέκειντο, ὡς οἱ μαθηταὶ, εὐθέως ἃν ἐμνήθησαν τὸ “ ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεται με·” ὡς δὲ τῆς ἀληθείας ἀμέτοχοι, σημεῖον ἐπεζήτουν· ὅθεν φησὶ πρὸς αὐτοὺς, “ λύσατε τὸν ναὸν τοῦτον” καὶ τὰ ἑξῆς. Κυρίλλου. Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. Ἀμμωνίου πρεσβυτέρου. Ἀντὶ τοῦ, εἰ ὡς Υἱὸς ὣν τοῦ Θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις, πεῖσον ἡμᾶς διὰ σημείου ὅτι ἐκ Θεοῦ ἐπέμφθης. Διὰ τοῦτο εἶπεν ὅτι “ λύσατε τὸν ναὸν τοῦτον,” ἵνα δείξῃ ὅτι προγινώσκει τὰ μετὰ ταῦτα ἐσόμενα. Εἰ γὰρ καὶ τότε μὲν ἠπόρουν τὸ τι ἃν εἴη τοῦτο, οἱ δὲ ἀμφέβαλλον, ἀλλ’ ὕστερον ἐπέγνωσαν μετὰ τὴν ἀνάστασιν. Κυρίλλου. Οὐ προτρέπει αὐτοὺς εἰς μιαιφονίαν, “ λύσατε “ τὸν ναὸν τοῦτον,” εἰπὼν, ἀλλ’ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως αὐτὸ, τὸ συμβησόμενον ὑπαινίττεται. Εἰπόντες δὲ ἐκεῖνοι ὅτι ” ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὠκοδομήθη ὁ ναὸς οὗτος” τὴν ὑστέραν οἰκοδομὴν ἐδήλωσαν· ἡ γὰρ πρώτη εἰς εἴκοσι ἐτῶν ἀπηρτίσθη χρόνον. Μετὰ δὲ τὸ ἐγερθῆναι αὐτὸν ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ ἔλεγεν, ἐπειδὴ τότε δύο ἦν αὐτοῖς τὰ προιστάμενα τέως, ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἐνοικῶν· ἅπερ ἀμφότερα ἠνίξατο εἰπὼν, “ λύσατε καὶ ἐγερῶ.” Τίνας λέγει τούτους τοὺς πιστεύσαντας εἰς τὸ ὄνομα αὐτοῦ, ὅτε ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἦν; τοὺς πρὸς ὀλίγον ἀντεχομένους τότε τῇ ἀληθείᾳ, καὶ πάλιν αὐτῆς ἐκπίπτοντας. καὶ γὰρ τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τοιοῦτοι ὑπῆρχον, οἱ δὲ τῇ πλάνῃ προσεῖχον· ὅτι γὰρ οὕτω γνησίως πιστευσάντων ἦσαν ἐκεῖνοι δείκνυσιν ἡ ἐπαγωγή· φησὶ γὰρ, “ αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ “ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,” καὶ τὰ ἑξῆς. Ὡς γὰρ ἐμβατεύων ταῖς καρδίαις, τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάρρει αὐτοῖς, οὐδὲ ἐνεχείριζε πάντα τὰ δόγματα ὡς ἤδη πιστοῖς γενομένοις. ΚΕΦ. Γ. Περὶ Νικοδήμου. Τίς ἐστιν οὗτος ὁ Νικόδημος; ὁ καὶ ἐν μέσῳ τῷ τοῦ Εὐαγγελίου φαινόμενος ὑπὲρ τοῦ Χριστοῦ λαλῶν οὕτως, “ ὁ νόμος ἡμῶν κρίνει “ οὐδένα, ἃν μὴ πρότερον ἀκούσῃ.” καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς τοῦ δεσποτικοῦ σώματος φαίνεται κηδείαν ποιούμενος. διέκειτο μὲν οὖν περὶ τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς ἐχρῆν. ἔτι γὰρ τῆς Ἰουδαϊκῆς εἴχετο ἀσθενείας· διὰ τοῦτο καὶ νυκτὸς ἦλθε δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. ἀλλ’ ὁ φιλάνθρωπος Χριστὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ εἰπόντι ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, διήλεγξεν αὐτὸν λέγων, τί οὖν νύκτωρ ἔρχῃ πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα, καὶ ἐκεῖθεν ἥκοντα; Δείκνυσι δὲ καὶ ἐκ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ ὅτι οὐδεὶς. “ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς “ ᾖ μετ’ αὐτοῦ,” ὅτι ἀνθρωπίνην περὶ αὐτοῦ τὴν διάνοιαν εἶχε, καὶ ὡς περὶ προφήτου διαλέγεται. Τί ἔστιν “ ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν “ βασιλείαν τοῦ Θεοῦ;” ἐὰν μὴ μετάσχῃ Πνεύματος Ἁγίου διὰ λουτροῦ τῆς παλιγγενεσίας, οὐ δύναται περὶ ἐμοῦ, φησὶ, δόξαν τὴν προσήκουσαν λαβεῖν. Ἣν γὰρ νῦν ἔχεις δόξαν περὶ ἐμοῦ, οὐ πνευματική ἐστιν, ἀλλὰ ψυχικὴ, καὶ οὐ μόνος σὺ, ἀλλὰ κἂν ὅστις οὖν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω τῆς βασιλείας ἐστί. Τὸ δὲ “ ἄνωθεν” ἐκ τοῦ οὐρανοῦ οὐ δηλοῖ. τινος ἕνεκεν εἶπεν. “ πῶς δύναται γεννηθῆναι ἄνθρωπος γέρων ὤν;“ἀπὸ πολλῆς ἐκπλήξεως, ἀκούων μείζονα ἢ παρὰ ἀνθρώπου. Τὸ δὲ πῶς τοῦτο; τῶν μὴ σφόδρα πιστευόντων ἐστίν· ὅθεν καὶ καταγέλαστα τὰ ῥήματα φαίνονται. οὐδὲ γὰρ ἐνενόησε γέννησιν πνευματικὴν, ἀλλ’ εἰς τὴν σωματικὴν γαστέρα καθείλκυσε τῆς σαρκὸς τὸ μέγα δῆμα καὶ ὑψηλὸν, εἰπὼν, “ μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρος, καὶ τὰ ἐξῆς. Δύο δὲ ἦν τὰ θορυβοῦντα καὶ ἀποροῦντα αὐτὸν, ἥ τε γέννησις ἡ πνευματικὴ, ἥ τε βασιλέως· οὐδὲ γὰρ ὄνομα βασιλεῖ οὐρανῶν ἠκούσθη ποτὲ παρὰ Ἰουδαίοις, ἀλλὰ τίνας περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Διὸ καὶ ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει νῦν τῆς γεννήσεως τρόπον εἰπὼν, “ ἐὰν μὴ τὶς γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος.“ καὶ τὰ ἑξῆς. Ὁ γὰρ μήπω, φησὶ, λαβὼν τὸ δεσποτικὸν σύμβολον, τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς. Εἰ γὰρ καὶ ὕδωρ ὑπόκειται, ἀλλὰ θεῖα ἐν αὐτῷ τελεῖται σύμβολα τάφου νέκρωσις καὶ ἀνάστασις καὶ ζωή· καὶ ταῦτα ὁμοῦ γίνεται ἅπαντα. ἐπὶ πλεῖον δὲ αὐτὸν ἀπάγων τῶν αἰσθητῶν φησὶ, “ τὸ γεγενη- “ μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγενημένον ἐκ “ πνεύματος πνεῦμά ἐστι,” τοῦτ’ ἔστι πνευματικόν ἐστι· γέννησιν γὰρ ἐνταῦθα τὴν κατὰ τιμὴν καὶ χάριν λέγει. Διὰ τι ειπεν αὐτῷ, μὴ θαυμάσῃς;” διὰ τὸ ἰδεῖν αὐτὸν ἔτι θορυβούμενον, διὸ καὶ ἐπ’ αἰσθητὸν ἄγει παράδειγμα τὸν λόγον μέσον σώματός τε καὶ ἀσωμάτων, λέγω δὴ τοῦ ἀνέμου τὴν φορὰν, εἰπὼν, “ τὸ πνεῦμα ὅπου θέλει πνεῖ.” τοῦτο δέ φησιν οὐχ ὡς προαίρεσιν τινὰ τοῦ ἀνέμου ἔχοντος, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν, υ d τὴν ἀκώλυτον καὶ μετ’ ἐξουσίας γινομένην. “ καὶ τὴν φωνὴ, αὐτοῦ “ ἀκούεις, τουτέστι τὸν πάταγον. Τὸ δὲ “ οὐκ οὐκ πόθεν ἔρχε- “ τᾶι καὶ ποῦ ὑπάγει,” τὸ ἀκάθεκτον δηλοῖ τοῦ ἀνέμου, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κᾳκεῖσε φέρεσθαι. Διὰ δὲ τοῦ εἰπεῖν, “ οὕτως ἐστὶ πᾶς ὁ γεγενημένος ἐκ τοῦ “ πνεύματος,” τὸ συμπέρασμα ἅπαν ἐδήλωσεν. Εἰ γὰρ τούτου φησὶ τοῦ πνεύματος, τουτέστι τοῦ ἀνέμου, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδὸν, πῶς τὴν ἀπὸ τοῦ Θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ; καὶ εἰ ὅπου θέλει οὗτος ὁ ἄνεμος πνεῖ, πόσῳ μᾶλλον ἡ τοῦ Ἁγίου Πνεύματος χάρις οὐ δυνήσεται νόμῳ φύσεως κατασχεθῆναι, οὐδὲ ὅροις σωματικῆς γεννήσεως; εἰ τοίνυν τὸν ἄνεμον οὐκ ἀσχάλλεις, φησὶν, ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας; Διὰ δὲ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ πῶς δύναται ταῦτα γενέσθαι;“μανθάνομεν ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας αὐτὸν ἔτι ἐμμένοντα ταῦτα λέγειν. Διὰ τοῦ εἰπεῖν τὸν Χριστὸν, “ σὺ εἶ ὁ διδάσκαλος τοῦ “ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;“δείκνυσιν αὐτὸν ἀπὸ ἀφελείας ταῦτα φθεγξάμενον. Εἰ γὰρ ἀναμνησθῇς, φησὶ, τὰ ἐν τῇ παλαιᾷ παράδοξα θαύματα γενόμενα, ἀπό τε τοῦ πρώτου ἀνθρώπου πῶς ἐπλάσθη, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἡ γυνὴ, τὰ ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρυθρᾷ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ πῶς στεῖραι ἔτεκον, καὶ τὰ τούτοις ὅμοια, ὡς ὣν διδάσκαλος τοῦ Ἰσραὴλ, οὐδ’ ἃν καἰ περὶ ὧν λέγω νῦν ἀπιστήσῃς. Τὸ δὲ, “ ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,” οὐκ ὄψιν αἰσθητὴν ἐμφῆναι βουλόμενος τοῦτό φησιν, ἀλλὰ τὴν ἀκριβῆ γέννησιν. τὸ δὲ “ οἴδαμεν” ἤτοι περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγει, ἣ περὶ ἑαυτοῦ μόνον. Καὶ οὐδὲ οὕτω, φησὶ, “ τὴν μαρτυρίαν ἡμῶν λαμβάνετε” τὸ συμβησόμενον, ἤγουν τὴν ἀπιστίαν αὐτῶν προαναφωνῶν, “ εἰ τὰ “ ἐπίγεια εἶπον ὑμῖν,” τουτέστι περὶ τοῦ βαπτίσματος, καὶ τῆς κατὰ χάριν γεννήσεως, “ καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω “ ὑμῖν τὰ ἐπουράνια,” τουτέστι, περὶ τῆς ἀπορρήτου καὶ ἀφάτου γεννήσεως πιστευσετε; Τὸ δὲ “ ἐπίγειον” ἐνταῦθα, τινὲς μὲν φασὶ περὶ τοῦ ἀνέμου εἰρῆσθαι, τουτέστιν, εἰ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν; εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα καλεῖ, διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. Ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις, πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ Ἰησοῦ τῆς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γενομένης. “ οὐδεὶς ἀναβέβηκεν “ εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς, ἵνα τὸν Νικόδημον διορθώσηται. Επεὶ γὰρ εἶπεν ἐκεῖνος, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, τούτου χάριν τοῦτό φησιν, ὅτι μὴ νομίζετέ με διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας, ἐξ οὐρανοῦ γὰρ πάρειμι νυν· Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ’ ἀπὸ τῆς ἐλάττονος οὐσίας ἑαυτὸν, ἵν οὕτως εἴπω, τῆς ἀνθρωπότητος ὠνόμασε νῦν· καὶ γὰρ τοῦτο ἔθος αὐτῷ πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. οὐκ εἶπε δὲ, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τὸν παλαιὸν τύπον παρέπεμψε τοὺς ἀκροατὰς εἰπὼν, “ καὶ καθὼς Μωϋσῆς ὕψωσε “ τὸν ὄφιν ἐν τῇ ἐρήμῳ.” πρῶτον μὲν ἵνα μάθωμεν, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῶμεν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται· πρὸς τούτοις δὲ ἵνα λογιζώμεθα τοῦτο ἅπαντες, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν ὄφεως βλέποντες Ἰουδαῖοι διέφευγον θάνατον, πολλῷ μᾶλλον εἰς τὸν σταυρώμενον πιστεύοντες, μείζονος καταξιούμεθα σωτηρίας. Προειπὼν τοίνυν τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην διὰ τοῦ βαπτίσματος εὐεργεσίαν, ἐπήγαγε καὶ τὴν ταύτης αἰτίαν, τὴν διὰ· του σταύρου. Ἀμμωνίου πρεσβυτέρου. Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ Κυρίου σῶμα, πάθεσι γὰρ ὑπόκειται, ὡς δὲ εἷς ὣν καὶ μετὰ σαρκὸς, λέγεται υἱὸς ἀνθρώπου. Τοῦ αὐτοῦ. Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει, ὥσπερ καὶ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα τοῦ ἰοβόλου, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου, σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρτίας. Τοῦ αὐτοῦ. Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆναι καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Ἀπολιναρίου. Ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ θαυμάσῃς εἰ ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς· καὶ γὰρ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν. Ὠριγένουσ. Παρακληθεὶς ὁ Θεὸς, ὑψωθῆναι τὸν ἑαυτοῦ Υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες, ἀπαλλάττωνται τῆς τῶν πνευματικῶν ὄφεων βλάβης, καὶ ζωὴν αἰώνιον ἔχωσι· ζωὴ δὲ αἰώνιος οὐκ ἐστιν ἡ κοινὴ, ἥτις καὶ ἑτέροις ζώοις ὑπάρχει, ἀλλ’ ἐκ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγιγνομένη. Τὸ δὲ “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,” καὶ τὰ ἑξῆς, δηλοῖ τὴν ἐκ τοῦ σταυροῦ σωτηρίαν, ὅτι οἱ μὲν πρὸς τὸν τύπον, ἤγουν τὸν χαλκοῦν ὄφιν, τότε βλέποντες Ἰουδαῖοι, τὸν πρόσκαιρον διέφευγον θάνατον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν, τουτέστι τὸν σταυρὸν νῦν ὁρῶντες πιστοὶ, τὸν αἰώνιον διαφεύγωμεν θάνατον· καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα δὲ νῦν τοῦ νοητοῦ δράκοντος θεραπεύει τὰς πληγὰς ἐκ τῶν πιστῶν σταυρωθεὶς ὁ Χριστός. Τὸ “ οὕτως ἠγάπησεν,” εἰπὼν, πολλὴν δείκνυσι τὴν ἐπίτασιν· καὶ τὸ “ ὁ Θεὸς τὸν κόσμον,” πολὺ τὸ μέσον τῆς διαφορᾶς δημιουργοῦ καὶ ποιήματος. Ἀμμωνίου. Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν, οὐκ εἰδὼς μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τεθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δοθείσης εἰς θάνατον, ὁ Υἱὸς λέγεται δεδόσθαι εἰς τὸν θάνατον, καίπερ ἀπαθὴς μείνας ὡς Θεὸς, τῆς αὐτοῦ μόνης πασχούσης τὰ ἴδια σαρκὸς, ὅτε συνεχώρει καὶ ἤθελεν. Τοῦ αὐτοῦ. Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ Υἱὸς μονογενὴς, ὅτι μόνος ἐκ Θεοῦ γέγονε· πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιον τινὲς λέγουσι μονογενῆ, καθὸ ὁ ἥλιος μόνος ἐστίν· ἀλλ’ οὐκέτι καὶ Υἱός ἐστιν. a εὐγνωμ. Cod. Καὶ τὸ προσθεῖναι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ οὐ δοῦλον, οὐκ Ἄγγελον, τὴν τῆς ἀγάπης ὑπερβολὴν παρίστησιν. Εἰπὼν δὲ ὅτι “ ἔδωκε” συνεσκιασμένως τὸ πάθος ἠνίξατο. Ὁ δὲ ἀπὸ τοῦ πάθους κέρδος σαφέστερον ποιῶν ἐπήγαγε λέγων, “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. καὶ ἐπειδὴ δύο εἰσὶν αἱ χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας νῦν λέγει, ὅτι “ οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, “ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.” ἐν γὰρ τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἐπὶ τὸ κρῖναι παραγίγνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· Κυρίλλου. Οὐκ ἀπέστειλε, φησὶ, κατὰ Μωσέα νόμῳ τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρω τὴν ἐντολήν· οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ δεσπότῃ πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν. Ἀμμωνίου. Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ πάντας κατέκρινεν· ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀπιστήσαντας. οὐχ ὡς ὁ Μωϋσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σώσαι. Τι ἐστιν, ὁ πιστεύων εἰς τὸν Τιὸν οὐ κρίνεται; τι οὑν, ἐὰν ἀκάθαρτον βιὸν ἔχῃ ἣ πράξεις οὐκ ἀγαθάς; μάλιστα μὲν τοὺς τοιούτους, οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι, “ Θεὸν γὰρ “ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” πλὴν ἐνταῦθα ἐκεῖνο φησὶν, ὅτι κατ’ αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν πονηρῶν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ. Κυρίλλου. Προτίθημι τοίνυν τῷ πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δὲ ἀπειθοῦντι κόλασιν· εἰς τὴν αὐτὴν κ αἰ μίαν δι’ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τὸ πιστεύειν εἶναι προθύμως συγκαλῶν. Ἀμμωνίου. Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιδτεύων εἰς τὸν Χριστὸν κατάκριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος· οὐκοῦν οὔτε ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, οὐ μόνον ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν Κύριον, καὶ εἰς τὸν Ἰούδαν εἰσῆλθεν, ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. “ ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.” πῶς; ὅτι αὐτὸ τὸ ἀπιστεῖν κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἰναι τοῦ φωτὸς, καὶ κατὰ τοῦτο μεγίστην ἔχει τὴν τιμωρίαν· ἣ τὸ μέλλον προαναφωνεῖ· καθάπερ γὰρ ὁ φονεύσας, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος κατα- δικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. καὶ ὁ Ἀδὰμ δὲ ἡ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καὶ τοίγε ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Ἀποστερεῖ δὲ αὐτοὺς καὶ ἀπολογίας πάσης διὰ τοῦ “ ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἀνθρω- “ ποι μᾶλλον τὸ σκότος.” τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν; Εἰ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἰχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι, οἱ μὴ πράξαντες αὐτά· ὡς ἃν τὰς κακίας ἐνεργοῦντες, τόπον ἀπολογίας εἶχον, φάσκοντες, μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλασμένης ἀπολογίας φυγαδευομένοις, κρίσις ἔσται ἐξεταστικὴ τῶν πρακτέων καὶ τοῦ φρονήματος ἐξ ἑκάστου ἀποδεχθῆναι· καὶ βασιλείας Θεοῦ τυχεῖν τοὺς ἀγαπήσαντας τὸ φῶς, ὡς ἐκ τῆς πρὸς αὐτὸ ἀγάπης φῶς καὶ αὐτοὺς γεγενημένους δι’ ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος, τοῦτο δὲ ἐστὶν, ἡ κακία καὶ ἡ εὐσέβεια· τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον Θεὸν κολάσεων αἰωνίων πειρασθήσεσθαι· ἐπεί- περ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ, ἐμίσησαν τὸ φῶς διὰ φανε- ρώσεως ἐλέγχων αὐτῶν τὰ φαῦλα. Ἵνα δὲ μή τις εἴπῃ, ὅτι οὐδεὶς ἃν τὸ σκότος προτιμήσειε τοῦ φωτὸς, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς τοῦτο ἔπαθον, λέγει “ ἦν “γὰρ αὐτῶν,” φησὶ, “ πονηρὰ τὰ ἔργα” καὶ τὰ ἑξῆς. γὰρ ὁ Χριστιανισμὸς μετὰ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, αὐτοὶ δὲ βούλονται ἀεὶ ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ φαῦλα πράσσοντες μεταθέσθαι πρὸς τὸ σώφρον b τοῦ Χριστιανισμοῦ, καὶ τοῖς νόμοις, φησὶν, ὑποβαλεῖν τοῖς ἐμοῖς. Χρὴ δὲ σκοπῆσαι, πῶς ἀποστερεῖ αὐτοὺς πάσης ἀπολογίας τὸ φῶς, ἐλθὼν πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον αὐτῷ, ἀλλ’ ἐκεῖνος “ ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς” ὁ τῷ Χριστιανισμῷ 5 προστρέχων δηλονότι, δηλονότι, “ ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν τῷ “ Θεῷ ἐστιν εἰγασμένα.” καὶ γὰρ ὁ τοιοῦτος μετὰ τοῦ πιστεύειν ὀρθῶς καὶ πολιτείαν ὀρθὴν κατορθοῖ. Ἴσως ἐρεῖ τις, τί οὖν; οὐκ εἰσὶ καὶ Χριστιανοὶ φαῦλα πράσσοντες καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντες εἰσὶν, οἶδα κἀγὼ, εἰ δὲ καὶ Ἕλληνες βιοῦντες, τοῦτο οὐκ οἶδα σαφῶς. Μῆ γάρ μοι τὰς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους, οὐ γάρ ἐστι τοῦτο ἀρετή. ἀλλ’ εἰπὲ πολλὴν ὑπομένοντα ἀπὸ τοῦ παθεῖν βίαν καὶ φιλοσοφοῦντα, ἀλλ’ οὐκ ἃν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη ἐπιμέλεια, μόλις κατέχει τοὺς ἀνθρώπους ἐν ἀρετῇ, σχολή γε ἃν οἱ περὶ μηδενὸς τούτων πεπεισμένοι μετήλυθον ἀρετήν· εἴ τινες ὑποκρίνονται δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν ὅταν ἐξῇ, οὐ φείσεται τοῦ χαρίσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.